ΤΗ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τών Αγίων καί Δικαίων Θεοπατόρων Ιωακείμ καί Άννης, καί τού Αγίου Μάρτυρος Σεβηριανού.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Τών Θεοπατόρων

 

Ήχος δ'

Έδωκας σημείωσιν

Δεύτε νύν χορεύσωμεν, ασματικώς ώ φιλέορτοι, καί πιστώς εορτάσωμεν, τήν μνήμην γεραίροντες, Ιωακείμ καί Άννης, τής σεπτής δυάδος, αυτοί γάρ έτεκον ημίν, τήν Θεομήτορα καί Παρθένον αγνήν, διό περ καί μετέστησαν, εκ τών προσκαίρων πρός άληκτον, καί αείζωον οίκησιν, δυσωπούντες σωθήναι ημάς.

 

Ευφρόσυνον τέρπεται, σήμερον κτίσις η σύμπασα, Θεοτόκε πανύμνητε, ετήσιον άγουσα, μνήμην ομοφρόνως, τών σών γεννητόρων, Ιωακείμ τού θαυμαστού, ομού καί Άννης πανηγυρίζουσα, χαράν γάρ προεξένησαν, σέ παρ' ελπίδα βλαστήσαντες, τήν τό φώς απαστράψασαν, καί τροφόν τής ζωής ημών.

 

Αγάλλεται σήμερον, Άννα σκιρτώσα εν πνεύματι, καί ευφραίνεται χαίρουσα, τυχούσα εφέσεως, ής περ επεπόθει, πάλαι ευτεκνίας, επαγγελίας γάρ καρπόν, καί ευλογίας θείον εβλάστησε, Μαρίαν τήν πανάμωμον, τήν τόν Θεόν ημών τέξασαν, καί τόν ήλιον λάμψασαν, τοίς εν σκότει καθεύδουσι.

 

Τού Αγίου

 

Όμοια

Νεύροις συγκοπτόμενος, διά Χριστόν Παναοίδιμε, καί ικρίω κρεμάμενος, καί σάρκας ξεόμενος, απηνώς ξυστήρσι, θύειν τε ειδώλοις, εγκελευόμενος σοφέ, ουκ εξηρνήσω τόν πάντων Κύριον, αλλ' ήλεγξας τοίς πόνοις σου, τό ασθενές καί εξίτηλον, τών ειδώλων καί γέγoνας τών Αγγέλων συνόμιλος.

 

Δέσμιος αγόμενος, καί ταίς πληγαίς σεμνυνόμενος, τούς ορώντας προέτρεπες, μιμείσθαι τόν δρόμον σου, πρός τάς ουρανίους, Μάκαρ αντιδόσεις, αποσκοπούντας, αι πολλήν, τήν ευφροσύνην καί τήν τερπνότητα, παρέχουσιν ως άφθαρτοι, καί εις αεί παραμένουσαι, τούς Χριστόν θεραπεύοντας, κληρονόμους λαμβάνουσιν.

 

Λίθοις συνθλαττόμενος, τάς σιαγόνας, Αοίδιμε, καί πλευράς σπαθιζόμενος, λίθωπαμμεγίστω τε, τράχηλον καί πόδας, συνθλώμενος Μάκαρ, καί αρμονίας απηνώς, παραλυόμενος όντως έθλασας, τήν κεφαλήν τού δράκοντος, υπομονής γενναιότητι, ήν ηττήσαι ουκ, ίσχυσε, τών βασάνων η κάκωσις.

Δόξα... Καί νύν...

Ήχος πλ. α' Εφραίμ Καρίας

Ώ μακαρία δυάς, υμείς πάντων γεννητόρων υπερήρθητε, ότι τήν τής κτίσεως πάσης υπερέχουσαν εβλαστήσατε, Όντως μακάριος εί Ιωακείμ, τοιαύτης παιδός χρηματίσας Πατήρ, Μακαρία η μήτρα σου Άννα, ότι τήν Μητέρα τής ζωής ημών εβλάστησε, Μακάριοι οι μαστοί, οίς εθήλασας τήν γαλακτοτροφήσασαν, τόν τρέφοντα πάσαν πνοήν, όν δυσωπείν υμάς παμμακάριστοι αιτούμεθα, ελεηθήναι τάς ψυχάς ημών.

 

Εις τόν Στίχον. Στιχηρά Προσόμοια.

 

Ήχος α'

Τών ουρανίων ταγμάτων

Ιωακείμ καί η Άννα πανηγυρίζουσι, τήν απαρχήν τεκόντες, τής ημών σωτηρίας, την μόνην Θεοτόκον, οίς καί ημείς, συνεορτάζοντες σήμερον, τήν εκ τής ρίζης εκείνης τού Ιεσσαί, μακαρίζομεν Παρθένον αγνήν.

 

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

 

Η θεοχώρητος Κόρη, καί Θεοτόκος αγνή, τών Προφητών τό κλέος, τού Δαυίδ η θυγάτηρ, σήμερον γεννάται εξ Ιωακείμ, καί τής Άννης τής σώφρονος, καί τού Αδάμ τήν κατάραν τήν εις ημάς, ανατρέπει έν τώ τόκω αυτής.

 

Στιχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι τού λαού.

 

Η πρώην άγονος χώρα, γήν καρποφόρον γεννά, καί εξ ακάρπου μήτρας, καρπόν άγιον δούσα, γάλακτι εκτρέφει, θαύμα φρικτόν! η τροφός τής ζωής ημών, η τόν ουράνιον άρτον εν τή γαστρί, δεξαμένη γαλουχείται μαζώ.

Δόξα... Καί νύν... Ήχος πλ. δ'

Οι εξ ακάρπων λαγόνων, ράβδον αγίαν τήν Θεοτόκον βλαστήσαντες, εξ ής η σωτηρία τώ κόσμω ανέτειλε, Χριστός ο Θεός, τό ζεύγος τό άγιον, η ξυνωρίς η αγία, Ιωακείμ καί, Άννα, ούτοι μεταστάντες πρός ουρανίους σκηνάς, σύν τή αυτών θυγατρί υπεραχράντω Παρθένω, μετ' Αγγέλων χορεύουσιν, υπέρ τού κόσμου πρεσβείας ποιούμενοι, οίς καί ημείς συνελθότες ευσεβώς, υμνούντες λέγομεν, οι διά τής θεόπαιδος καί πανάγνου Μαρίας, προπάτορες Χριστού χρηματίσαντες, πρεσβεύσατε υπέρ τών ψυχών ημών.

 

Απολυτίκιον τών Αγίων

Ήχος β'

Τών δικαίων Θεοπατόρων σου Κύριε, τήν μνήμην εορτάζοντες, δι' αυτών σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.

Καί τής Eορτής

Απολυτίκιον Ήχος δ'

Η γέννησίς σου Θεοτόκε, χαράν εμήνυσε πάση τή οικουμένη, εκ σού γάρ ανέτειλεν ο ήλιος τής δικαιοσύνης, Χριστός ο Θεός ημών, καί λύσας τήν κατάραν, έδωκε τήν ευλογίαν, καί καταργήσας τόν θάνατον, εδωρήσατο ημίν ζωήν τήν αιώνιον.

 

Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία, καί Καθίσματα τής Θεοτόκου.

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Τού λίθου σφραγισθέντος

Τεχθείσα παραδόξως στειρωτικών εξ ωδίνων, παρθενικών εκ λαγόνων εκύησας υπέρ φύσιν, ωραίος φανείσα γάρ βλαστός, εξήνθησας τώ κόσμω τήν ζωήν, διά τούτο αι Δυνάμεις τών ουρανών, βοώσί σοι Θεοτόκε, Δόξα τή νύν προόδω σου σεμνή, δόξα τή παρθενία σου, δόξα τή κυοφορία σου, μόνη πανάχραντε.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος πλ. α'

Τόν συνάναρχον Λόγον

Τά ουράνια πάντα νύν επαγάλλονται, τών ανθρώπων τό γένος συνεορτάζει αυτοίς, καί οι Προφήται μυστικώς συνευφραίνονται, ήν γάρ προείδον τυπικώς, εν ταίς αρχαίαις γενεαίς, βάτον καί στάμνον καί ράβδον, νεφέλην πύλην καί θρόνον, καί μέγα όρος, γεννάται σήμερον.

 

Δόξα... Καί νύν... Τό αυτό

 

O Κανών τής Εορτής, καί τών Αγίων.

 

O Κανών τών Αγίων, ού η Ακροστιχίς Τούς σούς γονείς Πάναγνε μέλπω προφρόνως.

 

Ωδή α' Ήχος β'

Εν βυθώ

Τήν λαμπάδα τήν τόν νοητόν, ήλιον αστράψασαν, σωματικώς εξ αυτής ανατείλαντα, αρετής λαμπρότησι, διαπρέποντες εκτεκείν ηξιώθησαν, Άννα η θεόφρων, καί Ιωακείμ ο παναοίδιμος.

 

Ολοτρόπω νεύσει πρός Θεόν, όντως ο θεόληπτος, Ιωακείμ καί η Άννα η ένθεος, ακλινώς προσέχοντες, τήν πανάχραντον Θεοτόκον εκύησαν, τήν υπερκειμένην, κτίσεως απάσης αγιότητι.

 

Υπερτέραν έχοντες ζωήν, βίου τε λαμπρότητα, πάντων ομού γεννητόρων γεγόνατε, γηγενών υπέρτεροι, τήν ακήρατον Παρθένον ως γεννήσαντες, καί Θεού πατέρες, όντως διά ταύτης χρηματίσαντες.

 

Σωτηρίας πάσης αρχηγοί, ο μακαριώτατος, Ιωακείμ καί η Άννα η ένδοξος, τήν αγνήν καί άμωμον, καί πανάχραντον Θεοτόκον εγέννησαν, τής θεοσεβείας, ταύτην ειληφότες τήν αντίδοσιν.

 

Κανών τού Μάρτυρος

 

Ωδή α' Ήχος πλ. δ'

Υγράν διοδεύσας

Εκράτει τό δόγμα τό δυσσεβές, τό θύειν ειδώλοις, τοίς αψύχοις τε καί κωφοίς, ενίκα Χριστός δέ, τών Μαρτύρων, ταίς καρτεραίς καί γενναίαις ενστάσεσιν.

 

Ελύττα Λυσίας κατά Χριστού, καί πάντας ούς εύρε, σεβομένους αυτόν Θεόν, παντοίως κολάζειν επεχείρει, αλλ' εντυχών σοι θεόφρον ησχύνετο.

 

Εξέπληξας Μάκαρ τόν δυσσεβή, γενναίως χωρήσας, εις τό στάδιον τών θεών, απήλεγξας τούτου παρρησία, τό ασθενές καί σαθρόν καί ανίσχυρον.,

Θεοτοκίον

Εχώρησας μόνη τόν ουρανοίς, αχώρητον Κόρη, εν γαστρί σου θεοπρεπώς, οικήσαντα ταύτην καί τήν φύσιν, τήν τών βροτών εξ αυτής προσλαβόμενον.

 

Τών Θεοπατόρων

 

Ωδή γ'

Εν πέτρα με τής πίστεως

Στειρεύουσα καί παίδων απορουμένη, καί δάκρυσι τόν Κτίστην εκδυσωπούσα, τήν μόνην ηξιώθης ευλογημένην, τεκείν θεόληπτε, Άννα κραυγάζουσα, Ως ουκ έστιν άγιος πλήν σου Κύριε.

 

Ο σύνοικον πλουτήσας τήν θείαν χάριν, Ιωακείμ ο θείος καί θεηγόρος, τήν πρόξενον ανθρώποις τής σωτηρίας, τεκείν ηξίωται, πρός ήν κραυγάζομεν, Ως ουκ έστιν άμεμπτος πλήν σου Δέσποινα.

 

Υμνήσωμεν τήν πάνσεπτον ξυνωρίδα, δι' ής ημίν εξέλαμψεν η Παρθένος, η πάντων ποιημάτων αγιωτέρα, Θεόν γάρ τέτοκε, πρός όν κραυγάζομεν, Ως ουκ έστιν άγιος πλήν σου Κύριε.

 

Στειρώσεως τό όδεινος εκφυγούσα, γεγέννηκεν η Άννα τήν Θεοτόκον, τό όνειδος τής Εύας νύν παραδόξως εξαφανίζουσαν, πρός ήν κραυγάζομεν, Ως ουκ έστιν άμεμπτος πλήν σου Δέσποινα.

 

Τού Μάρτυρος

 

Σύ εί τό στερέωμα

Έχαιρες τυπτόμενος, υπέρ Χριστού σοφέ μάστιξιν, ανηλεώς, είχες γάρ βεβαίαν, τήν τών πόνων αντίδοσιν.

 

Νεύροις συγκοπτόμενος, υπαλλαγή συχνή Ένδοξε, τών δημίων, ως περ αλλοτρίω, ουκ ησθάνου εν σώματι.

 

Εύρες τήν αντάμειψιν, παρά Χριστού Σοφέ στέφανον, απολαβων τής δικαιοσύνης, καί χαράν τήν μή λήγουσαν.

Θεοτοκίον

Όλη η πλησίον μου, καλή καί άμωμος πέφυκε, σέ προορών, έφη Θεοτόκε, Σολομών εν τοίς Άσμασιν.

Ο Ειρμός

Σύ εί τό στερέωμα, τών προστρεχόντων σοι Κύριε, σύ εί τό φώς, τών εσκοτισμένων, καί υμνεί σε τό πνεύμά μου.

 

Κάθισμα τού Μάρτυρος

Ήχος α'

Τόν τάφον σου Σωτήρ

Ανδρεία τήν ψυχήν, ωπλισμένος θεόφρον, εξέδωκας σαυτόν, εις ποικίλας βασάνους, τώ πόθω φλεγόμενος, τού Δεσπότου πανόλβιε, όθεν ήλεγξας, τήν τών τυράννων μανίαν, καί τόν στέφανον, παρά Θεού εκομίσω, τής νίκης τόν άφθαρτον.

Δόξα... Καί νύν...

Τής Εορτής Ήχος πλ. α'

Τόν συνάναρχον Λόγον

Ιωακείμ καί η Άννα πανηγυρίζουσιν, εν Θεώ γάρ αξίως χάριν εφεύραντο, καί εγέννησαν καρπόν τόν θεοδόχον ναόν, τήν Παρθένον καί αγνήν, τήν Μητέρα τού Θεού, τήν μόνην ευλογημένην, πρεσβεύουσαν αενάως, εις τό σωθήναι τάς ψυχάς ημών.

 

Τών Θεοπατόρων

 

Ωδή δ'

Ελήλυθας, εκ Παρθένου

Γηθόμενος, τήν Παρθένον εκ στείρας κομίζεται, δι' ής περ η στείρωσις η κοσμική διαλέλυται, τόκω παρθενεύοντι, Ιωακείμ ο θεόφρον καί θεόληπτος.

 

Ο προπάτωρ, τού Χριστού Ιωακείμ νύν πρόκειται, ημίν εις εστίασιν, πνευματικήν ο πανόλβιος, ός τήν Θεομήτορα, καί πανακήρατον Κόρην απεγέννησε.

 

Νεκρώσεως, καί φθοράς τούς ανθρώπους τήν σώζουσαν, η χάρις προβάλλεται, τήν εσομένην Μητέρα Θεού, Λόγον τόν αϊδιον, τήν δεξομένην αφράστως σωματούμενον.

 

Εκ τής ρίζης, Ιεσσαί ξυνωρίς ανατέταλκεν, εξ ής ανεβλάστησε ράβδος τό άνθος η φέρουσα, όλον με τόν άνθρωπον, ευωδιάζον τώ μύρω τής θεότητος.

 

Ιθυνόν μου, Θεοτόκε τόν βίον προστάγμασιν, ενθέως ρυθμίζουσα, τού σαρκωθέντος Λόγου εκ σού, καί πρός φώς οδήγησον, Παρθενομήτορ Μαρία Θεονύμφευτε.

 

Τού Μάρτυρος

 

Εισακήκοα Κύριε

Ταίς θωπείαις ο τύραννος, σού καταμαλάττειν Μάρτυς τό εύτονον, καί νικήσαί σε οιόμενος, ουρανόν τοξεύειν ενομίζετο.

 

Ουκ αισθάνη παράφορε, τού Χριστού τήν δύναμιν στερεούσάν με, πρός τούς πόνους καί τά σκάμματα; τώ τυράννω έκραζες Παναοίδιμε.

 

Ει μή δύναμις άνωθεν, ήν μοι δεδομένη τύραννε έκραζε, Σεβηριανός, πώς ίσχυον, σάρξ ών υπενέγκαι, εκτομάς τών μελών.

Θεοτοκίον

Παναγία Θεόνυμφε, δίδου μοι βοήθειαν ταίς πρεσβείαις σου, λυτρωθήναι τού αλάστορος, ίνα σε δοξάζω τήν ελπίδα μου.

 

Τών Θεοπατόρων

 

Ωδή δ'

Ο φωτισμός

Σώφρων δυάς, καθαρότητος αίγλη λελαμπρυσμένη, τήν τής παρθενίας τώ θείω φέγγει, κατακοσμούσαν, τήν στειρεύουσαν φύσιν, τών ανθρώπων ημίν εκτέτοκεν, Άννα καί Ιωακείμ οι θεόληπτοι.

 

Παρθενικόν, θεοκόσμητον θρόνον τώ τών απάντων, περιδεδραγμένω παλάμη θεία, τής σωφροσύνης η σεπτή συζυγία, καί θεόφρων δυάς εκτέτοκεν, Άννα καί Ιωακείμ οι πανεύφημοι.

 

Ανατολής, τής έξ ύψους φανείσης εις οδηγίαν, τών πεπλανημένων τήν φωτοφόρον, πύλην ο θείος, Ιωακείμ καί Άννα, θεοφρόνως πολιτευσάμενοι, τεκείν οι θεόπται σαφώς ηξιώθησαν.

 

Νόμου καινού, τήν θεόγραφον πλάκα εν ή τήν λύσιν, τών αμαρτημάτων τού πάλαι νόμου, ο θείος Λόγος προετύπωσε πρώην, ως εκ πέτρας νύν ελατόμησε, νεύματι ο πάντων κρατών εκ στειρώσεως.

 

Αίγλη τή σή, Θεομήτορ τόν νούν μου καταυγασθήναι, τόν εσκοτισμένον τή αμαρτία νεύσον Παρθένε, τής αγνοίας τόν ζόφον, καί πταισμάτων εξαφανίζουσα, άλλην γάρ εκτός σου φρουρόν ουκ επίσταμαι.

 

Τού Μάρτυρος

 

Ορθρίζοντες βοώμέν σοι

Ικρίω ανηρτήθης Αοίδιμε, καί τό σώμα κατεξάνθης όνυξιν, υπέρ τού πάντων δεσπόζοντος.

 

Θεέ μου ανεβόας ενίσχυσον, τόν αγώνα τούτον εκτελέσαι με, τού μαρτυρίου ξεόμενος.

 

Ως είδέ σε ο τύραννος Ένδοξε, ανενδότως, τάς βασάνους φέροντα, κατεβροντήθη ο δείλαιος.

Θεοτοκίον

Ελπίς καί προστασία καί σκέπη μου, Θεοτόκε σώσόν με πρεσβείαις σου, εκ τών σκανδάλων τού όφεως.

 

Τών Θεοπατόρων

 

Ωδή ς'

Εν αβύσσω

Γονιμώτατον σπόρον η στείρα τό πρίν, Άννα δεξαμένη εκ θείας ελλάμψεως, παίδα τεκείν ηξίωται, τήν τών πάντων κτισμάτων δεσποζουσαν.

 

Νύν η στείρα γεννώσα βουλήσει Θεού, πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, άνευ σαρκός θελήματος, τού αυτού βουληθέντος Θεού προφανώς.

 

Ελλαμφθείς Ησαίας τώ Πνεύματι, τού Ιωακείμ καί τής Άννης τό κύημα, τόμον καινόν εώρακεν, ώ εγράφη ο Λόγος σαρκούμενος.

 

Μυστηρίου προτρέχει μυστήριον, πρίν γάρ η στειρεύουσα, χάρις γεγέννηκε, τής σωτηρίας πρόξενον, παρθενίας γεννήσει φανείσαν ημίν.

 

Τού Μάρτυρος

 

Χιτώνά μοι παράσχου

Φρουρά σε καθειργνύει ο δεινός, καί λιμώ βιάζει σε αρνήσασθαι Κύριον, όν Παμμάκαρ εκ νεότητος έστερξας.

 

Αγόμενος Σοφέ εις φυλακήν, πάντας τούς ορώντάς σε, Χριστού μή αφίστασθαι, παρρησία νουθετών εξεπαίδευσας.

 

Σπαθίζεσθαί σε Μάρτυς ο δεινός, καί παράφρων τύραννος, κελεύει μή θύοντα, τοίς ειδώλοις, αλλά σύ ουκ εφρόντισας.

Θεοτοκίον

Χιτώνά με ενδύσασθαι φωτός, σαίς πρεσβείαις ποίησον, Αγνή τόν υμνούντά σε, εν ημέρα τόν δυσείμονα κρίσεως.

Ο Ειρμός

Χιτώνά μοι παράσχου φωτεινόν, ο αναβαλλόμενος φώς ως ιμάτιον, πολυελεε Χριστέ ο Θεός ημών.

 

Κοντάκιον Ήχος β'

Τά άνω ζητών

Ευφραίνεται νύν, η Άννα τής στειρώσεως, λυθείσα δεσμών, καί τρέφει τήν πανάχραντον, συγκαλούσα άπαντας ανυμνήσαι τόν δωρησάμενον, εκ νηδύος αυτής τοίς βροτοίς, τήν μόνην Μητέρα καί απείρανδρον.

Ο Οίκος

Η τών δεσμών τής πρίν ατεκνίας δι' ευχής λυθείσα, προσκαλείται ημάς συνεορτάσαι τώ θαύματι, καί δώρα προσάξαι τή γεννηθείση, λιτανεύοντας έμπροσθεν μετά πόθου, ής περ ποτέ αι παρθένοι εν τάχει προέτρεχον, χορεύουσαι καί βοώσαι, Ιδού ήλθεν η πάντων ανάκλησις, ιδού Αδάμ ηλευθέρωται, ότι Άννα καρπόν ανεβλάστησε, τήν μόνην Μητέρα καί απείρανδρον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Θ' τού αυτού μηνός, η Σύναξις τών Δικαίων Ιωακείμ, καί Άννης.

Στίχοι

          Ιωακείμ τέρφθητι σύν τή Συζυγω,

          Τεκόντες άμφω ψυχικήν τέρψιν κτίσει.

          Η δ' εννάτη τοκέων Θεομήτορος εύρε σύναξιν.

 

Τή αυτή η μέρα, ο άγιος Μάρτυς Σεβηριανός, λίθον παρά τούς πόδας φέρων, επί τού τείχους εις τόν αέρα κρεμασθείς τελειούται.

Στίχοι

          Σεβηριανός κάν λίθων αλγή βάρει,

          Χαίρει κρεμασθείς, ως αποσπών γής πόδας.

 

Τή αυτή ημέρα, Μνήμη τού οσίου Πατρός ημών θεοφάνους τού Ομολογητού, τού πρό τού Διοκλητιανού ασκήσαντος.

 

Τή αυτή ημέρα, ο Άγιος Χαρίτων ξίφει τελειούται.

Στίχοι

          Πολλή χάρις σοι χριστομάρτυς Χαρίτων,

          Χριστού χάριν τράχηλον εκκεκομμένω.

 

Μνήμη τής αγίας καί Οικουμενικής Τρίτης Συνόδου τών αγίων διακοσίων Πατέρων, τών επί τής βασιλείας θεοδοσίου τού Μικρού εν Εφέσω συναχθέντων, καί τόν δυσσεβή Nεστόριον καθελόντων.

 

Ταίς τών σών Αγίων πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τών Θεοπατόρων

 

Ωδή ζ'

Αντίθεoν πρόσταγμα

Εκ ρίζης βλαστήσασα δυάς αγία, Δαυϊδ τού θεόφρονος, τήν ράβδον τήν πανίερον, Παρθένον τήν άχραντον, τώ κόσμω τέτοκεν, άνθος ιερώτατον ημίν, Χριστόν ασπόρως εξανατέλλουσαν.

 

Λαμπάδα πολύφωτον τήν Θεοτόκον, η Άννα η ένθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τόν κόσμον άπαντα, θείω κατελάμπρυνε φωτί, καί παρθενίας λαμπροίς πυρσεύμασι.

 

Προπάτορες ένδοξοι τού σαρκωθέντος, δι' άφατον έλεος, Θεού τού παντοκράτορος, παιδός εκ θεόφρονος υμών πανόλβιοι, νύν μοι τώ προσφεύγοντι υμίν, πλημμελημάτων λύσιν βραβεύσατε.

 

Ως όντες υπέρτεροι τών γεννητόρων, τήν πάντων δεσπόζουσαν, κτισμάτων εκτετόκατε, Μαρίαν τήν άχραντον, τήν τετοκυίαν Θεόν, σάρκα περιθέμενον ημίν, ομοίαν πάντη, δι' ευσπλαγχνίαν πολλήν.

 

Τού Μάρτυρος

 

Ο εν αρχή τήν γήν

Λίθοις αδροίς συντρίβει σου τό σώμα ο ασεβής, υμνούντος παρρησία, Χριστόν εν μέσω τών παρανόμων, ού τής δόξης τυχών, νύν χορεύεις λαμπρώς.

 

Αιωρηθείς τού τείχους Αθλοφόρε, τού δικαστού, πολλή παραπληξία, έν βάρει λίθων πεπεδημένος ουκ ηρνήσω, Θεόν τόν τών Πατέρων ημών.

 

Ώ τής στερράς ενστάσεώς σου Μάκαρ! ώ τής θερμής αγάπης πρός τόν Κτίστην! δι' ήν στεφάνω κατακοσμεί σε τώ αφθάρτω, καλώς υπεραθλήσαντα.

Θεοτοκίον

Σύ εί μου φώς Παρθένε Θεοτόκε, σύ εί χαρά καί σκέπη καί λιμήν μου, ευλογημένη, καί σέ δοξάζω ως τεκούσαν, Θεόν τόν τών Πατέρων ημών.

 

Τών Θεοπατόρων

 

Ωδή η'

Τόν εν καμίνω τού πυρος

Πλούτω κομώντες αρετών, τήν έν δόξη θεϊκή πεποικιλμένην, Βασιλίδα Παρθένoν, Ιωακείμ ο σεπτός, καί Άννα η σώφρων τετόκασιν, ήν πάσα η κτίσις, υμνεί ως Θεοτόκον.

 

Ράβδος δυνάμεως ημίν, δι' υμών φίλοι Θεού εξαπεστάλη, η πανάμωμος νύμφη, δι' ής εν μέσω εχθρών, αθέων κατακυριεύομεν, τάς μηχανουργίας αυτών καταπατούντες.

 

Όπλον ημίν παρά Θεού, ευδοκίας διά σού ιερωτάτη, ξυνωρίς εδωρήθη, ώ νύν ημείς οι πιστοί ωραίως αεί, στεφανούμεθα, η Θεόν τεκούσα, αγνή Παρθενομήτωρ.

 

Φωτοχυσίαις τού εκ σού, σαρκωθέντος δι' ημάς λελαμπρυσμένη, η δυάς η αρίστη, τών γεννητόρων τών σών, γεννώσί σε πάναγνε Δέσποινα, πρόξενον ημίν, αγαθών επουρανίων.

 

Ρώμη Θεού καρπογονεί, ή στειρεύουσα γαστήρ ανοιγομένη, καί προέρχεται πύλη, παρθενική παμφαής, ο Λόγος δι' ής επεδήμησεν, τοίς επί τής γής, σαρκωθείς αφράστω λόγω.

 

Τού Μάρτυρος

 

Τόν Βασιλέα τών ουρανών

Εγκαρτερήσας, τοίς αικισμοίς έως τέλους, Στρατιώτα Κυρίου μετέστης, χαίρων πρός τήν άνω, παμμάκαρ βασιλείαν.

 

Ού κατησχύνθης, διά Χριστόν Γενναιόφρον, υπομείναι βάσανα ποικίλα, όθεν συνδοξάζη, αυτώ εις τούς αιώνας.

 

Στεφανηφόρος, σύν αθληταίς νύν χορεύων, αληθώς περί τόν Βασιλέα, μέμνησο τών πίστει τελούντων σου τήν μνήμην.

Θεοτοκίον

Ώ Θεομήτορ Χριστιανών η προστάτις, εξελού ημάς πάσης ανάγκης, ίνα σε υμνώμεν, εις πάντας τούς αιώνας.

Ο Ειρμός

Τόν Βασιλέα, τών ουρανών όν υμνούσι, στρατιαί τών Αγγέλων υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τών Θεοπατόρων

 

Ωδή θ'

Ανάρχου Γεννήτορος

Ομόφρονες σύμψυχοι, τήν αρετήν υπάρχοντες, τής πανάγνου Παρθένου σεπτοί γεννήτορες, τούς επιτελούντας προθυμως, τήν ευκλεή καί ένδοξον μνήμην, υμών ιερώτατοι, τού σωθήναι δυσωπήσατε.

 

Νομήν κατεπαύσατε, τήν τού θανάτου Ένδοξοι, τής ζωής τήν Μητέρα, λαμπρώς γεννήσαντες, τήν εξαφανήσασαν τούτου, τήν προσβολήν, καί τής αθανάτου, ζωής προξενήσασαν, τήν ελπίδα διά πίστεως.

 

Ωραίος ως ήλιος, Ιωακείμ ενούμενος, τή φωσφόρω σελήνη, τή Άννη τέτοκε, τήν τής παρθενίας ακτίνα, δι' ής αυγή τής θείας ουσίας, σαρκί καθ' υπόστασιν, ενωθείσα ημίν έλαμψε.

 

Σωφρόνως βιώσαντες, καί ευσεβώς Μακάριοι, νύν τρυφής τής αφράστου, κατηξιώθητε, τής θεοφανείας τυχόντες, τού εξ υμών τώ κόσμω φανέντος, όν περ δυσωπήσατε, τού σωθήναι τάς ψυχάς ημών.

 

Τού Μάρτυρος

 

Κυρίως Θεοτόκον

Χερσί τών σέ ποθούντων, Μάκαρ σου τό σώμα, περισταλέν κατετάφη ώς άγιον, καί ιαμάτων εκβλύζει, κρουνούς εις δόξαν Θεού.

 

Ώ θαύμα! πώς ανέστη, ο θανών οικέτης, καί προσηπήντα σου δρόμω τώ σώματι, πρός τήν ταφήν αγομένω, Μάρτυς πανάριστε.

 

Τυχών τής αιωνίου, Μάκαρ βασιλείας, καί τώ Δεσπότη Χριστώ παριστάμενος, υπέρ τών σέ ανυμνούντων θερμώς ικέτευε.

Θεοτοκίον

Εξίσταντο Αγγέλων, αι ταξιαρχίαι, σεσαρκωμένον ορώσαί σε φέρουσαν, τόν Ποιητήν τών αιώνων καί σέ εδόξαζον.

Ο Ειρμός

Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι Παρθένε αγνή, σύν Ασωμάτοις χορείαις σέ μεγαλύνοντες.

 

Εξαποστειλάριον τών Θεοπατόρων

Επεσκέψατο ημάς

Η τής Εύας τήν αράν, εξάρασα νύν τίκτεται, εκ γηραλέων ακάρπων, τής Άννης καί Ιωακείμ, ήν σύν Αγγέλοις άπαντες, κατά χρέος εν ύμνοις, πιστοί ευφημήσωμεν.

Τού Αγίου

Γυναίκες ακουτίσθητε

Αλείπτης εχρημάτισας, Μαρτύρων τεσσαράκοντα, αριστευσάντων εν λίμνη, παμμάκαρ Σεβηριανέ, μεθ' ών αεί μνημόνευε, τών εκτελούντων ένδοξε, τήν φωτοφόρον σου μνήμην, καί σέ τιμώντων εκ πόθου, Μάρτυς Χριστού αθλοφόρε.

Τής εορτής όμοιον

Αδάμ ανακαινίσθητι, καί Εύα μεγαλύνθητι, Προφήται σύν Αποστόλοις, χορεύσατε καί Δικαίοις, κοινή χαρά εν τώ κόσμω, Αγγέλων τε καί ανθρώπων, εκ τών δικαίων σήμερον, Ιωακείμ τε καί Άννης, γεννάται η Θεοτόκος.

 

Εις τόν Στίχον τών Αίνων, Στιχηρά.

 

Ήχος β'

Οίκος τού Εφραθά

Χάρις τώ λυτρωτή, καί πάντων κηδεμόνι, τώ στείραν παρ' ελπίδα, τεκείν τήν Θεοτόκον, αρρήτως ευδοκήσαντι.

 

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

 

Δεύτε τήν εκ Δαυϊδ, καί Ιούδα φυείσαν, Θεοτόκον Μαρίαν, εξ ής η σωτηρία, απαύστως μεγαλύνωμεν.

 

Στιχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι τού λαού.

 

Σήμερον ευκλεώς, εξ' Άννης η Παρθένος, η φωτοφόρος πύλη, γεννάται παραδόξως, λαοί φυλαί σκιρτήατε.

Δόξα... Καί νύν... Ήχος β'

Πρός το, Σήμερον ο Χριστός εν Βηθλεέμ

Σήμερον η πανάμωμος Αγνή προήλθεν εκ τής στείρας, σήμερον τά πάντα ευφραίνονται, εν τή αυτής γεννήσει, ο Αδάμ τών δεσμώναπολύεται, καί η Εύα της αράς ηλευθέρωται, Τά ουράνια πάντα αγάλλονται, καί ειρήνη τοίς ανθρώποις βραβευεται, Ημείς δέ δοξολογούντες βοώμεν, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.

 

Εις τήν Λειτουργίαν, Τυπικά, καί εκ τού Κανόνος τής Εορτής, Ωδή γ' καί εκ τού τών Αγίων Ωδή ς'.

 

Προκείμενον Ήχος δ'

Θαυμαστός ο Θεός εν τοίς αγίοις αυτού ο Θεός Ισραήλ αυτός δώσει δύναμιν καί κραραίωσιν τώ λαώ αυτού ευλογητός ο Θεός.

Στίχ. Εν Εκκλησίαις ευλογείτε τόν Θεόν, τόν Κύριον εκ πηγών Ισραήλ.

 

Ο Απόστολος πρός Εβραίους

Αδελφοί, είχε μέν η πρώτη σκηνή...

 

Αλληλούϊα

Δικαίων παρά Σωτηρία δέ τών Κυρίου.

 

Ευαγγέλιον κατά Λουκάν

Είπεν ο Κύριος, ουδείς λύχνον άψας...

Ζήτει Σαββάτω ς'

 

Κοινωνικόν

Αγαλλιάσθε δίκαιοι εν Κυρίω, τοίς ευθέσι πρέπει αίνεσις. Αλληλούϊα.