ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους δ' καί ψάλλομεν τά παρόντα Στιχηρά Προσόμοια.

 

Ήχος πλ. δ'

Τριήμερος ανέστης

Νηπίων εξ ακάκων Χριστέ, τώ πώλω καθεζόμενος, κατεδέξω, επινίκιον ωδήν, ερχόμενος πρός Πάθος, ο τρισαγίω Ύμνω, υπό Αγγέλων ανυμνούμενος.

 

Ιδού ο Βασιλεύς σου Σιών, πραϋς καί σώζων έρχεται, επί πώλου, τούς εχθρούς επιζητών, πατάξαι εν ισχύϊ, χαίρε καί κατατέρπου, μετά Βαϊων εορτάζουσα.

 

Κροτήσωμεν συμφώνως πιστοί, τούς κλάδους αρετών καί ημείς, ώς οι Παίδες, νύν προσφέροντες Χριστώ, καί τούτω θείων έργων, απλώσωμεν τούς πέπλους, καί μυστικώς τούτον δεξώμεθα.

 

Βαϊα αρετών αδελφοί, προσάξωμεν Χριστώ τώ Θεώ, ερχομένω δι' ημάς ανθρωπικώς, παθείν εθελουσίως, θεότητος ισχύϊ, πάοιν απάθειαν δωρήσασθαι.

Δόξα... Καί νύν... Όμοιον

Ο νώτοις Χερουβίμ ώς Θεός, οχούμενος καθέζεται, επί πώλου, δι' ημάς επί σφαγήν, ερχόμενος θελήσει, δεύτε προθύμως τούτον, μετά Βαϊων ανυμνήσωμεν.

 

Απόστιχα Προσόμοια

 

Ήχος β'

Οίκος τού Ευφραθά

Λαμπρύνου η Σιών, η νέα καί Βαϊοις, ανύμνει μετά παίδων, Ιδού ο Βασιλεύς σου, σώζων πρός Πάθος έρχεται.

 

Στίχ. Εκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αίνον.

 

Αγάλλεσθε Αδάμ, καί Εύα σύν Προφήταις, ιδού ανακαλέσαι, υμάς διά τού Πάθους, ο Κύριος επείγεται.

 

Στίχ. Κύριε ο Κύριος ημών, ώς θαυμαστόν τό όνομά σου εν πάση τή γή!

 

Ο άνω σύν Πατρί, καί Πνεύματι Αγγέλων, δεχόμενος τόν ύμνον, πτωχεύει ξένως κάτω, καί Παίδων αίνον δέχεται.

Δόξα... Καί νύν... Όμοιον

Υμνώ σου τήν φρικτήν, οικονομίαν φόβω, τό Ωσαννά βοώ σοι, εμέ γάρ έρχη σώσαι, ευλογημένε Κύριε.

 

Απολυτίκιον Ήχος α'

Τήν κοινήν Ανάστασιν, πρό τού σού Πάθους πιστούμενος, εκ νεκρών ήγειρας τόν Λάζαρον Χριστέ ο Θεός, όθεν καί ημείς ώς οι Παίδες, τά τής νίκης σύμβολα φέροντες, σοί τώ Νικητή τού θανάτου βοώμεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου. (Δίς)

 

Έτερον Ήχος δ'

Συνταφέντες σοι διά τού Βαπτίσματος, Χριστέ ο Θεός ημών, τής αθανάτου ζωής ηξιώθημεν τή Αναστάσει σου, καί ανυμνούντες κράζομεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου. (Άπαξ)

 

Μετά δέ τήν Απόλυσιν, εισερχόμεθα εις τήν Τράπεζαν.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετά τόν Προοιμιακόν, καί τό, Μακάριος ανήρ, τό Κάθισμα όλον, εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ι', καί ψάλλομεν τά παρόντα ε' Στιχηρά Ιδιόμελα, δευτερούντες αυτά.

 

Ήχος πλ. β'

Σήμερον η χάρις τού αγίου Πνεύματος, ημάς συνήγαγε, καί πάντες αίροντες, τόν Σταυρόν σου λέγομεν, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Ωσαννά εν τοίς υψίστοις.

Ο έχων θρόνον ουρανόν, καί υποπόδιον τήν γήν, ο τού Θεού Πατρός Λόγος, καί Υιός συναϊδιος, επί πώλου αλόγου εμετρίασε σήμερον, εν Βηθανία ελθών, όθεν παίδες Εβραίων, κλάδους χερσί κατέχοντες, ευφήμουν φωνή, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, Βασιλεύς τού Ισραήλ.

Δεύτε καί ημείς σήμερον, πάς ο νέος Ισραήλ, η εξ εθνών Εκκλησία, μετά τού Προφήτου Ζαχαρίου εκβοήσωμεν, Χαίρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ιερουσαλήμ, ότι ιδού ο Βασιλεύς σου, έρχεταί σοι πραϋς καί σώζων, καί επιβεβηκώς επί πώλον όνου, υιόν υποζυγίου, εόρταζε τά τών Παίδων, κλάδους χερσί κατέχουσα ευφήμησον, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, Βασιλεύς τού Ισραήλ.

Τήν σεπτήν Ανάστασιν, τήν σήν προτυπούμενος ημίν, ήγειρας θανόντα τή προστάξει σου, τόν άπνουν Λάζαρον, τόν φίλον Αγαθέ, εκ τού μνήματος τεταρταίον οδωδότα, όθεν καί τώ πώλω επέβης συμβολικώς, ώσπερ επ οχήματος φερόμενος, τά έθνη τεκμαιρόμενος Σωτήρ, Όθεν καί τόν αίνόν σοι προσφέρει, ο ηγαπημένος Ισραήλ, εκ στομάτων θηλαζόντων, καί νηπίων ακάκων, καθορώντων σε Χριστέ, εισερχόμενον εις τήν Αγίαν Πόλιν, πρό έξ ημερών τού Πάσχα.

 

Πρό έξ ημερών τού Πάσχα, ήλθεν Ιησούς εις Βηθανίαν, καί προσήλθον αυτώ οι Μαθηταί αυτού, λέγοντες αυτώ, Κύριε, πού θέλεις, ετοιμάσωμέν σοι φαγείν τό Πάσχα; ο δέ απέστειλεν αυτούς, Απέλθετε εις τήν απέναντι κώμην, καί ευρήσετε άνθρωπον, κεράμιον ύδατος βαστάζοντα, ακολουθήσατε αυτώ, καί τώ οικοδεσπότη είπατε, ο Διδάσκαλος λέγει, Πρός σέ ποιώ τό Πάσχα, μετά τών Μαθητών μου.

Δόξα...

Σήμερον η χάρις τού αγίου Πνεύματος, ημάς συνήγαγε, καί πάντες αίροντες τόν Σταυρόν σου λέγομεν, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Ωσαννά εν τοίς υψίστοις.

 

Καί νύν... Πάλιν τό αυτό

 

Είσοδος μεγάλη. τό, Φώς ιλαρόν..., καί τό Προκείμενον. Ο Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ως τή Κυριακή.

 

Γενέσεως τό Ανάγνωσμα

(Κεφ. ΜΘ', 1-2, 8-12)

Εκάλεσεν Ιακώβ τούς υιούς αυτού, καί είπεν αυτοίς, Συνάχθητε, ίνα αναγγείλω υμίν, τί απαντήσει υμίν επ' εσχάτων τών ημερών, συνάχθητε, καί ακούσατέ μου, υιοί Ιακώβ, ακούσατε Ισραήλ τού πατρός ημών, Ιούδα, σέ αινέσουσιν οι αδελφοί σου, αι χείρές σου επί νώτου τών εχθρών σου, προσκυνήσουσί σοι οι υιοί τού πατρός σου. Σκύμνος λέοντος Ιούδα, εκ βλαστού, υίέ μου, ανέβης, αναπεσών εκοιμήθη ως λέων, καί ως σκύμνος, τίς εγερεί αυτόν, ουκ εκλείψει άρχων εξ Ιούδα καί ηγούμενος, εκ τών μηρών αυτού, έως άν έλθη, ώ απόκειται, καί αυτός προσδοκία εθνών, δεσμεύων πρός άμπελον τόν πώλον αυτού, καί τή έλικι τόν πώλον τής όνου αυτού, πλυνεί εν οίνω τήν στολήν αυτού, καί εν αίματι σταφυλής τήν περιβολήν αυτού, χαροποιοί οι οφθαλμοί αυτού από οίνου, καί λευκοί οι οδόντες αυτού, ή γάλα.

Προφητείας Σοφονίου τό Ανάγνωσμα

(Κεφ. Γ', 14-19)

Τάδε λέγει Κύριος, Χαίρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ιερουσαλήμ, ευφραίνου καί κατατέρπου εξ όλης τής καρδίας σου, θύγατερ Ιερουσαλήμ, περιείλε Κύριος τά αδικήματά σου, λελύτρωταί σε εκ χειρός εχθρών σου, Βασιλεύς Ισραήλ Κύριος εν μέσω σου, ουκ όψει κακά ουκέτι, Εν τώ καιρώ εκείνω, ερεί Κύριος τή Ιερουσαλήμ, θάρσει, Σιών, μή παρείσθωσαν αι χείρές σου, Κύριος ο Θεός σου εν σοί δυνατός, σώσει σε, επάξει επί σέ ευφροσύνην, καί καινιεί σε εν τή αγαπήσει αυτού, καί ευφρανθήσεται επί σοί εν τέρψει ως εν ημέρα εορτής. Καί συνάξω τούς συντετριμμένους σου, ουαί! τίς έλαβεν επ' αυτήν ονειδισμόν. Ιδού εγώ ποιώ εν σοί ένεκά σου, λέγει Κύριος, εν τώ καιρώ εκείνω, καί σώσω τήν εκπεπιεσμένην, καί τήν απωσμένην εισδέξομαι, καί θήσομαι αυτούς εις καύχημα, καί ονομαστούς εν πάση τή γή.

Προφητείας Ζαχαρίου τό Ανάγνωσμα

(Κεφ. Θ', 9-15)

Τάδε λέγει Κύριος, Χαίρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ιερουσαλήμ, ιδού ο Βασιλεύς σου έρχεταί σοι, δίκαιος καί σώζων αυτός, πραϋς καί επιβεβηκώς επί υποζύγιον καί πώλον νέον. Καί εξολοθρεύσει άρματα εξ Εφραϊμ, καί ίππον εξ Ιερουσαλήμ, καί εξολοθρευθήσεται τόξον πολεμικόν, καί πλήθος καί ειρήνη εξ εθνών, καί κατάρξει από υδάτων έως θαλάσσης, καί από ποταμών έως διεκβολών γής. Καί σύ εν αίματι διαθήκης σου εξαπέστειλας τούς δεσμίους σου, εκ λάκκου ουκ έχοντος ύδωρ, καθήσεσθε εν οχυρώμασι δέσμιοι τής συναγωγής, καί αντί μιάς ημέρας παροικίας σου, διπλά ανταποδώσω σοι, διότι ενέτεινά σε Ιούδα εμαυτώ τόξον, έπλησα τόν Εφραϊμ, καί εξεγερώ τά τέκνα σου Σιών επί τά τέκνα τών Ελλήνων, καί ψηλαφήσω σε, ώς ρομφαίαν μαχητού, καί Κύριος έσται επ αυτούς, καί εξελεύσεται ώς αστραπή βολίς αυτού, καί Κύριος ο Θεός παντοκράτωρ εν σάλπιγγι σαλπιεί, καί πορεύσεται εν σάλω απειλής αυτού, Κύριος παντοκράτωρ υπερασπιεί αυτούς.

 

Εις τήν Λιτήν

Στιχηρά Ιδιόμελα

 

Ήχος α'

Τό πανάγιον Πνεύμα, τό καί τούς Αποστόλους διδάξαν λαλείν, ετέραις ξέναις γλώσσαις, αυτό τούς παίδας τών Εβραίων, τούς απειροκάκους, προτρέπεται κραυγάζειν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, Βασιλεύς τού Ισραήλ.

Ο συνάναρχος καί συναίδιος Υιός, καί Λόγος τού Πατρός, επί πώλου αλόγου, ήλθε σήμερον καθεζόμενος, επί τήν πόλιν Ιερουσαλήμ, όν τά Χερουβίμ μετά δέους ατενίσαι ου δύνανται, Παίδες ανευφήμησαν, μετά βαϊων καί κλάδων, τόν αίνον μυστικώς αναμέλποντες, Ωσαννά εν τοίς υψίστοις, τώ ελθόντι σώσαι εκ πλάνης, άπαν τό γένος ημών.

 

Πρό έξ ημερών τού Πάσχα, η φωνή σου ηκούσθη Κύριε, εις τά, βάθη τού Άδου, όθεν καί τόν Λάζαρον, τετραήμερον ήγειρας, οι δέ παίδες τών Εβραίων έκραζον, Ωσαννά, ο Θεός ημών δόξα σοι.

Ήχος β'

Εισερχομένου σου Κύριε, εις τήν αγίαν Πόλιν, επί πώλου καθήμενος, έσπευδες ελθείν επί τό Πάθος, ίνα πληρώσης Νόμον καί Προφήτας, οι δέ παίδες τών Εβραίων, τής Αναστάσεως τήν νίκην προμηνύοντες, υπήντων σοι μετά κλάδων, καί βαϊων λέγοντες, Ευλογημένος εί Σωτήρ, ελέησον ημάς.

 

Δόξα σοι Χριστέ, τώ εν υψίστοις καθημένω επί τού θρόνου, καί νύν προσδοκωμένω, μετά τού τιμίου σου Σταυρού, διό ευφραίνεται θυγάτηρ Σιών, αγάλλονται τά έθνη τής γής, κλάδους κατέχουσι Παίδες, χιτώνας οι Μαθηταί, καί πάσα η Οικουμένη εδιδάχθη τού βοάν σοι, Ευλογημένος εί Σωτήρ, ελέησον ημάς.

Δόξα... Καί νύν... Ήχος γ'

Πρό έξ ημερών, τού γενέσθαι τό Πάσχα, ήλθεν Ιησούς εις Βηθανίαν, ανακαλέσασθαι τόν τεθνεώτα τετραήμερον Λάζαρον, καί προκηρύξαι τήν Ανάστασιν, υπήντησαν αυτώ καί αι γυναίκες, Μάρθα καί Μαρία, αδελφαί τού Λαζάρου, αναβοώσαι πρός αυτόν, Κύριε, ει ής ώδε, ουκ άν απέθανεν ημών ο αδελφός, Τότε λέγει πρός αυτάς, ου προείπον υμίν, ο πιστεύων εις εμέ, κάν αποθάνη ζήσεται; υποδείξατέ μου, πού τεθήκατε αυτόν, καί εβόα πρός αυτόν, ο κτίστης τών απάντων, Λάζαρε δεύρο έξω.

 

Καί αι συνήθεις Ευχαί εν τώ Νάρθηκι.

 

Εις τά Απόστιχα τά παρόντα Ιδιόμελα

 

Ήχος πλ. δ'

Χαίρε καί ευφραίνου πόλις Σιών, τέρπου καί αγάλλου η Εκκλησία τού Θεού, ιδού γάρ ο Βασιλεύς σου παραγέγονεν εν δικαιοσύνη, επί πώλου καθεζόμενος, υπό Παίδων ανυμνούμενος, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος εί, ο έχων πλήθος οικτιρμών, ελέησον ημάς.

 

Στίχ. Εκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αίνον.

 

Ήλθεν ο Σωτήρ σήμερον, επί τήν πόλιν Ιερουσαλήμ, πληρώσαι τήν γραφήν, καί πάντες έλαβον εν ταίς χερσί Βαϊα, τους δέ χιτώνας υπεστρώννυον αυτώ, γινώσκοντες, ότι αυτός εστιν ο Θεός ημών, ώ τά Χερουβίμ βοά απαύστως, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος εί, ο έχων πλήθος οικτιρμών, ελέησον ημάς.

 

Στίχ. Κύριε ο Κύριος ημών, ώς θαυμαστόν τό Ονομά σου εν πάση τή γή!

 

Ο τοίς Χερουβίμ εποχούμενος, καί υμνούμενος υπό τών Σεραφίμ, επέβης επί πώλου, Δαυϊτικώς Αγαθέ, καί Παίδές σε ανύμνουν θεοπρεπώς, Ιουδαίοι εβλασφήμουν παρανόμως, τό ακάθεκτον τών εθνών, η καθέδρα τού πώλου προετύπου, εξ απιστίας εις πίστιν μεταποιούμενον, Δόξα σοι Χριστέ, ο μόνος ελεήμων καί φιλάνθρωπος.

Δόξα... Ήχος πλ. β'

Σήμερον η χάρις τού αγίου Πνεύματος, ημάς συνήγαγε, καί πάντες αίροντες τόν Σταυρόν σου λέγομεν, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Ωσαννά εν τοίς υψίστοις.

 

Καί νύν... Πάλιν τό αυτό

 

Απολυτίκιον Ήχος α'

Τήν κοινήν Ανάστασιν, πρό τού σού Πάθους πιστούμενος, εκ νεκρών ήγειρας τόν Λάζαρον Χριστέ ο Θεός, όθεν καί ημείς ώς οι Παίδες, τά τής νίκης σύμβολα φέροντες, σοί τώ Νικητή τού θανάτου βοώμεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου. (Δίς)

 

Έτερον Ήχος δ'

Συνταφέντες σοι διά τού Βαπτίσματος, Χριστέ ο Θεός ημών, τής αθανάτου ζωής ηξιώθημεν τή Αναστάσει σου, καί ανυμνούντες κράζομεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου. (Άπαξ)

 

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Ο Εξάψαλμος, τό, Θεός Κύριος, καί τά εις τόν Εσπερινόν ανωτέρω Απολυτίκια.

 

Μετά δέ τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Κατεπλάγη Ιωσήφ

Μετά κλάδων νοητώς, κεκαθαρμένοι τάς ψυχάς, ώς οι Παίδες τόν Χριστόν, ανευφημήσωμεν πιστώς, μεγαλοφώνως κραυγάζοντες τώ Δεσπότη, Ευλογημένος εί Σωτήρ, ο εις τόν Κόσμον ελθών, τού σώσαι τόν Αδάμ, εκ τής αρχαίας αράς, πνευματικώς γενόμενος φιλάνθρωπε, νέος Αδάμ ως ευδόκησας, ο πάντα Λόγε, πρός τό συμφέρον, οικονομήσας δόξα σοι.

 

Έτερον Κάθισμα

Ήχος δ' Επεφάνης σήμερον

Τεταρταίον Λάζαρον, εκ τού μνημείου, αναστήσας Κύριε, πάντας εδίδαξας βοάν, μετά βαϊων καί κλάδων σοι, Ευλογημένος εί ο ερχόμενος.

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Κατεπλάγη Ιωσήφ

Επί φίλω σου Χριστέ, δάκρυα ραίνεις μυστικώς, καί εγείρεις εκ νεκρών, Λάζαρον κείμενον θνητόν, εν ώ συμπάθειαν έδειξας φιλανθρώπως, μαθόντα δέ τήν σήν, παρουσίαν Σωτήρ, τά πλήθη τών βρεφών, εξήλθον σήμερον, εν ταίς χερσί κατέχοντα Βαϊα, τό Ωσαννά σοι κραυγάζοντα, Ευλογημένος εί, ότι τόν Κόσμον, εις τό σώσαι ελήλυθας.

 

Έτερον Ήχος α'

Τού λίθου σφραγισθέντος

Αινέσατε συμφώνως, οι λαοί καί τά έθνη, ο γάρ Βασιλεύς τών Αγγέλων, επέβη νύν τώ πώλω, καί έρχεται θέλων εν Σταυρώ, πατάξαι τούς εχθρούς ως δυνατός, διά τούτο καί οι Παίδες, μετά Βαϊων, κράζουσι τόν ύμνον, Δόξα σοι τώ ελθόντι Νικητή, δόξα σοι τώ Σωτήρι Χριστώ, δόξα σοι τώ ευλογημένω, μόνω Θεώ ημών.

 

Μετά δέ τόν Πολυέλεον

 

Κάθισμα Ήχος πλ. δ'

Τό προσταχθέν μυστικώς

Ο επί θρόνου Χερουβίμ καί επί πώλου, επικαθίσας δι' ημάς, καί πρός τό Πάθος, τό εκούσιον φθάσας, σήμερον ακούει, τών Παίδων, αναβοώντων τό Ωσαννά, τών όχλων, αναφωνούντων Υιέ Δαυϊδ, σπεύσον σώσαι ούς έπλασας, ευλογημένε Ιησού, εις τούτο γάρ ελήλυθας, όπως γνώμεν τήν δόξαν σου.

 

Δόξα... Καί νύν... Πάλιν τό αυτό

 

Ανάγνωσιν δέ, ποιούμεν τών εις τό κατά Ιωάννην, περί τής Εορτής Λόγων ξε' καί ξς'.

 

Είτα τό α', Αντίφωνον τών Αναβαθμών τού δ' Ήχου.

 

Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου. (Δίς)

 

Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ώς χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (Δίς)

Δόξα...

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει, υψούται λαμπρύνεται, τή Τριαδική μονάδι, ιεροκρυφίως.

Καί νύν...

Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα, άπασαν τήν Κτίσιν, πρός ζωογονίαν.

 

Προκείμενον Ήχος δ'

Εκ στόματος νηπίων καί θηλαζόντων κατηρτίσω αίνον.

Στίχ. Κύριε ο Κύριος ημών, ώς θαυμαστόν τό όνομά σου εν πάση τή γή.

 

Καί μετά τό, Πάσα πνοή... τό Ευαγγέλιον κατά Ματθαίον.

Τώ καιρώ εκείνω, ότε ήγγισεν ο Ιησούς...

 

Ανάστασιν Χριστού, ου λέγομεν, αλλ' ευθύς μετά τόν Ν', ψάλλομεν τά παρόντα.

 

Δόξα... Ήχος β'

Σήμερον ο Χριστός, εισέρχεται εν πόλει Βηθανία εν πώλω καθήμενος, τήν αλογίαν λύων, τών εθνών τήν κάκιστον, πάλαι κεχερσωμένην.

 

Καί νύν... Πάλιν τό αυτό

 

Στίχ. Ελέησόν με, ο Θεός...

Ήχος πλ. β'

Σήμερον η χάρις τού αγίου Πνεύματος, ημάς συνήγαγε, καί πάντες αίροντες τόν Σταυρόν σου λέγομεν, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Ωσαννά εν τοίς υψίστοις.

 

Ενώ δέ ασπάζονται οι Αδελφοί τό Ευαγγέλιον, διανέμει ο Ηγούμενος τά Βαϊα.

 

Είτα ψάλλομεν τόν Κανόνα, τούς Ειρμούς ανά β', τά δέ Τροπάρια ανά δ' ή ανά ς', ότε εισί δύο, καί αύθις έσχατον, Καταβασίαι, οι αυτοί Ειρμοί, υπ αμφοτέρων τών Χορών.

 

Ο Κανών ού η Ακροστιχίς

 

Ωσαννά Χριστός, ευλογημένος Θεός.

 

Ποίημα Κοσμά Μοναχού.

 

Ωδή α' Ήχος δ' Ο Ειρμός

Ώφθησαν, αι πηγαί τής αβύσσου, νοτίδος άμοιροι, καί ανεκαλύφθη θαλάσσης, κυμαινούσης τά θεμέλια, τή καταιγίδι νεύματι, ταύτης γάρ επετίμησας, περιούσιον λαόν δέ έσωσας, ά δοντα, επινίκιον υμνον σοι Κύριε.

 

Στόματος, εκ νηπίων ακάκων, καί θηλαζόντων αίνον, τών σών οικετών κατηρτίσω, καταλύσαι τόν αντίπαλον, καί εκδικήσαι πάθει Σταυρού, τήν πτώσιν τού πάλαι Αδάμ, διά ξύλου αναστήσαι τούτον δέ, άδοντα, επινίκιον ύμνον σοι Κύριε.

 

Αίνεσιν, Εκκλησία Οσίων, τώ ενοικούντι Σιών, σοί Χριστέ προσφέρει, εν σοί δέ Ισραήλ, τώ ποιητή αυτού, χαίρει, καί όρη έθνη αντίτυπα λιθοκάρδια, εκ προσώπου σου ηγαλλιάσαντο, άδοντα, επινίκιον ύμνον σοι Κύριε.

Καταβασία

Ώφθησαν, αι πηγαί τής αβύσσου, νοτίδος άμοιροι, καί ανεκαλύφθη θαλάσσης, κυμαινούσης τά θεμέλια, τή καταιγίδι νεύματι, ταύτης γάρ επετίμησας, περιούσιον λαόν δέ έσωσας, ά δοντα, επινίκιον υμνον σοι Κύριε.

 

Ωδή γ' Ο Ειρμός

Νάουσαν ακρότομον, προστάγματι σώ, στερεάν εθήλασε πέτραν, Ισραηλίτης λαός, η δέ πέτρα σύ Χριστέ, υπάρχεις καί ζωή, εν ώ εστερεώθη η Εκκλησία κράζουσα, Ωσαννά, ευλογημένος εί ο ερχόμενος.

 

Νεκρόν τετραήμερον, προστάγματι σώ, εκ νεκάδων σύντρομος, Άδης αφήκε Λάζαρον, η ανάστασις Χριστέ, σύ γάρ καί ζωή, έν ώ εστερεώθη, η Εκκλησία κράζουσα, Ωσαννά, ευλογημένος εί ο ερχόμενος.

 

Άσατε λαοί, θεοπρεπώς εν Σιών, καί ευχήν απόδοτε, Χριστώ εν Ιερουσαλήμ, αυτός έρχεται εν δόξη μετά κυριείας, εν ώ εστερεώθη, η Εκκλησία κράζουσα, Ωσαννά, ευλογημένος εί ο ερχόμενος.

Καταβασία

Νάουσαν ακρότομον, προστάγματι σώ, στερεάν εθήλασε πέτραν, Ισραηλίτης λαός, η δέ πέτρα σύ Χριστέ, υπάρχεις καί ζωή, εν ώ εστερεώθη η Εκκλησία κράζουσα, Ωσαννά, ευλογημένος εί ο ερχόμενος.

 

Η Υπακοή Ήχος πλ. β'

Μετά κλάδων υμνήσαντες πρότερον, μετά ξύλων συνέλαβον ύστερον, οι αγνώμονες Χριστόν, Ιουδαίοι τόν Θεόν, ημείς δέ πίστει αμεταθέτω, αεί τιμώντες ώς ευεργέτην, διαπαντός βοήσωμεν αυτώ, Ευλογημένος εί ο ερχόμενος, τόν Αδάμ ανακαλέσασθαι.

 

Είτα αναγινώσκομεν τόν Λόγον τού κυρίου Ανδρέου Κρήτης.

 

Ωδή δ' Ο Ειρμός

Χριστός ο ερχόμενος εμφανώς Θεός ημών, ήξει καί ου χρονιεί, εξ όρους κατασκίου δασέος, Κόρης τικτούσης απειράνδρου, Προφήτης πάλαι φησί, Διό πάντες βοώμεν, Δόξα τή δυνάμει σου Κύριε.

 

Ρηξάτω ευφροσύνην κραταιάν επ' έλεον, όρη καί πάντες βουνοί, καί ξύλα τού δρυμού επικροτησάτω, Χριστόν αινείτε έθνη, καί τούτω πάντες λαοί, επαι νούντες βοάτε, Δόξα τή δυνάμει σου Κύριε.

 

Ισχύν ο βασιλεύων τών αιώνων Κύριος, ενδεδυμένος ήξει, τής τούτου ωραιότητός τε καί δόξης, ασύγκριτος υπάρχει ευπρέπεια εν Σιών, Διό πάντες βοώμεν, Δόξα τή δυνάμει σου Κύριε.

 

Σπιθαμή ο μετρήσας ουρανόν, δρακί δέ γήν, Κύριος πάρεστι, Σιών γάρ εξελέξατο, εν αυτή δέ οικείν καί βασιλεύειν, ηρετίσατο λαών, τών εν πίστει βοώντων, Δόξα τή δυνάμει σου, Κύριε.

Καταβασία

Χριστός ο ερχόμενος εμφανώς Θεός ημών, ήξει καί ου χρονιεί, εξ όρους κατασκίου δασέος, Κόρης τικτούσης απειράνδρου, Προφήτης πάλαι φησί, Διό πάντες βοώμεν, Δόξα τή δυνάμει σου Κύριε.

 

Ωδή ε' Ο Ειρμός

Τήν Σιών επ' όρους ανάβηθι, ο ευαγγελιζόμενος, καί τήν Ιερουσαλήμ, ο κηρύσσων εν ισχύϊ ύψωσον φωνήν, Δεδοξασμένα ελαλήθη περί σού, η Πόλις τού Θεού, ειρήνη επί τόν Ισραήλ, καί σωτήριον έθνεσιν.

 

Ο εν τοίς υψίστοις καθήμενος, επί τών Χερουβίμ Θεός, καί εφορών ταπεινά, αυτός έρχεται, εν δόξη μετά κυριείας, καί πληρωθήσεται τά πάντα, θεϊκής αινέσεως αυτού, ειρήνη επί τόν Ισραήλ, καί σωτήριον έθνεσιν.

 

Σιών Θεού όρος τό άγιον, καί Ιερουσαλήμ κύκλω τούς οφθαλμούς σου άρον, καί ίδε συνηγμένα τέκνα σου εν σοί, ιδού γάρ ήκασι μακρόθεν, προσκυνήσαι τώ Βασιλεί σου, ειρήνη επί τόν Ισραήλ, καί σωτήριον έθνεσιν.

Καταβασία

Τήν Σιών επ' όρους ανάβηθι, ο ευαγγελιζόμενος, καί τήν Ιερουσαλήμ, ο κηρύσσων εν ισχύϊ ύψωσον φωνήν, Δεδοξασμένα ελαλήθη περί σού, η Πόλις τού Θεού, ειρήνη επί τόν Ισραήλ, καί σωτήριον έθνεσιν.

 

Ωδή ς' Ο Ειρμός

Εβόησαν, εν ευφροσύνη Δικαίων τά πνεύματα, Νύν τώ Κόσμω, διαθήκη καινή διατίθεται, καί ραντίσματι, καινουργείσθω λαός θείου Αίματος.

 

Υπόδεξαι, Ισραήλ τού Θεού τό βασίλειον, καί ο βαίνων εν τώ σκότει, τό φώς θεασάσθω μέγα, καί ραντίσματι, καινουργείσθω λαός θείου Αίματος.

 

Λελυμένους, σούς δεσμίους Σιών εξαπόστειλον, καί εκ λάκκου, αγνωσίας ανύδρου εξάγαγε, καί ραντίσματι, και νουργείσθω λαός θείου Αίματος.

Καταβασία

Εβόησαν, εν ευφροσύνη Δικαίων τά πνεύματα, Νύν τώ Κόσμω, διαθήκη καινή διατίθεται, καί ραντίσματι, καινουργείσθω λαός θείου Αίματος.

 

Κοντάκιον Αυτόμελον

Ήχος πλ. β'

Τώ θρόνω εν ουρανώ, τώ πώλω επί τής γής, εποχούμενος Χριστέ ο Θεός, τών Αγγέλων τήν αίνεσιν, καί τών Παίδων ανύμνησιν προσεδέξω βοώντων σοι, Ευλογημένος εί ο ερχόμενος, τόν Αδάμ ανακαλέσασθαι.

Ο Οίκος

Επειδή Άδην έδησας αθάνατε, καί θάνατον ενέκρωσας, καί Κόσμον ανέστησας, βαϊοις τά νήπια ανευφήμουν σε Χριστέ, ως νικητήν κραυγάζοντά σοι σήμερον, Ωσαννά τώ Υιώ Δαυϊδ, ουκέτι γάρ φησι, σφαγήσονται βρέφη διά τό βρέφος Μαριάμ, αλλ' υπέρ πάντων νηπίων καί πρεσβυτών, μόνος σταυρούσαι, ουκέτι καθ' ημών χωρήσει τό ξίφος, η σή γάρ πλευρά νυγήσεται λόγχη, όθεν αγαλλόμενοι φαμέν, Ευλογημένος εί ο ερχόμενος, τόν Αδάμ ανακαλέσασθαι.

 

Συναξάριον

Τή αυτή ημέρα, Κυριακή τών Βαϊων, τήν λαμπράν καί ένδοξον πανήγυριν τής εις Ιερουσαλήμ εισόδου τού Κυρίου ημών Ιησού Χριστού εορτάζομεν.

Στίχοι

          Πώλω καθίσας, ο λόγω τείνας πόλον,

          Βροτούς εκζητεί λύσαι τής αλογίας.

 

Τή αφάτω σου ευσπλαγχνία, Χριστέ ο Θεός ημών, νικητάς ημάς τών παραλόγων παθών ποίησον, καί τήν σήν εναργή κατά θανάτου νίκην, τήν φαιδράν σου καί ζωηφόρον Ανάστασιν ιδείν καταξίωσον, καί ελέησον ημάς.

 

Ωδή ζ' Ο Ειρμός

Ο διασώσας εν πυρί, τούς Αβραμιαίους σου Παίδας, καί τούς Χαλδαίους ανελών, οίς αδίκως δικαίους ενήδρευσαν, υπερύμνητε Κύριε, ο Θεός ο τών Πατέρων, ευλογητός εί.

 

Γονυπετούντες οι λαοί, καί σύν Μαθηταίς γεγηθότες, μετά βαϊων Ωσαννά, τώ Υιώ Δαυϊδ έκραζον, Υπερύμνητε Κύριε, ο Θεός ο τών Πατέρων, ευλογητός εί.

 

Η απειρόκακος πληθύς, έτι νηπιάζουσα φύσις, θεοπρεπώς σε Βασιλεύ, Ισραήλ καί Αγγέλων ανύμνησεν, Υπερύμνητε Κύριε, ο Θεός ο τών Πατέρων, ευλογητός εί.

 

Μετά βαϊων σε Χριστέ, κλάδοις επεκρότει τά πλήθη, ευλογημένος ο ελθών, Βασιλεύς τών αιώνων, εβόα τε, Υπερύμνητε Κύριε, ο Θεός ο τών Πατέρων, ευλογητός εί.

Καταβασία

Ο διασώσας εν πυρί, τούς Αβραμιαίους σου Παίδας, καί τούς Χαλδαίους ανελών, οίς αδίκως δικαίους ενήδρευσαν, υπερύμνητε Κύριε, ο Θεός ο τών Πατέρων, ευλογητός εί.

 

Ωδή η' Ο Ειρμός

Ευφράνθητι Ιερουσαλήμ, πανηγυρίσατε οι αγαπώντες Σιών, ο βασιλεύων γάρ εις τούς αιώνας, Κύριος τών Δυνάμεων ήλθεν, ευλαβείσθω πάσα η γή, εκ προσώπου αυτού, καί βοάτω, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Νέον πώλον επιβεβηκώς, ο Βασιλεύς σου Σιών, επέστη Χριστός, τήν γάρ αλόγιστον, ειδώλων πλάνην λύσαι, καί τήν ακάθεκτον ορμήν αναστείλαι, πάντων εθνών παραγέγονεν, εις τό μέλπειν, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Ο Θεός σου, χαίρε Σιών σφόδρα, εβασίλευσεν εις τούς αιώνας Χριστός, ούτος ώς γέγραπται πραϋς, καί σώζων, δίκαιος λυτρωτής ημών ήλθεν, επί πώλου, ίππειον θράσος ολέσων εχθρών, μή βοώντων, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Σπανίζεται θείων περιβόλων, τό παράνομον συνέδριον απειθών, τόν προσευχής Θεού επεί περ οίκον, σπήλαιον απειργάσατο ληστών, εκ καρδίας τόν Λυτρωτήν απωσάμενον, ώ βοώμεν, Πάντα τά έργα υμνείτε τόν Κύριον.

Καταβασία

Ευφράνθητι Ιερουσαλήμ, πανηγυρίσατε οι αγαπώντες Σιών, ο βασιλεύων γάρ εις τούς αιώνας, Κύριος τών Δυνάμεων ήλθεν, ευλαβείσθω πάσα η γή, εκ προσώπου αυτού, καί βοάτω, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Ωδή θ' Ο Ειρμός

Θεός Κύριος, καί επέφανεν ημίν, συστήσασθε εορτήν, καί αγαλλόμενοι, δεύτε μεγαλύνωμεν Χριστόν, μετά βαϊων καί κλάδων, ύμνοις κραυγάζοντες, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Σωτήρος ημών.

 

Έθνη ίνα τί εφρυάξατε; Γραφείς, καί Ιερείς, τί κενά εμελετήσατε; Τίς ούτος ειπόντες, ώ Παίδες μετά βαϊων καί κλάδων, ύμνοις κραυγάζουσιν, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Σωτήρος ημών.

 

Ούτος ο Θεός, ώ παρόμοιος ουδείς, δικαίαν πάσαν οδόν εξευρών, δέδωκε τώ ηγαπημένω Ισραήλ, μετά δέ ταύτα, ανθρώποις συνανεστράφη οφθείς, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Σωτήρος ημών.

 

Σκάνδαλα τρίβου, τί εχόμενα ημίν, τιθέατε απειθείς; πόδες οξείς υμών, αίμα διεκχέαι Δεσπότου, αλλ' αναστήσεται πάντων, σώσαι τούς κράζοντας, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Σωτήρος ημών.

Καταβασία

Θεός Κύριος, καί επέφανεν ημίν, συστήσασθε εορτήν, καί αγαλλόμενοι, δεύτε μεγαλύνωμεν Χριστόν, μετά βαϊων καί κλάδων, ύμνοις κραυγάζοντες, Ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου, Σωτήρος ημών.

 

Εξαποστειλάριον

q       Άγιος Κύριος ο Θεός ημών,

q       Άγιος Κύριος ο Θεός ημών,

q       Άγιος Κύριος ο Θεός ημών.

 

Ψαλλόμενον τό αυτό καί μόνον, καί εκ γ'.

 

Τού Κυρίου δεηθώμεν.

Κύριε, o Θεός ημών, ο καθήμενος επί τών Χερουβείμ, ο εξεγείρας τήν δυναστείαν, καί αποστείλας τόν μονογενή σου Υιόν, τόν Κύριον ημών Ιησούν Χριστόν, ίνα σώση τόν κόσμον διά τού Σταυρού, τής Ταφής καί τής Αναστάσεως αυτού, ού παραγενομένου εν Ιερουσαλήμ επί τό εκούσιον Πάθος, ο λαός, ο καθήμενος εν σκότει καί σκιά θανάτου, λαβόντες τά τής νίκης σύμβολα, τούς κλάδους τών δένδρων, καί τά βαϊα τών φοινίκων, τήν Ανάστασιν προεμήνυσαν. Αυτός, Δέσποτα, καί ημάς, τούς κατά μίμησιν εκείνων, τή προεορτίω ταύτη ημέρα Βαϊα καί κλάδους δένδρων εν χερσί φέροντας, διατήρησον, καί ώς εκείνοι οι όχλοι καί οι Παίδες, τό Ωσαννά σοι προσφέροντας, διαφύλαξον, όπως εν ύμνοις και ωδαίς πνευματικαίς καταξιωθώμεν τής ζωοποιού καί τριημέρου Αναστάσεως, εν Χριστώ Ιησού τώ Κυρίω ημών, μεθ' ού ευλογητός εί, σύν τώ παναγίω καί αγαθώ καί ζωοποιώ σου Πνεύματι, νύν καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Εις τούς Α ί ν ο υ ς

 

Ιστώμεν Στίχους ς', καί ψάλλομεν τά επόμενα Στιχηρά, δευτερούντες τά πρώτα δύο.

 

Στιχηρά Ιδιόμελα

Ήχος δ'

Ο πλείστος όχλος Κύριε, εστρώννυον εν τή Οδώ τά ιμάτια αυτών, άλλοι δέ έκοπτον κλάδους, από τών δένδρων καί εβάσταζον, οι προάγοντες δέ καί οι ακολουθούντες, έκραζον λέγοντες, Ωσαννά τώ Υιώ Δαυϊδ, ευλογημένος εί ο ελθών, καί πάλιν ερχόμενος, εν ονόματι Κυρίου. (Δίς)

 

Μέλλοντός σου εισιέναι, εις τήν αγίαν Πόλιν Κύριε, τά κλάδη τών φυτών οι λαοί εβάσταζον, σέ υμνούντες τόν τών όλων Δεσπότην, ορώντές σε επί πώλου καθήμενον, ώς επί τών Χερουβίμ εθεώρουν, καί διά τούτο ούτως εβοων, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος εί ο ελθών, καί πάλιν ερχόμενος, εν ονόματι Κυρίου. (Δίς)

 

Εξέλθετε έθνη, εξέλθετε καί λαοί, καί θεάσασθε σήμερον, τόν Βασιλέα τών ουρανών, ώς επί θρόνου υψηλού, επί πώλου ευτελούς, τήν Ιερουσαλήμ προσεπιβαίνοντα, γενεά Ιουδαίων, άπιστε καί μοιχαλίς, δεύρο, θέασαι, όν είδεν Ησαϊας εν σαρκί δι' ημάς παραγενόμενον, πώς νυμφεύεται ως σώφρονα, τήν νέαν Σιών, καί αποβάλλεται τήν κατάκριτον συναγωγήν, ώς εν αφθάρτω δέ γάμω καί αμιάντω, αμίαντοι συνέδραμον ευφημούντες, οι απειρόκακοι Παίδες, μεθ' ών υμνούντες βοήσωμεν, ύμνον τόν Αγγελικόν. Ωσαννά εν τοίς υψίστοις, τώ έχοντι τό μέγα έλεος.

 

Τήν κοινήν Ανάστασιν, πρό τού εκουσίου Πάθους σου, εις πίστωσιν πάντων, προενδειξάμενος, Χριστέ ο Θεός, τόν μέν Λάζαρον εν Βηθανία, τή κραταιά δυνάμει σου, τετραήμερον νεκρόν ανέστησας, καί τυφλοίς δέ τό βλέπειν, ως φωτοδότης εδωρήσω Σωτήρ, καί εις τήν πόλιν τήν αγίαν, μετά τών σών Μαθητών εισήλθες, καθήμενος επί πώλου όνου, τά τών Προφητών εκπληρών κηρύγματα, ώς επί τών Χερουβίμ εποχούμενος, καί παίδες Εβραίων μετά κλάδων καί βαϊων προϋπήντουν σοι, Διό καί ημείς, κλάδους ελαιών βαστάζοντες καί βαϊα, ευχαρίστως σοι βοώμεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου.

Δόξα... Καί νύν...

Ήχος πλ. β'

Πρό έξ ημερών τού Πάσχα, ήλθεν Ιησούς εις Βηθανίαν, καί προσήλθον αυτώ οι Μαθηταί αυτού, λέγοντες αυτώ, Κύριε, πού θέλεις, ετοιμάσωμέν σοι φαγείν τό Πάσχα; ο δέ απέστειλεν αυτούς, Απέλθετε εις τήν απέναντι κώμην, καί ευρήσετε άνθρωπον, κεράμιον ύδατος βαστάζοντα, ακολουθήσατε αυτώ, καί τώ οικοδεσπότη είπατε, ο Διδάσκαλος λέγει, Πρός σέ ποιώ τό Πάσχα, μετά τών Μαθητών μου.

 

Δοξολογία μεγάλη, καί Απόλυσις

 

Η δέ Λιτή γίνεται έξω τού Μοναστηρίου, καί η Κατήχησις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Ψάλλομεν τά παρόντα Αντίφωνα

 

Αντίφωνον α'

Ήχος β'.

Στίχ. Η γάπησα, ότι εισακούσεται Κύριος τής φωνής τής δεήσεώς μου.

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχ. Περιέσχον με ωδίνες θανάτου, κίνδυνοι Αδου εύροσάν με.

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχ. Θλίψιν καί οδύνην εύρον, καί τό όνομα Κυρίου επεκαλεσάμην.

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχ. Ευαρεστήσω ενώπιον Κυρίου εν χώρα ζώντων.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Και νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Αντίφωνον β'

Ήχος ο αυτός

Στίχ. Επίστευσα, διό ελάλησα. εγώ δέ εταπεινώθην σφόδρα.

Σώσον ημάς, Υιέ Θεού, ο επί πώλου όνου καθεσθείς, ψάλλοντάς σοι. Αλληλούϊα.

 

Στίχ. Τί ανταποδώσω τώ Κυρίω περί πάντων, ών ανταπέδωκέ μοι;

Σώσον ημάς, Υιέ Θεού...

 

Στίχ. Ποτήριον σωτηρίου λήψομαι, καί τό όνομα Κυρίου επικαλέσομαι.

Σώσον ημάς, Υιέ Θεού...

 

Στίχ. Τάς ευχάς μου τώ Κυρίω αποδώσω εναντίον παντός τού λαού αυτού.

Σώσον η μάς, Υιέ Θεού...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός καί Λόγος τού Θεού...

 

Αντίφωνον γ'

Ήχος α'

Στίχ. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

Απολυτίκιον Ήχος α'

Τήν κοινήν Ανάστασιν, πρό τού σού Πάθους πιστούμενος, εκ νεκρών ήγειρας τόν Λάζαρον Χριστέ ο Θεός, όθεν καί ημείς ώς οι Παίδες, τά τής νίκης σύμβολα φέροντες, σοί τώ Νικητή τού θανάτου βοώμεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου.

 

Στίχ. Ειπάτω δή οίκος Ισραήλ, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

Τήν κοινήν Ανάστασιν...

 

Στίχ. Ειπάτω δή οίκος Ααρών, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

Τήν κοινήν Ανάστασιν...

 

Στίχ. Ειπάτωσαν δή πάντες οι φοβούμενοι τόν Κύριον, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος

αυτού.

Τήν κοινήν Ανάστασιν...

 

Εισοδικόν

Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Θεός Κύριος καί επέφανεν ημίν. Σώσον ημάς, Υιέ Θεού...

 

Είτα τό Απολυτίκιον.

Απολυτίκιον Ήχος α'

Τήν κοινήν Ανάστασιν, πρό τού σού Πάθους πιστούμενος, εκ νεκρών ήγειρας τόν Λάζαρον Χριστέ ο Θεός, όθεν καί ημείς ώς οι Παίδες, τά τής νίκης σύμβολα φέροντες, σοί τώ Νικητή τού θανάτου βοώμεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου.

Δόξα... Ήχος δ'

Συνταφέντες σοι διά τού Βαπτίσματος, Χριστέ ο Θεός ημών, τής αθανάτου ζωής ηξιώθημεν τή Αναστάσει σου, καί ανυμνούντες κράζομεν, Ωσαννά εν τοίς υψίστοις, ευλογημένος ο ερχόμενος, εν ονόματι Κυρίου.

Καί νύν... Τό Κοντάκιον.

Ήχος πλ. β'

Τώ θρόνω εν ουρανώ, τώ πώλω επί τής γής, εποχούμενος Χριστέ ο Θεός, τών Αγγέλων τήν αίνεσιν, καί τών Παίδων ανύμνησιν προσεδέξω βοώντων σοι, Ευλογημένος εί ο ερχόμενος, τόν Αδάμ ανακαλέσασθαι.

 

Ο Απόστολος

 

Προκείμενον Ήχος δ'

Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός.

 

Πρός Φιλιππησίους Επιστολής Παύλου τό Ανάγνωσμα

(Κεφ. Δ', 4-9)

Αδελφοί, χαίρετε εν Κυρίω πάντοτε, πάλιν ερώ, χαίρετε. Τό επιεικές υμών, γνωσθήτω πάσιν ανθρώποις. ο Κύριος εγγύς. Μηδέν μεριμνάτε. αλλ' εν παντί τή προσευχή καί τή δεήσει, μετά ευχαριστίας τά αιτήματα υμών γνωριζέσθω πρός τόν Θεόν, καί η ειρήνη τού Θεού, η υπερέχουσα πάντα νούν, φρουρήσει τάς καρδίας υμών, καί τά νοήματα υμών εν Χριστώ Ιησού. Τό λοιπόν, αδελφοί, όσα εστίν αληθή, όσα σεμνά, όσα δίκαια, όσα αγνά, όσα προσφιλή, όσα εύφημα, εί τις αρετή καί εί τις έπαινος, ταύτα λογίζεσθε, ά καί εμάθετε, καί παρελάβετε, καί ηκούσατε, καί είδετε εν εμοί, ταύτα πράσσετε, καί ο Θεός τής ειρήνης, έσται μεθ' υμών.

 

Αλληλούϊα Ήχος α'

Άσατε τώ Κυρίω άσμα καινόν.

Στίχ. Είδοσαν πάντα τά πέρατα τής γής.

 

Ε υ α γ γ έ λ ι ο ν

Κατά Ιωάννην

Πρό έξ ημερών τού Πάσχα, ήλθεν ο Ιησούς...

 

Καί καθεξής η θεία Λειτουργία τού Χρυσοστόμου.

 

Κοινωνικόν

Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Αλληλούϊα.