ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Ζ' ΕΒΔΟΜΑΔΟΣ

ΗΤΟΙ

ΤΩ ΠΡΟ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ

 

Στιχηρά Μαρτυρικά τής Οκτωήχου γ'

Ήχος πλ. β'

Οι Μάρτυρές σου Κύριε, ουκ ηρνήσαντό σε, ουκ απέστησαν από τών εντολών σου, ταίς αυτών πρεσβείαις ελέησον ημάς.

 

Οι μαρτυρήσαντες διά σέ Χριστέ, πολλάς βασάνους υπέμειναν, πρεσβείαις Κύριε, καί ευχαίς αυτών, πάντας ημάς διαφύλαξον.

 

Οι αθλοφόροι Μάρτυρες, καί ουρανοπολίται, επί γής αθλήσαντες, πολλάς βασάνους υπέμειναν, καί τέλειον απέλαβον τόν στέφανον εν ουρανοίς, ίνα πρεσβεύωσιν, υπέρ τών ψυχών ημών.

Καί τών Κεκοιμημένων γ'

Ήχος πλ. δ' Ο εν Εδέμ Παράδεισος

Τών απ' αιώνος σήμερον νεκρών, απάντων κατ' όνομα, μετά πίστεως ζησάντων ευσεβώς, μνήμην τελούντες οι πιστοί, τόν Σωτήρα καί Κύριον, ανυμνήσωμεν, αιτούντες εκτενώς, τούτους εν ώρα τής κρίσεως, απολογίαν αγαθήν, δούναι αυτώ τώ Θεώ ημών, τώ πάσαν κρίνοντι τήν γήν, τής δεξιάς αυτού παραστάσεως τυχόντας εν χαρά, εν μερίδι Δικαίων, καί εν Αγίων κλήρω φωτεινώ, καί αξίους γενέσθαι, τής ουρανίου βασιλείας αυτού.

 

Ο τώ οικείω αίματι Σωτήρ, βροτούς εκπριάμενος, καί θανάτω σου θανάτου τού πικρού, εκλυτρωσάμενος ημάς, καί ζωήν τήν αιώνιον, παρασχών τή Αναστάσει σου ημίν, πάντας ανάπαυσον Κύριε, τούς κοιμηθέντας ευσεβώς, ή εν ερήμοις, ή πόλεσιν, ή εν θαλάσση, ή εν γή, ή εν παντί τόπω, βασιλείς τε, ιερείς, αρχιερείς, μοναστάς καί μιγάδας, εν ηλικία πάση παγγενεί, καί αξίωσον τούτους τής ουρανίου βασιλείας σου.

 

Τή εκ νεκρών Εγέρσει σου Χριστέ, ουκέτι ο θάνατος, κυριεύει τών θανόντων ευσεβώς, διό αιτούμεν εκτενώς, τούς σούς δούλους ανάπαυσον, εν αυλαίς σου, καί εν κόλποις, Αβραάμ, τούς εξ Αδάμ μέχρι σήμερον, λατρεύσαντάς σοι καθαρώς, πατέρας καί αδελφούς ημών, φίλους ομού καί συγγενείς, άπαντα άνθρωπον, τά τού βίου λειτουργήσαντα πιστώς, καί πρός σέ μεταστάντα πολυειδώς καί πολυτροπως ο Θεός, καί αξίωσον τυχείν, τής ουρανίου βασιλείας σου.

Δόξα... Ήχος πλ. δ'

Θρηνώ καί οδύρομαι, όταν εννοήσω τόν θάνατον, καί ίδω εν τοίς τάφοις κειμένην, τήν κατ' εικόνα Θεού, πλασθείσαν ημίν ωραιότητα, άμορφον, άδοξον, μή έχουσαν είδος, Ώ τού θαύματος! τί τό περί ημάς τούτο γέγονε μυστήριον, πώς παρεδόθημεν τή φθορά; πώς συνεζεύχθημεν τώ θανάτω; όντως Θεού προστάξει, ως γέγραπται, τού παρέχοντος τοίς μεταστάσι τήν ανάπαυσιν.

Καί νύν... Θεοτοκίον

Ήχος πλ. β'

Τίς μή μακαρίσει σε Παναγία Παρθένε; τίς μή ανυμνήσει σου τόν αλόχευτον τόκον,, ο γάρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδι φύσεων ασυγχύτως γνωριζόμενος, Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

 

Αντί δέ τού Προκειμένου

ψάλλομεν εις Ήχον πλ. δ' τό,

Αλληλούϊα,, Αλληλούϊα, Αλληλούϊα

Στίχ. Μακάριοι, ούς εξελέξω, καί προσελάβου Κύριε.

Αλληλούϊα, γ'

Στίχ. Καί τό μνημόσυνον αυτών εις γενεάν καί γενεάν.

Αλληλούϊα, γ'

 

 

Εις τόν Στίχον, Στιχηρά Ήχος πλ. β'

Μαρτυρικόν

Ο Σταυρός σου Κύριε, τοίς Μάρτυσι γέγονεν όπλον αήττητον, έβλεπον γάρ τόν προκείμενον θάνατον, καί προβλέποντες τήν μέλλουσαν ζωήν, τή ελπίδι τή εις σέ ενεδυναμούντο, αυτών ταίς παρακλήσεσιν ελέησον ημάς.

Νεκρώσιμον

Στίχ. Αι ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

 

Ετίμησας εικόνι σου, τό τών χειρών σου Σώτερ πλαστούργημα, ζωγραφήσας εν υλική μορφή, τής νοεράς ουσίας τό ομοίωμα, ής καί κοινωνόν με κατέστησας, θέμενος τών επί γής κατάρχειν με τώ αυτεξουσίω, Λόγε, διό Σώτερ τούς δούλους σου, εν χώρα ζώντων, έν σκηναίς Δικαίων ανάπαυσον.

 

Στίχ. Μακάριοι, ούς εξελέξω καί προσελάβου Κύριε.

 

Ίνα μοι τό αξίωμα τής τών λοιπών ζωής διακρίνηται, κήπον εν τή Εδέμ, παντοίοις ωραϊσμένον φυτοίς εφύτευσας, λύπης καί μερίμνης ελεύθερον, μέτοχον θείας ζωής, ισάγγελον επί γής μικτόν με τάξας, διό Σώτερ τούς δούλους σου, εν χώρα ζώντων, εν σκηναίς Δικαίων ανάπαυσον.

Δόξα... Ήχος πλ. β'

Αρχή μοι καί υπόστασις, τό πλαστουργόν σου γέγονε πρόσταγμα, βουληθείς γάρ εξ αοράτου τε, καί ορατής με ζώον συμπήξαι φύσεως, γήθέν μου τό σώμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τή θεία σου καί ζωοποιώ εμπνεύσει, διό Σώτερ τούς δούλους σου, εν χώρα ζώντων, εν σκηναίς Δικαίων ανάπαυσον.

Καί νύν... Θεοτοκίον

Πρεσβείαις τής Τεκούσης σε, Χριστε καί τών Μαρτύρων σου, Αποστόλων, Προφη πάντών, Ιεραρχών, Οσίων καί Δικαίων, και των τών Αγίων, τούς κοιμηθέντας δούλους σου ανάπαυσον.

 

Απολυτίκιον Ήχος πλ. δ'

Ο βάθει σοφίας φιλανθρώπως πάντα οικονομών, καί τό συμφέρον πάσιν απονέμων, μόνε Δημιουργέ, ανάπαυσον Κύριε τάς ψυχάς τών δούλων σου, εν σοί γάρ τήν ελπίδα ανέθεντο, τώ ποιητή καί πλάστη καί Θεώ ημών.

Θεοτοκίον

Σε καί τείχος καί λιμένα έχομεν, καί πρέσβιν ευπρόσδεκτον, πρός, όν έτεκες Θεόν, Θεοτόκε ανύμφευτε, τών πιστών η σωτηρία.

 

ΑΚΟΛΟΥθΙΑ ΤΗΣ ΠΑΝΝΥΧΙΔΟΣ

 

Νεκρώσιμον Κανόνα, ού η ακροστιχίς

 

Εκτον προσαυδώ τοις απελθούσιν μέλος

Ποίημα Θεοφάνους

Ωδή α' Ήχος πλ. β'

Ως εν ηπείρω πεζεύσας

Εν ουρανίοις θαλάμοις δι' ηνεκώς, οι γενναίοι, ούς εκ Μάρτυρες, δυσωπούσί σε Χριστε, γής μετέστησας πιστούς, αιωνίων αγαθών τυχείν αξίωσον.

 

Κατακοσμήσας τά πάντα, ζώον μικτόν, μέσον με τόν άνθρωπον, ταπει νότητος ομού καί μεγέθους έπλασας, διό, τάς τών δούλων σου ψυχάς, Σωτήρ ανάπαυσον.

 

Τού Παραδείσου πολίτην καί γεωργόν, κατ' αρχάς με έταξας, παραβάντα δέ τήν σήν, εντολήν εξώρισας, διό τάς τών δούλων σου ψυχάς Σώτερ ανάπαυσον.

Θεοτοκίον

Ο εκ πλευράς διαπλάσας Εύαν τό πρίν, τήν ημών προμήτορα, εξ αχράντου σου γαστρός σάρκα περιβάλλεται, δι' ής, τού θανάτου τήν ισχύν Αγνή διέλυσεν.

 

Ωδή γ' Ουκ έστιν άγιος

Νομίμως ήθλησαν οι σοί, Μάρτυρες Ζωοδότα, καί στεφάνω τής νίκης κοσμηθέντες παρά σού, τοίς μεταστάσι πιστοίς, αιωνίαν λύτρωσιν βραβεύουσι.

 

Παιδεύσας πρότερον πολλοίς, τέρασι καί σημείοις, εμέ τόν πλανηθέντα, επ εσχάτων σεαυτόν κενώσας ως συμπαθής καί ζητήσας εύρες καί διέσωσας.

 

Ρεόντων άστατον φθοράν, τούς πρός σέ διαβάντας, εν σκηναίς αιωνίοις, κατοικείν χαρμονικώς, αξίωσον αγαθέ, δικαιώσας πίστει τε καί χάριτι.

Θεοτοκίον

Ουκ έστιν άμεμπτος ως σύ, πάναγνε Θεομήτορ, μόνη γάρ εξ αιώνος, τόν Θεόν τόν αληθή, συνέλαβες εν γαστρί, τού θανάτου λύσαντα τήν δύναμιν.

Ο ειρμός

Ουκ έστιν άγιος ως σύ, Κύριε ο Θεός μου, ο υψώσας τό κέρας, τών πιστών σου αγαθέ καί στερεώσας αυτούς, εν τή πέτρα τής ομολογίας σου.

 

Καθίσματα

Ήχος πλ. β'

Αληθώς ματαιότης τά σύμπαντα, ο δέ βίος σκιά καί ενύπνιον, καί γάρ μάτιν ταράττεται πάς γηγενής, ως είπεν η Γραφή, ότε τόν κόσμον κερδήσωμεν, τότε τώ τάφω οικήσωμεν, όπου ομού βασιλείς καί πτωχοί, διό Χριστέ ο Θεός, τούς μεταστάντας ανάπαυσον, ως φιλάνθρωπος.

Δόξα... Καί νύν... Θεοτοκίον

Παναγία Θεοτόκε, τόν χρόνον τής ζωής μου μή εγκαταλίπης με, ανθρωπίνη προστασία μή καταπιστεύσης με, αλλ' αυτή αντιλαβού, καί ελέησόν με.

 

Ωδή δ' Χριστός μου δύναμις

Σοφίας μείζονος, δεικνύων γνώρισμα, καί τής περί τά δώρα πολυτελούς, Δέσποτα χρηστότητος, τάς τών Μαρτύρων χορείας, τοίς Αγγέλοις συνηρίθμησας.

 

Αφράστου δόξης σου, τυχείν αξίωσον, τούς πρός σέ μεταστάντας, ένθα Χριστέ, τών ευφραινομένων εστίν η κατοικία, καί φωνή, καθαράς αγαλλιάσεως.

 

Υμνούντας πρόσδεξαι, τό θείον κράτος σου, ούς εκ γής προσελάβου, τέκνα φωτός, τούτους εργαζόμενος, τής αμαρτίας τήν αχλύν, εκκαθαίρων πολυέλεε.

Θεοτοκίον

Δοχείον άχραντον, ναόν πανάμωμον, κιβωτόν παναγίαν, παρθενικόν, τόπον άγιάσματος, σέ καλλονήν τού Ιακώβ, ο Δεσπότης εξελέξατο.

 

Ωδή ε' Τώ θείω φέγγει σου

Ως ολοκάρπωσις ιερά, καί ως απαρχή τής ανθρωπίνης οι Μάρτυρες φύσεως, τώ δεδοξασμένω προσενεχθέντες Θεώ, ημίν τήν σωτηρίαν, αεί βραβεύουσι.

 

Τής ουρανίου διαγωγής, τής διανομής τών χαρισμάτων, αξίωσον Δέσποτα, τούς προκοιμηθέντας πιστούς οικέτας σου, παο, έχων τών πταισμάτων, τήν απολύτρωσιν.

 

Ο μόνος φύσει ζωοποιός, τό τής αγαθότητος όντως ανεξιχνίαστον πέλαγος, τούς τελειωθέντας τής βασιλείας τής σής, αξίωσον οικτίρμον, μόνε αθάνατε.

Θεοτοκίον

Ισχύς καί ύμνησις ο εκ σού, Δέσποινα τού κόσμου γεννηθείς, καί σωτηρία εγένετο τοίς απολλυμένοις, εκ τών τού Άδου πυλών, ρυόμενος τούς πίστει σε μακαρίζοντας.

 

Ωδή ς' Τού βίου τήν θάλασσαν

Σταυρώ προσηλούμενος, τών Μαρτύρων τούς χορούς, πρός σεαυτόν συνήγαγες, μιμουμένους τό πάθος σου Αγαθέ, διό σου δεόμεθα, τούς πρός σε μεταστάντας διανάπαυσον.

 

Αφράστω τή δόξη σου, όταν έλθης φοβερός, κρίναι τόν κόσμον άπαντα, εν νεφέλαις ευδόκησον λυτρωτά, φαιδρώς υπαντήσαί σοι, ούς εκ γής προσελάβου πιστούς δούλους σου.

 

Πηγή ζωής πέφυκας, εν ανδρεία θεϊκή, πεπεδημένους Δέσποτα, ο εξάγων, τούς δούλους σου τούς πρός σέ πιστώς εκδημήσαντας, εν τρυφή Παραδείσου κατασκήνωσον.

Θεοτοκίον

Εις γήν απεστράφημεν, παραβάντες τού Θεού, τήν εντολήν τήν ένθεον, διά σού δε Παρθένε πρός ουρανόν, εκ γής ανυψώθημεν, τήν φθοράν τού θανάτου εκτινάξαντες.

Ο ειρμός

Τού βίου τήν θάλασσαν, υψουμένην καθορών, τών πειρασμών τώ κλύδωνι, τώ ευδίω λιμένι σου προσδραμών βοώ σοι, Ανάγαγε, εκ φθοράς τήν ζωήν μου Πολυέλεε.

 

Κοντάκιον Ήχος πλ. δ'

Μετά τών Αγίων ανάπαυσον, Χριστέ, τάς ψυχάς τών δούλων σου, ένθα ουκ έστι πόνος, ου λύπη, ου στεναγμός, αλλά ζωή ατελεύτητος.

Ο Οίκος

Αυτός μόνος υπάρχεις αθάνατος ο ποιήσας καί πλάσας τόν άνθρωπον, οι βροτοί ούν εκ γής διεπλάσθημεν, καί εις γήν τήν αυτήν πορευσόμεθα, καθώς εκέλευσας ο πλάσας με καί ειπών μοι, Ότι γή εί, καί εις γήν απελεύση, όπου πάντες βροτοί πορευσόμεθα, επιτάφιον θρήνον ποιούντες ηδήν, τό, Αλληλούϊα.

 

Ωδή ζ' Δροσοβόλον μεν τήν κάμινον

Λυτρωθέντες τώ σώ αίματι οι Μάρτυρες, τής πρώτης παραβάσεως, ραντισθέντες δέ τώ ιδίω αίματι, τήν σήν σαφώς εικονίζουσι σφαγήν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Θρασυνόμενον τόν θάνατον ενέκρωσας, Λόγε ζωαρχικώτατε, τούς εν πίστει δέ κοιμηθέντας, πρόσδεξαι τανύν, υμνούντας καί λέγοντας Χριστέ, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Ο ψυχώσας με τόν άνθρωπον φυσήματι, θείω θεαρχικώτατε, τούς μεταστάντας βασιλείας Δέσποτα τής σής, αξίωσον ψάλλειν σοι Σωτήρ, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Υπερτέρα πάσης κτίσεως πανάμωμε, γέγονας, συλλαβούσα Θεόν, τόν συντρίψαντα τού θανάτου πύλας, καί μοχλούς συνθλάσαντα, όθεν σε Αγνή, υμνολογούμεν οι πιστοί, ως Θεομήτορα.

 

Ωδή η' Εκ φλογός τοίς Οσίοις

Σταθερώς τούς αγώνας επιδειξάμενοι τώ τής νίκης στεφάνω κατεκοσμήθητε, Μάρτυρες Χριστού αθλοφόροι, κραυγάζοντες, Σε υπερυψούμεν, Χριστέ εις τούς αιώνας.

 

Ιερώς τούς τόν βίον απολιπόντας πιστούς, καί πρός σέ τόν Δεσπότην μεταχωρήσαντας, δέξαι προσηνώς, αναπαύων ως εύσπλαγχνος, σέ υπερυψούντας, Χριστέ εις τούς αιώνας.

 

Νύν εν γή τών πραέων πάντας αυλίζεσθαι, τούς προκεκοιμημένους Σώτερ, ευδόκησον, πίστει τή εις σε δικαιώσας καί χάριτι, σέ υπερυψούντας, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Μακαρίζομεν πάντες σε παμμακάριστε, τήν τόν Λόγον τόν όντως όντα μακάριον, σάρκα δι' ημάς γεγονότα γεννήσασαν, όν υπερυψούμεν, εις πάντας τούς αιώνας.

Ο ειρμός

Εκ φλογός τοίς Οσίοις δρόσον επήγασας, καί δικαίου θυσίαν ύδατι έφλεξας, άπαντα γάρ δράς, Χριστέ, μόνω τώ βούλεσθαι, σέ υπερυψούμεν, εις πάντας τούς αιώνας.

 

Ωδή θ' Θεόν ανθρώποις ιδείν

Ελπίς Μαρτύρων χορούς ενεύρωσε καί πρός τήν σήν αγάπην διαπύρως επτέρωσε, τών μελλόντων τούτοις προτυπώσασα, τήν μή σαλευομένην όντως ανάπαυσιν, ής τούς μεταστάντας αγαθέ τυχείν αξίωσον.

 

Λαμπράς καί θείας τυχείν ελλάμψεως, τής σής Χριστέ τούς πίστει μεταστάντας ευδόκησον, τήν εν κόλποις Αβραάμ ανάπαυσιν, μόνος ως ελεήμων, τούτοις δωρούμενος, καί τής αιωνίου αξιών μακαριότητος.

 

Ο ών τή φύσει χρηστός καί εύσπλαγχνος, καί θελητής ελέους ευσπλαγχνίας η άβυσσος, ούς εκ τόπου τούτου τής κακώσεως, καί σκιάς τού θανάτου Σώτερ μετέστησας, ένθα καταλάμπει σου τό φώς, τούτους κατάταξον.

Θεοτοκίον

Σκηνήν αγίαν Αγνή γινώσκομεν, καί κιβωτόν καί πλάκα σε τού νόμου τής χάριτος, διά σού γάρ άφεσις δεδώρηται, τοίς δεδικαιωμένοις διά τού αίματος, τού σωματωθέντος εκ τής σής γαστρός πανάμωμε.

Ο ειρμός

Θεόν ανθρώποις ιδείν αδύνατον, όν ου τολμά Αγγέλων ατενίσαι τά τάγματα, διά σού δε Πάναγνε, ωράθη βροτοίς, Λόγος σεσαρκωμένος, όν μεγαλύνοντες, σύν ταίς ουρανίαις στρατιαίς σέ μακαρίζομεν.

 

ΤΩ ΣΑΒΒΑΤΩ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τόν Εξάψαλμον, ψάλλομεν εις Ήχον πλ. δ' τό, Αλληλούϊα εκ γ'

 

Στίχ. Μακάριοι, ούς εξελέξω, καί προσελάβου Κύριε.

Στίχ. Καί τό μνημόσυνον αυτών εις γενεάν καί γενεαν.

 

Απολυτίκιον Ήχος πλ. δ'

Ο βάθει σοφίας φιλανθρώπως πάντα οικονομών, καί τό συμφέρον πάσιν απονέμων, μόνε Δημιουργέ, ανάπαυσον Κύριε τάς ψυχάς τών δούλων σου, εν σοί γάρ τήν ελπίδα ανέθεντο, τώ ποιητή καί πλάστη καί Θεώ ημών.

Δόξα... Καί νύν... Θεοτοκίον

Σε καί τείχος καί λιμένα έχομεν, καί πρέσβιν ευπρόσδεκτον, πρός, όν έτεκες Θεόν, Θεοτόκε ανύμφευτε, τών πιστών η σωτηρία.

 

Εις τήν α' Στιχολογίαν

 

Καθίσματα Μαρτυρικά

Ήχος πλ. β' Αγγελικαί δυνάμεις

Αθλητικαί ενστάσεις επί τώ σκάμματι, τυραννικαί αικίσεις επί τούς Μάρτυρας, καί ίσταντο χοροί τών Ασωμάτων, βραβεία κατέχοντες τής νίκης, εξέστησαν τυράννους καί βασιλείς οι σοφοί καθείλον τόν Βελίαρ ομολογία Χριστού, ο ενισχύσας αυτούς Κύριε δόξα σοι.

 

Στίχ. Θαυμαστός ο Θεός εν τοίς Αγίοις αυτού.

 

Αθλητικόν αγώνα υπομείναντες οι Άγιοι, καί βραβεία τής νίκης παρά σού κομισάμενοι, παρανόμων, εδέκατήργησαν τάς επινοίας των ξαντο στεφάνους τής αφθαρσίας, δι' αυτών ο Θεός σώσον τάς ψυχάς ημών.

 

Στίχ. Τοίς Αγίοις τοίς εν τή γή αυτού εθαυμάστωσεν ο Κύριος.

 

Τών Αγίων σου η μνήμη Κύριε, ανεδείχθη ως Παράδεισος ο εν Εδέμ, εν αυτή γάρ αγάλλεται πάσα η κτίσις, καί παράσχου ημίν, τή αυτών παρακλήσει, ειρήνην καί τό μέγα έλεος.

Δόξα... Νεκρώσιμον

Εν ταίς σκηναίς τών εκλεκτών, καί εν χώρα τών ζώντων, ούς προσελάβου Ιησού, ευσεβώς κοιμηθέντας κατάταξον, ως ευδιάλλακτος Θεός, καί έμπλησον τού ανεσπέρου σου φωτός, καί τής επουρανίου σου χαράς αξίωσον.

Καί νύν... Θεοτοκίον

Ο τήν ευλογημένην καλέσας σου Μητερα, ήλθες επί τό πάθος εκουσία βουλή, λάμψας εν τώ Σταυρώ αναζητήσαι θέλων τόν Αδάμ, λέγων τοίς Αγγέλοις, Συγχάρητέ μοι, ότι ευρέθη η απολομένη δραχμή, ο πάντα σαφώς οικονομήσας Θεός, δόξα σοι.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ήχος πλ. α'

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Τών Αγίων ο χορός, εύρε πηγήν τής ζωής καί θύραν Παραδείσου, εύρω καγώ, τήν οδόν διά τής μετανοίας. τό απολωλός πρόβατον εγώ ειμι. ανακάλεσαί με, Σωτήρ, καί σώσόν με.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Ο πάλαι μέν, εκ μή όντων πλάσας με, καί εικόνι σου θεία τιμήσας, παραβάσει εντολής δε πάλιν με επιστρέψας εις γήν εξ ής ελήφθην, εις τό καθ ομοίωσιν επανάγαγε, τό αρχαίον κάλλος αναμορφώσασθαι.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Εικών ειμι, τής αρρήτου δόξης σου, ει καί στίγματα φέρω πταισμάτων, οικτείρησον τό σόν πλάσμα, Δέσποτα, καί καθάρισον σή ευσπαγχνία, καί τήν ποθεινήν πατρίδα παράσχου μοι. Παραδείσου πάλιν ποιών πολίτην με.

Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.

Ανάπαυσον, ο Θεός τούς δούλούς σου, καί κατάταξον αυτούς εν Παραδείσω, όπου χοροί τών Αγίων, Κύριε, καί οι δίκαιοι εκλάμψουσιν ως φωστήρες, τούς κεκοιμημένους δούλούς σου ανάπαυσον, παρορών αυτών πάντα τά εγκλήματα.

Δόξα... Τριαδικόν

Τό τριλαμπές τής μιάς θεότητος, ευσεβώς υμνήσωμεν βοώντες Αγιος εί, ο Πατήρ ο άναρχος, ο συνάναρχος Υιός καί θείον Πνεύμα. φώτισον ημάς πίστει σοι λατρεύοντας, καί τού αιωνίου πυρός εξάρπασον.

Καί νύν...

Χαίρε σεμνή, η Θεόν σαρκί τεκούσα, εις πάντων σωτηρίαν, δι' ής γένος τών ανθρώπων εύρατο τήν σωτηρίαν, διά σού εύροιμεν Παράδεισον, Θεοτόκε, αγνή ευλογημένη.

Αλληλούϊα, αλληλούϊα, αλληλούϊα. Δόξα σοι ο Θεός. (3)

 

Καθίσματα Ήχος πλ. α'

Ανάπαυσον Σωτήρ ημών, μετά Δικαίων τούς δούλους σου, καί τούτους κατασκήνωσον εν ταίς αυλαίς σου, καθώς γέγραπται, παρορών ως αγαθός τά πλημμελήματα αυτών, τά εκούσια καί τά ακούσια, καί πάντα τά εν αγνοία καί γνώσει, φιλάνθρωπε.

Θεοτοκίον

Ο εκ Παρθένου ανατείλας τώ κόσμω Χριστέ ο Θεός, Υιούς φωτός δι' αυτής αναδείξας, ελέησον ημάς.

 

Ψυχαίς απάσαις αίνον εξ Αρσενίου

Ωδή α' Ήχος πλ. β'

Ως εν ηπείρω πεζεύσας

Ψυχών πασών ο Δεσπότης καί ποιητής, καί κριτής καί Κύριος, ούπερ πάντων τών εν γή, εν χειρί τά πέρατα, αυτός, ούς μετέστησας πιστούς εν σοί ανάπαυσον.

 

Υπέρ παντός κοιμηθέντων γένους βροτών, ηλικίας Δέσποτα, αξιώματος ομού, καί μεγέθους, άπαντες θερμώς, δυσωπούμεν, όπως σώσης ούς μετέστησας.

 

Χειρί αχράντω σου Λόγε ο από γής, πλαστουργήσας μόνος με, καί ψυχώσας ως Θεός, ζωηρά εμπνεύσει σου, αυτός, ούς εντεύθεν προσελάβου σώσον εύσπλαγχνε.

Θεοτοκίον

Αγνή Παρθένε τού κόσμου καταφυγή, καί στερρά υπέρμαχε, ικεσίαις σου θερμαίς, υπερ πάντων πρέσβευε τών σέ, κεκτημένων εν ανάγκαις τείχος άρρηκτον.

Καταβασία

Ως εν ηπείρω πεζεύσας ο Ισραήλ, εν αβύσσωίχνεσι, τόν διώκτην Φαραώ, καθορών ποντούμενον, Θεώ, επινίκιον ωδήν, εβόα, άσωμεν.

 

Ωδή γ' Ουκ έστιν Άγιος

Ισχύϊ δόξης θεϊκής, ο τής γής εξ εσχάτων, ως νεφέλαις ανάγων, τών πιστών πρός σέ ψυχάς, ούς εκ περάτων Χριστέ, προσελάβου δούλους σου ανάπαυσον.

 

Σύ μόνος ει ο καθιστών, βασιλείς καί δυνάστας, καί κριτάς σύν τοπάρχαις, όθεν πάντων ως Θεός, αυτός εν κρίσει τή σή, ρύσαι τούτους Σώτερ τής κολάσεως.

 

Απάσης γής ο ποιητής, σύν πρεσβύταις παρθένοις, καί σύν νέοις εφήβοις, ούς προσελάβου Χριστέ, τής αιωνίου χαράς, καί τρυφής σου τούτους καταξίωσον.

Θεοτοκίον

Ελπίς τού κόσμου κραταιά, Δέσποινα Θεοτόκε, μή απώση τούς πόθω, σοί προστρέχοντας αεί, αλλ' ικεσίαις ταίς σαίς, πάσης ρύσαι ζάλης τούς τιμώντάς σε.

Καταβασία

Ουκ έστιν άγιος ως σύ, Κύριε ο Θεός μου, ο υψώσας τό κέρας, τών πιστών σου αγαθέ, καί στερεώσας αυτούς, εν τή πέτρα τής ομολογίας σου.

 

Καθίσματα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Ο τά πάντα ποιήσας νεύματι σώ, τούς εν πίστει θανέντας Χριστιανούς, πατέρας προπάτορας, πάππους δέ καί προπάππους τε, αδελφούς καί φίλους, πλουσίους καί πένητας, βασιλείς καί άρχοντας, ομού καί μονάζοντας, όπου τών Δικαίων καί Αγίων σου πλήθη, απάντων η οίκησις, δυσωπούμεν ανάπαυσον, ως Θεός ευδιάλλακτος, Δέσποτα Χριστέ Βασιλεύ, τών πταισμάτων άφεοιν παρέχων αυτοίς, ών εξήμαρτον πάντες οι δούλοί σου.

Θεοτοκίον

Χαριστήριον αίνον χρεωστικώς, ως η Χήρα εκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, υπέρ πασών τών χαρίτων σου, σύ γάρ ώφθης σκέπη, ομού καί βοήθεια, πειρασμών καί θλίψεων, αεί με εξαίρουσα, όθεν ως εκ μέσης, φλογιζούσης καμίνου, ρυσθείς τών θλιβόντων με, εκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δοθήναί μοι, σέ γάρ έχω ελπίδα ο δούλός σου.

 

Ωδή δ' Χριστός μου δύναμις

Ποιμαίνων Δέσποτα, εν τόπω χλόης Σωτήρ, καί μετάγων εφ' ύδωρ πάντας πιστούς, τό τής αναπαύσεως, μή αποπέμψης τής εκεί, ευφροσύνης τούς οικέτας σου.

 

Αγγέλων τάγμασιν, αυτός κατάταξον, μοναστών σου χορείας ιεραρχών, λειτουργών απάντων σου, σοί γάρ ανέθεντο ψυχάς, σύν τοίς σώμασι φιλάνθρωπε.

 

Σύ μόνος έγνωκας, ως πάντων Κύριος, τάς θανάτου εφόδους, μέτρα ζωής καί τό πέρας πάντων βροτών, διό οικτείρησον καί νύν, τούς σούς δούλους υπεράγαθε.

Θεοτοκίον

Αγίων Άγιον, Θεόν κυήσασα, Παναγία Παρθένε θείαις λιταίς, τούτον νύν δυσώπησον, σκηναίς Αγίων εν τρυφή, κατατάξαι ούς μετέστησεν.

Καταβασία

Χριστός μου δύναμις, Θεός καί Κύριος, η σεπτή Εκκλησία θεοπρεπώς, μέλπει ανακράζουσα, εκ διανοίας καθαράς, εν Κυρίω εορτάζουσα.

 

Ωδή ε' Τώ θείω φέγγει σου

Ιδού Μαρτύρων θείοι χοροί, τάξεις Αποστόλων Προφητών, καί τών Δικαίων συστήματα, Σώτερ σέ υμνούντες καθικετεύουσι, τού σώσαι ούς περ κόσμου, πάντας προσείληφας.

 

Στερράς σου σάλπιγγος τή φωνή, όταν εξανοίγωνται τάφοι νεκρών, καί γή τρέμει φρίττουσα, τότε σύν προβάτοις εκ δεξιών σου Χριστέ, κατάταξον σούς δούλους, ούς περ μετέστησας.

 

Ανδρών τά στίφη σύν γυναιξί, παίδων γηραιών ομού, πενήτων δούλων πλουσίων τε, τών πιστώς εντεύθεν μετατεθέντων πρός σέ, ανάπαυσον, καί σώσον ως ευδιάλλακτος.

Θεοτοκίον

Σέ πάντες Άχραντε βοηθόν, ζώντες καί θανόντες ευσεβώς, φυλαί καί γλώσσαι κεκτήμεθα, όθεν τής εκείσε τυχείν ανέσεως αιτούμεθα πρεσβείαις σου ταίς πρός Κύριον.

Καταβασία

Τώ θείω φέγγει σου αγαθέ, τάς τών ορθριζόντων σοι ψυχάς, πόθω καταύγασον, δέομαι, σε ειδέναι Λόγε Θεού, τόν όντως Θεόν, εκ ζόφου τών πταισμάτων ανακαλούμενον.

 

Ωδή ς' Τού βίου τήν θάλασσαν

Ιλάσθητι Δέσποτα, παρακλήθητι Σωτήρ, Καί δείξόν σου τό έλεος, δείξον σπλάγχνα, καί σώσον ως αγαθός, τής γής πάσης άπαντας, ούς πρός σε μετηγάγου ως φιλάνθρωπος.

 

Ναμάτων εν κλύσμασι, καί εν ρείθροις ποταμών, καί τούς εξαίφνης θνήξαντας, τούς εν νάπαις, καί όρεσι, καί οπαίς, τόν βίον τελέσαντας, μή παρίδης, ως μόνος ευδιάλλακτος.

 

Ο βλέπων ως Κύριος, εν θαλάσση, καί εν γή, τούς εν αδήλω θνήξαντας, τούς πολέμοις καί μάχαις καί εν πληγαίς, δεινώς τελευτήσαντας, πάντας οίκτειρον Σώτερ, ως φιλάνθρωπος.

Θεοτοκίον

Η πάναγνος Δέσποινα, η τεκούσα τοίς βροτοίς, τόν κυβερνήτην Κύριον, τών παθών μου τόν άστατον καί δεινόν, κατεύνασον τάραχον, καί γαλήνην παράσχου τή καρδία μου.

Καταβασία

Τού βίου τήν θάλασσαν, υψουμένην καθορών, τών πειρασμών τώ κλύδωνι, τώ ευδίω λιμένι σου προσδραμών, βοώ σοι, Ανάγαγε, εκ φθοράς τήν ζωήν μου, πολυέλεε.

 

Κοντάκιον Ήχος πλ. δ'

Τούς μεταστάντας αφ' ημών εκ τών προσκαίρων, εν ταίς σκηναίς τών εκλεκτών κατασκήνωσον, καί μετά Δικαίων ανάπαυσον, Σώτερ αθάνατε, ει γάρ ως άνθρωποι ήμαρτον επί γής, αλλά σύ ως αναμάρτητος Κύριος, άφες αυτοίς τά εκούσια πταίσματα, καί τά ακούσια, μεσιτευούσης τής τεκούσης σε Θεοτόκου, ίνα συμφώνως βοήσωμεν υπέρ αυτών, Αλληλούϊα.

Ο Οίκος

Αυτός μόνος υπάρχεις αθάνατος, ο ποιήσας καί πλάσας τόν άνθρωπον, οι βροτοί ούν εκ γής διεπλάσθημεν, και εις γήν τήν αυτήν πορευόμεθα, καθώς εκέλευσας ο πλάσας με καί ειπών μοι, Ότι γή εί, καί εις γήν απελεύση, όπου πάντες βροτοί πορευσόμεθα, επιτάφιον θρήνον ποιούντες ωδήν τό, Αλληλούϊα.

 

Ωδή ζ' Δροσοβόλον μέν τήν κάμινον

Σύν Αγγέλοις επί θρόνου Σώτερ δόξης σου όταν ελεύση κρίναι τήν γήν, ψυχάς δούλων σου, τής σής πλήσον θείας χαρμονής, τού ψάλλειν απαύστως καί βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Εν σπαράγμασι θηρών Χριστέ τούς θνήξαντας, καί ούς ιχθύς εμέλισεν ούς κατέχωσε συσσεισμός, καί βόθρος καί κρημνός, τούς πάντας ελέησον Σωτήρ, καί τής εκείθεν απειλής, ρύσαι ως εύσπλαγχνος.

 

Ξίφη, μάχαιρα, καί πύρ, δεινών επίτασις, καί λίθων η κατάλυσις, ούς ηνάλωσε σύν λησταίς, λιμός τε καί λοιμός, τή σή μετουσία καί χαρά, σώσον υμνείν σε ευσεβώς, τόν τών Πατέρων Θεόν.

Θεοτοκίον

Μόνη πέφυκας αγνή τού κόσμου γέφυρα, μετάγουσα βροτούς πρός Θεόν, τούς τόν βίον ούν, τή πρός σέ ελπίδι καί στοργή, τελέσαντας, Μήτερ τού Θεού, πάσης ανάγκης καί φθο ράς σώζε πρεσβείαις σου.

Καταβασία

Δροσοβόλον μεν τήν κάμινον ειργάσατο, Άγγελος τοίς Οσίοις Παισί, τούς Χαλδαίους δέ καταφλέγον πρόσταγμα Θεού, τόν τύραννον έπεισε βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Ωδή η' Εκστηθι φρίττων ουρανέ

Άπαντας Δέσποτα βροτούς, παντοίου τάγματος, ούς μετέστησας Σωτήρ, πιστούς σου βασιλείς καί άρχοντας, εθνάρχας γής καί κριτάς, λαών τε καί φυλών τούς προστάτας, ελέησον οικτίρμον καί ανάπαυσον μόνος, όπως σέ υμνούμεν, εις πάντας τούς αιώνας.

 

Ρύσαι πυρός τού φοβερού, δούλους φιλάνθρωπε, Εκκλησίας σου σεπτής, καί σώσον μοναστών συστήματα, ιερωμένων πληθύν, χορείας λειτουργών σου ενθέων, καί πάντας τής εκείσε καταξίωσον δόξης, όπως σε υμνώμεν, εις πάντας τούς αιώνας.

 

Σώσον ώ Δέσποτα Χριστέ, σώσον ελέησον, καί ανάπαυσον ψυχάς, λαούς σου τούς πιστώς τελέσαντας, τρόμω παντί τήν ζωήν εν τόπω, καί εν χώρα παντοία, καί ρύσαι τής γεέννης καί πικρίας βασάνων, όπως σε υμνώμεν, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Έλυσας μόνη τήν αράν Παρθένε άχραντε, τήν τής Εύας αληθώς, ζωήν δε τοίς εν γή επήγασας, διό πρεσβείαις ταίς σαίς, τούς βίου τού προσκαίρου λυθέντας, ζωής τής αιωνίου,, καταξίωσον πάντας, όπως σε υμνώμεν, εις πάντας τούς αιώνας.

Καταβασία

Έκστηθι φρίττων ουρανέ, καί σαλευθήτωσαν τά θεμέλια τής γής, ιδού γάρ εν νεκροίς λογίζεται, ο εν υψίστοις οικών, καί τάφω σμικρώ ξενοδοχείται, όν παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Ωδή θ' Απορεί πάσα γλώσσα

Νύν ελεήμον στίφη, δυσωπεί σε Αγγέλων, σύν Χερουβίμ τε, θεία Σεραφίμ καθικετεύει, Εξουσίαι, θρόνοι καί Αρχαί καί Δυνάμεις τε σύν Αρχαγγέλοις, καί Κυριότητές σε αιτούσι κραταιέ, όπως ψυχάς απάσας οικτείρης, άς περ μετέστησας.

 

Ιδού οι δήμοι, σέ τών Προφητών εξαιτούνται, τών Αποστόλων δέονται χοροί, σύν, Πατριάρχαις, στίφη τε Μαρτύρων, σύν Οσίων πλήθεσιν ευπαρακλήτως, αναβοώσι, Σώσον φιλάνθρωπε ψυχάς, πάντων τών επί γής τεθνεώτων, ευσεβών δούλων σου.

 

Οίδας τά πάντα βλέπεις, καθοράς καί γινώσκεις, βροτών τά πλήθη, καί τό τής ζωής εκάστου πέρας, πάσι δίδου τήν τών εγκλημάτων λύτρωσιν, καί Παραδείσου τής καλλονής αξίωσον πάντας ως Θεός, μόνε, ούς εξελέξω οικτίρμον, πιστούς οικέτας σου.

Θεοτοκίον

Υπεραγία Δέσποινα, τού κόσμου Παρθένε, σύ πάντων σκέπη, ζώντων καί θανόντων χρηματίζεις, καί γαλήνη, δόξα καί τρυφή, καί άνεσις τών σέ προστάτιν, καί βοηθόν, καί ρύστην πλουτούντων αγαθή, όθεν αυτούς διάσωσον, πάντας ταίς ικεσίαις σου.

Καταβασία

Απορεί πάσα γλώσσα, ευφημείν πρός αξίαν, ιλιγγιά δέ νούς καί υπερκόσμιος, υμνείν σε Θεοτόκε, όμως αγαθή υπάρχουσα, τήν πίστιν δέχου, καί γάρ τόν πόθον οίδας τόν ένθεον υμών, σύ γάρ Χριστιανών εί προστάτις, σε μεγαλύνομεν.

 

Εξαποστειλάριον

Ήχος γ' Ο ουρανόν τοίς άστροις

Μνήμην τελούντες πάντων, τών κοιμηθέντων εν Χριστώ, καί τελευταίας ημέρας, μνήμην ποιήσωμεν πιστοί, υπέρ ημών τε κακείνων, Χριστόν αεί δυσωπούντες.

Θεοτοκίον

Ο γλυκασμός τών Αγγέλων, τών θλιβομένων η χαρά, Χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου καί ρύσαι, τών αιωνίων βασάνων.

 

Εις τούς Α ί ν ο υ ς

Στιχηρά Προσόμοια

Ήχος πλ. β' Η απεγνωσμένη

Φοβερόν τό τέλος τό τού θανάτου, καί φρικτή η κρίσις η τού Δεσπότου, τό πύρ γάρ τό άσβεστον ηυτρέπισται εκείσε, σκώληξ ακοίμητος κολάζων, καί βρυγμός τών οδόντων, σκότος εξώτερον υπάρχει, καί αιωνία δίκη, διό κράξωμεν πρός τόν Σωτήρα, Ούς εξελέξω εκ τών προσκαίρων ανάπαυσον, διά τό μέγα σου έλεος.

 

Πάντες οι τώ βίω προστετηκότες, δεύτε εν τοίς τάφοις εξεστηκότες, εγκύψατε, ίδετε τού κόσμου τήν απάτην, πού νύν τού σώματος τό κάλλος, καί η δόξα τού πλούτου; πού δε η έπαρσις τού βίου; όντως μάταια πάντα, διό κράξωμεν πρός τόν Σωτήρα, Ούς εξελέξω εκ τών προσκαίρων ανάπαυσον, διά τό μέγα σου έλεος.

 

Νύν επί τόν τάφον ο επί θρόνου, νύν ο εν πορφύρα φθοράν υπέδυ, ουκ έτι εν θρόνω γάρ, άλλ' εν μνήματι κείται, ίδε, εξέλιπε, τό βασίλειον κράτος, ίδε, ως όναρ, τών ανθρώπων, παροδεύει ο βίος διό κράξωμεν πρός τόν Σωτήρα, Ούς εξελέξω ανάπαυσον, διά τό μέγα σου έλεος.

 

Πάντας τούς ενθένδε μετατεθέντας, επί αιωνίου ζωής ελπίδι, καί βίον αλλάξαντας παντοίω Σώτερ τρόπω, πάσαν κατάστασιν καί γένος, καί πάσαν ηλικίαν, άνδρας ομού τε καί γυναίκας, καί αρτίτοκα βρέφη, ως φιλάνθρωπος, εν κόλποις τάξον, τού Αβραάμ τε καί εν τόποις ανέσεως, διά τό μέγα σου έλεος.

Δόξα... Ήχος β'

Ως άνθος μαραίνεται καί ως όναρ παρέρχεται, καί διαλύεται πάς άνθρωπος, πάλιν δέ ηχούσης τής σάλπιγγος, νεκροί ως εν συσσεισμώ πάντες αναστήσονται, πρός τήν σήν υπάντησιν Χριστέ ο Θεός, τότε Δέσποτα, ούς μετέστησας εξ ημών, εν ταίς τών Αγίων σου κατάταξον σκηναίς τά τουτων εγκλήματα παριδών αγαθέ.

Καί νύν... Ήχος πλ. β'

Σύ εί ο Θεός ημών ο εν σοφία δημιουργήσας τό πάν, ο καί τούς Προφήτας εξαποστείλας ημίν προφητεύσαί σου τήν παρουσίαν, καί Αποστόλους κηρύξαι σου τά μεγαλεία, καί οι μέν, προεφήτευον τήν έλευσίν σου, οι δέ, τώ βαπτίσματι εφώτισαν τά έθνη, Μάρτυρες δέ έτυχον δόξης εκ τούτων, καί πρεσβεύουσιν εκτενώς σοι τώ Δεσπότη, σύν τή τεκούση σε Μητρί, Ανάπαυσον ο Θεός ψυχάς, άς προσελάβου, καί ημάς καταξίωσον τής βασιλείας σου, ο Σταυρόν υπομείνας δι' εμέ τόν κατάκριτον, ο λυτρωτής μου καί Θεός.

 

Εις τόν Στίχον

Στιχηρά Προσόμοια Εκ τών τού Θεοφάνους

Ήχος πλ. β' Όλην αποθέμενοι

Έχων ακατάληπτον, τήν εις ημάς ευσπλαγχνίαν καί πηγήν ακένωτον, θεϊκής χρηστότητος πολυέλεε, τούς πρός σέ Δέσποτα, μεταβέβηκας, εν γή ζώντων κατασκήνωσον, εις τά σκηνώματα, τά αγαπητά καί ποθούμενα, κατάσχεσιν δωρούμενος, τήν διηνεκώς διαμένουσαν, σύ γάρ υπέρ πάντων, εξέχεας τό αίμά σου Χριστέ, καί ζωηφόρω τιμήματι, κόσμον εξηγόρασας.

 

Στίχ. Μακάριοι, ούς εξελέξω καί προσελάβου...

 

Νέκρωσιν υπέμεινας, ζωοποιόν εκουσίως, καί ζωήν επήγασας, καί τρυφήν αϊδιον, πιστοίς δέδωκας, θεϊκή Δέσποτα, ευσπλαγχνία μόνε, πανοικτίρμον αναμάρτητε εν ή δεόμεθα, τούς κεκοιμημένους κατάταξον, ελπίδι αναστάσεως, λύσιν τών πταισμάτων δωρούμενος, ίνα διά πάντων υμνήταί σου τό άνομα Χριστέ, καί σεσωσμένοι δοξάζωμεν, τήν φιλανθρωπίαν σου.

 

Στίχ. Αι ψυχαί αυτών, έν αγαθοίς...

 

Ζώντων κυριεύοντα, θεαρχική εξουσία, καί νεκρών δεσπόζοντα, σέ Χριστέ γινώσκοντες ικετεύομεν, τούς πιστούς δούλους σου, τούς πρός σέ τόν μόνον, ευεργέτην εκδημήσαντας, αυτός ανάπαυσον, σύν τοίς εκλεκτοίς σου φιλάνθρωπε, εν τόπω αναψύξεως, εν ταίς τών Αγίων λαμπρότησι, θελητής ελέους, υπάρχεις γάρ καί σώζεις ως Θεός, ούς κατ' εικόνα σου έπλασας, μόνε πολυέλεε.

Δόξα... Ήχος πλ. β'

Άλγος τώ Αδάμ εχρημάτισεν, η τού ξύλου απόγευσις πάλαι εν Εδέμ, ότε όφις ιόν εξηρεύξατο, δι' αυτού γάρ εισήλθεν ο θάνατος, παγγενή κατεσθίων τόν άνθρωπον, άλλ' ελθών ο Δεσπότης, καθείλε τόν δράκοντα, καί ανάστασιν ημίν εδωρήσατο, πρός αυτόν ούν βοήσωμεν, Φείσαι Σωτήρ, καί ούς προσελάβου, μετά τών εκλεκτών σου ανάπαυσον, ως φιλάνθρωπος.

Καί νύν... Θεοτοκίον

Όλην αποθέμενοι

Ώφθης ενδιαίτημα, θεοπρεπες Παναγία, καί Θεόν εχώρησας, καί Θεόν εγέννησας απειρόγαμε, καί βροτοίς ορώμενον, εν δυσίν ουσίαις, εν μιά δέ υποστάσει αγνή, αυτόν δυσώπησον, τόν μονογενή καί πρωτότοκον, τόν σέ παρθένον άμωμον καί μετά τόν τόκον φυλάξαντα, ψυχάς αναπαύσαι, τών πίστει κοιμηθέντων εν φωτί, εν ακηράτω φαιδρότητι, καί μακαριότητι.

 

Απολυτίκιον Ήχος πλ. δ'

Ο βάθει σοφίας φιλανθρώπως πάντα οικονομών, καί τό συμφέρον πάσιν απονέμων, μόνε Δημιουργέ, ανάπαυσον Κύριε τάς ψυχάς τών δούλων σου, εν σοί γάρ τήν ελπίδα ανέθεντο, τώ ποιητή καί πλάστη καί Θεώ ημών.

Θεοτοκίον

Σε καί τείχος καί λιμένα έχομεν, καί πρέσβιν ευπρόσδεκτον, πρός, όν έτεκες Θεόν, Θεοτόκε ανύμφευτε, τών πιστών η σωτηρία.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Προκείμενον τού Αποστόλου

Ήχος πλ. β'

Αι ψυχαί αυτών εν αγαθοίς αυλισθήσονται.

Στίχ. Πρός σέ Κύριε κεκράξομαι...

 

Κοινωνικόν

Μακάριοι, ούς εξελέξω, καί προσελάβου Κύριε, καί τό μνημόσυνον αυτών εις γενεάν καί γενεάν, Αλληλούϊα.