ΤΗ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Ιερομάρτυρος Ανθίμου, Επισκόπου Νικομηδείας, καί τού Όσίου Πατρός ημών Θεοκτίστου, συνασκητού τού Μεγάλου Ευθυμίου.

 

ΕΙΣ ΤΟΝ ΕΣ ΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια τού Ιερομάρτυρος.

 

Ήχος α'

Πανεύφημοι μάρτυρες

Θεόφρον μακάριε βαφαίς, τού οικείου αίματος, τήν ιεράν σου καί ένθεον, στολήν εφαίδρυνας, εκ δυνάμεως γάρ, ευσεβώς εις δύναμιν, εις δόξαν από δόξης προβέβηκας, καί νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Θυσίαν τό πρότερον Θεώ, φέρων τήν αναίμακτον, ως ιερεύς εννομώτατος, ως ολοκάρπωμα, καί δεκτήν θυσίαν, σεαυτόν δι' αίματος, ως Μάρτυς αληθέστατος ύστερον, Χριστώ προσήγαγες, θεορρήμον πανσεβάσμιε, όν δυσώπει, υπέρ τών υμνούντων σε.

 

Μαρτύρων στρατεύματα Χριστώ, Πάτερ προσενήνοχας, ταίς υποθήκαις σου Άνθιμε, καί παραινέσεσι, νουθετών διδάσκων, καί σαφές υπόδειγμα, θεόφρον σεαυτόν παρεχόμενος, μεθ' ών ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Τού Οσίου

 

Όμοια

Πάτερ Θεόκτιστε τό σόν, ευαγές μνημόσυνον, τών μοναστών τά συστήματα, ευφραίνει κάλλεσι, τής σής πολιτείας, καί θαυμάτων χάρισι, καί ταίς τών χαρισμάτων λαμπρότησι, Χριστόν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ Θεόκτιστε τόν σόν, τόνον τής ασκήσεως, οι δυσμενείς επτοήθησαν, καί κατηργήθησαν, ταίς σαίς ανενδότοις, προσευχαίς πανεύφημε, Χριστόν γάρ συνεργούντα εκέκτησο, όν νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ Θεόκτιστε Θεού, κτίσις εχρημάτισας, τό κατ' εικόνα φυλάξας γάρ, επαληθεύουσαν, διά πολιτείας, καί πανσέπτου σχήματος, τήν κλήσιν επεδείξω πανθαύμαστε, Χριστόν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

Δόξα... Ήχος πλ. β'

Ιερεύς εννομώτατος, μέχρι τέλους σου εχρημάτισας μάκαρ Άνθιμε, ιερουργών γάρ τά θεία καί άρρητα μυστήρια, τό αίμα εξέχεας υπέρ Χριστού τού Θεού, καί θύμα ευπρόσδεκτον αυτώ προσήγαγες, διό παρρησίαν έχων πρός αυτόν, εκτενώς ικέτευε, υπέρ τών πίστει καί πόθω τελούντων, τήν αεισέβαστον μνήμην σου, καί τών αυτήν γεραιρόντων, ρυσθήναι πειρασμών, καί παντοίων κινδύνων καί περιστάσεων.

Καί νύν... Θεοτοκίον

Τριήμερος ανέστης

Ικέτευσον φιλάγαθε, τόν σόν Υιόν τού δούναί μοι, τών πολλών μου, εγκλημάτων ιλασμόν, καί τής εξ ευωνύμων, απαλλάξαι μερίδος, καί βασιλείας αξιώσαί με.

Η Σταυροθεοτοκίον

Παρίστατο τώ ξύλω ποτέ, καιρώ τώ τής σταυρώσεως, η Παρθένος, σύν παρθένω Μαθητή, καί κλαίουσα εβόα, Οίμοι! πώς πάσχεις πάντων, Χριστέ υπάρχων η απάθεια.

 

Εις τόν Στίχον, Στιχηρά τής Οκτωήχου.

 

Δόξα... Τού Οσίου

Ήχος πλ. β'

Όσιε Πάτερ, εις πάσαν τήν γήν εξήλθεν ο φθόγγος τών κατορθωμάτων σου, διό εν τοίς ουρανοίς, εύρες μισθόν τών καμάτων σου, τών δαιμόνων ώλεσας τάς φάλαγγας, τών Αγγέλων έφθασας τά τάγματα, ών τόν βίον αμέμπτως εζήλωσας, Παρρησίαν έχων πρός τόν Κύριον, εκτενώς ικέτευε υπέρ τών ψυχών ημών.

Καί νύν... Θεοτοκίον

Τριήμερος ανέστης

Ζηλώσας ο αντίδικος, τήν ποίμνην σου πανάχραντε, καθ' εκάστην, πολεμεί ο πονηρός, κατάβρωμα ποιήσαι, αλλά σύ Θεοτόκε, τής βλάβης τούτου εξελού ημάς.

Η Σταυροθεοτοκίον

Η Πάναγνος ως ειδέ σε, επί σταυρού κρεμάμενον, θρηνωδούσα, ανεβόα μητρικώς, Υιέ μου καί Θεέ μου, γλυκύτατόν μου τέκνον, πώς φέρεις πάθος επονείδιστον.

 

Απολυτίκιον τού Ιερομάρτυρος

Ποίημα Πατριάρχου Κωνσταντινουπόλεως

Ανθίμου Δ' Ήχος α'

Τού λίθου σφραγισθέντος

Τής ποίμνης σου θεόφρον, στερρός προστάτης γενόμενος, υπέρ αυτής ετοίμως τό σόν αίμα εξέχεας, καί απειλάς τών δυσμενών μή πτοηθείς, εν ουρανοίς νύν αγάλλη, τώ θρόνω τής τρισηλίου θεότητος παριστάμενος, Δόξα τώ ενισχύσαντί σε Χριστώ, δόξα τή ευψυχία σου, δόξα τή μαρτυρική σου Άνθιμε καρτερότητι.

Δόξα... Τού Οσίου

Ήχος πλ. δ'

Ταίς τών δακρύων σου ροαίς, τής ερήμου τό άγονον εγεώργησας, καί τοίς εκ βάθους στεναγμοίς, εις εκατόν τούς πόνους εκαρποφόρησας, καί γέγονας φωστήρ, τή οικουμένή λάμπων τοίς θαύμασι, Θεόκτιστε Πατήρ ημών Όσιε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

 

Καί νύν... Θεοτοκίον

Η Σταυροθεοτοκίον

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Kανών τής Οκτωήχου εις, καί τών Αγίων δύω.

 

Ο Κανών τού Ιερομάρτυρος, ού η Ακροστιχίς.

 

Άνθος σε μέλπω ποιμένων καί μαρτύρων. Ιωσήφ.

 

Ωδή α' Ήχος δ'

Τριστάτας κραταιούς, ο τεχθείς εκ παρθένου, απαθείας εν βυθώ, ψυχής τό τριμερές, καταπόντισον δέομαι, όπως σοι ως εν τυμπάνω τή νεκρώσει τού σώματος, επινίκιον άσω μελώδημα.

 

Ανθήσας Ιερώς, ώσπερ κρίνον λειμώνι, τών Μαρτύρων τάς ψυχάς, απάντων ευσεβών, ευωδία τών άθλων σου, Άνθιμε ευωδιάζεις, τών πιστώς ευφημούντων σε, Ιεράρχα καί Μάρτυς πολύαθλε.

 

Νευρώσας τήν ψυχήν, επιμόνοις μελέταις, εξενεύρισας εχθρόν, ανδρείαις συμπλοκαίς, καί ανίσχυρον έδειξας, όθεν πάσα Εκκλησία, επιγνούσά σε Μάρτυρα, απερίτρεπτον Μάκαρ γεραίρει σε.

 

Θαμβείται κατιδών, πρό βημάτων ανδρείως, παρεστώτά σε Σοφέ, αλάστωρ δυσμενής, καί θωπείαις εκλύειν σου, οίεται τήν καρτερίαν, αλλ' ηττήθη καί πέπτωκεν, απονοίας αυτού τά φρυάγματα.

Θεοτοκίον

Ο Κύριος εκ σού, ανατείλας ως οίδε, τούς χορούς τών Αθλητών, ελάμπρυνεν Αγνή, τά αυτού εικονίζοντας, πάθη πάντα ζωηφόρα, καί τόν άδικον θάνατον, δικαιούντα ημάς αμαρτήσαντας.

 

Κανών τού Οσίου, ού η Ακροστιχίς.

 

Τούς σούς αγώνας ώ Θεόκτιστε φράσω.

Θεοφάνους.

 

Ωδή α' Ήχος πλ. δ'

Η κεκομμένη

Τής απαθείας τώ πόθω νυττόμενος, σαρκός τά σκιρτήματα, Πάτερ κατεμάρανας, Θεόκτιστε σοφέ, θεόθεν βοηθούμενος, καί νύν ημάς φωτός τού νοητού, πλησθήναι καθικέτευσον, τώ Κυρίω ψάλλοντας, Ενδόξως γάρ δεδόξασται.

 

Οικειωθείς σοι ο μέγας Ευθύμιος, τή θεία Πάτερ στοργή, καί συνδιαιτώμενος, Θεόκτιστε στερρώς, τήν τρίβον τής ασκήσεως, διήνυσεν εμπράκτως αληθώς, καί σοί συνεκραύγαζε, τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Υπωπιάσας τό σώμα πανόλβιε, καί πάθη τά τής σαρκός, Πάτερ δουλωσάμενος, Θεόκτιστε τρανώς, εδέξω τήν λαμπρότητα, τής χάριτος, καί ταύτη λαμπρυνθείς, ενθέως ανεκραύγαζες, τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

Θεοτοκίον

Σέ σωτηρίας ελπίδα κτησάμενοι, Παρθενομήτορ αγνή, Λόγον ως κυήσασαν, θεόφρονες σοφοί, ασκήσει ενδιέπρεψαν, Ευθύμιος ο πάσι ποθητός, ο θείός τε Θεόκτιστος, τώ Κυρίω ψάλλοντες, ενδόξως γάρ δεδόξασται.

 

Τού Ιεράρχου

 

Ωδή γ'

Ότι στείρα έτεκεν, η εξ εθνών Εκκλησία, καί η πολλή εν τέκνοις, ησθένησε συναγωγή, τώ θαυμαστώ Θεώ ημών βοήσωμεν, Άγιος εί Κύριε.

 

Εαυτόν παρέδωκας, ως ο Χριστός τοίς ζητούσι, καί πρός σφαγήν ηνέχθης, ώσπερ επίσημος κριός, καθαγιάζων Άνθιμε, τώ αίματι, πάντας τούς τιμώντάς σε.

 

Λύσας τή θεία χάριτι, πάσαν δαιμόνων απάτην, ήχθης δεσμώτης Μάρτυς, τόν δεδεμένον διά σέ, εξεικονίζων Άνθιμε, καί θανάτω, λύσαντα τόν θάνατον.

 

Πρηστήρια όργανα, βασανιστήρια πάντα, πρό οφθαλμών σου βλέψας, ουκ εσαλεύθης τώ νοϊ αλλά θερμώς εχώρησας, πρός βάσανα, Άνθιμε πολύαθλε.

Θεοτοκίον

Ωραιώθης Πάναγνε, τόν υπέρ πάντας ωραίον, τούς γηγενείς τεκούσα, Υιόν καί Λόγον τού Πατρός, όν οι γενναίοι Μάρτυρες, ποθήσαντες, δόξη ελαμπρύνθησαν.

 

Τού Οσίου

 

Σύ εί τό στερέωμα

Σάρκα μέν ενέκρωσας, δι' εγκρατείας σου Όσιε, τήν δέ ψυχήν θείων χαρισμάτων, δωρεαίς κατελάμπρυνας.

 

Όλην μέν τήν έφεσιν, πρός τόν Δεσπότην σου έτρεψας, τόν δέ θυμόν, κατά τών δαιμόνων, θεοφόρε καθώπλισας.

Θεοτοκίον

Ύμνους αναμέλποντες, οι θεοδίδακτοι Δέσποινα, σέ Ασκηταί, ως Θεόν τεκούσαν, Θεοτόκον εδόξασαν.

Ο Ειρμός

Σύ εί τό στερέωμα, τών προστρεχόντων σοι Κύριε, σύ εί τό φώς, τών εσκοτισμένων, καί υμνεί σε τό πνεύμά μου.

 

Κάθισμα τού Ιερομάρτυρος

Ήχος α'

Τόν τάφον σου Σωτήρ

Τό αίμά σου σοφέ, μυστικώς ανεβόα, εκ γής πρός τόν Θεόν, ως τού Άβελ θεόφρον, σαφώς γάρ εκήρυξας, τήν Τριάδα τήν άκτιστον, όθεν Άνθιμε, ποιμαντικώς διαπρέψας, απεδίωξας, τούς τών αιρέσεων θήρας, ως φύλαξ τής πίστεως.

Δόξα... Τού Οσίου

Ήχος δ' Επεφάνης σήμερον

Τών Πατέρων έξαρχος, ανηγορεύθης, καί τώ κόσμω γέγονας, περιφανέστατος λαμπτήρ, Όσιε Πάτερ Θεόκτιστε, όθεν απαύστως, τιμώμεν τήν μνήμην σου.

Καί νύν... Θεοτοκίον

Τήν θερμήν αντίληψιν, τών εν ανάγκαις, τήν ημών βοήθειαν, καί πρός Θεόν καταλλαγήν, δι' ής φθοράς ελυτρώθημεν, τήν Θεοτόκον, πιστοί μακαρίσωμεν.

Η Σταυροθεοτοκίον

Επί ξύλου βλέπουσα, αναρτηθέντα, τόν Υιόν σου Πάναγνε, σπλάγχνα μητρώα γοερώς, σπαρασσομένη εκραύγαζες, Οίμοι! πώς έδυς, τό φώς μου τό άχρονον.

 

Τού Ιεράρχου

 

Ωδή δ'

Δι' αγάπησιν Οικτίρμον, τής σής εικόνος επί Σταυρού σου έστης, καί ετάκησαν τά έθνη, σύ γάρ εί Θεός ημών, ισχύς μου καί ύμνησις.

 

Πέτρα πίστεως τάς φρένας ερηρεισμένος, λίθοις ετύφθης Μάρτυς, εν μιμήσει Στεφάνου, όθεν στεφανούμέν σε, τοίς ύμνοις γηθόμενοι.

 

Ο Θεού σε επυρπόλησε θείος ζήλος, πεπυρωμένοις όθεν, ουκ ησθάνου σιδήροις, εμπερονιζόμενος, Μαρτύρων αγλάϊσμα.

 

Ιερέων χρίσμα άγιον κεχρισμένος, καί κατηγλαϊσμένος, τώ σεπτώ μαρτυρίω, χαίρων προσεχώρησας, Αγίων εις Άγια.

Θεοτοκίον

Μή κενώσας τούς πατρώους ο Λόγος κόλπους, σού εν τοίς κόλποις Κόρη, ανεκλίθη ως βρέφος, θέλων αναπλάσαι με, φθορά υποκείμενον.

 

Τού Οσίου

 

Επέβης εφ' ίππους

Σοφίας τής πρώτης, σύ εραστής ώφθης Πάνσοφε, τόν γάρ βίον αμέμπτως διήνυσας, κεκαθαρμένος άριστα ψυχήν καί έννοιαν, συμφώνως ανακράζων, δόξα τή δυνάμει σου Κύριε.

 

Αγνίσας τόν νούν σου, τής τών παθών τύρβης ένδοξε, τάς αισθήσεις εμφρόνως ρυθμίσας τε, αταραξίας γαλήνη Πάτερ προσώρμησας, προθύμως αναμέλπων, Δόξα τή δυνάμει σου Κύριε.

 

Γεώδεις φροντίδας, ασκητικώς απωσάμενος, ουρανίους ελπίδας εκτήσατο, ο σός θεράπων Δέσποτα, θείος Θεόκτιστος, Ευθυμίω συμψάλλων' Δόξα τή δυνάμει σου Κύριε.

Θεοτοκίον

Ως ώφθης εν κόσμω, εκ τής Παρθένου ως άνθρωπος, εδωρήσω τήν νίκην Οσίοις σου, τώ σώ Σταυρώ γάρ, δαίμονας ούτοι απήλασαν, εν πίστει εκβοώντες, Δόξα τή δυνάμει σου Κύριε.

 

Τού Ιεράρχου

 

Ωδή ε'

Τόν φωτισμόν σου, Κύριε κατάπεμψον ημίν, καί τής αχλύος ημάς τών πταισμάτων λύσον αγαθέ, τήν ειρήνην ουρανόθεν δωρούμενος.

 

Εν τώ δεινώς πυρούσθαί σου τούς πόδας Αθλητά, συνθλάς τήν κάραν, ασάρκου δυσμενούς, καί πρός ουρανόν βαδίζεις, άθλοις ιεροίς εγκοσμούμενος.

 

Νενικημένος έμεινεν εχθρός εξεστηκώς, Θεός δέ ζώση εκάλει σε φωνή, θάρσος εντιθείς τή σή καρδία, Ιεράρχα πολύαθλε.

 

Ως προσφορά ολόκληρος, ως θύμα ιερόν, ως ιερείον, ως κάρπωμα θείον, τώ παμβασιλεί Ποιμήν καί Μάρτυς, ανηνέχθης γηθόμενος.

Θεοτοκίον

Νόμου σκιαί εδήλωσαν τό φέγγος τό εκ σού, εξανατείλαν πανάμωμε Κόρη, καί τών αθλητών καταλαμπρύναν, τούς χορούς ευφημούντάς σε.

 

Τού Οσίου

 

Φώτισον ημάς

Νέκρωσον ημών, τά φρονήματα φιλάνθρωπε, τής σαρκός καί τά σκιρτήματα, ταίς ευπροσδέκτοις, τού Οσίου σου εντεύξεσιν.

 

Άνωθεν ημάς, εποπτεύοις Παμμακάριστε, καί κατευθύνοις τόν βίον ημών, τών εκτελούντων πόθω, σοφέ τήν μνήμην σου.

Θεοτοκίον

Σύσκηνος δυάς, παναρίστη καί Θεόκλητος, τόν σαρκωθέντα εκ Παρθένου αγνής, Θεόν κηρύττει, αρρήτως ημίν εκλάμψαντα.

 

Τού Ιεράρχου

 

Ωδή ς'

Εβόησε, προτυπών τήν ταφήν τήν τριήμερον, ο προφήτης Ιωνάς, εν τώ κήτει δεόμενος, Εκ φθοράς με ρύσαι, Ιησού βασιλεύ τών δυνάμεων.

 

Κυκλούμενος, θλιβερώς καί τροχώ προσδεσμούμενος, καί λαμπάσι, πανταχόθεν ευτόνως φλεγόμενος, ακλινής ωράθης, Ιεράρχα πολύαθλε Άνθιμε.

 

Ανέπεμπες, τώ Θεώ υμνωδίαν φλεγόμενος, καί τήν δρόσον, ως οι Παίδες εξ ύψους δεχόμενος, Αθλητά γενναίε, τών Αγίων Αγγέλων συνόμιλε.

 

Ιάτρευσον, τήν ψυχήν μου νοσούσαν ανίατα, ιερεύς γάρ, δεδειγμένος καί Μάρτυς αήττητος, εξουσίαν έχεις, αφαιρείν αμαρτίας Μακάριε.

Θεοτοκίον

Μαράνασα, τά φυτά τής κακίας Ανύμφευτε, τώ βλαστώ σου, τών παθών μου τούς σκόλοπας έκτιλον, καί βλαστάνειν θεία, τήν ψυχήν μου νοήματα ποίησον.

 

Τού Οσίου

 

Τήν δέησιν εκχεώ

Ως ήλιος, τοίς εν γή ανέτειλας, τώ πυρσώ τής ευσεβείας φωτίζων, καί αρετών, διασπείρων τό φέγγος, καί σωφροσύνης διδάσκων φαιδρότητα, Θεόκτιστε σαίς προσευχαίς, καί νύν τήν οικουμένην ειρήνευσον.

 

Θεόφρονι, λογισμώ χρησάμενος, τών εν γή καταπεφρόνηκας πάντων, καί ουρανών, παμμακάριστε Πάτερ, τήν κληρουχίαν πανσόφως προέκρινας, Θεόκτιστε, καί νύν σαφώς, ουρανούς εμβατεύεις γηθόμενος.

Θεοτοκίον

Εθέλχθητε, καλλονής τώ έρωτι, τού Χριστού τής ευπρεπούς τε καί θείας, διά σαρκός, τού φανέντος εν κόσμω, εκ τής Αγίας αγνής Θεομήτορος, καί ώφθητε τών μοναστών, ακριβούς πολιτείας προγράμματα.

Ο Ειρμός

Τήν δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών, η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ως, Ιωνάς, Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Κοντάκιον τού Ιερομάρτυρος

Ήχος δ' Ο υψωθείς

Εν ιερεύσιν ευσεβώς διαπρέψας, καί μαρτυρίου τήν οδόν διανύσας, τά τών ειδώλων έσβεσας σεβάσματα, πρόμαχος γενόμενος, τής σής ποίμνης θεόφρον, διό σε καί γεραίρουσα, μυστικώς εκβοά σοι, Εκ τών κινδύνων ρύσαί με αεί, ταίς σαίς πρεσβείαις, Πατήρ ημών Άνθιμε.

Ο Οίκος

Ενθείς μοι γνώσιν θεϊκήν, τόν ζόφον τής αγνοίας, εκ τής εμής καρδίας, απέλασον ευχαίς σου, όπως υμνήσω σου πιστώς τήν αγίαν μνήμην, εν ή Αγγέλων χοροί, μετά Μαρτύρων σήμερον ευφραίνονται ενθέως, καί άνθρωποι, ύμνοις εγκωμίων τήν σήν κάραν, ώσπερ άνθη συμπλέξαντες, στέφουσιν αξίως, αιτούντες παρά σού λαβείν, τών πταισμάτων αποχήν, καί τών κακών τού βίου λύσιν, καί εχθρών ορατών καί αοράτων ρυσθήναι, ταίς σαίς πρεσβείαις, Πατήρ ημών Άνθιμε.

 

Συναξάριον

Τή Γ' τού αυτού μηνός, Μνήμη τού Αγίου Ιερομάρτυρος Ανθίμου, Επισκόπου Νικομηδείας.

Στίχοι

               Τμηθείς κεφαλήν Μάρτυς Άνθιμε ξίφει,

               Καί νεκρός ανθείς εις Θεού δόξαν τρίχας.

               Άνθιμον εν τριτάτη απέκτεινε ξίφος οξύ.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσοίυ Πατρός ημών Θεοκτίστου, συνασκητού τού Μεγάλου Ευθυμίου.

Στίχοι

               Ειδώς σόν είναι τόν Θεόν Κτίστην, Πάτερ,

               Αυτόν πρό πάντων εξελέξω κτισμάτων.

 

Τή αυτή ημέρα, ο Άγιος Ζήνων, εν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειούται.

Στίχοι

               Ζήνων ο θείος τού Θεού πόθω ζέων,

               Χαίρων υπήλθε τού μολύβδου τό ζέον.

 

Τή αυτή ημέρα, η Αγία Βασίλισσα, θηριομαχήσασα καί μηδέν βλαβείσα, τελειούται.

Στίχοι

               Οφθείσα Βασίλισσα φρικτή θηρίοις,

               Φρικτώ παρέστη παμβασιλέως θρόνω.

 

Τή αυτή ημέρα, ο Άγιος Αριστίων, Επίσκοπος Αλεξανδρείας, πυρί τελειούται.

Στίχοι

               Ως εις άριστον τήν πυράν σπεύδων τρέχεις,

               Χριστού άριστε Μαρτύρων Αριστίων.

 

Τή αυτή ημέρα, ο Άγιος Χαρίτων, εν ασβέστου βόθρω βληθείς, τελειούται.

Στίχοι

               Εισδύς Χαρίτων εις τόν ασβέστου βόθρον,

               Άσβεστον εύρε φώς ακηράτου τόπου.

 

Ο άγιος μάρτυς Αρχοντίων λιμώ τελειούται.

 

Ο άγιος νεομάρτυς Πολύδωρος ο εν τή νέα Εφέσω μαρτυρήσας

κατά τό 1794, αγχόνη τελειούται.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τού Ιεράρχου

 

Ωδή ζ'

Αβραμιαίοι ποτέ, εν Βαβυλώνι παίδες, καμίνου φλόγα κατεπάτησαν, καί υμνούντες έψαλλον, ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Αι προσαχθείσαι τώ σώ, σεπτώ σαρκίω φλόγες, μηδέν σε όλως λυμηνάμεναι, επί τούς μισούντάς σε, επιστασία θείων, εστράφησαν Αγγέλων.

 

Ρώμη Θεού πανσθενεί, τροχός εξαίφνης έστη, ο τιμωρών σε, καί κυλίονται, πρός πίστιν τώ θαύματι, οι τών απίστων δήμοι, σοφέ ιερομύστα.

 

Τών τού Χριστού εντολών, φύλαξ υπάρχων Μάκαρ, εφυλακίσθης φυλασσόμενος, πρός τούτου καί γέγονας, φρουρός τοίς σέ φρουρούσι, διδάγμασιν ενθέοις.

Θεοτοκίον

Υπερβολή Παρθένε, φιλανθρωπίας ώφθη, εκ σού ο Λόγος σωματούμενος, καί σώζει τούς μέλποντας, ο τών Πατέρων ημών Θεός ευλογητός εί.

 

Τού Οσίου

 

Παίδες Εβραίων

Όλω τώ πόθω συνημμένος, δι' ασκήσεως στερράς σου τώ Δεσπότη, ταίς αυτού νύν τρυφάς, ελλάμψεσι κραυγάζων, Ευλογητός εί Κύριε, ο Θεός εις τούς αιώνας.

 

Κάρπωμα θείον τώ Δεσπότη, προσενήνοχας τόν βίον σου Τρισμάκαρ, καί θυσίαν δεκτήν, καί άμωμον κραυγάζων, Ευλογητός εί Κύριε, ο Θεός εις τούς αιώνας.

 

Τέλος τών πόνων εύρες Μάκαρ, τήν απόλαυσιν τήν εν τώ Παραδείσω, εκ στενής γάρ οδού, κατήντησας πρός πλάτος, τής βασιλείας πάνσοφε, ευλογών τόν πάντων Κτίστην.

Θεοτοκίον

Ίδε Παρθένος θείον βρέφος, απεγέννησεν, όπερ οι θεοφόροι, έπιγνόντες Θεόν, καί Κύριον εβόων, Ευλογητός εί Κύριε, ο Θεός εις τούς αιώνας.

 

Τού Ιεράρχου

 

Ωδή η'

Λυτρωτά τού παντός παντοδύναμε, τούς εν μέσω φλογός ευσεβήσαντας, συγκαταβάς εδρόσισας, καί εδίδαξας μέλπειν, Πάντα τά έργα ευλογείτε, υμνείτε τόν Κύριον.

 

Ρητορεύεις Κυρίου τήν σάρκωσιν, παρανόμων τυράννων ενώπιον, προσομιλών κολάσεσι, καί πικραίς τιμωρίαις καί αλγηδόσιν, ιεράρχα πολύαθλε Άνθιμε.

 

Ώσπερ σίδηρος Μάκαρ εστόμωσαι, τώ πυρί τών απείρων κολάσεων, καί τάς αμέτρους φάλαγγας, τών δαιμόνων συγκόψας, νίκης βραβεία, ανεπλέξω δοξάζων τόν Κύριον.

 

Νεκρωθείς εκουσίως πανόλβιε, τήν ζωήν τήν αγήρω απέλαβες, καί Παραδείσου είσοδον, καί τάς θείας σκηνώσεις, εν αίς χορεύων, τών Τιμώντων σε μέμνησο Άνθιμε.

Θεοτοκίον

Ιεραίς εν φωναίς μακαρίσωμεν, τού Θεού τήν σκηνήν τήν αμόλυντον, τήν κιβωτόν τήν έμψυχον, τών Μαρτύρων τήν δόξαν, τήν ανωτέραν Χερουβίμ καί απάσης τής κτίσεως.

 

Τού Οσίου

 

Επταπλασίως κάμινον

Σύν εγκωμίοις γίνεται, θεοφόρε η μνήμη σου, τής δικαιοσύνης γάρ εδείχθης τρόφιμος, ανδρείας φρονήσεως, καί σωφροσύνης Πάτερ σοφέ, τόν Δημιουργόν καί Λυτρωτήν ανακράζων, οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.

 

Τόν θεοφόρον άπαντες, ευφημίαις τιμήσωμεν, ως εμπεπλησμένον εναργώς τής χάριτος, καί θείαις ελλάμψεσι, πεφωτισμένον άριστα, τόν Δημιουργόν καί Λυτρωτήν εκβοώντες, οι παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε εις πάντας τούς αιώνας.

 

Εν τή σορώ τό σώμά σου, ιεράρχης εκήδευσε, καί τής ευθυμίας, ο φαιδρός επώνυμος, ψυχήν δέ οι Άγγελοι, εν ουρανοίς προσήνεγκαν, τώ Δημιουργώ χαρμονικώς μελωδούντες, Οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε αυτόν εις τούς αιώνας.

Θεοτοκίον

Φιλοσοφείν επόθησαν, τής Σοφίας τώ έρωτι, τής ενυποστάτου, ασκηταί θεόφρονες, τής κόσμω πανάμωμε, αναδειχθείσης Κόρη εκ σού, καί θεοπρεπώς, τάς αρετάς φυτευσάσης, ήν Παίδες ευλογούσιν, ιερείς ανυμνούσι, λαοί υπερυψούσιν εις πάντας τούς αιώνας.

Ο Ειρμός

Επταπλασίως κάμινον, τών Χαλδαίων ο τύραννος, τοις θεοσεβέσιν εμμανώς εξέκαυσε, δυνάμει δέ κρείττονι, περισωθέντας τούτους ίδών, Τόν Δημιουργόν, καί Λυτρωτήν ανεβόα, οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τού ιεράρχου

 

Ωδή θ'

Εύα μέν τώ τής παρακοής νοσήματι, τήν κατάραν εισωκίσατο, σύ δέ Παρθένε Θεοτόκε, τώ τής κυοφορίας βλαστήματι, τώ κόσμω τήν ευλογίαν εξήνθησας, Όθεν σε πάντες μεγαλύνομεν.

 

Ως ρόδον ευώδες μυστικώς εξήνθησας, εν τώ οίκω τού Θεού ημών, όθεν ημάς ευωδιάζεις, Κυρίου ευωδία γενόμενος, καί πάθη τά δυσώδη Μακάριε, αποδιώκεις τών ψυχών ημών.

 

Σήμερον τήν μνήμην σου τελεί, τήν ένδοξον, συγκαλούσα πόλιν άπασαν, η ευγενής Νικομηδέων, περιδοξός τε πόλις εν πόλεσιν, αυτής γάρ πολιούχος γεγένησαι, ήν ουρανόθεν Μάρτυς ποίμαινε.

 

Η γή σου τό αίμα εκχυθέν εδέξατο, Ιεράρχα, τό δέ πνεύμά σου, εις ουρανούς ανεκομίσθη, τοίς θείοις συναγάλλεσθαι Πνεύμασι, μεθ' ών ημών μνημόνευε Άνθιμε, θείων Μαρτύρων ακροθίνιον.

Θεοτοκίον

Φλογίνη ρομφαία η τό πρίν τήν είσοδον, Παραδείσου εναπείργουσα, νώτα νύν δίδωσι Παρθένε, τοίς πάθη τά σεπτά εικονίσασι, Χριστού τού λογχευθέντος θελήματι, καί σέ τιμώσι τήν υπέρτιμον.

 

Τού Οσίου

 

Εξέστη επί τούτω ο ουρανός

Ροαίς σου τών δακρύων εκκαθαρθείς, νύν φωτός απολαύεις Θεόκτιστε, τού τριφεγγούς, τούτω παριστάμενος εμφανώς, καί ταίς εκείθεν άριστα, εκλελαμπρυσμένος μαρμαρυγαίς, εξ ύψους εποπτεύοις, ημάς τούς τήν σήν μνήμην, επιτελούντας παμμακάριστε.

 

Αγάπη καί ελπίδι θωρακισθείς, καί πιστώς πεφραγμένος διέλυσας, τάς μηχανάς, καί τάς μεθοδείας τών δυσμενών, καί νικητής γενόμενος, νύν στεφανηφόρος περιπολείς, ταίς θείαις σύν χορείαις, Αγγέλων καί δικαίων, περί τόν θρόνον τού Παντάνακτος.

 

Σωφρόνως καί δικαίως καί εύσε σύν ανθρώποις βιβώς, εν τή γη ώσαντες, εν ουρανοίς, λάμπετε θεόφρονες Ασκηταί, σύν Ασωμάτων τάξεσιν, αίγλη εντρυφώντες θεαρχική, παρ' ής καί τών αγώνων, ενδίκως τοίς στεφάνοις, ως νικηφόροι εκοσμήθητε.

Θεοτοκίον

Ώ θεία καί θεόφρον καί ιερά, ξυνωρίς τών Πατέρων υπέρλαμπρε, ταίς σαίς λιταίς, κόσμω τήν ειρήνην παρά Θεού, καταπεμφθήναι αίτησαι, καί τή Εκκλησία ειλικρινή, ομόνοιαν καί πίστιν, πρεσβείαις ευπροσδέκτοις, τής Θεοτόκου παμμακάριστοι.

Ο Ειρμός

Εξέστη επί τούτω ο ουρανός, καί τής γής κατεπλάγη τά πέρατα, ότι Θεός, ώφθη τοίς ανθρώποις σωματικώς, καί η γαστήρ σου γέγονεν, ευρυχωροτέρα τών ουρανών, διό σε Θεοτόκε, Αγγέλων καί ανθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

 

Εξαποστειλάριον τού ιερομάρτυρος

Τών μαθητών ορώντων σε

Χορείαν άγε σήμερον ετησίαν, Νικομηδέων πάσα χαίρουσα πόλις, τού καλού Ποιμένος σου, καί σκίρτησον, τόν πολιούχον έχουσα, διατηρούντά σε βλάβης, τών δυσμενών ανωτέραν.

Τού Οσίου

Τοίς Μαθηταίς συνέλθωμεν

Αγγελικώς εβίωσας, επί γής θεοφόρε, σύν Ευθυμίω πάνσοφε, τώ μεγάλω φωστήρι, Θεόκτιστε διαπρέψας, εν ευχαίς καί νηστείαις, καί πλείστοις κατορθώμασι, πρακτικής θεωρίας, μεθ' ού καί νύν, παρεστώς τριάδι τή απροσίτω, υπέρ ημών ικέτευε, τών τιμώντων σε μάκαρ.

Θεοτοκίον

Τετυρωμένον πάναγνε, καί πιότατον όρος, Δαυίδ Θεογεννήτρια, μελωδών σε εκάλει, ο σός προπάτωρ Παρθένε, Σολομων δέ ο θείος, κλίνην σαφώς τοίς Άσμασιν, Ησαίας δέ ράβδον, καί Ιακώβ, κλίμακα σέ είδε, καί πύλην άλλος, εξ ής Θεός τό φύραμα, νεουργεί τών ανθρώπων.

 

Εις τόν Στίχον τών Aίνων, Στιχηρά τής Οκτωήχου.

 

Δόξα... Ήχος δ'

Εφραίμ Καρίας

Τή Νικομηδέων μεγαλοπόλει, πάσα πόλις καί χώρα συνεορτάζει σήμερον, επί τή μνήμη τού σεβασμίου αυτής πολιούχου, καί γάρ τά πέρατα τής γής, κροτεί επευφραινόμενα, τή νύν πανηγύρει τού ιερομάρτυρος, τούτω καί ημείς τοίς άσμασιν ως άνθεσι, στεφάνους πλέξαντες εκβοήσωμεν, Χαίροις ο ποιμήν ο καλός, ο τήν ψυχήν θείς υπέρ τών προβάτων, η θυσία καί θύτης, ο Ιερεύς καί Ιερείον, Σού δεόμεθα, σύν τοίς συνάθλοις σου, Xριστόν Άνθιμε ικέτευε, τήν ποίμνην σου ταύτην τών βαρβάρων λύκων λυτρωθήναι, καί τής ουρανίου μάνδρας αξιωθήναι.

Καί νύν... Θεοτοκίον

Έδωκας σημείωσιν

Εν κλίνη κατάκειμαι, τής αμελείας πανάμωμε, καί ραθύμως διέρχομαι, τόν βίον καί δέδοικα, τόν τής τελευτής μου, καιρόν Θεοτόκε, μή ώσπερ λέων αφειδώς, διασπαράξη τήν ταπεινήν μου ψυχήν, ο όφις ο παμπόνηρος, διό τή σή αγαθότητι, πρό τού τέλους προφθάσασα, πρός μετάνοιαν έγειρον.

Η Σταυροθεοτοκίον

Νεκρούμενον βλέπουσα, Χριστόν η πάναγνος Δέσποινα, καί νεκρούντα τόν δόλιον, ως Δεσπότην κλαίουσα, ύμνει τόν εκ σπλάγχνων, αυτής προελθόντα, καί τό μακρόθυμον αυτού, αποθαυμάζουσα ανεκραύγαζε, Τέκνον μου ποθεινότατον, μή επιλάθη τής δούλης σου, μή βραδύνης φιλάνθρωπε, τό εμόν παραμύθιον.

 

Καί τά λοιπά, ως σύνηθες, καί Απόλυσις.