ΚΥΡΙΑΚΗ Δ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ

 

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ

ΤΟΥ ΣΥΓΓΡΑΦΕΩΣ ΤΗΣ ΚΛΙΜΑΚΟΣ

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετά τόν Προοιμιακόν καί τήν συνήθη Στιχολογίαν εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ι', καί ψάλλομεν Στιχηρά Αναστάσιμα, τής Οκτωήχου ς', καί τά παρόντα Προσόμοια τού Οσίου γ', δευτερούντες τό α'.

 

Ήχος πλ. δ'

Ώ του παραδόξου θαύματος

Πάτερ Ιωάννη Όσιε, διαπαντός αληθώς, τού Θεού εν τώ λάρυγγι, τάς υψώσεις έφερες, μελετών πρακτικώτατα, τά θεόπνευστα, λόγια πάνσοφε, καί τήν εκείθεν, αναπηγάζουσαν, χάριν επλούτησας, γεγονώς μακάριος, τών ασεβών, πάντων τά βουλεύματα, καταστρεψάμενος.

 

Πάτερ Ιωάννη ένδοξε, ταίς τών δακρύων πηγαίς, τήν ψυχήν καθαιρόμενος, και παννύχοις στάσεσι τόν Θεόν ιλασκόμενος, ανεπτερώθης πρός τήν αγάπησιν τήν τούτου Μάκαρ, καί ωραιότητα, ής επαξίως νύν απολαύεις άληκτα, χαρμονικώς, μετά τών συνάθλων σου, θεόφρον Όσιε.

 

Πάτερ Ιωάννη Όσιε, αναπτερώσας τόν νούν, πρός Θεόν διά πίστεως, κοσμικής συγχύσεως, εβδελύξω τό άστατον, καί τόν Σταυρόν σου, αναλαβόμενος τώ Παντεπόπτη, κατηκολούθησας, σώμα δυσήνιον αγωγαίς ασκήσεως τώ λογισμώ, σθένει δουλωσάμενος τού θείου Πνεύματος.

Δόξα... Ήχος πλ. α'

Όσιε Πάτερ τής φωνής τού Ευαγγελίου, τού Κυρίου ακούσας, τόν Κόσμον κατέλιπες, τόν πλούτον καί τήν δόξαν εις ουδέν λογισάμενος, όθεν πάσιν εβόας, Αγαπήσατε τόν Θεόν καί ευρήσετε χάριν αιώνιον, μηδέν προτιμήσητε τής αγάπης αυτού, ίνα όταν έλθη εν τή δόξη αυτού ευρήσητε ανάπαυσιν μετά πάντων τών Αγιων, ών ταίς ικεσίαις Χριστέ φύλαξον, καί σώσον τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

τό τής Οκτωήχου

 

Απόστιχα Αναστάσιμα

τά κατ' Αλφάβητον

 

Δόξα... τού Οσίου

Ιδιόμελον Ήχος β'

Τόν επί γής Άγγελον, καί εν ουρανοίς άνθρωπον Θεού, τού κόσμου τήν ευκοσμίαν, τήν τρυφήν τών αγαθών καί τών αρετών, τών Ασκητών τό καύχημα Ιωάννην τιμήσωμεν, πεφυτευμένος γάρ εν τώ οίκω τού Θεού, εξήνθησε δικαίως, καί ωσεί κέδρος εν ερήμω επλήθυνε τά ποίμνια Χριστού, τών λογικών προβάτων, έν Οσιότητι καί δικαιοσύνη.

Καί νύν... Θεοτοκίον

Ήχος ο αυτός

Ώ θαύματος και νού, πάντων τών πάλαι θαυμάτων! τίς γάρ έγνω μητέρα άνευ ανδρός τετοκυίαν, καί εν αγκάλαις φέρουσαν, τόν άπασαν τήν Κτίσιν περιέχοντα; Θεού εστι βουλή τό κυηθέν, όν ως βρέφος Πάναγνε, σαίς ωλέναις βαστάσασα καί μητρικήν παρρησίαν πρός αυτόν κεκτημένη, μή παύση δυσωπούσα, υπέρ τών σέ τιμώντων, τού οικτειρήσαι καί σώσαι τάς ψυχάς ημών.

 

Απολυτίκιον Αναστάσιμον

 

Καί τού Οσίου

Ήχος πλ. δ'

Ταίς τών δακρύων σου ροαίς, τής ερήμου τό άγονον εγεώργησας, καί τοίς εκ βάθους στεναγμοίς, εις εκατόν τούς πόνους εκαρποφόρησας, καί γέγονας φωστήρ, τή Οικουμένη λάμπων τοίς θαύμασιν Ιωάννη Πατήρ ημών όσιε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

Θεοτοκίον

Ο δι' ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΪ

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τόν Εξάψαλμον, καί τήν συνήθη Στιχολογίαν, ψάλλονται τά Αναστάσιμα Ευλογητάρια.

 

Είτα οι Αναβαθμοί τού Ήχου. Πάσα πνοή καί τό Εωθινόν ενδιάτακτον Ευαγγέλιον.

 

Μετά δέ τό, Ανάστασιν Χριστού καί τόν Ν', ψάλλομεν τά Ιδιόμελα ταύτα.

 

Δόξα...

Τής μετανοίας άνοιξόν μοι πύλας Ζωοδότα, τό πνεύμά μου πρός Ναόν τόν ορθρίζει γαρ άγιόν σου, ναόν φέρον τού σώματος, όλον εσπιλωμένον, Αλλ' ως Οικίρμων κάθαρον ευσπλάγχνω σου ελέει.

Καί νύν... Όμοιον

Τής σωτηρίας ευθυνόν μοι τρίβους Θεοτόκε, αισχραίς γάρ κατερρύπωσα τήν ψυχήν αμαρτίαις, ως ραθύμως τόν βίον μου, όλον εκδαπανήσας, ταίς σαίς πρεσβείαις ρύσαί με πάσης καθαρσίας.

 

Στίχ. Ελέησόν με ο Θεός...

 

Ήχος πλ. β'

Τά πλήθη τών πεπραγμένων μοι δεινών εννοών ο τάλας, τρέμω τήν φοβεράν ημέραν τής Κρίσεως, αλλά θαρρών εις τό έλεος τής ευσπλαγχνίας σου, ως ο Δαυϊδ βοώ σοι, Ελέησόν με ο Θεός, κατά τό μέγα σου έλεος.

 

Είτα οι Κανόνες. Ο Αναστάσιμος μετά τού τής Θεοτόκου εις ς', τού Τριωδίου εις δ' καί τού Οσίου εις δ'.

 

Ο Κανών τού Τριωδίου

 

Ωδή α' Ήχος πλ. α'

Τώ σωτήρι Θεώ

Ωμοιώθην Χριστέ, τώ εν χερσί τών ληστών περιπεσόντι, καί τυπτήμασιν ημιθανεί υπό τούτων, καταλειφθέντι Σωτήρ, καγώ ούτω πέπληγμαι, ταίς αμαρτίαις μου.

 

Μή παρίδης εμέ, τόν ασθενούντα δεινώς, εβόα Σώτερ οδυρόμενος, εις τούς ληστάς ο τόν πλούτον αποσυλήσας σου, καγώ ούτω δέομαι, Οίκτειρον σώσόν με.

 

Ιατρεύσας εμέ, τόν μαστιχθέντα τόν νούν, ταίς αμαρτίαις έν ταίς μάστιξιν, υπό ληστών τών αδίκων καί πονηρών λογισμών, Χριστέ Σωτήρ σώσόν με, ως πολυέλεος.

Θεοτοκίον

Άχραντε Μήτηρ Χριστού, τόν σαρκωθέντα εκ σού καί εκ τών κόλπων τού Γεννήτορος, μή εκφοιτήσαντα Θεόν, απαύστως πρέσβευε, εκ πάσης περιστάσεως σώσαι ούς έπλασεν.

 

Κανών τού Οσίου. Ποίημα Ιγνατίου.

 

Ήχος πλ. δ'

Υγράν διοδεύσας

Εν φωτί αϋλω καί νοητώ, εκ τής κατηφείας, τών ενύλων αναδραμών, Ιωάννη Όσιε λιταίς σου, ταίς πρός τόν Κύριόν με φώτισον.

 

Ως τής εγκρατείας τόν γλυκασμόν, θηλάσας απώσω, τήν πικρίαν τών ηδονών, όθεν υπέρ μέλι καί κηρίον, ηδύνεις Πάτερ τάς αισθήσεις ημών.

 

Επιβάς τώ ύψει τών αρετών, καί τάς χαμαιζήλους, διαπτύσας τών ηδονών, γλυκασμός εδείχθης σωτηρίας, Όσιε Πάτερ τώ ποιμνίω σου.

Θεοτοκίον

Σοφίαν καί Λόγον η τού Πατρός, αφράστως τεκούσα, τής ψυχής μου τό χαλεπόν, θεράπευσον τραύμα καί καρδίας, τήν αλγηδόνα καταπράϋνον.

Καταβασία

Ανοίξω τό στομα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.

 

Ωδή γ'

Στερέωσον ημάς

Οδώ εν τή τού βίου Χριστέ δεινώς οδεύων τετραυμάτισμαι, υπό ληστών εν τοίς πάθεσιν, αλλ' ανάστησόν με δέομαι, σύλησαν τόν νούν μου λησταί, καί έλιπόν με εν τοίς μώλωψιν, ημιθανή τών πταισμάτων μου' αλλά ίασαί με Κύριε.

 

Εγύμνωσάν με Σώτερ Χριστέ, τών εντολών σου τά παθήματα, καί ηδοναίς μεμαστίγωμαι, αλλ' επίχεέ μοι έλεος.

Θεοτοκίον

Ικέτευε απαύστως Αγνή, τον προελθόντα εκ λαγόνων σου ρυσθήναι πλάνης διαβόλου τούς υμνούντάς σε Θεόνυμφε.

 

Άλλος. Σύ εί τό στερέωμα

 

Έφλεξας τώ άνθρακι, τώ τής ασκήσεως Όσιε, τήν τών παθών, άκανθαν καί θάλπεις, Μοναστών τά συστήματα.

 

Μύρον αγιάσματος εκ τών ασκητικών Όσιε αρωμάτων, όλος συνετέθης, εις οσμήν ευωδίας Θεού.

 

Νόμοις τοίς ασκήσεως εμμελετών τά πάθη εβύθισας, ώσπερ άλλους, πρίν Φαραωνίτας, τή ροή τών δακρύων σου.

Θεοτοκίον

Στήσόν μου τόν άστατον, τών λογισμών αγνή τάραχον Μήτερ Θεού, τήν πρός τόν Υιόν σου, κατευθύνουσα κίνησιν.

Καταβασία

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

 

Κάθισμα Τού Τριωδίου

Ήχος πλ. α' Τό ξένον τής Παρθένου

Τόν άχραντον Σταυρόν, σου Σωτήρ ημών ως όπλον σωτηρίας κατέχοντες, εν αυτώ σοι βοώμεν, Σώσον ημάς, ο παθών εκουσίως υπέρ ημών, ο πάντων Θεός ως πολυέλεος.

Δόξα... Κάθισμα τού Οσίου

Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ

Ταίς αρεταίς πρός ουρανόν αναλάμψας, καταπηξάμενος σαφώς επανήλθες, πρός θεωρίας άπλετον βυθόν ευσεβώς, πάσας στηλιτεύσας μέν, τών Δαιμόνων ενέδρας, σκέπεις εκ τής λώβης δέ, τούς ανθρώπους τής τούτων, ώ Ιωάννη, κλίμαξ αρετών, καί νύν πρεσβεύεις σωθήναι τούς δούλους σου.

Καί νύν... Θεοτοκίον Όμοιον

Ο επί θρόνου χερουβίμ καθεζόμενος, καί εν τοίς κόλποις τού πατρός αυλιζόμενος, ως επί θρόνου κάθηται αγίου αυτού, Δέσποινα εν κόλποις σου σαρκικώς ο Θεός γάρ, ούτω βασιλεύσας τε, επί πάντα τά έθνη, καί συνετώς νύν ψάλλομεν αυτώ, όν εκδυσώπει σωθήναι τούς

δούλους σου.

 

Ωδή δ'

Εισακήκοα Κύριε

Λησταί μου εσύλησαν, τήν εργασίαν τήν ένθεον, καί κατέλιπόν με, ταίς πληγαίς τιμωρούμενον.

 

Εξέδυσαν Σώτέρ με, τών εντολών σου, οι άστατοι λογισμοί μου, όθεν μεμαστίγωμαι πταίσμασι.

 

Λευϊτης τοίς μώλωψι τραυματισθέντα ως είδέ με παρήλθε Σωτήρ μου, αλλά σύ με διάσωσον.

Θεοτοκίον

Κυρίως δοξάζομεν σέ Θεοτόκε ανύμφευτε, καί τώ σώ λιμένι, οι πιστοί καταφεύγομεν.

 

Άλλος. Εισακήκοα Κύριε

 

Ως λειμών ευωδέστατος, καί τών αρετών Παράδεισος έμψυχος, τήν εγκράτειαν εξήνθησας, δι ής πάντας έθρεψας τούς τιμώντάς σε.

 

Νομοθέτην ασκήσεως, καί τών μοναστών κανόνα πραότατον, ως Μωσήν σε καί Δαυϊδ αληθώς, κεκτημένοι Πάτερ μακαρίζομεν.

 

Φυτευθείς εν τοίς ύδασι, τοίς τής εγκρατείας, ώφθης μακάριε, κλήμα Πάτερ ευθαλέστατον ευσεβείας βότρυας προβαλλόμενον.

Θεοτοκίον

Υπό χρόνον γενόμενον, τόν εκ τού Πατρός αχρόνως εκλάψαντα Θεομήτορ ημίν τέτοκας, όν δυσώπει σώσαι τούς υμνούντάς σε.

Καταβασία

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.

 

Ωδή ε'

Εκ νυκτός ορθρίζοντες

Ιησού επίσκεψαι, τούς μώλωπας ψυχής τής εμής, καθάπερ πάλαι, τόν εν χερσί πεσόντα ληστών, καί ιάτρευσόν μου, Χριστέ, τό άλγος δέομαι.

 

Αλγεινώς ταίς μάστιξιν, ησθένησε ψυχή μου Χριστέ ταίς τών πταισμάτων, καί ένθεν γυμνός περίκειμαι, αρετών ενθέων, καθικετεύω, Σώσόν με.

 

Ιερεύς ως είδέ με, καί Λευϊτης ουκ ίσχυσε σαφώς, παρήλθον γάρ με, αλλ' αυτός ως εύσπλαγχνος, νύν τήν σωτηρίαν, παρέσχες καί διέσωσας.

Θεοτοκίον

Μή παρίδης Δέσποτα, τόν δείλαιον εμέ δυσωπώ τόν μαστιχθέντα τόν νούν αλγεινώς υπό ληστών, αλλ' οικτείρησον πρεσβείαις Σωτήρ τής κυησάσης σε.

 

Άλλος. Ίνα τί με απώσω

 

Σβέσας πάντα τά πάθη δρόσω τών αγώνων σου, Πάτερ μακάριε, δαψιλώς ανήψας, τώ πυρί τής αγάπης καί πίστεως, εγκρατείας λύχνον, καί φωτισμός τής απαθείας, καί ημέρας υιός εχρημάτισας.

 

Τόν τής πίστεως βότρυν, θεία γεωργία σου, Πάτερ εξέθρεψας, καί ληνοίς απέθου, καί εξέθλιψας πόνοις ασκήσεως, καί κρατήρα πλήσας, πνευματικόν τής εγκρατείας, κατευφραίνεις καρδίας τής ποίμνης σου.

 

Υπομείνας γενναίως, προσβολάς καί στίγματα, τών εναντίων εχθρών, ανεδείχθης στύλος, καρτερίας στηρίζων τήν ποίμνην σου, βακτηρία θεία, επί νομάς τής εγκρατείας, καί εφ ύδωρ εκτρέφων Μακάριε.

Θεοτοκίον

Ρήσεσι σών χειλέων, Πάναγνε επόμενοι, σέ μακαρίζομεν, μετά σού γάρ όντως, μεγαλεία ποιήσας ο Κύριος, εμεγάλυνέ σε, καί αληθή Θεού Μητέρα, γεννηθείς εκ γαστρός σου ανέδειξεν.

Καταβασία

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.

 

Ωδή ς'

Εκύκλωσέ με άβυσσος

Τοίς πάθεσιν ηνάλωσα, τόν βίον τόν ένθεον Δέσποτα, καί όλως τοίς πταίσμασι, δεινώς μαστιζόμενος, κατέφυγόν σοι, Οικτείρησόν με δέομαι.

 

Αφήρπασαν τόν πλούτόν μου, καί ώσπερ νεκρόν με κατέλιπον, λησταί τοίς παθήμασι, τόν νούν μου μαστίξαντες, αλλ' οικτειρήσας, διάσωσόν με Κύριε.

 

Ως είδεν ο Λευϊτης μου, μαστίγων τό άλγος, τούς μώλωπας μή φέρων παρήλθέ με, αυτός δέ Φιλάνθρωπε, κατέχεάς μοι, το πλούσιόν σου έλεος.

Θεοτοκίον

Βάτον σε ακατάφλεκτον, καί όρος καί κλίμακα έμψυχον, καί πύλην ουράνιον, αξίως δοξάζομεν, Μαρία ένδοξε, Ορθοδόξων καύχημα.

 

Άλλος. Ιλάσθητί μοι Σωτήρ

 

Εδέξω εν τή ψυχή, τόν θείον πλούτον τού Πνεύματος, τήν άμεμπτον προσευχήν, αγνείαν σεμνότητα, αγρυπνίαν σύντονον, εγκρατείας πόνους, δι ών οίκος εγνωρίσθης Θεού.

 

Ύλης τής κάτω Σοφέ παρέδραμες τήν ευτέλειαν, αϋλω δέ προσευχή τόν νούν ανεπτέρωσας, καί τής άνω λήξεως, ώφθης κληρονόμος, διά βίου τελειότητα.

 

Ιδρώσιν ασκητικοίς, τούς άνθρακας τών βελών τού εχθρού, κατέσβεσας αληθώς, καί τό πύρ τής πίστεως, εκλάμψας κατέφλεξας, τά τής απιστίας, τών αιρέσεων φρυάγματα.

Θεοτοκίον

Εξέλαμψεν εκ Σιών, η τού Υψίστου ευπρέπεια, τό πρόβλημα τής σαρκός, καθ ένωσιν άρρητον, εκ σού Απειρόγαμε, περιβεβλημένη, καί τόν Κόσμον κατεφώτισε.

Καταβασία

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.

 

Κοντάκιον Ήχος δ'

Επεφάνης σήμερον

Εν τώ ύψει Κύριος, τής εγκρατείας, αληθή σε έθετο, ώσπερ αστέρα απλανή, φωταγωγούντα τά πέρατα, καθηγητά Ιωάννη Πατήρ ημών.

Ο Οίκος

Οίκον Θεού ως αληθώς, σαυτόν ειργάσω Πάτερ, ταίς θείαις αρεταίς σου, σαφώς κατακοσμήσας, ώσπερ χρυσίον τηλαυγές, πίστιν ελπίδα καί αγάπην αληθή, θείους θεσμούς εκθέμενος, εγκρατεία ασκήσας ως άσαρκος, φρόνησιν, ανδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ής ανυψώθης, διό καί εφωτίσθης ευχαίς αεννάοις, καί τού ουρανού κατέλαβες τάς σκηνώσεις, καθηγητά Ιωάννη Πατήρ ημών.

 

Συναξάριον

Τή αυτή ημέρα, Κυριακή τετάρτη τών Νηστειών, μνήμην ποιούμεν τού Οσίου Πατρός ημών Ιωάννου, τού Συγγραφέως τής Κλίμακος.

Στίχοι

            Ο σάρκα καί ζών νεκρός ών Ιωάννης,

            Αιωνίως ζή, καί νεκρός φανείς άπνους.

            Σύγγραμμα λιπών Κλίμακα τή ανόδω,

            Δείκνυσιν αυτού πορείαν τής ανόδου.

 

Ταίς αυτού πρεσβείαις, ο Θεός, ελέησον, καί σώσον ημάς. Αμήν.

 

Ωδή ζ'

Ο υπερυψούμενος

Λησταί περιέπεσαν επ' εμέ τόν δείλαιον, καί μάστιξιν έλιπον νεκρόν ώσπερ άπνουν με, διό σε ικετεύω, ο Θεός επίσκεψαί με.

 

Τόν νούν μου εσύλησαν λογισμοί οι άστατοι καί πλήξαντες πάθεσι, νεκρόν με έλιπον, τώ πλήθει τών πταισμάτων, αλλά Σώτερ ίασαί με.

 

Ως είδε Λευϊτης με, ταίς πληγαίς οδυνώμενον, μή φέρων τούς μώλωπας, διά τό ανίατον παρήλθέ με Σωτήρ μου, αλλ' αυτός ιάτρευσόν με.

Θεοτοκίον

Σύ ο εκ Παρθένου με σαρκωθείς διέσωσας, τοίς μώλωψι χέας μου, τό πλούσιον έλεος Χριστέ τών οικτιρμών σου, διά τούτό σε δοξάζω.

 

Άλλος. Οι εκ τής Ιουδαίας

 

Εν τή χλόη τής άνω, βασιλείας, τήν ποίμνην Πάτερ εξέθρεψας καί ράβδω τών δογμάτων, τούς θήρας απελάσας, τών αιρέσεων έψαλλες, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Εν τή άνω εισήλθες, νυμφική ευωχία, τού Βασιλέως Χριστού, στολήν ενδεδυμένος αξίαν τού καλούντος, εν ώ καί ανεκλίθης βοών, ο τών Πατέρων ημών Θεός ευλογητός εί.

 

Μή βραχείς αμαρτίαις, ποταμός ανεδείχθης, τής εγκρατείας Πάτερ λογισμούς κατα κλύζων, καί ρύπον εκκαθαίρων, τών βοώντων εκ πίστεως, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

Θεοτοκίον

Εκ γαστρός σου προήλθε, σαρκωθείς εκ Παρθένου τών όλων Κύριος, διό σε Θεοτόκον, φρονούντες ορθοδόξως, τώ Υιώ σου κραυγάζομεν, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

Καταβασία

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Ωδή η'

Σοί τώ παντουργώ

Υπό τών ληστών τών λογισμών μου Σώτερ διέφθειρα βίον μου πταισμάτων μάστιξιν, όθεν τής θείας γεγύμνωμαι εικόνος σού τού φιλανθρώπου Θεού αλλ' οίκτειρόν με.

 

Ήλθες επί γής, εκ τών υψίστων Σώτερ, οικτείρας τόν μάστιξι, τραυματισθέντα με, όλον πταισμάτων τοίς μώλωψιν οικτίρμον, καί εξέχεάς μοι, Χριστέ τό έλεός σου.

 

Σώμα καί ψυχήν, σύ ο Δεσπότης Σώτερ, αντίλυτρον δέδωκας εμού καί έσωσας, όλου πταισμάτων, εσμώ τραυματισθέντος, εν ταίς ανιάτοις, πληγαίς ως ελεήμων.

Θεοτοκίον

Σέ τήν υπέρ νούν, θεανδρικώ τώ λόγω, τεκούσαν τόν Κύριον, καί παρθενεύουσαν, τά έργα, Παρθένε ευλογούμεν, καί υπερπάντα υψούμεν, εις πάντας τούς αιώνας.

 

Ειρμός άλλος.

Τόν Βασιλέα τών ουρανών

 

Στήλην σε έμπνουν ως αληθώς καί εικόνα εγκρατείας Πάτερ κεκτημένοι πάντες σου τήν μνήμην τιμώμεν Ιωάννη.

 

Οίασος χαίρει τών Μοναστών, καί χορεύει, τών Οσίων δήμος καί Δικαίων, στέφος γάρ αξίως, σύν τούτοις εκομίσω.

 

Ωραϊσμένος ταίς αρεταίς εις νυμφώνα τής αρρήτου δόξης συνεισήλθες, ύμνον αναμέλπων, Χριστώ εις τούς αιώνας.

Θεοτοκίον

Τούς βοηθείας τής παρά σού δεομένους μή παρίδης Παρθένε υμνούντας καί υπερυψούντάς σε Κόρη εις αιώνας.

Καταβασία

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Ωδή θ'

Ησαϊα χόρευε

Εντολάς σου Δέσποτα μή φυλάξας, γνώμη εμαυτού, τοίς πάθεσιν υπελθών, τοίς τών ηδονών, γεγύμνωμαι χάριτος, καί ταίς πληγαίς έρριμμαι γυμνός, όθεν αιτούμαί σε, τόν Σωτήρα διασώσαί με.

 

Ου Λευϊτης ίσχυσεν, αποσμήξαι, μώλωπας εμούς, αλλ' ήλθες ο αγαθός, πρός με συμπαθώς καί έχεας έλεος σών οικτιρμών, Σώτερ επ εμέ ώσπερ πανάριστος, ιατρός με ιασάμενος.

 

Ως υπάρχων εύσπλαγχνος, κατοικτείρας έσωσας Χριστέ τόν μάστιξιν αλγεινώς, υπό τών ληστών, Σωτήρ μαστιχθέντα με καί τήν ψυχήν σώμά τε σαυτού ώσπερ δηνάρια δύο δέδωκας αντίλυτρον.

Θεοτοκίον

Υπέρ νούν ο τόκος σου, Θεομήτορ, άνευ γάρ ανδρός, η σύλληψις εν σοί καί παρθενικώς, η κύησις γέγονεν, καί γάρ Θεός, εστιν ο τεχθείς, Όν μεγαλύνοντες, σέ Παρθένε μακαρίζομεν.

 

Άλλος. Τήν Αγνήν ενδόξως

 

Ιατήρ νοσούντων εν πταίσμασι θεόθεν Μακάριε, ελατήρ δέ εδείχθης καί διώκτης τών πονηρών πνευμάτων, διό σε μακαρίζομεν.

 

Τήν γήν ως φθοράς οικητήριον, κατέλιπες Πάτερ, καί εις γήν κατεσκήνωσας, τών πραέων, καί σύν αυτοίς αγάλλη, τής θείας απολαύων τρυφής.

 

Σήμερον ημέρα εόρτιος, πάντα συγκαλεί γάρ τών μοναζόντων τά ποίμνια, εις χορείαν πνευματικην, τράπεζαν, καί βρώσιν ακηράτου ζωής.

Θεοτοκίον

Ο εν σοί σκηνωσας Πανάμωμε, τόν πρίν τούς γενάρχας κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλών, ετέχθη, καί πάντας ημάς έσωσε.

Καταβασία

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Nόων φύσις γεραίρουσα, τήν ιεράν πανήγυριν, τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

 

Εξαποστειλάριον

Τό Εωθινόν Αναστάσιμον

 

Καί τού Οσίου

Γυναίκες ακουτίσθητε

Τού κόσμου τήν ευπάθειαν, ώς μοχθηράν εξέκλινας, καί ατροφία τήν σάρκα, μαράνας ανεκαίνισας, ψυχής τόν τόνον Όσιε, καί δόξαν κατεπλούτησας, ουράνιον αοίδιμε, διό μή παύση πρεσβεύων υπέρ ημών Ιωάννη.

Θεοτοκίον Όμοιον

Κυρίως Θεοτόκον σε, ομολογούμεν Δέσποινα, οι διά σού σεσωσμένοι, καί γάρ Θεόν εκύησας, απορρήτως τόν λύσαντα, διά Σταυρού τόν θάνατον, πρός εαυτόν δ' ελκύσαντα, Οσίων δήμους, μεθ' ών σε, ανευφημούμεν Παρθένε.

 

Εις τούς Α ί ν ο υ ς

 

Ψάλλομεν τά Στιχηρά Αναστάσιμα τής Οκτωήχου.

 

Δόξα... Τό παρόν Ιδιόμελον

Ήχος α'

Δεύτε εργασώμεθα εν τώ μυστικώ αμπελώνι καρπούς μετανοίας, εν τούτω ποιούμενοι ουκ εν βρώμασι καί πόμασι κοπιώντες, αλλ' εν προσευχαίς καί νηστείαις τάς αρετάς κατορθούντες, τούτοις αρεσκόμενος, ο Κύριος τού έργου δηνάριον παρέχει δι ού ψυχάς λυτρούται, χρέους αμαρτίας, ο μόνος πολυέλεος.

Καί νύν...

Υπερευλογημένη υπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τού εκ σού σαρκωθέντος, ο Άδης ηχμαλώτισται, ο Αδάμ ανακέκληται, η κατάρα εζωοποιήθημεν, διό ανυμνούντες βοώμεν. Ευλογητός Χριστός ο Θεός ημών, ο ούτως ευδοκήσας, δόξα σοι.

 

Δοξολογία μεγάλη καί Απόλυσις

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τά Τυπικά, οι Μακαρισμοί τής Οκτωήχου καί εκ τού Κανόνος τού Τριωδίου η ς' Ωδή,

 

Ο Απόστολος

 

Προκείμενον Ήχος βαρύς

Κύριος ισχύν τώ λαώ αυτού δώσει.

Στίχ. Ενέγκατε τώ Κυρίω υιοί Θεού.

 

Πρός Εβραίους Επιστολής Παύλου, τό Ανάγνωσμα

(Κεφ ς', 13-20)

Αδελφοί, τώ Αβραάμ επαγγειλάμενος ο Θεός επεί κατ ουδενός είχε μείζονος ομόσαι, ώμοσε καθ' εαυτού, λέγων. Η μήν ευλογών ευλογήσω σε καί πληθύνων πληθυνώ σε. Καί ούτω μακροθυμήσας, επέτυχε τής επαγγελίας. Άνθρωποι μέν γάρ κατά τού μείζονος ομνύουσι, καί πάσης αυτοίς αντιλογίας πέρας, εις βεβαίωσιν, ο όρκος. Εν ώ περισσότερον βουλόμενος ο Θεός επιδείξαι τοίς κληρονόμοις τής επαγγελίας, τό αμετάθετον τής βουλής αυτού εμεσίτευσεν όρκω, ίνα διά δύο πραγμάτων αμεταθέτων, εν οίς αδύνατον ψεύσασθαι Θεόν, ισχυράν παράκλησιν έχωμεν οι καταφυγόντες, κρατήσαι τής προκειμένης ελπίδος. Ήν ως άγκυραν έχομεν τής ψυχής, ασφαλή τε καί βεβαίαν καί εισερχομένην εις τό εσώτερον τού καταπετάσματος, όπου πρόδρομος υπέρ ημών εισήλθεν Ιησούς, κατά τήν τάξιν Μελχισεδέκ, Αρχιερεύς γενόμενος εις τόν αιώνα.

 

Αλληλούϊα Ήχος βαρύς

Αγαθόν τό εξομολογείσθαι τώ Κυρίω.

 

Ευαγγέλιον, Κατά Μάρκον

Τώ καιρώ εκείνω, άνθρωπός τις προσήλθε...

 

Κοινωνικόν

Αινείτε τόν Κύριον εκ τώv ουρανώv, Αινείτε αυτόν εν τοίς υψίστοις. Αλληλούϊα.