ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Ιερομάρτυρος Βαβύλα, Επισκόπου Αντιοχείας, καί τού Αγίου καί θεόπτου Μωϋσέως τού Προφήτου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια τού Ιερομάρτυρος.

 

Ήχος πλ. β'

Όλην αποθέμενοι

Εν αίματι βάψας σου, τήν ιεράν διπλοϊδα, εισήλθες εις άγια, τών αγίων άγιος σύ γενόμενος, Βαβύλα ένδοξε, καί σαφώς πάντοτε, απολαύεις τής θεώσεως, ωραϊζόμενος, καί τώ μαρτυρίω λαμπόμενος, καί άγγελος δεικνύμενος, ταίς καθαρωτάταις μεθέξεσιν, όθεν σε τιμώμεν, καί πόθω εορτάζομεν τήν σήν, ιερωτάτην πανήγυριν, αξιομακάριστε.

 

Σιδήρω πεδούμενος, ανεμποδίστως τήν τρίβον, διώδευσας Όσιε, τήν πρός τήν ουράνιον πόλιν φέρουσαν, τά σεπτά στίγματα, Βαβύλα πάνσοφε, ώσπερ κόσμον περικείμενος, εν ή γενόμενος, οία νικητής αληθέστατος, καί Μάρτυς απαράτρωτος, καί ιερουργός ιερώτατος, μέλπεις σύν Αγγέλοις, μελώδημα τό θείον καθαρώς, Άγιος, Άγιος, Άγιος, Τριάς ομοούσιε.

 

Ποίμνης προϊστάμενος, τής λογικής ιεράρχα, βακτηρία γνώσεως, επί χλόην έθρεψας ταύτην πιστώς, καί θηρών έσωσας, καί Θεόν εύφρανας, τόν εξ ύψους σε ποιμάναντα, όν κατενώπιον, τών αθεωτάτων μακάριε, κηρύττων, ώσπερ άκακον, τέθυσαι αρνίον γηθόμενος, μετά τών ακάκων, παιδίων καί προσήχθης σύν αυτοίς, θύμα ευώδες ολόκληρον, Βαβύλα θεσπέσιε.

 

Καί τού Προφήτου

 

Ήχος δ'

Ως γενναίον εν Μάρτυσι

Εν θυέλλη τήν άσαρκον, καί εν γνόφω τόν άϋλον, Μωϋσή τεθέασαι, ως χωρείν δυνατόν, θεοειδής τε γενόμενος, τή δόξη τή κρείττονι, τώ σαρκίνω Ισραήλ, Νομοθέτης κεχείρισαι, αλλ' ού πέφυκε, νούς γεώδης τοίς θείοις εμβατεύειν, η γάρ χάρις τοίς ορώσι, τά λίαν κρείττονα δίδοται.

 

Ιερεύς εννομώτατος, στρατηγός γενναιότατος, τώ παραπικραίνοντι αναδέδειξαι, Μωσή μαστίζων τήν Αίγυπτον, τή ράβδω δέ θάλασσαν, διαιρών τήν Ερυθράν, καί βυθίζων αλάστορα, καί υψαύχενα, Φαραώ σύν τριστάταις, καί διάγων, εν ερήμω καί εκτρέφων, τόν Ισραήλ τόν αγνώμονα.

 

Μωϋσή τό υπόδημα, τών ποδών λύσον τάχιον, ο γάρ τόπος άγιος, εν ώ έστηκας, μή τι νεκρώσεως σύμβολον, εν σοί περιφέροιτο, εν γάρ βάτω καί πυρί, μυστικώς σοι οπτάνεται, τά παράδοξα, τής θεόπαιδος Κόρης, εν τώ όρει, τώ Χωρήβ ο χρηματίζων, τώ Μωϋσή απεφθέγγετο.

Δόξα... Ήχος πλ. β'

Βάσιμον κρηπίδα η Εκκλησία κέκτηται, τούς ιερούς σου αγώνας, Ιερομάρτυς Βαβύλα, ήν καί φυλάττοις ακράδαντον, καί ανεΠιβούλευτον εκ λύκων κραταιών, κηρύττουσαν τάς αριστείας σου, καί μεγαλύνουσαν σύν σοί τά νήπια, τά υπέρ Χριστού τυθέντα, μετά σού μακάριε.

Καί νύν... Θεοτοκίον

Τριήμερος ανέστης

Κατάνυξιν ου κέκτησαι, ψυχή αμετανόητε, τί βραδύνεις, τού θανάτου η τομή, εγγίζει καί τό τέλος, εφέστηκεν ως κλέπτης, τή Θεοτόκω δράμε πρόσπεσον.

Η Σταυροθεοτοκίον

Εν ξύλω τήν ζωήν ημών, ορώσα η πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικώς, ωδύρετο βοώσα, Υιέ μου καί Θεέ μου, σώσον τούς πόθω ανυμνούντάς σε.

 

Εις τόν Στίχον, Στιχηρά τής Οκτωήχου.

 

Δόξα... Ήχος πλ. β' Βαβύλα

Βήματι τυράννου παρεστηκώς, καί αγωνιζόμενος υπέρ τής ευσεβείας εκραύγαζες, ιδού εγώ καί τά παιδία, ά μοι έδωκεν ο Θεός, μεθ' ών εστεφανώθης εν ουρανοίς, Βαβύλα Ιερομάρτυς, πρεσβεύων απαύστως, τών παγίδων τού εχθρού, ρυσθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Τριήμερος ανέστης

Παρθένε παναμώμητε, δυσώπησον όν έτεκες, Βασιλέα, τού παντός καί Ποιητήν, εν ώρα όταν κρίνη, τό γένος τών ανθρώπων, κατοικτειρήσαί με τόν δούλόν σου.

Η Σταυροθεοτοκίον

Λαόν τόν ανομώτατον, αδίκως καθηλούντά σε, επί ξύλου, η Παρθένος καί αγνή, καί Μήτηρ σου ορώσα, ως Συμεών προέφη, τά σπλάγχνα Σώτερ διετέτρωτο.

 

Απολυτίκιον τού Ιερομάρτυρος

Ήχος δ'

Καί τρόπων μέτοχος, καί θπόνων διάδοχος, τών Αποστόλων γενόμενος, τήν πράξιν εύρες Θεόπνευστε, εις θεωρίας επίβασιν, διά τούτο τόν λόγον τής αληθείας ορθοτομών, καί τή πίστει ενήθλησας μέχρις αίματος, Ιερομάρτυς Κυπριανέ, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

Καί τού Προφήτου

Ήχος β'

Τού Προφήτου σου Μωϋσέως τήν μνήμην, Κύριε, εορτάζοντες, δι' αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Κανών τής Οκτωήχου εις, καί τών Αγίων δύο. Ο Kανων τού Ιερομάρτυρος, ποίημα Θεοφάνους. Οι δέ, Ιωάννου Μοναχού, αλλ' ουδετέρου τούτων δοκεί κάλαμος είναι.

 

Ωδή α' Ήχος πλ. β'

Ως εν ηπείρω πεζεύσας

Τήν τών οικείων αιμάτων ως Μωϋσής, ερυθραίαν θάλασσαν, ακυμάντως διελθών, Βαβύλα μακάριε Θεώ, επινίκιον ωδήν, εβόας άσωμεν.

 

Σύ τών γηϊνων τόν πόθον τώ θεϊκώ, υποτάξας έρωτι, κατεφρόνησας τού ζήν, Βαβύλα μακάριε Χριστού, επειγόμενος ιδείν τήν ωραιότητα.

 

Τής υπερθέου Τριάδος ως εραστής, τοίς τρισί συνέθανες, αγαλλόμενος παισί, Βαβύλα μακάριε τήν σήν, Προϊέμενος ψυχήν, τώ ταύτης έρωτι.

Θεοτοκίον

Τόν σεαυτής τετοκυία Δημιουργόν, ως αυτός ηθέλησεν, εξ ασπόρου σου γαστρός, υπέρ νούν σαρκούμενον Αγνή, τών κτισμάτων αληθώς εδείχθης Δέσποινα.

 

Kανών τού Προφήτου, ού η Ακροστιχίς.

 

Μωσής Προφητών πρώτος, αινείσθω λόγοις.

 

Εν τοίς Θεοτοκίοις.

Κλήμεντος.

 

Ωδή α' Ήχος δ'

Θαλάσσης τό ερυθραίον

Μωσής Προφητών αινείσθω πρότερος, ως ενωπίω Θεώ, συνομιλήσας πρώτος εμφανώς, εν προσώπω πρός πρόσωπον, ουκ αινιγμάτων φάσμασιν, αλλ' ως εν είδει σαρκός βλέψας αυτόν.

 

Ως θείον δημαγωγόν καί ρύστην σε, τού συγγενούς Ισραήλ, Μωσή θεόπτα δέδωκε Θεός, τώ πατρί ώσπερ ηύξατο, επαγγελίας ρήματι, προμυηθέντι σου τήν γέννησιν.

 

Σοφίας σε θησαυρόν εφεύραντο, αι γενικαί αρεταί, εγκεκρυμμένον γνώσει τού Θεού, ως εν θήβη θεόπτα, Μωσή, διό σε ανεθρέψατο, η βασιλίς καί θεία πρόνοια.

 

Ηρνήσω θεοπτικώς Πανεύφημε, εκ βρέφους πάσαν θηλήν, τώ δέ γνησίω γάλακτι τραφείς, προεδήλους σαφέστατα, τής πρός Θεόν εγγύτητος, τό υπεραίρόν σου αξίωμα.

Θεοτοκίον

Κατέπτηξ ιδών Μωσής παράδοξον, εν πρώτοις θέαμα, βάτον καί φλόγα, ξένην συμπλοκήν, τόν Θεόν εκ Παρθένου Μητρός, προζωγραφούσαν άφθαρτον, όν διαβάς τούς χρόνους είδε σαρκί.

 

Τού Ιερομάρτυρος

 

Ωδή γ'

Ουκ έστιν Αγιος ως σύ

Ουκ έστιν Άγιος ως σύ, Κύριε ο Θεός μου, ο υψώσας τό κέρας, σού Βαβύλα τού πιστού, καί στεφανώσας αυτόν, τώ στεφάνω τής ομολογίας σου.

 

Μαρτύρων γέγονεν ισχύς, Κύριε ο Σταυρός σου, στερεώσας τούς παίδας, σύν Βαβύλα τώ κλεινώ, καί καθελών δι' αυτών, τά τής πλάνης άθεα φρυάγματα.

 

Ισχύς εξέλιπε Χριστέ, διαβόλου εις τέλος, τοίς ακάκοις παισί γάρ, καί Βαβύλα τώ κλεινώ, ηττάται ο ισχυρός, καί γελάται υπ' αυτών παιζόμενος.

Θεοτοκίον

Ισχύς μου ύμνησις Χριστός, ο εκ σού ανατείλας, περικείμενος σάρκα, Θεοτόκε δουλικήν, καί εκ δουλείας ημάς, διαβόλου σώζων αγαθότητι.

 

Τού Προφήτου

 

Τόξον δυνατών ησθένησε

Όλως τής αρρήτου γνώσεως, επλήσθης θεόπτα, τό γάρ Πνεύμα τό Πανάγιον, δι' Αγγέλου τήν τών αρχαίων, εμυήσατό σε γνώσιν τρανώς.

 

Φέρων τηλαυγώς τάς θείας αυγάς, ταίς θεοσημείαις, κατέπληττες Αίγυπτον, μεταβάλλων τήν τών στοιχείων, παραδόξως φύσιν Πάνσοφε.

 

Ηύγει τό ωραίον κάλος σου, τήν εκ θείας σου αίγλης, λαμπράν αστειότητα, καί πρός θείαν απλήστως πάντας, επεσπάσω ωραιότητα.

Θεοτοκίον

Ήχθης τού φρικτού οράματος, πρός εκστατικήν κατανόησιν Πάνσοφε, αλλ' εσχέθης φωνή Κυρίου, τού τεχθέντος εκ Παρθένου σαρκί.

Ο Ειρμός

Τόξον δυνατώνησθένησε, καί οι ασθενούντες περιεζώσαντο δύναμιν, διά τούτο εστερεώθη, εν Κυρίω η καρδία μου.

 

Κάθισμα τού ιερομάρτυρος

Ήχος γ' Θείας πίστεως

Ζέων πίστεως ομολογία, πλάνης έσβεσας κακοδοξίαν, στηλιτεύσας τών είδώλων τό άθεον, καί ολοκαύτωμα θείον γενόμενος, θαυματουργίαις δροσίζεις τά πέρατα, Πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Δόξα... τού Προφήτου

Ήχος δ' Επεφάνης σήμερον

Προφητών απάντων σε, πρώτον ως όντα, ευσεβώς γινώσκοντες, ανευφημούμεν οι πιστοί, πρώτος Θεόν γάρ εώρακας, ως δυνατόν ήν, ανθρώπω θεάσασθαι.

Καί νύν... Θεοτοκίον

Τήν θερμήν αντίληψιν, τών εν ανάγκαις, τήν ημών βοήθειαν, καί πρός Θεόν καταλλαγήν, δι' ής φθοράς ελυτρώθημεν, τήν Θεοτόκον πιστοί μακαρίσωμεν.

Η Σταυροθεοτοκίον

Επί ξύλου βλέπουσα, αναρτηθέντα, τόν Yιόν σου Πάναγνε, σπλάγχνα μητρώα γοερώς, σπαρασσομένη εκραύγαζες, Οίμοι! πώς έδυς, τό φώς μου τό άχρονον.

 

Τού Ιερομάρτυρος

 

Ωδή δ'

Χριστός μου δύναμις

Χριστός μου δύναμις, Θεός καί Κύριος, πρό βημάτων εβόας τυραννικών, απειλαίς απτόητος, Ιερομάρτυς Βαβύλα, εν Κυρίω αγαλλόμενος.

 

Θυσίαν άμωμον, φρικτήν αναίμακτον, τώ Κυρίω προσφέρων, καί σεαυτόν, σφάγιον δι' αίματος, Ιερομάρτυς Βαβύλα, ακηλίδωτον προσήγαγες.

 

Τών παίδων Όσιε, τό νέον φρόνημα, ως σοφός παιδοτρίβης πνευματικώ, αποτρέφων γάλακτι Ιερομάρτυς Βαβύλα, εις τελείωσιν κατήρτισας.

Θεοτοκίον

Ναόν πανάγιον, Θεού γινώσκοντες, σέ τήν άσπιλον μόνην, καί τών πιστών, πάντων υπερέχουσαν, ιερωτάταις σε φωναίς, Θεοτόκε μακαρίζομεν.

 

Τού Προφήτου

 

Επαρθέντα σε ιδούσα

Τής ισχνότητος τής γλώττης καί τής φωνής σου, διαμειφθείσης θεία προνοία θεόπτα, φρικτών μυστηρίων Θεού, εδείχθης διάκονος, καί πληγαίς εμάστιξας Αίγυπτον.

 

Ως παράδοξος η κλήσίς σου ώ θεόπτα, ως φοβερά τά έργα τών σών τεραστίων! ώπται γάρ ο ών σοι Θεός, καί δόξη υψώσας σε,, Ισραήλ Σωτήρα απέστειλε.

 

Νομοθέτην παραδόξων καί δυσεφίκτων, τού Θεού διδαγμάτων, υμνούντές σε πίστει, κράζομεν θεόπτα Μωσή, Τήν ίλεων αίτησαι, τού Θεού ημίν θείαν δύναμιν.

 

Πάν πρωτότοκον επάταξας τής Αιγύπτου, ως ο Χριστός δαιμόνων ενέκρωσε κράτος, τύπος γάρ τού μέλλοντος, τά σοί ενεργούμενα, αληθώς υπήρχον Αοίδιμε.

Θεοτοκίον

Μή εγγίσης εν τοίς ώδε, Μωσής ακούσας, Θεού φωνής βοώσης, εκ φλογός καί τής βάτου, άγιος ο τόπος γάρ, εικότως προέγραψεν, εν σαρκί τεχθήσεσθαι Χριστόν εξ Αγνής.

 

Τού Ιερομάρτυρος

 

Ωδή ε'

Τώ θείω φέγγει σου

Τήν θείαν χάριν σου Ιησού, ο ιερομάρτυς Βαβύλας, όντως εξ ύψους εδέξατο, ως καί παίδας νέους, πρός σήν αγάπησιν, αλείφειν καί θανάτου πρός καταφρόνησιν.

 

Τή θεία γνώσει σου ελλαμφθείς, ο Ιερομάρτυς Βαβύλας, πάντας εδίδασκε Κύριε, σέ ειδέναι μόνον Θεόν τόν όντως Θεόν, εκ ζόφου καί τής πλάνης ανακαλούμενον.

 

Τή θεία ψήφω σου προκριθείς, ο ιερομάρτυς Βαβύλας, τήν λογικήν νέμειν ποίμνην σου, σοί προσφέρει Λόγε Θεού, τό αίμα αυτού, πρός τρίβον σωτηρίας, πάντας σοφώς οδηγών.

Θεοτοκίον

Υπέρ τών δούλων σου τόν εκ σού, Πάναγνε Δεσπότην τού παντός, εκδυσωπούσα ικέτευε, πάσης εναντίας βλάβης λυτρώσασθαι, τού σέ ομολογούντας Παρθενομήτορα.

 

Τού Προφήτου

 

Σύ Κύριέ μου φώς

Ραπίζεις Ερυθράν, καί δεικνύεις ισχύν τού Θεού, τή ράβδω σου ώ θεόπτα, καί χαράττεις εν ταύτη, Σταυρού τήν θείαν δύναμιν.

 

Ώ τόλμης προσφιλούς! ώ απλότητος ψυχής καθαράς! Εί έγνως με παρά πάντας, πρός Θεόν ο θεόπτης φησί, γνωστώς μοι φάνηθι.

 

Τή πέτρα σκεπασθείς, ου Θεού είδες πρόσωπον, ως κρύφιον ώ θεόπτα, τήν δέ σαρκωσιν έγνως, τού Λόγου ως οπίσθια.

 

Ούων υετόν, αντί ύδατος Μάννα ποτέ, Μωσής εστιν ο θεόπτης, ο δούς ορτυγομήτρας, τροφήν τώ, Ισραήλ δι' ευχής.

Θεοτοκίον

Εισέδυς αισθητώς, τώ γνόφω καί έμαθες, τά άρρητα ώ θεόπτα, ως μέλλει εκ Παρθένου, Θεός σαρκί τεχθήσεσθαι.

 

Τού Ιερομάρτυρος

 

Ωδή ς'

Τού βίου τήν θάλασσαν

Τού βίου τήν θάλασσαν, τώ τής πλάνης καθορών, κυμαινομένην κλύδωνι, Βαβύλας ο αοίδιμος αθλητής, εβόα, Ανάγαγε, εκ φθοράς τήν ζωήν μου Πολυέλεε.

 

Χριστόν εκμιμούμενος, πρό τής ποίμνης τήν ψυχήν, τήν εαυτού προδέδωκεν, ο αοίδιμος Μάρτυς καί αθλητής, ζωήν πρός αιώνιον, εκ φθοράς τού θανάτου μεθιστάμενος.

 

Τών Παίδων τό άστατον, επεστήριζε σοφώς, τοίς εαυτού παθήμασι, Βαβύλας ο αοίδιμος αθλητής, ζωήν πρός ουράνιον, από γής μεταφέρων ο πανεύφημος.

Θεοτοκίον

Δεσμών απολέλυμαι, καταδίκης καί αράς, ευλογημένη Πάναγνε, τώ τοκετώ σου, μόνη γάρ επί γής, Θεόν εσωμάτωσας, καθαρών εξ αιμάτων σου Πανάμωμε.

 

Τού Προφήτου

 

Θύσω σοι, μετά φωνής

Στρατείαν, κεκτημένος Θεού Ισραήλ δυνατήν, τά μέν επτά τής κακίας, Χαναναίων έθνη εξαφανίζεις, τώ λαώ σου, κατακληροδοτείς δέ τήν γήν τήν αυτών.

 

Αρρήτως, υπελθών εν τώ γνόφω τώ θείω Μωσή, ού ο Θεός ήν καλών σε, τάς γραφείσας πλάκας δακτύλω αυτού, τών νομίμων, υπεδέξω ως μέγας θεράπων αυτού.

 

Ίστησιν, υπακούειν Θεός τής φωνής αυτού, τόν Μωϋσήν τόν θεόπτην, κατενώπιον τού λαού εμφανώς, ίνα δείξη, φοβερόν μετά δόξης τόν μύστην αυτού.

 

Νόμιμοι, ως τής χάριτος παίδες υπάρχοντες, τήν ευλογίαν τρυγώμεν, ευφημούντες Μάκαρ σε, καί Εβραίους, ως περ πάλαι Ιακώβ, τόν Ησαύ νύν πτερνίζοντες.

Θεοτοκίον

Νεύματι, θεϊκώ σε προγράφει Μωσής ο κλεινός, ως κιβωτόν Θεοτόκε, ταίς αυγαίς τού Πνεύματος πανταχόθεν, ως χρυσίω, κατακεκαλυμμένην εις δόξαν Θεού.

Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Κοντάκιον τού Ιερομάρτυρος

Ήχος πλ. δ'

Ως απαρχάς τής φύσεως

Ως ευσεβείας κήρυκα, καί αθλητών εδραίωμα, η Εκκλησία δοξάζει σε ένδοξε, λαμπρυνομένη σήμερον, αλλ' ως έχων παρρησίαν, εν ειρήνη τελεία, τούς ανυμνούντάς σε, τόν Χριστόν φυλαχθήναι δυσώπησον, ώ Πολύαθλε.

Ο Οίκος

Τήν τού κόσμου σαφώς ματαιότητα, εννοών ο τού κόσμου αλλότριος, καί τά πάθη Χριστού μιμησάμενος, τά τού σώματος πάθη ενέκρωσας, καί τόν σταυρόν σου αράμενος, ηκολούθησας Μάρτυς τώ Κτίστη σου, καί συμμένων αυτώ νύν ικέτευε, υπέρ τών σέ τιμώντων αληθώς, ώ Πολύαθλε.

 

Σ υ ν α ξ ά ρ ιο ν

Τή Δ' τού αυτού μηνός, Μνήμη τού Αγίου Ιερομάρτυρος Βαβύλα, Επισκόπου Αντιοχείας τής μεγάλης, καί τών σύν αυτώ Αγίων τριών παίδων, οι διά ξίφους ετελειώθησαν.

Στίχοι

          Ο Χριστόν αυτόν Bαβύλας θύων πάλαι,

          Χριστώ προθύμως θύεται διά ξίφους.

Εις τούς παίδας

Στίχοι

          Υπέρ μεγίστου Δεσπότου Θεού Λόγου,

          Τρέχουσι θερμώς πρός ξίφος τά παιδία.

          Παίδας καί Βαβύλαν πέφνε ξίφος αμφί τετάρτην.

 

Τή αυτή ημέρα, ο Άγιος Βαβύλας, ο εν Αντιοχεία διδάσκαλος, σύν τοίς υπ' αυτόν ογδοήκοντα τέσσαρσι παισί, ξίφει τελειούται.

Στίχοι

          Μαθήσεώς σοι μισθός εκ τών παιδίων,

          Βαβύλα θείε τής τομής κοινωνία.

 

Ο Άγιος προφήτης Μωϋσής εν ειρήνη τελειούται.

Στίχοι

          Ουκ εκ πέτρας νύν, ουδ' οπισθίων μέρει,

          Μωσή θεωρείς, αλλ' όλον Θεόν βλέπεις.

 

Τή αυτή ημέρα, Μνήμη τής Αγίας Ερμιόνης, μιάς τών θυγατέρων Φιλίππου τού αποστόλου.

Στίχοι

          Χωρείς πρός αυτούς ουρανούς Ερμιόνη,

          Ερμαίον ευρηκυία τήν σωτηρίαν.

 

Οι Άγιοι Θεότιμος καί Θεόδουλος, οι από δημίων πιστεύσαντες, πυρί τελειούνται.

Στίχοι

          Θεότιμος τέθνηκε σύν Θεοδούλω,

          Τιμήν σύν αυτώ δουλικήν δούς Κυρίω.

 

Τή αυτή ημέρα, Μνήμη τών Αγίων Μαρτύρων Κεντυρίωνος, Θεοδώρου, Αμιανού, καί Ιουλιανού, ορμωμένων εκ κώμης Κανδαύλης.

Στίχοι

          Ο Κεντυρίων πύρ πόθου θείου πνέων,

          Ψυχήν προθύμως εις τό πύρ αποπνέει.

          Τριττοίς αθληταίς, η πυρά κλίμαξ ξένη,

          Δι' ής ανήλθον ουρανού πρός τό πλάτος.

 

Τή αυτή, ημέρα, Μνήμη τών Αγίων Μαρτύρων Πετρωνίου, Χαριτίνης, Ζαρβήλου (ή Σαρβήλου), Θαθουήλ, καί Βεβαίας.

Στίχοι

          Τμηθέντες άμφω θαθουήλ καί Βεβαία,

          Ζωήν βεβαίαν εύρον αντ' εψευσμένης.

          Βέβηλον ο Ζάρβηλος ου σέβων σέβας,

          Ανδρών βεβήλων χερσί βάλλεται λίθοις.

 

Τή αυτή ημέρα, Μνήμη τών αγίων τρισχιλίων εξακοσίων εικοσιοκτω Μαρτύρων.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τού ιερομαρτυρος

 

Ωδή ζ'

Δροσοβόλον μέν τήν κάμινον

Αιουράνιαι δυνάμεις κατοπτεύουσαι, παίδας καί παιδοτρίβην ομού, κατά τής πλάνης, νικηφόρους δυνάμει τού Σταυρού, εβόων χορεύουσαι Χριστώ, Ευλογητός εί ο Θεός, οδούς τήν νίκην αυτοίς.

 

Η φωσφόρος τού Δεσπότου κατελάμπρυνε, χάρις τούς συνελθόντας πιστούς, ο αοίδιμός τε Βαβύλας στεφανηφορών, προτρέπει συγχαίροντας βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Τών τυράννων μέν ηπόρει η επίνοια, βοηθείν τοίς μή ούσι θεοίς, τή Τριάδι δέ τή Αγία Βαβυλας ο κλεινός, προτρέπει Πιστούς τού εκβοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Λαμπροτάταις αστραπαίς σου καταλάμπρυνον, τήν ζοφεράν καρδίαν μου, η κυήσασα επί γής τόν ήλιον Χριστόν, Παρθένε, ή ψάλλομεν αεί, Ευλογημένη η Θεόν σαρκί κυήσασα.

 

Τού Προφήτου

 

Εν τή καμίνω

Εν θεοπτίαις, τών απορρήτων θείος γραφεύς γεγονώς, πάσαν τήν σοφήν ιδέαν σύ τής σκηνής, διά λόγων τεχνησάμενος, τώ αρχιτέκτονι, Βεσελεήλ παρέθου τήν πράξιν Μωσή.

 

Ιερατεύειν, θρασυστομήσας πάλαι Κορέ μετά σού, ώφθη κατελθών εις Άδου παγκλήρως ζών, τού Θεού σοι τό αιδέσιμον, Μωσή φυλάττοντος, βασιλείας καί ιερατείας ομού.

 

Συστρατηγών σοι, τού Ιουδαίων έθνους πάλαι Μωσή, ώφθη Μιχαήλ ο Άρχων τών ουρανών, καί τού σώματός σου θείος φρουρός, τόν γάρ αρχέκακον, ανθεστηκότα ούτος κατήσχυνε.

Θεοτοκίον

Τού Aαρών σε, η θεία ράβδος βλαστάνειν εδήλωσε, πάσι Θεοτόκε λύσιν αμαρτιών, ιλασμός γάρ βροτοίς γέγονας, καί απολύτρωσις, τής φρικτής τού Θεού πρός ημάς απειλής.

 

Τού Ιερομάρτυρος

 

Ωδή η'

Θεόν Πατέρα δημιουργόν

Η μνήμη σήμερον αδελφοί, τού Ιερέως καί Μάρτυρος Βαβύλα, τού εν φλογί Νεανίας άδειν προτρέπεται, Ευλογείτε, τόν Κύριον τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Οινέοι σήμερον φοιτηταί, τού Ιερέως καί Μάρτυρος Βαβύλα, σύν τώ πρεσβύτη στεφθέντες άδειν προτρέπονται, Ευλογείτε τόν Κύριον τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τό χρίσμα τό Ιερατικόν, τού Iερέως καί Μάρτυρος Βαβύλα, εν τή τού αίματος χύσει πλέον δοξάζεται, διά τούτο τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Θεοτοκίον

Θεόν εκύησας εν σαρκί, τόν κατέχοντα χειρί τά πάντα, καί εν αγκάλαις Παρθένε τούτον εβάστασας, όν υμνούσιν ως Κύριον τά έργα, καί υπερυψούσιν, εις πάντας τούς αιώνας.

 

Τού Προφήτου

 

Χείρας εκπετάσας Δανιήλ

Θεράπων εικότως τού Θεού, ως πράος ήκουσας καί έργοις γέγονας, διό εγνώσθη σοι κυριος, υπέρ πάντας τούς προφήτας Μωσή, καί ενοικήσας σοι πιστώς, ψάλλειν εδίδαξεν, Ευλογείτε πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ως μύστης Θεού καί λειτουργός, καί βασιλεύς, Ισραήλ, Μωσή θεόπτα δειχθείς, Χριστόν εκήρυξας έρχεσθαι, εν σαρκί προδιαγράψας αυτού, τήν πρός ανθρώπους φοβεράν καί θείαν έλευσιν, ού καί τύπος έμψυχος ώφθης σαφώς, καί Προφήτης πιστός.

 

Λόγου προφητείαις τόν λαόν, καί νόμου διαταγαίς καθοδηγήσας πιστώς, σημείων τέρασιν ίθυνας, καί θαυμάτων επιδείξεσιν, υπό Θεού δέ προσκληθείς, εν γή θεόπτα Μωάβ, προσετέθης, πρός τούς πατέρας τούς σούς μετά δόξης πολλής.

 

Όρει επιβάς ως ουρανώ, Θεού προστάξαντος κατείδες πνεύματι, τήν τών πραέων γήν Πάνσοφε, αισθητώς δέ κατενόησας, επαγγελίας τήν τρυφήν, καί μεταστάντος εκ γής, επεκρύβη, οικονομία Θεού καί τό σκήνός σου.

Θεοτοκίον

Ουδείς προακήκοε πρό σού, θεόπτης ένδοξε, Μωσή θεράπον Χριστού, διότι άπαντα έβλεψας, τής Παρθένου τά ινδάλματα, προδιαγράφοντα αυτής τήν θείαν γέννησιν, εν φλογί γάρ βάτου, κατείδες μορφήν τήν αόρατον.

Ο Ειρμός

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Τού Ιερομάρτυρος

 

Ωδή θ'

Θεόν ανθρώποις ιδείν

Χριστός ανθρώποις οδόν υπέδειξε, διά Σταυρού πρός ύψος ουρανών ευεπίβατον, διά τούτο θάνατος ηττάται βροτοίς, παίδες γάρ νεανίαι, τούτον ουκ έπτηξαν, σύν τώ θαυμασίω Bαβύλα, ούς μακαρίσωμεν.

 

Ευρών τών πόνων σου τήν αντάμειψιν, παρά Χριστού θαυμάτων, παροχήν καί αιώνιον, κληρουχίαν Βαβύλα θεσπέσιε, μέλπεις σύν τοίς Αγγέλοις, Άγιος, Άγιος, Άγιος, Τριάς η παντουργός καί παντοδύναμος.

 

Παθών ιάματα αρυσώμεθα, τή ευκλεεί σκηνή τών αθλοφόρων προστρέχοντες, εν αυτή γάρ πάρεισιν Αγγέλων χοροί, Πνεύματά τε δικαίων, πάντων η Δέσποινα, σύν τώ θαυμασίω Βαβύλα ιάσεις νέμοντες.

Θεοτοκίον

Ωδήν προσάγω σοι Κόρη Δέσποινα, εκ ρυπαρών χειλέων μου ο τάλας δεόμενος, τού βορβόρου ρύσαί με τών έργων μου, άπαντας δέ τούς πίστει, νύν ευφημούντάς σε, τής εκ δεξιών τού σού Υιού δόξης αξίωσον.

 

Τού Προφήτου

 

Λίθος αχειρότμητος

Γέγονας αυτόπτης θεόπτα, καί μετά θάνατον Κυρίου, ου δι' αμυδρών αινιγμάτων, Χριστόν αθρήσας, ως εν τή πέτρα τό πρίν, αλλ' ανθρωπίνω σώματι, φώς απαστράπτοντα θεότητος.

 

Όρος τό θαβώρ εδοξάσθη, υπέρ τό Σίναιον πλουσίως, ένθα Μωϋσής εκ νεκάδων, καί ο θεσβίτης εκ χώρας ζώντων Χριστόν, σύν Αποστόλοις έβλεπον, μεταμορφούμενον ως όντως Θεόν.

 

Σώσον συμπαθεί σου πρεσβεία, καί προσευχών τή παρρησία, ως τόν Ισραήλ εκ κινδύνων, Μωσή θεόπτα, καί χαλεπών καί δεινών, Χριστιανών τό πλήρωμα, εκ πάσης βλάβης τών υμνούντων σε.

Θεοτοκίον

Στάμνον σε χρυσήν τε καί πλάκα, καί θείαν τράπεζαν Παρθένε, πρότερον Μωσής διαγράψας, τρανώς εδήλου Θεόν τεχθήναι εκ σού, όν περ ιδόντες σώματι, πιστώς τόν ύμνον συμπληρούμέν σοι.

Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός, συνάψας τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Εξαποστειλάριον

Ο ουρανόν τοίς άστροις

Θύτης ομού καί θύμα, Βαβύλα ώφθης τού Θεού, θύων αυτώ αναιμάκτως, καί σοίς εν αίμασι τυθείς, σύν τοίς τελείοις νηπίοις, μεθ' ών σε ανευφημούμεν.

Θεοτοκίον

Τούς μή τήν σήν εικόνα, Παρθένε ασπαζομένους, καί τού Υιού καί Θεού σου, εκ πίστεως ειλικρινούς, κατάβαλε ως αθέους, καί τή γεέννη παράδος.

 

Καί τά λοιπά ως συνήθως, καί Απόλυσις.