ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Οσίου Ιερομάρτυρος Φωκά.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά τού Αγίου Αποστόλου Κοδράτου τρία, καί τού Αγίου Ιερομάρτυρος Φωκά τρία.

 

Τού Αγίου Κοδράτου

 

Ήχος α'

Τών ουρανίων ταγμάτων

Τών ουρανίων χαρίτων, ταίς επιλάμψεσι, καταυγασθείς εδείχθης, εν τώ κόσμω Κοδράτε, φωστήρ πάσι προφαίνων, ακτίνας φαιδράς, τού ενθέου κηρύγματος, καί διά τούτο τιμώμέν σε οι πιστοί, ως Απόστολον καί Μάρτυρα.

 

Σύ τάς ευθείας πορείας, βαδίσας ένδοξε, τών σκολιών ερρύσω, τρίβων τής ασεβείας, ανθρώπους πλανωμένους, όθεν πιστοί, απλανή σε δοξάζομεν, καί οδηγόν καί μεσίτην τής πρός Θεόν, οικειώσεως, Απόστολε.

 

Ο θαυμαστός εν Αγίοις, υπάρχων Κύριος, σέ τή αφθόνω δόξη, τών αυτού χαρισμάτων, εδόξασεν εν κόσμω, καί τών ψυχών, καί σωμάτων παρέσχετο, θεραπευτήν, ώ Κοδράτε, τοίς ευσεβώς, ευφημούσί σε Απόστολε.

 

Τού Ιερομάρτυρος Φωκά

 

Όμοια

Καταβαλών τών ειδώλων, τήν ματαιότητα, τώ Ιερώ σου λόγω εβεβαίωσας πίστει, καρδίας αστηρίκτους, καί πρός ζωήν, Ιεράρχα ωδήγησας, καί εναθλήσας νομίμως Μάρτυς Φωκά, τού Κυρίου εχρημάτισας.

 

Τήν ιεράν διπλοϊδα, βάψας εν αίματι, τής Ιεράς σαρκός σου, Ιερώτατε Πάτερ, διπλούς στεφάνους όντως, παρά Χριστού, υπεδέξω πανόλβιε, καί σύν Αγγέλοις χορεύεις εν ουρανοίς, ικετεύων τού σωθήναι ημάς.

 

Ταίς τών θαυμάτων ακτίσι, πάσαν φωτίζεις τήν γήν, τοίς εν θαλάσση Πάτερ, βοηθείς καθ' εκάστην, νοσήματα διώκεις, παύεις ψυχής, καί σαρκός αρρωστήματα, παρά Κυρίου τήν χάριν Μάρτυς Φωκά, ειληφώς θεομακάριστε.

Δόξα... Ήχος δ' Κυπριανού

Εκ βρέφους εγένου τού Κυρίου εραστής, Φωκά παμμακάριστε, Ιερομάρτυς Χριστού, τό γάρ όπλον τού Σταυρού επ' ώμων αράμενος, ακλινώς επορεύθης τήν οδόν τής σωτηρίας, δι' ής τών Αγγέλων συνέστιος γέγονας, δαιμόνων αντίπαλος, καί τού κόσμου πρεσβευτής ώφθης διαπρύσιος.

Καί νύν... Θεοτοκίον

Έδωκας σημείωσιν

Ζόφος φοβερώτατος, ο τού θανάτου Θεόνυμφε, τήν ψυχήν κατατρύχει μου, τό δέ λογοθέσιον, εξιστάν καί τρέμειν, αεί τών δαιμόνων, παρασκευάζει αγαθή, εξ ών με ρύσαι τή δυναστεία σου, Παρθένε απειρόγαμε, καί πρός λιμένα σωτήριον, καί πρός φώς τό ανέσπερον, τών Αγίων κατάταξον.

Η Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα, Χριστόν η πανάγνος Δέσποινα, καί νεκρούντα τόν δόλιον, ωλόλυζε κράζουσα, πικρώς τώ εκ σπλάγχνων, αυτής προελθόντι, καί τό μακρόθυμον αυτού, αποθαυμάζουσα κατεπλήττετο, Τέκνον μου ποθεινότατον, μή επιλάθη τής δούλης σου, μή βραδύνης φιλάνθρωπε, τό εμόν καταθύμιον.

 

Εις τόν Στίχον, Στιχηρά τής Οκτωήχου.

 

Απολυτίκιον τού Αποστόλου

Ήχος γ'

Απόστολε Άγιε Κοδράτε, πρέσβευε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.

Καί τού Ιερομάρτυρος

Ήχος δ

Καί τρόπων μέτοχος, καί θπόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Κυπριανέ, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν συνήθη Στιχολογίαν, Κανών τής Οκτωήχου είς, καί τών Αγίων δύο, προηγείται δέ ό τού Αποστόλου, έχων τήν δε τήν ακροστιχίδα.

 

Σοί Κοδράτε μέγιστε τούς ύμνους πλέκω. Ιωσήφ.

 

Ωδή α' Ήχος πλ. β'

Δεύτε λαοί, άσωμεν άσμα Χριστώ τώ Θεώ, τώ διελόντι θάλασσαν, καί οδηγήσαντι τόν λαόν όν ανήκε, δουλείας Αιγυπτίων, ότι δεδόξασται.

 

Στεφηφορών, τώ Βασιλεί τών Δυνάμεων, παρεστηκώς ικέτευε, καταλαμπρύνεσθαι, τούς τήν μνήμην σου ταύτην, φαιδρώς επιτελούντας μάκαρ Απόστολε.

 

Οικοδομών, τώ θεμελίω τής πίστεως, τών ευσεβών τό πλήρωμα, οχυρωτάταις σου, διδαχαίς θεοφόρε, ειδώλων τήν απάτην, πάσαν κατέστρεψας.

 

Ιερουργών, τό ιερόν Ευαγγέλιον, Ιερωτάτοις λόγοις σου, ψυχάς τώ Κτίστη σου, καθιέρωσας πίστει, αοίδιμε Κοδράτε, σθένει τού Πνεύματος.

Θεοτοκίον

Κόρης σαρκί, εξ απειράνδρου τικτόμενος, ο Ποιητής τής κτίσεως, μετά τήν κύησιν, ως πρό τόκου Παρθένον, αυτήν διαφυλάττει, Καθώς ηυδόκησεν.

 

Κανών τού Αγίου Φωκά, ού ή, Ακροστιχίς.

 

Υμνείν σε Φωκά προσθέτω Θεός χάριν. Ιωσήφ.

 

Ωδή α' Ήχος δ'

Θαλάσσης τό ερυθραίον

Υμνήσαι, προθυμουμένω σήμερον, τήν θείαν μνήμην σου, φωτιστικαίς τού Πνεύματος αυγαίς, τήν ψυχήν μου καταύγασον, ποιμήν καί Μάρτυς ένδοξε, τού Παντοκράτορος Θεού ημών.

 

Μαρτύρων, περιφανώς επλούτησας, τήν θείαν εύκλειαν ποιμαντικαίς εκπρέψας καλλοναίς, καί φοινίξας εν αίματι, τής Ιεράς αθλήσεως, σού τήν στολήν θεομακάριστε.

 

Νευρώσας, τόν λογισμόν ταίς κρείττοσιν, ελπίσι πάνσοφε, τόν εν κακία όντα δυνατόν, παντελώς εξενεύρισας, καί νικηφόρος άριστος, πρός ουρανούς Φωκά ανέδραμες.

Θεοτοκίον

Ελύθη, τών Προπατόρων άχραντε, τό επιτίμιον, τόν πρό αιώνων τίκτεις γάρ Θεόν, νέον βρέφος γινόμενον, καί νεουργούντα άπασαν, τήν ανθρωπίνην όντως ύπαρξιν.

 

Τού Αποστόλου

 

Ωδή γ'

Στερέωσον ημάς εν σοί Κύριε, ο ξύλω νεκρώσας τήν αμαρτίαν, καί τόν φόβον σου εμφύτευσον, εις τάς καρδίας ημών τών υμνούντων σε.

 

Τελών τά φοβερά Κοδράτε θαύματα, απίστους εις πίστιν θείαν ενήγες, ως Απόστολος θεόληπτος, ως σεπτός Ιεράρχης ιερώτατε.

 

Ενθέοις διδαχαίς πολλούς εφώτισας, φωτός γάρ διάκανος ανεδείχθης, τού φωτίσαντος τά πέρατα, Ιεράρχα Κοδράτε, θείαις λάμψεσι.

 

Μεγίστων αγαθών υπήρξας πρόξενος, τή ποίμνη εξαίρων ταύτης τό σκότος, τής αγνοίας, καί φωτίζων αυτήν, παραδόξων θαυμάτων επιδείξεσιν.

Θεοτοκίον

Εσκήνωσεν εν σοί τό πύρ τό άστεκτον, μή φλέξαν τήν μήτραν σου Θεοτόκε, καί κατέφλεξε τά πάθη ημών, καί τήν ύλην τής πλάνης απετέφρωσεν.

 

Τού Ιερομάρτυρος

 

Ευφραίνεται επί σοί

Ιάσεις επιτελών, τή επικλήσει τού Χριστού Όσιε, πλάνης εχθρού έσωσας, πόλεις καί λαούς θεία χάριτι.

 

Ναός υπάρχων Θεού, ειδωλικούς Μάρτυς ναούς έρριψας, τήν παντουργόν δύναμιν, έχων συνεργόν καί συνέριθον.

 

Στρατός ωράθη Φωκά, αγγελικός καί φώς Θεού άπλετον, δικαστικών θρόνων σε, έναντι Κυρίου δοξάζοντος.

Θεοτοκίον

Εκ σού Θεός σαρκωθείς, δι' ευσπλαγχνίαν τοίς βροτοίς ήνωται, καί τήν αράν έλυσε, μόνη παντευλόγητε Δέσποινα.

Ο Ειρμός

Ευφραίνεται επί σοί, η Εκκλησία σου Χριστέ κράζουσα, Σύ μου ισχύς Κύριε, καί καταφυγή καί στερέωμα.

 

Κοντάκιον τού Αγίου Φωκά

Ήχος β' Τούς ασφαλείς

Ως θεαυγή καί φωτοφόρον ήλιον, σέ νοητόν τή Εκκλησία έθετο, ο Δεσπότης καταλάμποντα, πιστών τά πλήθη Μάρτυς ένδοξε, τόν βίον γάρ τήν πίστιν καί τούς άθλους σου, ως μύρον ευωδίας προσεδέξατο, ο μόνος υπάρχων πολυέλεος.

Ο Οίκος

Φώτισόν με φωτί ανεσπέρω τής σής γνώσεως Σώτερ, τήν αχλύν τών παθών σκεδάζων μου, καί σκοτόμαιναν, λόγον σοφίας δίδου μοι Λόγε, καί συνέσεως θείας εν κατανύξει, όπως τόν σόν παναοίδιμον Μάρτυρα στέψω Φωκάν, εν ύμνοις καί μελωδίαις, απορούντων γάρ πέλεις αντίληψις καί πλούτος πάσι πτωχεύουσι, καί πηγή αγαθών δωρεών, ο μόνος υπάρχων πολυέλεος.

 

Κάθισμα τού Αποστόλου

Ήχος δ'

Ταχύ προκατάλαβε

Τόν μέγαν Απόστολον, καί ιεράρχην Χριστού, Κοδράτον τόν ένδοξον, εν θεοπνεύστοις ωδαίς, πιστοί ευφημήσωμεν, βρύει γάρ ως εκ κρήνης, τοίς εν πίστει αιτούσιν, άφεσιν εγκλημάτων, καί παθών θεραπείαν, λαβών εκ τού Υψίστου, τήν χάριν τήν άφθονον.

Δόξα... τού Ιερομάρτυρος

Όμοιον

Η χάρις τού Πνεύματος, εν σοί σκηνώσασα, πηγήν σε ανέδειξε, πολλών χαρίτων Φωκά, πλουσίως εκβλύζουσαν, όθεν καί τοίς πλωτήρσι, βοηθείς καθ' εκάστην, πίστει επιζητούσι, σήν βοήθειαν Πάτερ, σύν τούτοις καί ημίν, ιλασμόν νέμοις θεόσοφε.

Καί νύν... Θεοτοκίον

Παρθένε πανάμωμε, τόν υπερούσιον, Θεόν η κυήσασα, σύν Ασωμάτοις αυτόν, απαύστως ικέτευε, άφεσιν τών πταισμάτων, καί διόρθωσιν βίου, δούναι ημίν πρό τέλους, τοίς εν πίστει καί πόθω, υμνούσί σε κατά χρέος, μόνη πανύμνητε.

Η Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτηρ Χριστού τού Θεού, ρομφαία διήλθέ σου, τήν παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τόν Υιόν καί Θεόν σου, όν περ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

 

Τού Αποστολου

 

Ωδή δ'

Εισακήκοα Κύριε

Γηπονήσας τήν άρουραν τών καρδιών, δρεπάνη σου τών λόγων, τής κακίας ύλην πάσαν εξέκοψας.

 

Ιαμάτων χαρίσματα, πάσιν ημίν ο τάφος σου πηγάζει, ιερέ Κοδράτε, τούς αιτουμένους σε.

 

Συμπαθώς επικλώμενος, τών δυσχερών λυτρούσαι καί κινδύνων, Ιερέ Κοδράτε τούς αιτουμένους σε.

 

Ταίς λαμπάσι τών λόγων σου, φωταγωγών τούς πλάνη σκοτισθέντας, φρυγανώδη πάσαν απάτην έφλεξας.

Θεοτοκίον

Εξ αγνών σου σεσάρκωται, ο πλαστουργός αιμάτων Θεοτόκε, καί φθαρέντας πάντας εκαινοποίησεν.

 

Τού Ιερομάρτυρος

 

Επαρθέντα σε ιδούσα

Φαεινότατον αστέρα σε εν τώ ύψει, τής Εκκλησίας έθετο, Φωκά ο Δεσπότης, άθλων Ιερώτατε, θαυμάτων τε λάμψεσι, πάντων τάς καρδίας φωτίζοντα.

 

Ωμολόγησας τήν σάρκωσιν τού Δεσπότου, τυραννικού πρό βήματος, Μάρτυς αθλοφόρε, καί λαμπρώς κατήσχυνας, Ελλήνων σεβάσματα, καί πολυθεϊας τό άθεον.

 

Κορυφουμένην τήν θάλασσαν τής απάτης, πολυθεϊας λαίλαπι, θεία κυβερνήσει, Ένδοξε παρέδραμες, λιμήν γαληνότατος, πάσι γεγονώς θαλαττεύουσιν.

Θεοτοκίον

Απειρογάμως εκύησας ώ Παρθένε, καί μετά τόκον ώφθης, παρθενευουσα πάλιν, όθεν ασιγήτοις φωναίς, τό Χαίρέ σοι Δέσποινα, πίστει αδιστάκτω κραυγάζομεν.

 

Τού Αποστόλου

 

Ωδή ε'

Ο τού φωτός χορηγός, καί τών αιώνων ποιητής Κύριος, εν τώ φωτί τών προσταγμάτων, οδήγησον ημάς, εκτός σου γάρ άλλον Θεόν ου γινώσκομεν.

 

Τήν καθαράν σου ψυχήν, ο καθαρώτατος Θεός σκήνωμα, τής εαυτού ευράμενος δόξης, καθαίρει διά σού, ψυχάς ρυπωθείσας, δεινοίς παραπτώμασιν.

 

Οι τών Ελλήνων σoφοί, σού ηττηθέντες τοίς σοφοίς δόγμασιν, Ομολογείν επείσθησαν Μάκαρ, Χριστόν δημιουργόν, Πατρός προανάρχου, σοφίαν καί δύναμιν.

 

Υποφωνών ιερώς, τήν γενομένην τοίς βροτοίς έλλαμψιν, εκ τού Πατρός τών φώτων Κοδράτε, εφώτισας λαούς, σέβειν καί δοξάζειν, Τριάδα αχώριστον.

Θεοτοκίον

Σεσαρκωμένον ημίν, εν δύο φύσεσιν Υιόν τέτοκας, τόν εκ Πατρός πρό πάντων αιώνων, αγνή γεννηθέντα, αρρεύστως αχρόνως, ως μόνος επίσταται.

 

Τού Ιερομάρτυρος

 

Σύ Κύριέ μου φώς

Πορείας τού εχθρού, προφανώς υπεσκέλισας, ιθύνων σου τάς πορείας, πρό Θεού θελημάτων, τάς τρίβους Ιερώτατε.

 

Ρηγνύμενον πληγαίς, τό πολύαθλον σώμά σου, διέρρηξεν αθεϊας, τούς δεσμούς θείω σθένει, Φωκά θεομακάριστε.

 

Ολόκληρον Θεώ προσενήνεξαι σφάγιον, Πανεύφημε τώ τυθέντι, καί εναίμους θυσίας, ειδώλων καταπαύσαντι.

Θεοτοκίον

Σοφία τού Θεού, εαυτή ωκοδόμησεν, ώ Δέσποινα Θεοτόκε, εξ αγνών σου αιμάτων, τόν οίκον ως ηυδόκησεν.

 

Τού Αποστόλου

 

Ωδή ς'

Εν αβύσσω πταισμάτων

Υψηλός ουρανός εχρημάτισας, δόξαν διηγούμενος, Θεού σωτήριον, ως Ιεράρχης ένθεος, ως κλεινός σύ Κοδράτε Απόστολος.

 

Μίαν φύσιν θεότητος άναρχον, μίαν κυριότητα κηρύττων πάνσοφε, πολυθεϊας έλυσας, τήν σκοτώδη Κοδράτε απόνοιαν.

 

Νόμω φύσεως τάφω τό σωμά σου, μάκαρ ιερώτατε, νύν κατακείμενον, θαυματουργεί παράδοξα, υπέρ φύσιν Κοδράτε καί έννοιαν.

Θεοτοκίον

Ουρανόν ο τανύσας βουλήματι, άλλον ουρανόν επί γής σε ανέδειξε, Θεογεννήτορ Δέσποινα, καί εκ σού τοίς εν σκότει ανέτειλεν.

 

Τού Ιερομάρτυρος

 

Θύσω σοι, μετά φωνής

Θάλασσαν, αθεϊας εξήρανας Πάνσοφε, πηγήν ζωής αναβλύζων, διδαχών οσίων, νύν δέ θαυμάτων, επομβρίαις, αποπλύνεις παθών πάντα βόρβορον.

 

Επήρθης, επί ξύλου δεινώς σπαθιζόμενος, καί εξαρθρούμενος μάκαρ, καί φωνήν εξ ύψους σε δυναμούσαν, ενωτίσθης, Ιεράρχα καί Μάρτυς πολύαθλε.

 

Τό πάθος, τού απαθούς Φωκά μιμησάμενος, πάθη ποικίλα ιάσαι, καί λυτρούσαι ζάλης καί τρικυμίας, τούς πλωτήρας, ταίς πρός Θεόν σου θείαις εντεύξεσιν.

Θεοτοκίον

Ως όμβρος, ο σωτήριος Λόγος κεκένωται, εν τή αφθόρω σου μήτρα, Παναγία Κόρη, καί τής κακίας, τούς χειμάρρους, θεϊκή δυναστεία εξήρανε.

Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Κοντάκιον τού Αποστόλου

Ήχος πλ. δ' Ως απαρχάς

Ως ιεράρχην τίμιον, καί αθλητήν στερρότατον, η οικουμένη προσάγει σοι Κύριε, θείον Κοδράτον Απόστολον, καί τοίς ύμνοις γεραίρει, τήν σεπτήν αυτού μνήμην, αιτούσα πάντοτε, πταισμάτων άφεσιν, δωρηθήναι τοίς μέλπουσιν, Αλληλούϊα.

Ο Οίκος

Τόν σοφόν Ιεράρχην τιμήσωμεν, ως ποιμένα πιστόν καί διδάσκαλον, ότι εν τώ λειμώνι τής αθλήσεως, εξήνθησε ρόδον ιερώτατον, καί ημάς τούς πιστούς κατεμύρισε, βολαίς θαυμάτων τε, καί πράξεων εναρέτων, φωτισμού πληρώσας πάσαν γήν, ιαμάτων ταίς λάμψεσιν, εθαυμάστωσε γάρ ο Θεός τούς βοώντας αυτώ, Αλληλούϊα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΒ' τού αυτού μηνός, Mνήμη τού Αγίου Ιερομάρτυρος Φωκά τού θαυματουργού, τού εν λουτρώ σφοδρώς πυρωθέντι τελειωθέντος.

Στίχοι

          Φωκά, τό λουτρόν σμήγματος παντός δέχου.

          Λουτρόν γάρ ήν αγώνος, ου καθαρσίου.

          Εικάδι δευτερίη λουτρόν πέφνεν ένδοθι Φωκάν.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Φωκά τού κηπουρού.

Στίχοι

          Ήδει χάριν σοι, σου Χάριν θνήσκων Λόγε,

          Φωκάς ο Μάρτυς τώ διά ξίφους τέλει.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Ισαάκ, καί τού Αγίου Μαρτίνου.

Στίχοι

          Χριστού τό θάρσος εμπνέοντος υψόθεν,

          Πρός τήν σπάθην έσπευδεν εκπνείν Μαρτίνος.

 

Μνήμη τών αγίων είκοσιν εξ οσιομαρτύρων Ζωγραφιτών, τών ελεγξάντων τούς Λατινόφρονας Μιχαήλ τόν βασιλέα Παλαιολόγον Η' καί τόν πατριάρχην Ιωάννην τόν Βέκκον, άνωθεν τού πύργου πυρί τελειωθέντων.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τού Αποστόλου

 

Ωδη ζ'

Εικόνος χρυσής

Υψώσας τόν νούν, πρός τό πρώτον αγαθόν θεοειδέστατος, ναός Τριάδος εχρημάτισας, καί τούς εν βάθει κακώσεως, ύψωσας ταίς υψηλοτάταις, διδαχαίς σου κραυγάζοντας, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Συντρίψας ναούς, τών ειδώλων προσευχών αναμοχλεύσεσιν, ανεδομήσω θείω Πνεύματι, ναούς Θεώ Ιερώτατε, καί τών σωζομένων τά πλήθη, προσηγάγω κραυγάζοντα, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Πυρίπνοος ών, ως τού Πνευματος τό πύρ τό θείον Πάνσοφε, εν τή καρδία έχων πάντοτε, λαμπάς ωράθης φλογίζουσα, πάσαν φρυγανώδη απάτην, καί τούς βοώντας φωτίζουσα, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Λυθέντες αράς, διά σού προγονικής θεοχαρίτωτε, καλών αιτίαν σε γινώσκομεν, ως τόν πανταίτιον τέξασαν, Λόγον υπέρ νούν τε καί λόγον, όθεν βοώμέν σοι Άχραντε, Ευλογημένη εί, Θεόν σαρκί κυήσασα.

 

Τού Ιερομάρτυρος

 

Εν τή καμίνω

Θυμόν τυράννων, ουκ εδειλίασας πάνσοφε, ποίμνης προϊστάμενος δέ τής λογικής, ως αρνίον προσενήνεξαι, τώ αρχιποίμενι, μαρτυρικώς Φωκά κλεϊζόμενος.

 

Εδοκιμάσθης, ως εν χωνεία Μάρτυς χρυσός, μέσον εμβληθείς ασβέστου φλογοειδούς, καί μηδόλως φλογιζόμενος, Ευλογημένος εί, ο Θεός μου κραυγάζων καί Κύριος.

 

Ο θείος πόθος, προσαναφλέγων τήν καρδίαν σου, θείω δροσισμώ σε ένδοξε συντηρεί, εν πυρί μή δαπανώμενον, τής αθείας δέ, Ιεράρχα τήν ύλην συγκαίοντα.

Θεοτοκίον

Σεσαθρωμένον, τόν τής ψυχής μου οίκον πανάμωμε, Κόρη μετανοίας τρόποις ως αγαθή, ανακαίνισον η άπασαν, τήν ανθρωπότητα, τώ τοκετώ σου ανακαινίσασα.

 

Τού Αποστόλου

 

Ωδή η'

Τόν εν καμίνω

Εστηριγμένος νοητήν, επί πέτραν τής ψυχής έχων τάς βάσεις, υπεσκέλισας μάκαρ, τούς Κυρίου εχθρούς, καί πάντας Κοδράτε εστήριξας, τούς υπερυψούντας, αυτόν εις τούς αιώνας.

 

Κεκοσμημένην αρεταίς, κεκτημένος τήν ψυχήν καί τήν καρδίαν, Κατεκόσμησας λόγοις, διδασκαλίας ψυχάς, εξαίρων ακοσμίαν άπασαν, ειδωλομανίας, εις πάντας τούς αιώνας.

 

Ως μαθητής τού Ιησού, ως Απόστολος φαιδρός, ως τού Ηλίου τού τής δικαιοσύνης, φωτοφανής αστραπή, Κοδράτε φωτίσας αγίασον, τούς επιτελούντας, τήν σήν αγίαν μνήμην.

Θεοτοκίον

Ιερωτάταις σε φωναίς, Ιερώτατοι Θεού Αγνή Προφήται, εσομένην Μητέρα, προανεφώνουν τρανώς, τού πάντων δεσπόζοντος άχραντε, όθεν σε υμνούμεν, εις πάντας τούς αιώνας.

 

Τού Ιερομάρτυρος

 

Χείρας εκπετάσας

Χάρις σου τοίς χείλεσι σοφέ, Φωκά εκκέχυται, όθεν επέστρεψας, λαόν πλανώμενον όφεως, υποθήκαις καί προσήγαγες, οία ποιμήν αληθινός, Χριστώ κραυγάζοντα, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ακοίμητον έχει σε πιστών, Σοφέ ομήγυρις πρέσβυν κοιμίζοντα, παθών θαλάσσης τά κύματα, πειρασμούς τε κατευνάζοντα, καί οδυνών παντοδαπών ημάς λυτρούμενον, τούς βοώντας, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Ρείθρα ιαμάτων ο ναός, ο σός τοίς χρήζουσι, πηγάζει πάντοτε, λιμήν δεικνύμενος άκλυστος, καί παθών φυγαδευτήριον, τοίς σέ τιμώσι, καί Χριστώ Μάρτυς κραυγάζουσιν, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ίνα σου τιμώμεν τό σεπτόν, Φωκά μνημόσυνον, πανηγυρίζοντες, τόν υπεράγαθον Κύριον, εκδυσώπει προθυμότατα, απαλλαγήν τών δυσχερών, ημίν δωρήσασθαι, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

Θεοτοκίον

Νόμου σε ετύπου κιβωτός, καί στάμνος φέρουσα, τό μάννα Πάναγνε, η θεία τράπεζα αύθίς τε, καί λυχνία χρυσαυγίζουσα, εις αποκάλυψιν εθνών τό φώς κυήσασαν, τό φωτίζον, θεογνωσία τού κόσμου τά πέρατα.

Ο Ειρμός

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα, εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Τού Αποστόλου

 

Ωδή θ'

Τόν εκ Θεού Θεόν

Ωραιωθείς διανοία, τώ ωραίω Δεσπότη, παρίσταται φαιδρότατος αεί, ως Ιεράρχης θεόληπτος, ως Απόστολος θείος, σύν πάσιν Αποστόλοις αληθώς, την ειρήνην τώ κόσμω, Κοδράτε εξαιτούμενος.

 

Σού Μαγνησία κατέχει, τών λειψάνων τήν θήκην, ως θείαν κιβωτόν, καί εξ αυτής, πάσαν Κοδράτε ωφέλειαν, απαρύεται πόθω, σκηναί δέ ουρανών τήν σήν ψυχήν, κεκτημέναι σύν πάσιν, Αγίοις επαγάλλονται.

 

Ηφωταυγής σου ημέρα, η φωσφόρος σου μνήμη, η όντως ευκλεής σου εορτή, πάσιν ως ήλιος έλαμψεν, ήν πιστώς εκτελούμεν, Κοδράτε ιλασμόν αμαρτιών, δυσωπούντες ευχαίς σου, λαβείν καί μέγα έλεος.

Θεοτοκίον

Φείσαί μου Κύριε φείσαι, όταν μέλλης με κρίνειν, καί μή καταδικάσης με εις πύρ, μή τώ θυμώ σου ελέγξης με, δυσωπεί σε Παρθένος, η σέ κυοφορήσασα Χριστέ, Αποστόλων ο δήμος, καί σύν Προφήταις Μάρτυρες.

 

Τού Ιερομάρτυρος

 

Λίθος αχειρότμητος

Ιερολογίαις ενθέοις, τού ιερού δεύτε Ποιμένος, πάντες την πανίερον μνήμην, Ιερωτάτως πανηγυρίσωμεν, τόν ευεργέτην Kύριον, υπέρ ημών καθικετεύοντος.

 

Ώφθης πυρακτούμενος ζήλω, τώ τού Δεσπότου οπηνίκα, Μάρτυς τό λουτρόν υπεισήλθες, εκκεκαυμένον, εν ώ τό πνεύμά σου, Θεού επαγαλλόμενος, μάκαρ εις χείρας παραδέδωκας.

 

Σέ Ιεραρχών αι χορείαι, καί τών Μαρτύρων αι αγέλαι, καί τών ιερών Αποστόλων, η συναυλία πάντων Δικαίων τε, Μάρτυς Φωκά τά πνεύματα, έχοντα μέσον επαγάλλονται.

 

Ήπλωται εν κόσμω η μνήμη, η σή ψυχάς φωταγωγούσα, τών ανευφημούντων εν πίστει, τούς σους αγώνας καί τά παλαίσματα, καί τήν γενναίαν άθλησιν, ποιμήν καί Μάρτυς αξιάγαστε.

Θεοτοκίον

Φώτισον Αγνή τήν ψυχήν μου, εσκοτισμένην αμαρτία, καί αιωνιζούσης φλογός με, καί σκότους ρύσαι τή μεσιτεία σου, ίνα τήν σήν γηθόμενος, ανευφημώ μεγαλειότητα.

Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Xριστός συνάψας τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Εξαποστειλάριον τού Αποστόλου

Γυναίκες ακουτίσθητε

Ως Μάρτυς καί Απόστολος, καί Ιεράρχης ένθεος, Κοδράτε μύστα τού Λόγου, Χριστού κηρύξας τό θείον, πανσόφως Ευαγγέλιον, πάσαν τήν γήν εφαίδρυνας, εκ πλάνης λυτρωσάμενος, τούς γηγενείς καί διδάσκων, τού προσκυνείν τήν Τριάδα.

Τού Ιερομάρτυρος

Ο ουρανόν τοίς άστροις

Ιεραρχών ακρότης, καί Αθλοφόρων τό κλέος, Φωκά καί μέγας προστάτης, τοίς θαλαττεύουσι πέλων, περίσωζε εκ κινδύνων, τούς ευφημούντάς σε μάκαρ.

Θεοτοκίον

Τόν Ποιητήν τών αιώνων, καί τών Αγγέλων Δεσπότην, αποτεκούσα Παρθένε, τούτον ικέτευε δείξαι, τής δεξιάς παραστάτας, μερίδος τούς σούς οικέτας.

 

Η λοιπή Ακολουθία καί Απόλυσις.