ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ

ΤΗ TPΙΤΗ ΤΗΣ Δ' ΕΒΔΟΜΑΔΟΣ

Ε Σ Π Ε Ρ Α Σ

 

Τρία Προσόμοια, δευτερούντες αυτά

Ήχος δ' Κύριε, ανελθών εν τώ Σταυρώ

Πάρεστιν η μεσότης ημερών, των εκ σωτηρίου αρχομένων Εγέρσεως, Πεντηκοστή δέ τή θεία σφραγιζομένων, καί λάμπει τάς λαμπρότητας, αμφοτέρωθεν έχουσα, καί ενούσα τάς δύο, καί παρείναι τήν δόξαν προφαίνουσα, τής δεσποτικής, Αναλήψεως σεμνύνεται.

 

Ήκουσε καί ευφράνθη η Σιών, ευαγγελισθείσης τής Χριστού Αναστάσεως, οι δέ πιστοί αυτής γόνοι ηγαλλιάσαντο, τούτον θεασάμενοι, καί εκπλύνοντα Πνεύματι ρύπον χριστοκτονίας, ευτρεπίζεται πανηγυρίζουσα, τήν τών εκατέρων ευφρόσυνον μεσότητα.

 

Ήγγικεν η τού θείου δαψιλής, χύσις επί πάντας, ώσπερ γέγραπται, Πνεύματος η προθεσμία κηρύττει, ημισευθείσα, τής μετά Χριστού θάνατον, καί ταφήν καί ανάστασιν, παρ αυτού δεδομένης, αψευδούς μαθηταίς υποσχέσεως, τήν τού Παρακλήτου δηλούσης επιφάνειαν.

Δόξα... Καί νύν... Ήχος πλ. β'

Τής εορτής μεσούσης, τής σής Χριστέ Αναστάσεως, καί θείας παρουσίας τού αγίου σου Πνεύματος, συνελθόντες τών θαυμάτων σου, ανυμνούμεν τά μυστήρια, εν ή κατάπεμψον ημίν τό μέγα έλεος.

Προφητείας Μιχαίου τό Ανάγνωσμα

(Κεφ. Δ', 2 ς', 2 Ε', 4)

Τάδε λέγει Κύριος, Εκ Σιών εξελεύσεται νόμος, καί λόγος Κυρίου εξ Ιερουσαλήμ, καί κρινεί ανά μέσον λαών πολλών, καί ελέγξει έθνη ισχυρά, εως εις γήν μακράν, Ότι πάντες οι λαοί πορεύσονται έκαστος τήν oδόν αυτού, ημείς δέ πορευσόμεθα εν ονόματι Κυρίου Θεού ημών, εις τόν αιώνα, τάδε λέγει Κύριος παντοκράτωρ, Ακούσατε βουνοί, καί φάραγγες, θεμέλια τής γής, ότι κρίσις τώ Κυρίω πρός τόν λαόν αυτού, διελεγχθήσεται γάρ μετά τού Ισραήλ, λέγων, Λαός μου, τί εποίησά σοι, ή τί ελύπησά σε; αποκρίθητί μοι, Διότι ανήγαγόν σε εκ γής Αιγύπτου, καί εξ οίκου δουλείας ελυτρωσάμην σε, καί εξαπέστειλα πρό προσώπου σου τόν Μωϋσήν καί τόν Ααρών, Λαός μου, τί εβουλεύσαντο κατά σού οι υπεναντίοι; ει ανηγγέλη σοι, άνθρωπε, τί καλόν, καί τί Κύριος εκζητεί παρά σού, αλλ' ή, τού ποιείν κρίμα, καί αγαπάν έλεος, καί έτοιμον είναι τού πορεύεσθαι μετά Κυρίου τού Θεού σου; Διότι εν ισχύϊ μεγαλυνθήσεται Κύριος, καί ποιμανεί τό ποίμνιον αυτού εν ειρήνη, έως άκρων τής γής.

Προφητείας Ησαϊου τό Ανάγνωσμα

(Κεφ. ΝΕ', 1)

Τάδε λέγει Κύριος, οι διψώντες, πορεύεσθε εφ ύδωρ, καί όσοι μή έχετε αργύριον, βαδίσαντες αγοράσατε, καί φάγεσθε, καί πίεσθε, άνευ αργυρίου καί τιμής, οίνον καί στέαρ, ότι, τάδε λέγει Κύριος Παντοκράτωρ υμίν, Λαός μου, αντλήσατε ύδωρ μετ' ευφροσύνης εκ τών πηγών τού σωτηρίου, καί ερείς εν τή ημέρα εκείνη, Υμνείτε τόν Κύριον, βοάτε τό όνομα αυτού, αναγγείλατε εν τοίς έθνεσι τήν δόξαν αυτού, μιμνήσκεσθε, ότι υψώθη τό όνομα αυτού, Λαός μου, ακούσατέ μου, καί φάγεσθε αγαθά, καί εντρυφήσει εν αγαθοίς η ψυχή υμών, Προσέχετε τοίς ωσίν υμών, καί επακολουθήσατε ταίς οδοίς μου, εισακούσατέ μου, καί ζήσεται εν αγαθοίς η ψυχή υμών, καί διαθήσομαι υμίν διαθήκην αιώνιον, καί επικαλέσεσθε, ηνίκα δ' άν εγγίζητέ μοι, απολειπέτω ο ασεβής τάς οδούς αυτού, καί ανήρ άνομος τάς βουλάς αυτού, καί επιστράφητε πρός με καί ελεήσω υμάς καί αφήσω τάς αμαρτίας υμών, ου γάρ εισίν αι βουλαί μου, ώσπερ αι βουλαι υμών, λέγει Κύριος, αλλ' ώσπερ απέχει ο ουρανος από τήςγής, ούτω τά διααπέχει η οδός μου από τών οδών υμών, καί νοήματα υμών από τής διανοίας μου, Ως γάρ εάν καταβή υετός, ή χιών εκ τού ουρανού, καί ου μή αποστραφή εκείθεν, έως άν μεθύση τήν γήν, καί εκτέκη, καί βλαστήση, καί δώ σπέρμα τώ σπείροντι, καί άρτον εις βρώσιν, ούτως έσται τό ρήμά μου, ό εάν εξέλθη εκ τού στόματός μου, ου μή αποστραφή πρός με κενόν, έως άν συντελεσθή πάντα όσα ηθέλησα, καί ευοδώσω τάς οδούς μου, καί τά εντάλματά μου, Εν γάρ ευφροσύνη εξελεύσεσθε, καί εν χαρά διδαχθήσεσθε, τά γάρ όρη καί οι βουνοί εξαλούνται προσδεχόμενοι υμάς εν χαρά, καί πάντα τά ξύλα τού αγρού επικροτήσει τοίς κλάδοις αυτών, καί αντί τής στοιβής, αναβήσεται κυπάρισσος, αντί δέ τής κονύζης, αναβήσεται μυρσίνη, καί έσται Κύριος εις όνομα, καί εις σημείον αιώνιον, λέγει Κύριος ο Θεός, ο άγιος Ισραήλ.

Παροιμιών τό Ανάγνωσμα

(Κεφ. θ', 1)

Η σοφία ωκοδόμησεν εαυτή οίκον, καί υπήρεισε στύλους επτά, έσφαξε τά εαυτής θύματα, καί εκέρασεν εις κρατήρα τόν εαυτής οίνον, καί ητοιμάσατο τήν εαυτής τράπεζαν, Απέστειλε τούς εαυτής δούλους, συγκαλούσα μετά υψηλού κηρύγματος επί κρατήρα, λέγουσα, Ός εστιν άφρων, εκκλινάτω πρός με, καί τοίς ενδεέσιν φρενών είπεν, Έλθετε, φάγετε τών εμών άρτων, καί πίετε οίνον όν κεκέρακα υμίν, Απολείπετε αφροσύνην, καί ζήσεσθε, καί ζητήσατε φρόνησιν, ίνα βιώσητε, καί κατορθώσητε σύνεσιν εν γνώσει, ο παιδεύων κακούς, λήψεται εαυτώ ατιμίαν, ελέγχων δέ τόν ασεβή, μωμήσεται εαυτόν, οι γάρ έλεγχοι τώ ασεβεί, μώλωπες αυτώ, Μή έλεγχε κακούς, ίνα μή μισήσωσί σε, έλεγχε σοφόν, καί αγαπήσει σε, Δίδου σοφώ αφορμήν, καί σοφώτερος έσται, γνώριζε δικαίω, καί προσθήσει τού δέχεσθαι, Αρχή σοφίας, φόβος Κυρίου, καί βουλή Αγίων, σύνεσις, τό δέ γνώναι νόμον, διανοίας εστίν αγαθής, τούτω γάρ τώ τρόπω πολύν ζήση χρόνον καί προστεθήσεταί σοι έτη ζωής.

 

Στιχηρά ιδιόμελα

Ήχος α'

Ιωάννου Μοναχού

Πεντηκοστής εφέστηκεν η τών ημερών μεσότης, εν ή Χριστός, παραγυμνώσας αμυδρώς θεϊκήν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγω αυτόν τής κλίνης εξαναστήσας καί θεοπρεπώς θαυματουργών εν οστρακίνω σώματι, τοίς ανθρώποις εδωρήσατο τήν αιώνιον ζωήν, καί τό μέγα έλεος.

 

Στίχ. Μνήσθητι τής συναγωγής σου, ής εκτήσω απ' αρχής.

 

Εν τώ ιερώ επέστης η σοφία τού Θεού, μεσούσης τής εορτής, διδάσκων καί ελέγχων τούς απειθείς Ιουδαίους, τούς Φαρισαίους, καί Γραμματείς, καί βοών παρρησία πρός αυτούς, ο διψών, ερχέσθω πρός με, καί πινέτω ύδωρ ζωηρόν, καί ου μή διψήση εις τόν αιώνα, ο πιστεύων τή εμή χρηστότητι ποταμοί ρεύσουσιν εκ τής κοιλίας αυτού ζωής αιωνίου, Ώ τής αγαθότητος, καί τής ευσπλαγχνίας σου, Χριστέ ο Θεός ημών, Δόξα σοι.

Ήχος β'

Στίχ. Ο δέ Θεός Βασιλεύς ημών, πρό αιώνων ειργάσατο σωτηρίαν εν μέσω τής γής.

 

Ότε τό μέσον τής εορτής επέστη, ανέβη ο Ιησούς επί τό ιερόν, καί εδίδασκε λέγων τούς απειθείς Ιουδαίους, ο διψών ερχέσθω πρός με καί πινέτω, ύδωρ ζωηρόν αιώνιον, καί ου μή διψήση εις τόν αιώνα, ο πιστεύων εις εμέ, ποταμοί ρεύσουσιν εκ τής κοιλίας αυτού, καί έξει τό φώς τής ζωής.

Δόξα... Καί νύν... Ήχος πλ. δ'

Μεσούσης τής εορτής, διδάσκοντός σου Σωτήρ, έλεγον οι ιουδαίοι, Πώς ούτος οίδε γράμματα, μή μεμαθηκώς; αγνοούντες, ότι σύ ει η σοφία, η κατασκευάσασα τόν κόσμον, Δόξα σοι.

 

Απολυτίκιον Ήχος πλ. δ'

Μεσούσης τής εορτής, διψώσάν μου τήν ψυχήν, ευσεβείας πότισον νάματα ότι πάσι Σωτήρ εβόησας, ο διψών, ερχέσθω πρός με καί πινέτω, Η πηγή τής ζωής, Χριστέ ο Θεός δόξα σοι.

 

ΕΝ TΩ ΟΡΘΡΩ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Ταχύ προκατάλαβε

Ο πάντων επιστάμενος, τών καρδιών λογισμούς εν μέσω ανέκραζε τού ιερού εστηκώς, τοίς ψεύσταις λέγων αλήθειαν, Τί ζητείτε πιάσαι, εμέ τόν ζωοδότην, εορτής μεσαζούσης, εκβοών παρρησία, Μή τήν κατ' όψιν κρίσιν κρίνετε παράνομοι. (Δίς)

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος πλ. α'

Τόν συνάναρχον Λόγον

Δεσπότης τών όλων εν τώ ναώ εστηκώς, εορτής μεσαζούσης, Πεντηκοστής τής σεπτής, τοίς Εβραίοις προσλαλών, διελέγχει τρανώς, εν παρρησία πολλή, ως Βασιλεύς ών καί Θεός, τήν τύραννον αυτών τόλμαν, ημίν δε πάσι δωρείται, δι' ευσπλαγχνίαν τό μέγα έλεος. (Δίς)

 

Ο Κανών τού Ήχου δ'

Ού η ακροστιχίς

Μέσην εορτών τών μεγίστων αινέσω,

Ποίημα Θεοφάνους

Ωδή α' Ο ειρμός

Θαλάσσης τό ερυθραίον πέλαγος, αβρόχοις ίχνεσιν, ο παλαιός πεζεύσας Ισραήλ, σταυροτύποις Μωσέως χερσί, τού Αμαλήκ τήν δύναμιν, εν τή ερήμω ετροπώσατο.

 

Μεγάλαι τής υπέρ νούν σου Δέσποτα, θείας σαρκώσεως, ευεργεσίαι λάμπουσιν ημίν, δωρεαί τε καί χάριτες, καί θεϊκαί λαμπρότητες, αγαθοδότως αναβρύουσαι.

 

Επέστης μαρμαρυγάς θεότητος, εξαποστέλλων Χριστέ, τής εορτής εν μέσω προφανώς, εορτή γάρ χαρμόσυνος, τών σωζομένων πέφυκας, καί σωτηρίας ημίν πρόξενος.

 

Σοφία, δικαιοσύνη, Κύριε, καί απολύτρωσις, παρά Θεού σύ γέγονας ημίν, από γής πρός ουράνιον, διαβιβάζων ύψωμα, καί Πνεύμα θείον χαριζόμενος.

Θεοτοκίον

Η σάρξ σου διαφθοράν εν μνήματι, ουκ είδε Δέσποτα, αλλ' ως συνέστη άνευθεν σποράς, τήν φθοράν ουκ εδέξατο, ακολουθία φύσεως υπερουσίως μή δουλεύσασα.

 

Ο Κανών τού Ήχου πλ. δ'

Ποίημα Ανδρέου Κρήτης

Ωδή α' Θάλασσαν έπηξας

Έθνη κροτήσατε, Εβραίοι θρηνήσατε, ο ζωοδότης γάρ Χριστός, τά δεσμά διέρρηξε τού Άδoυ καί νεκρούς ανέστησε, καί νόσους εθεράπευσε τώ λόγω, Ούτος εστίν ο Θεός ημών, ο δούς ζωήν τοίς πιστεύουσιν εν τώ ονόματι αυτού.

 

Θαύμα παρέδειξας, τό ύδωρ εις οίνον μετελθών, ο εν Αιγύπτω ποταμούς, μετατρέψας Δέσποτα εις αίμα, καί νεκρούς ανέστησας, σημείον τούτο δεύτερον τελέσας, Δόξα Σωτήρ τή αφάτω σου βουλή, δόξα τή κενώσει σου, δι' ής εκαίνισας ημάς.

 

Ρείθρον αέναον, υπάρχων Κύριε, ζωής αληθινής, σύ εί η ανάστασις ημών, θέλων εκοπίασας Σωτήρ μου, καί εκών εδίψησας, τοίς νόμοις τής φύσεως υπείκων, καί εις Σιχάρ αφικόμενος σαρκί, τό ύδωρ εζήτησας, τή Σαμαρείτιδι πιείν.

 

Άρτους ευλογήσας, ιχθύας επλήθυνας, ο ακατάληπτος Θεός, καί λαούς εχόρτασας αφθόνως, καί πηγήν αέναον σοφίας, τοίς διψώσιν επηγγείλω, Σύ εί, Σωτήρ, ο Θεός ημών, ο δούς ζωήν τοίς πιστεύουσιν εν τώ ονόματι τώ σώ.

Δόξα...

Τρία συνάναρχα δοξάζω καί σύνθρονα, Πατέρα άναρχον Θεόν, καί Υιόν συνάναρχον, καί Πνεύμα συναϊδιον Υιώ, τήν μίαν τρισυπόστατον ουσίαν, μίαν αρχήν υπεράρχιον υμνών, ανάρχου θεότητος καί ουσιότητος τιμώ.

Καί νύν... Θεοτοκίον

Μόνη εχώρησας τόν κτίστην τόν ίδιον, Θεογεννήτορ εν γαστρί, καί σαρκί εκύησας αφράστως, καί Παρθένος έμεινας, μηδέν τής παρθενίας λυμανθείσης, τούτον αγνή, ως Υιόν σου καί Θεόν, απαύστως ικέτευε υπέρ τής ποίμνης σου αεί.

Καταβασία

Θάλασσαν έπηξας, βυθίσας σύν άρμασι τόν αλαζόνα Φαραώ και λαόν διέσωσας αβρόχως Κύριε, καί εισήγαγες αυτούς εις όρος αγιάσματος, βοώντας, Άσωμέν σοι τώ Θεώ ημών, ωδήν επινίκιον, τώ εν πολέμοις κραταιώ.

Ωδή γ' Ο ειρμός

Ευφραίνεται επί σοί, η Εκκλησία σου Χριστέ κράζουσα, Σύ μου ισχύς Κύριε, καί καταφυγή καί στερέωμα.

 

Ναμάτων ζωοποιών, τή Εκκλησία τάς πηγάς ήνοιξας, Εί τις διψά, πρόθυμος, ίτω καί πινέτω, βοών Αγαθέ.

 

Εκ γής μέν πρός ουρανόν, ανυψωθήναι προφανώς έλεγες, εξ ουρανού Πνεύμα δέ, πέμπειν επηγγείλω τό άγιον.

Θεοτοκίον

Ο φύσει ζωοποιός, καί εκ Παρθένου γεννηθείς Κύριος, πάσι πιστοίς δεδώρηται, τήν αθανασίαν ως εύσπλαγχνος, Αλλος, Εστερεώθη η καρδία μου.

 

Μή τήν κατ' όψιν κρίσιν κρίνετε Ιουδαίοι, διδάσκων έλεγεν ο Δεσπότης, ως επέστη τώ ιερώ, καθώς γέγραπται, μεσούσης τής νομικής εορτής.

 

Μή τήν κατ' όψιν κρίσιν κρίνετε Ιουδαίοι, Χριστός γάρ ήλθεν, όν περ εκάλουν οι Προφήται, εκ Σιών ελευσόμενον, καί κόσμον ανακαλούμενον.

 

Ει καί τοίς λόγοις ου πιστεύετε Ιουδαίοι, τοίς έργοις πείσθητε τού Δεσπότου, τί πλανάσθε αθετούντες τόν άγιον, όν έγραψεν εν τώ νόμω Μωσής;

 

Ει τόν Μεσσίαν πάντως δεί ελθείν Ιουδαίοι, Χριστός δέ ήλθε ο νύν Μεσσίας, τί πλανάσθε αθετούντες τόν Δίκαιον, όν έγραψεν εν τώ νόμω Μωσής.

Δόξα...

Σέ προσκυνούμεν Πάτερ άναρχε τή ουσία, υμνούμεν άναρχον τόν Υιόν σου, καί τό Πνεύμα ευσεβώς τό πανάγιον, ως ένα τά Τρία φύσει Θεόν.

Καί νύν... Θεοτοκίον

Εις τής Τριάδος ών, γενόμενος σάρξ ωράθης, ου τρέψας Κύριε τήν ουσίαν, ουδέ φλέξας τής τεκούσης τήν άφθορον γαστέρα, Θεός ών όλος καί πύρ.

Καταβασία

Εστερεώθη η καρδία μου εν Κυρίω, υψώθη κέρας μου εν Θεώ μου, επλατύνθη επ' εχθρούς μου τό στόμα μου, ευφράνθην εν σωτηρίω σου.

 

Καθίσματα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Εστηκώς εν τώ μέσω τού ιερού, μεσαζούσης ενθέως τής εορτής, ο διψών, ανέκραζες, ερχέσθω πρός με καί πινέτω, ο γάρ πίνων εκ τούτου, τού θείου νάματος, ποταμούς εκ κοιλίας, εκρεύσει δογμάτων μου, όστις δέ πιστεύει, εις εμέ τόν σταλέντα, εκ θείου Γεννήτορος, μετ' εμού δοξασθήσεται, Διά τούτο βοώμέν σοι, Δόξα σοι, Χριστέ ο Θεός, ότι πλουσίως εξέχεας τά νάματα, τής σής φιλανθρωπίας τοίς δούλοις σου.

Δόξα... Καί νύν...

Τής σοφίας τό ύδωρ καί τής ζωής αναβρύζων τώ κόσμω, πάντας Σωτήρ, καλείς τού αρύσασθαι, σωτηρίας τά νάματα, τόν γάρ θείον νόμον σου, δεχόμενος άνθρωπος, εν αυτώ σβεννύει, τής πλάνης τούς άνθρακας, όθεν εις αιώνας, ου διψήσει, ου λήψει, τού κόρου σου Δέσποτα βασιλεύ επουράνιε, Διά τούτο δοξάζομεν, τό κράτος σου, Χριστέ ο Θεός, τών πταισμάτων άφεσιν αιτούμενοι, καταπέμψαι πλουσίως τοίς δούλοις σου.

 

Ωδή δ' Ο Ειρμός

Επαρθέντα σε ιδούσα η Εκκλησία, επί Σταυρού τόν Ηλιον τής δικαιοσύνης, έστη εν τή τάξει αυτής, εικότως κραυγάζουσα, Δόξα τή δυνάμει σου Κύριε.

 

Ρήξας θανάτου τάς πύλας τή σή δυνάμει, οδού ζωής εγνώρισας τής αθανασίας, πύλας δέ διήνοιξας, τοίς πίστει κραυγάζουσι, Δόξα τή δυνάμει σου, Κύριε.

 

Τήν μεσότητα τών όλων, καί τέλος έχων, καί τής αρχής ως άναρχος περιδεδραγμένος, έστης εν τώ μέσω, βοών, Τών θείων θεόφρονες, δεύτε δωρεών απολαύσατε.

 

Ως Θεός καί πάντων έχων τήν εξουσίαν, ως δυνατός τό κράτος καθελών τού θανάτου πέμπειν επηγγείλω Χριστέ, τό Πνεύμα τό άγιον, τό εκ Πατρός προερχόμενον.

Θεοτοκίον

Νέμεις πλουσίως τήν χάριν, τοίς σέ υμνούσι, καί τόν εκ σού τεχθέντα προαιωνιον Λόγον, Μήτερ απειρόγαμε, πταισμάτων τήν άφεσιν, τούτοις αιτουμένη πανάχραντε.

Άλλος

Ο Προφήτης Αββακούμ

Ει Μεσσίαν δεί ελθείν, ο δέ Μεσσίας Χριστός εστι, παράνομοι; τί απιστείτε αυτώ; ιδού παραγέγονε, καί μαρτυρεί ά αυτός ποιεί, τό ύδωρ οίνον εποί ησε, Παράλυτον λόγω συνέσφιγξεν.

 

Μή συνιέντες τάς Γραφάς, πλανάσθε πάντες υμείς Εβραίοι άνομοι, όντως γάρ ήλθε Χριστός, καί πάντας εφώτισε, καί εν υμίν έδειξε πολλά σημεία καί τεράστια, καί μάτην αρνείσθε τήν όντως ζωήν.

 

Εν έργον έδειξα ημίν, καί πάντες ήδη θαυμάζετε, ανέκραζε τοίς Ιουδαίοις Χριστός, υμείς περιτέμνετε, καί εν Σαββάτω άνθρωπον, φησίν, εμοί δέ τί εγκαλείτε λοιπόν, εγείραντι λόγω Παράλυτον.

 

Έργα εποίησα πολλά, καί διά ποίον έργον λιθάζετέ με; τοίς Ιουδαίοις Χριστός, ελέγχων ανέκραζεν, ότι άνθρωπον υγιή όλον λόγω εποίησα; μή κρίνετε κατ' όψιν άνθρωποι.

 

Εν Αποστόλοις ενεργών, καί εν Προφήταις αυτός επαναπαυόμενος, μετά τού Πνεύματος, τό άχραντον γέννημα, τής πατρικής φύσεως Χριστέ, τά έθνη πρός σήν επίγνωσιν, ανήγες τών σημείων σου.

Δόξα...

Τριάς αμέριστε μονάς, άναρχε Πάτερ, Υιέ, καί Πνεύμα άγιον η εν μονάδι Τριάς, ομότιμε, σύνθρονε ζωοποιέ, άκτιστε Θεέ, σώζε τούς ανυμνούντάς σε, καί ρύσαι κινδύνων καί θλίψεων.

Καί νύν... Θεοτοκίον

Η εν γαστρί σου τόν Θεόν, απεριγράπτως χωρήσασα Θεόνυμφε, Παρθενομήτορ αγνή μή παύση πρεσβεύουσα υπέρ ημών, όπως διά σού ρυσθώμεν τών περιστάσεων, πρός σέ γάρ αεί καταφεύγομεν.

Καταβασία

Ο Προφήτης Αββακούμ, τοίς νοεροίς οφθαλμοίς προεώρα Κύριε, τήν παρουσίαν σου, διό καί ανέκραζεν, Από θαιμάν ήξει ο Θεός, Δόξα τή δόξη σου Χριστέ, δόξα τή συγκαταβάσει σου.

 

Ωδή ε' Ο ειρμός

Σύ Κύριέ μου φώς, εις τόν κόσμον ελήλυθας, φώς άγιον επιστρέφων, εκ ζοφώδους αγνοίας, τούς πίστει ανυμνούντάς σε.

 

Τών θείων εορτών, τήν μεσότητα φθάσαντες, τό τέλειον τής ενθέου, αρετής εξασκήσαι, σπουδάσωμεν θεόφρονες.

 

Ως όντως ιερά η παρούσα πανήγυρις, μεσότητα τών μεγίστων, εορτών γάρ ορίζει, καί λάμπει αμφοτέρωθεν.

Θεοτοκίον

Νούς αρχαγγελικός ουκ ισχύει νοήσαί σου, τόν άφραστον εκ Παρθένου, καί πανάχραντον τόκον, Σωτήρ μου πολυέλεε.

Άλλος

Κύριε, ο Θεός ημών

Θαύμασι κατεκόσμησας, τούς, Αποστόλους σου, τέρασιν εμεγάλυνας τούς Μαθητάς εν παντί τώ κόσμω, δοξάσας Σωτήρ ημών, καί δούς αυτοίς τήν βασιλείαν σου.

 

Άπαντα κατεφώτισαν, τής γής τά πέρατα θαύματι καί διδάγμασιν οι Μαθηταί, καί ποικίλοις τρόποις, τόν λόγον κηρύξαντες, Χριστέ Σωτήρ τής βασιλείας σου.

 

Αίνεσιν αναπέμπομεν τή βασιλεία σου, ύμνον σοι δε προσάγομεν, τώ δι' ημάς επί γης οφθέντι, καί κόσμον φωτίσαντι καί τόν Αδάμ ανακαλέσαντι.

Δόξα...

Δόξα σοι Πάτερ άγιε, Θεέ αγέννητε, δόξα σοι Λόγε άχρονε μονογενές, δόξα σοι τό Πνεύμα, τό θείον καί σύνθρονον, καί Ομοούσιον Πατρί καί Υιώ.

Καί νύν... Θεοτοκίον

Γέγονεν η κοιλία σου αγία τράπεζα, έχουσα τόν ουράνιον άρτον, εξ ού πάς ο τρώγων, ου θνήσκει, ως έφησεν, ο τού παντός Θεογεννήτορ τροφεύς.

Καταβασία

Κύριε ο Θεός ημών, ειρήνην δός ημίν, Κύριε ο Θεός ημών, κτήσαι ημάς, Κύριε, εκτός σού άλλον ουκ οίδαμεν τό όνομά σου ονομάζομεν.

 

Ωδή ς' Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Μεσίτης, Πεντηκοστής, εφέστηκε σήμερον, ένθεν τού θείου μέν Πάσχα, θειοτάτω φέγγει καταυγασθείσα, εκείθεν δέ, τού Παρακλήτου λάμπουσα χάριτι.

 

Ελάλεις, εν τώ ναώ Χριστέ παριστάμενος, τών Ιουδαίων τοίς δήμοις, τήν οικείαν δόξαν αποκαλύπτων, καί προφαίνων, τήν συμφυϊαν πρός τόν γεννήτορα.

Θεοτοκίον

Γενού μου, προστασία καί τείχος ακράδαντον, τών κοσμικών με σκανδάλων, λυτρουμένη μόνη Θεογεννήτορ, καί ταίς θείαις, φωτοχυσίαις καταλαμπρύνουσα.

Άλλος

Ως ύδατα θαλάσσης

Ο πάντα περιέπων τά πέρατα ανήλθες Ιησού, καί εδίδασκες, εν τώ ιερώ τούς όχλους, τόν λόγον τής αληθείας, τής εορτής μεσούσης, ως Ιωάννης βοά.

 

Ανέπτυξας τά χείλη σου Δέσποτα, εκήρυξας τώ κόσμω, τόν άχρονον Πατέρα καί τό πανάγιον Πνεύμα, τό συγγενές αμφοτέρων, φυλάττων, καί μετά σάρκωσιν.

 

Τό έργον τού Πατρός ετελείωσας, τοίς έργοις επιστώσω τούς λόγους σου ιάσεις τελών Σωτήρ καί σημεία, Παράλυτον ανορθών, λεπρούς καθαίρων, καί τούς νεκρούς ανιστών.

 

Ο άναρχος Υιός, αρχή γέγονε, λαβών τό καθ' ημάς, ενηνθρώπησε, καί μέσον τής εορτής εδίδασκε λέγων, Προσδράμετε τή πηγή τή αενάω, ζωήν αρύσασθαι.

Δόξα...

Τήν μίαν εν Τριάδι θεότητα, ουσίαν τρισυπόστατον άκτιστον, αμέριστον πάντες δοξολογούμεν, Πατέρα, καί τόν Υιόν, καί τό άγιον Πνεύμα, ως τρία ούσαν καί έν.

Καί νύν... Θεοτοκίον

Παρθένον μετά τόκον υμνούμέν σε, Παρθένον καί Μητέρα δοξάζομεν, σε μόνην αγνή Θεόνυμφε Κόρη, εκ σού γάρ όντως Θεός εσαρκώθη, ζωοποιήσας ημάς.

Καταβασία

Ως ύδατα θαλάσσης φιλάνθρωπε, τά κύματα τού βίου χειμάζει με, διό, ως Ιωνάς, σοί κραυγάζω Λόγε, Ανάγαγε εκ φθοράς τήν ζωήν μου, ευ σπλαγχνε Κύριε.

 

Κοντάκιον Ήχος δ'

Ο υψωθείς εν τώ Σταυρώ

Τής εορτής τής νομικής μεσαζούσης, ο τών απάντων Ποιητής καί Δεσπότης, πρός τούς παρόντας έλεγες, Χριστέ ο Θεός, Δεύτε καί αρύσασθε, ύδωρ αθανασίας, όθεν σοι προσπίπτομεν, καί πιστώς εκβοώμεν, Τούς οικτιρμούς σου δώρησαι ημίν, σύ γάρ υπάρχεις πηγή τής ζωής ημών.

Ο Οίκος

Τήν χερσωθείσάν μου ψυχήν, πταισμάτων ανομίαις, ροαίς τών σών αιμάτων κατάρδευσον, καί δείξον καρποφόρων αρεταίς, σύ γάρ έφης πάσι, τού προσέρχεσθαι πρός σέ Λόγε Θεού πανάγιε, καί ύδωρ αφθαρσίας αρύεσθαι, ζών τε καί καθαίρον αμαρτίας, τών υμνούντων τήν ένδοξον καί θείαν σου Έγερσιν παρέχων αγαθέ, τήν από τού ύψους ενεχθείσαν αληθώς τοίς Μαθηταίς σου, Πνεύματος ισχύν, τοίς σέ Θεόν γινώσκουσι, σύ γάρ υπάρχεις πηγή τής ζωής ημών.

 

Συναξάριον

Τή Τετάρτη τού Παραλύτου, τήν τής Μεσοπεντηκοστής εορτάζομεν εορτήν.

Στίχοι

          Εστώς διδάσκει τής εορτής εν μέσω,

          Χριστός Μεσσίας τών διδασκάλων μέσον.

 

Τώ απείρω ελέει σου, Χριστε ο Θεός ημών, ελέησον ημάς, Αμήν.

 

Ωδή ζ' Ο Ειρμός

Εν τή καμίνω, Αβραμιαίοι Παίδες τή Περσική, πόθω ευσεβείας μάλλον, ή τή φλογί, πυρπολούμενοι εκραύγαζον, Έυλογημένος ει εν τώ ναώ τής δόξης σου Κύριε.

 

Ισχύϊ Σώτερ τήν τού θανάτου λύσας δύναμιν τρίβον τής ζωής εγνώρισας τοίς θνητοίς, ευχαρίστως σοι κραυγάζουσιν, Ευλογημένος εί εν τώ ναώ τής δόξης σου Κύριε.

 

Σάρκα φορούντα, τεθεαμένοι ουκ επέγνωσαν, δήμοι τών Εβραίων Λόγε σε τού Θεού, αλλ' ημείς σοι αναμέλπομεν, Ευλογημένος εί εν τώ ναώ τής δόξης σου, Κύριε.

Θεοτοκίον

Τό τού υψίστου, ηγιασμένον θείον σκήνωμα, χαίρε, διά σού γάρ δέδοται η χαρά, Θεοτόκε τοίς κραυγάζουσιν, Ευλογημένη συ εν γυναιξίν, υπάρχεις πανάμωμε Δέσποινα.

Άλλος

Τών Χαλδαίων η κάμινος

Σαρκικώς εκοπίασας, η ανάπαυσις πάντων, εκουσίως εδίψησας, η πηγή τών θαυμάτων, τό ύδωρ εζήτησας, ύδωρ τό ζών Ιησού επαγγειλάμενος.

 

Σαμαρείτιδι Κύριε, γυναικί προσωμίλεις, διαλέγων τήν άνοιαν, τών ανόμων Εβραίων, η μέν γάρ επίστευσεν, Υιόν σε είναι Θεού, οι δέ ηρνήσαντο.

 

Ύδωρ ζών τό αλλόμενον, ύδωρ αθανασίας, η πηγή η αείζωος, παρέχει ν επηγγείλω, τοίς πίστει τό Πνεύμά σου, προσδεχομένοις Σωτήρ τό προϊόν εκ Πατρός.

 

Πέντε άρτοις εξέθρεψας, χιλιάδας πεινώντων, καί τού κόρου τά λείψανα εις άλλας μυριάδας, Σωτήρ επερίσσευσας, δεικνύς τήν δόξαν σου τοίς ιεροίς Μαθηταίς.

 

Ο εσθίων τόν άρτον σου, ζήσεται αιωνίως, καί ο πίνων τό αίμά σου, εν σοί μένει Σωτήρ μου, καί σύ εν αυτώ μένεις, καί αναστήσεις αυτόν, εν τή εσχάτη ροπή.

 

Εθαυμάστωσας Δέσποτα, τήν σήν οικονομίαν, πιστωσάμενος θαύμασι τήν θείαν εξουσίαν, τάς νόσους απήλασας, νεκρούς ανέστησας, τυφλούς εφώτισας ως Θεός.

 

Τούς λεπρούς εκαθάρισας, τούς χωλούς ανωρθώσω, παραλύτους συνέσφιγξας Αιμόρρουν θεραπεύσας, επέζευσας πέλαγος δεικνύς τήν δόξαν σου τοίς Ιεροίς Μαθηταίς.

Δόξα...

Προσκυνούμέν σου Κύριε τόν άχρονον Πατέρα, καί τήν χάριν τού Πνεύματος, ήν τοίς σοίς Αποστόλοις Θεός ήν διένειμας, εξαποστέλλων αυτούς επί τό κήρυγμα.

Καί νύν... Θεοτοκίον

Εν γαστρί σου εχώρησας τόν αχώρητον Λόγον, εκ μαζών σου εθήλασας, τού κόσμου τόν τροφέα, αγκάλαις εβάστασας, τόν παροχέα ημών, Θεογεννήτορ αγνή.

Καταβασία

Τών Χαλδαίων η κάμινος, πυρί φλογιζομένη, εδροσίζετο πνεύματι, Θεού επιστασία, οι Παίδες υπέψαλλον, Ευλογητός ο Θεός ο τών Πατέρων ημών.

 

Ωδή η' Ο Ειρμός

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα, εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ωραίος εκ τάφου αναστάς, τή τής θεότητος δόξη κοσμούμενος, τοίς, Αποστόλοις σου Κύριε, επεφάνης, τήν τού Πνεύματος, επαγγελλόμενος αυτοίς, πέμπειν ενέργειαν, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Νεκρώσας τόν Άδην ως Θεός, ζωαρχικώτατε, πάσιν επήγασας ζωήν αιώνιον, ήν περ νύν, εικονίζουσι φανότατα, τών λαμπροφόρων ημερών τούτων αι χάριτες, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Ακτίνας ως ήλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμω απέστειλας, τούς Αποστόλους σου φέροντας, σέ τό φώς τό ακατάληπτον, καί τής αγνοίας τήν αχλύν αποδιώκοντας, καί βοώντας, Πάντα τά έργα υμνείτε τόν Κύριον.

Θεοτοκίον

Ιδού νύν εξέλιπε σαφώς, εκ τής Ιούδα φυλής άρχων ηγούμενος, σύ γάρ πανάμωμε τέτοκας, τά αυτώ πρίν αποκείμενα, τήν προσδοκίαν τών εθνών, Χριστόν ώ ψάλλομεν, Ευλογείτε πάντα τά έργα Κυρίου τόν Κύριον.

Άλλος

Άγγελοι καί πυρανοί

Δεύτε ίδετε λαοί, τόν επί θρόνου δόξης ανυμνούμενον υπό λαών ανόμων βλασφημού εν Προφήταις μενον, καί ιδόντες υμνείτε, τον Μεσσίαν προρρηθέντα.

 

Σύ εί όντως ο Χριστός, ο εις τόν κόσμον τούτον προερχόμενος, εξ ού η σωτηρία, καί η άφεσις, τών πατρώων σφαλμάτων, σύ η όντως ζωή τών σοί πεπιστευκότων.

 

Η σοφία τού Θεού, τής εορτής μεσούσης, καθώς γέγραπται, τώ ιερώ επέστη καί εδίδασκεν, ότι όντως αυτός ήν, ο Μεσσίας Χριστός, δι' ού η σωτηρία.

 

Εν τοίς Σάββασι Χριστός, καί εν ημέραις όλαις επεδείκνυτο, τά τών σημείων έργα εξιωμενος, τούς εν νόσοις ποικίλαις, αλλ' ο πλάνος λαός, θυμώ ενεκοτείτο.

 

Τόν Παράλυτον φησί, τόν δε χρόνοις πλείστοις κατακείμενον, εν τώ Σαββάτω ούτος εθεράπευσε, καί παρέβη τόν νόμον, Ιουδαίοι Χριστώ, πικρώς ελοιδορούντο.

 

Ου Μωσής, υμίν φησί, τόν νόμον δούς κελεύει περιτέμνεσθαι; καί εν Σαββάτω άνδρα περιετέμνετο, ίνα μήπως ο νόμος τών πατέρων λυθή, Χριστός τοίς Ιουδαίοις.

 

Οι αγνώμονες παντί, οι εν ερήμω πάλαι παροικήσαντες, τόν ευεργέτην φθόνω, κατενέσκηπτον βλασφημούντες, κι νούντες, τάς αδίκους γλώσσας, κενά προσμελετώντες.

Δόξα...

Είς Θεός ούν η Τριάς, ου τού Πατρός εκστάντος εις Υιότητα, ουδε Υιού τραπέντος εις εκπόρευσιν, αλλ' ιδία καί άμφω, φώς Θεόν τά τρία, δοξάζω, εις αιώνας.

Καί νύν... Θεοτοκίον

Πώς εγέννησας ειπέ, τόν εκ Πατρός αχρόνως προεκλάψαντα, καί σύν αγίω Πνεύματι υμνούμενον, ή ως οίδεν ο μόνος ευδοκήσας εκ σού τεχθήναι Θεοτόκε.

Καταβασία

Άγγελοι καί ουρανοί τόν επί θρόνου δόξης εποχούμενον, καί ως Θεόν απαύστως δοξαζομενον, ευλογείτε, υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

 

Η Τιμιωτέρα ου στιχολογείται

 

Ωδή θ' Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός συνάψας τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Νέαν καί καινήν πολιτείαν, παρά Χριστού μεμαθηκότες ταύτην μέχρι τέλους φυλάττειν διαφερόντως πάντες, σπουδάσωμεν, όπως αγίου Πνεύματος, τήν παρουσίαν απολαύσωμεν.

 

Σύ μου τό θνητόν Ζωοδότα, περιβολήν αθανασίας, καί τής αφθαρσίας τήν χάριν, ενδύσας Σώτερ συνεξανέστησας, καί τώ Πατρί προσήγαγες τόν χρόνιόν μου λύσας πόλεμον.

 

Εις τήν επουράνιον πάλιν, διαγωγήν ανακληθέντες, τή τής μεσιτείας δυνάμει, τού κενωθέντος μέχρι καί δούλου μορφής καί ημάς ανυψώσαντος, τούτον αξίως μεγαλύνωμεν.

Θεοτοκίον

Ως ρίζαν, πηγήν καί αιτίαν, τής αφθαρσίας σε Παρθένε πάντες οι πιστοί πεπεισμένοι, ταίς ευφημίαις καταγεραίρομεν, σύ γάρ τήν ενυπόστατον, αθανασίαν ημίν έβλυσας.

Άλλος

Αλλότριον τών μητέρων

Τής εορτής μεσαζούσης τών Ιουδαίων, ανήλθες ο Σωτήρ μου επί τό ιερόν σου, καί εδίδασκες πάντας, εθαύμαζον δέ Ιουδαίοι, καί πόθεν ούτος οίδε γράμματα, μή μεμαθηκώς; έλεγον.

 

Ιάματα χαρισμάτων ο λυτρωτής μου πηγάζων επετέλει τέρατα καί σημεία, φυγαδεύων τάς νόσους, ιώμενος τούς ασθενούντας, αλλ' Ιουδαίοι εξεμαίνοντο, τώ πλήθει τών θαυμάτων αυτού.

 

Τούς απειθείς Ιουδαίους ο λυτρωτής μου, ελέγχων ανεβόα, Μή κρίνετε κατ' όψιν, αλλά τήν δικαίαν κρίσιν κρίνετε, καί γάρ ο νόμος καί εν Σαββάτω περιτέμνεσθαι, κελεύει πάντα άνθρωπον.

 

Τά μείζονα τών θαυμάτων τοίς Μαθηταίς σου, Σωτήρ ως επηγγείλω, παρέσχες, αποστείλας, εις τά έθνη κηρύξαι τήν δόξαν σου, οι δέ τώ κόσμω, εκήρυττόν σου τήν Ανάστασιν, τήν χάριν καί τήν σάρκωσιν.

 

Ει άνθρωπον περιτέμνετε εν Σαββάτω, μήπως λυθή ο νόμος, νύν εμοί τί χολάτε, ότι άνθρωπον όλον εποίησα υγιή λόγω; κατά τήν σάρκα υμείς κρίνετε φησί τοίς Ιουδαίοις Χριστός!

 

Ο τήν ξηράν θεραπεύσας χείρα τώ λόγω, τήν ξηρανθείσαν πάλαι γήν τής εμής καρδίας, ιασάμενος Λόγε, ανάδειξόν με καρποφόρον, ίνα εργάσωμαι καγώ Σωτήρ, καρπούς εν μετανοία θερμή.

 

Λεπρώσάν μου τήν καρδίαν αποκαθάρας, καί τής ψυχής μου Λόγε τά όμματα φωτίσας, επί κλίνης οδύνης μου, κείμενον ανόρθωσόν με, ως τόν παράλυτον ανέστησας, εν κλίνη κατακείμενον.

Δόξα...

Αλλότριον τοίς ανόμοις εστί τό σέβειν, τήν άναρχον Τριάδα Πατέρα καί Υιόν τε, καί τό άγιον Πνεύμα, τήν άκτιστον παντοκρατορίαν, δι' ής ο σύμπας κόσμος ήδρασται, τώ κράτει τής ισχύος αυτής.

Καί νύν... Θεοτοκίον

Εχώρησας έν γαστρί σου Παρθενομήτορ, τόν ένα τής Τριάδος, Χριστόν τόν Ζωοδότην όν υμνεί πάσα κτίσις, καί τρέμουσιν οι άνωθρόνοι, Αυτόν δυσώπει παμμακάριστε, σωθήναι τάς ψυχάς ημών.

Καταβασία

Αλλότριον τών μητέρων η παρθενία, καί ξένον ταίς παρθένοις η παιδοποιϊα, επί σοί Θεοτόκε, αμφότερα ωκονομήθη, διό σε πάσαι αι φυλαί τής γής απαύστως μακαρίζομεν.

 

Εξαποστειλάριον

Ο ουρανόν τοίς άστροις

Ο τόν κρατήρα έχων, τών ακενώτων δωρεών, δός μοι αρύσασθαι ύδωρ, εις άφεσιν αμαρτιών, ότι συνέχομαι δίψη, εύσπλαγχνε μόνε οικτίρμον. (Δίς)

 

Εις τούς Αίνους

 

Ιστώμεν Στίχους δ' καί ψάλλομεν τά παρόντα Προσόμοια.

 

Ήχος δ'

Ως γενναίον εν Μάρτυσιν

Η σοφία καί δύναμις, τού Πατρός τό απαύγασμα, Λόγος ο αϊδιος, καί Υιός τού Θεού, εν ιερώ παρεγένετο, σαρκί καί εδίδασκεν Ιουδαί αγνώμονας, καί ων τούς λαούς, τούς δεινούς καί εθαύμαζον, τής σοφίας τόν πλούτον εκβοώντες, Πόθεν γράμματα γινώσκει παρ' ουδενός μή μεμαθηκώς; (Δίς)

 

Γραμματείς επεστόμιζεν, Ιουδαίους διήλεγχεν, ο Μεσσίας Κύριος, εκβοών αυτοίς, Μή τήν κατ' όψιν παράνομοι, ως άδικοι κρίνετε, εν Σαββάτω γάρ εγώ, τόν Παράλυτον ήγειρα, όθεν Κύριος, τού Σαββάτου υπάρχω, καί τού νόμου, τί ζητείτέ με φονεύσαι, τόν τούς θανόντας εγείραντα;

 

Μωϋσέα ελίθασαν οι δεινοί καί παράνομοι, Ιουδαίων σύστημα τό αχάριστον, τόν Ησαϊαν δέ έπρισαν, ξυλίνω εν πρίονι, εν βορβόρω τόν σοφόν, Ιερεμίαν ενέβαλον, τόν δέ Κύριον, εν Σταυρώ ανυψούντες, επεβόων, Τόν ναόν ο καταλύων, σώσον σαυτόν καί πιστεύσομεν.

Δόξα... Καί νύν... Ήχος δ'

Ανατολίου

Φωτισθέντες αδελφοί, τή Αναστάσει τού Σωτήρ ς Χριστού, καί φθάσαντες τό μέσον τής εορτής τής δεσποτικής, γνησίως φυλάξωμεν τάς εντoλάς τού Θεού, ίνα άξιοι γενώμεθα, καί τήν Ανάληψιν εορτάσαι, καί τής παρουσίας τυχείν τού αγίου Πνεύματος.

 

Δοξολογία μεγάλη, καί Απόλυσις

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τά Τυπικά καί εκ τού Κανόνος τής Εορτής, Ωδή γ' καί ς'.

 

Ο Απόστολος

Εν ταίς ημέραις εκείναις, κατέφυγον οι Απόστολοι εις τάς πόλεις τής Λυκαονίας...

 

Ευαγγέλιον, εκ τού κατά Ιωάννην

Τής Εορτής μεσούσης, ανέβη ο Ιησούς εις τό Ιερόν, καί εδίδασκε, καί εθαύμαζον οι Ιουδαίοι, λέγοντες...

 

Κοινωνικόν

Ο τρώγων μου τήν Σάρκα, καί πίνων μου τό Αίμα, εν εμοί μένει, καγώ εν αυτώ, είπεν ο Κύριος.