ΤΗ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη του Αγίου Αποστόλου Ιακώβου τού Αλφαίου, καί τού Οσίου Πατρός ημών Ανδρονίκου, καί τής συμβίας αυτού.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς καί ψάλλομεv Στιχηρά Προσόμοια.

 

Ήχος δ'

Ως γενναίον εv Μάρτυσι

Τώ καλάμω τής χάριτος, εκ βυθού ματαιότητος, τούς βροτούς αvείλκυσας αξιάγαστε, τού Διδασκάλου τοίς vεύμασιν, υπείκων Ιάκωβε, τού φωτίσαντος τήν σήν, κατά πάντα διάνοιαν, καί Απόστολοv, καί σεπτόν θεηγόρον σε παμμάκαρ, αναδείξαντος τής τούτου, ακαταλήπτου θεότητος.

 

Η τού Πνεύματος έλλαμψις, επί σέ καταβέβηκε, τού πυρός εν είδει, καί σέ μακάριε, θείον δοχείον ειργάσατο, συντόνως ελαύνοντα, αθεϊας τήν αχλύν, καί τόν κόσμον φωτίζοντα, τή λαμπρότητι, τών πανσόφωv σου λόγων μυστολέκτα, Αποστόλων η ακρότης, Χριστού αύτόπτα Ιάκωβε.

 

Αστραπαίς τού κηρύγματος, τούς εv σκότει καθεύδοντας, αγνωσίας ένδοξε, κατεφώτισας, ούς αναδείξας Ιάκωβε, υιούς διά πίστεως, τού Δεσπότου καί Θεού, τούτου πάθος εζήλωσας, καί τόν θάνατον, καί τής δόξης εγένου κληρονόμος, ως σοφός καί θεηγόρος, ως μαθητης αληθέστατος.

 

Καί τώv Οσίων γ

 

Ήχος πλ. β Όλην αποθέμενοι

Όληv αποθέμενοι, βιωτικήν τυραννίδα, καί πλούτον μισήσαντες, καί τρυφήv τήν ρέουσαν βδελυξάμενοι, τόν Σταυρόν ήρατε, ως ζυγόν ένθεον, καί Χριστώ ηκολουθήσατε, καί πρός ουράνιον, χλόην θαυμαστώς εσκηvώσατε, εν οίς συναγαλλόμενοι, μέμvησθε ημώv τώv εκ πίστεως, υμών μεμνημένων, καί πόθω εκτελούντων εύλαβώς, την Ιεράν καί σεβάσμιον, μνήμην υμών Άγιοι.

 

Όλως αγαπήσασα, σέ εκ ψυχής τόν Δεσπότην, οπίσω σου έδραμε, δυάς η αοίδιμος καί ομόζυγος, καί τερπνά άπαντα, καί δεσμόν άλυτον, ως ιστόν αράχνης έλυσε, διό καί έτυχε, σού τής βασιλείας Αθάνατε. Αυτών ούν ταίς δεήσεσιν, ιλασμόν οικτίρμον παράσχου μοι, τών πλημμελημάτωv, καί δείξόν με ανώτερον παθών, τών ενοχλούντων μου Δέσποτα, τήν ψυχήν εκάστοτε.

 

Παίδων εστερήθητε, τής ποθεινής ξυνωρίδος, προστάξει τή κρείττοvι, καί τώ βίω μένοντες απαράκλητοι, τήν φωνήν ήρατε, τήν γενvαιοτάτην, τού Ιωβ καί ανεκράξατε. Κύριος έδωκε, Κύριος καί πάλιν αφείλετο. Διό καί τό ποθούμενον, έργον ευχερώς διηνύετε, καί πρός ερημίας, καί τόπους τούς Αγίους εv χαρά, μεταναστεύοντες ώφθητε, ζεύγος Ιερώτατον.

Δόξα... Τού Αποστόλου

Ήχος δ' Θεοφάνους

Τήv τού θείου Πνεύματος σαφώς χάριν δεξάμενος, τής ιερωτάτης χορείας τών Αποστόλων, συναρίθμιος , Ιάκωβε γέγονας, όθεν καί ούρανόθεν τήν φερομένην ποτέ πνοήν βιαίαν, πυρίνη γλώσση εμπνευσθείς, τήν τών εθνών ακανθώδη έφλεξας αθεότητα. Χριστόν τόν Θεόν, Θεοκήρυξ ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Ως γενναίον εν Μάρτυσι

Ο κριτής ήδη πάρεστι, τό κριτήριον έτοιμοv, ο πρός τούτο φέρων θάνατος ήγγικεν, οι υπουργοί ετοιμότατοι, τά πάντα ηυτρέπισται, τί ούν μέλλεις ώ ψυχή; τί βραδύvεις μή κράζουσα; ο Θεός ημώv, καί Θεός τού ελέους ταίς πρεσβείαις, τής Μητρός σου οίκτειρόv με, καί πάσης ρύσαι κολάσεως.

Η Σταυροθεοτοκίον

Η αμvάς η κυήσασα, τό αρνίον τό άμωμον, τό τήv αμαρτίαν ελθόν ιάσασθαι, παντός τού κόσμου Πανάχραντε, οικείω εv αίματι, τό σφαγέν υπέρ ημώv, καί ζωώσαν τά σύμπαντα, σύ μi, ένδυσον, γυμνωθέντα τής θείας αφθαρσίας, εξ ερίου τού σού τόκου, περιβολήν θείας χάριτος.

 

Εις τόν Στίχον Στιχηρά τής Οκτωήχου

 

Δόξα... τού Αποστόλου

Ήχος πλ. α'

Πιστώς πανηγυρίζομεν, τήν πάνσεπτον ημέραν τής σής μνήμης, σέ ανυμνούντες Ιάκωβε ένδοξε, ούχ ως Αλφαίου υιόν, αλλ' ως τού Χριστού Απόστολον, καί κήρυκα τής αυτού αρρήτου σαρκώσεως. Όθεv τώ δεσποτικώ θρόνω, σύv Ασωμάτοις αεί παριστάμενος, καί Αποστόλωv καί Μαρτύρων χοροίς, εκτενώς ικέτευε, τού σωθήναι ημάς, τόv σωτήρα καί Θεόν ημών.

Καί νύν... Θεοτοκίον

Χαίροις ασκητικών

Ρυσαι από ρομφαίας εχθρώv, νύν τήν ψυχήν μου, Θεομήτορ πανάμωμε εν σοί γάρ καί εν τώ τόκω, τώ σώ Παρθένε αγνή, πάσα κατηργήθη τού αλάστορος, ισχύς καί ηφάvισται, τώv δαιμόνωv στρατεύματα, καί σωτηρία καί τώv πόνωv ανάπαυσις, τοίς πιστεύουσι, τώ σώ τόκω γεγένηται. Όθεν καγώ κραυγάζω σοι. Πολέμησον Δέσποιvα, τούς πολεμούντας αεί με, καί δίκην τούτους απαίτησον, τής πρίv επηρείας, δι' ής πάσης μοι κακίας, πρόξεvοι ώφθησαν.

Η Σταυροθεοτοκίον

Βλέπουσα η αμνάς τόν αμνόν, Θεού τόv αίροντα τού κόσμου τά πταίσματα, εv ξύλω ανηρτημένον, καί πεπληγμέvον πλευράν, θρηνωδούσα ταύτα απεφθέγγετο. Υιέ πώς ηνέσχου, θανατωθήναι ως άνθρωπος, Θεός υπάρχων, καί Δεσπότης τής κτίσεως, ει καί πέφηνας, σαρκοφόρος θελήματι; τίνος χάριν ετάχυvας, τόv δρόμον ποιήσασθαι, καί εγκατέλιπες μόvην, τέκνον εμόν τήν τεκούσάν σε, αγνώς ευεργέτα. Λόγοv δός μοι μή βραδύνης, καί μέγα έλεος.

 

Απολυτίκιον

Τού Αποστόλου Ήχος γ

Απόστολε Άγιε Ιάκωβε, πρέσβευε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.

Τού Οσίου Ήχος α'

Τού λίθου σφραγισθέντος

Τής ερήμου πολίτης, καί εν σώματι άγγελος, καί θαυματουργός ανεδείχθης, θεοφόρε πατήρ ηνών Ανδρόνικε, νηστεία, αγρυπνία, προσευχή, ουράνια χαρίσματα λαβών, θεραπεύεις τούς νοσούντας, καί τάς ψυχάς των πίστει προστρεχόντων σοι. Δόξα τώ δεδωκότι σοι ισχύν, δόξα τώ σέ στεφανώσαντι, δόξα τώ ενεργούτι διά σού πάσιν ιάματα.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία, καί οι Κανόνες, είς τής Οκτωήχου, καί των Αγίωv οι δύο παρόντες.

 

Ο Κανών τού Αποστόλου, ού η Ακροστιχίς.

 

Χριστού μαθητήν υιόν Αλφαίου σέβω

Θεοφάνους

 

Ωδή α' Ήχος πλ. β'

Ως εv ηπείρω

Χείρά μοι δίδου θεόπτα καί μαθητά, τού Χριστού Ιάκωβε,τήν σεπτήν σου εορτήν, ευφημείν ορμήσαντι καί φώς, τή καρδία μου ταίς σαίς, πρεσβείαις έλλαμψον.

 

Ρείθροις ενθέου σοφίας περικλυσθείς, ποταμός εξώρμησας, Παραδείσου τής τρυφής, καί τής γής τό πρόσωπον ροαίς, ευσεβείας αληθώς, Σοφέ κατήρδευσας.

 

Ιερωτάτη χορεία τώv Μαθητών, τού Χριστού Ιάκωβε, συνετάγης συμπληρών, αριθμών τών δώδεκα, μεθ' ών, τώ Δεσπότη παρεστώς, ημών μνημόνευε.

Θεοτοκίον

Σέ Παναγία Παρθένε τόν ουρανόν, ό τανύσας Κύριος, καί τήν γήν θεμελιών, ουρανόν επίγειον εκ σού, προελθων μετά σαρκός, ημίν ανέδειξε.

 

Ο κανων τών Οσίωv, έχων Ακροστιχίδα εv τοίς Θεοτόκοις

 

Δημητρίου

 

Ωδή α' Ήχος πλ. δ'

Αρματηλάτην Φαραώ

Προκαθαρθείς σου τήν ψυχήν Ανδρόvικε, ταίς γενικαίς αρεταίς, καί θεϊκού πόθου, πυρωθείς τοίς άνθραξι, τάς τής σαρκός εξέκλιvας, πυρακτώσεις, τήν δρόσον, τήv θείαν είχες γάρ άνωθεν, σέ καταδροσίζουσαν πάντοτε.

 

Τή τού Δεσπότου προσταγή πειθόμενος, ως πατριάρχης ποτέ, ο Αβραάμ Πάτερ, τήν σήν γήν κατέλιπες, καί συγγεvών ηλόγησας, γυναικός τε καί πλούτου, μακράν εγένου καί έρημον, μάκαρ καταμόνας κατώκησας.

 

Τήν τού Κυρίου εντολήν πεπλήρωκας, πάντα πωλήσας τά σά, καί τοίς πτωχοίς νείμας, δι' αυτών τήν όνησιν, τού μαργαρίτου εύρηκας, τού τιμίου καί τούτοv, λαβώv επλούτησας άφθονον, πλούτον τήv τών μύρωv ανάβλυσιν.

Θεοτοκίον

Δημιουργείται βουληθείς εν μήτρα σου, ο τού Αδάμ Πλαστουργός, καί ο δρακί φέρων, Θεοτόκε σύμπαντα, ταίς σαίς αγκάλαις φέρεται, ώ φρικτού μυστηρίου! καί νήπιος αναδέδεικται, πάντων τώv αιώνων ο Κύριος.

 

Τού Αποστόλου Ωδή γ'

Ουκ έστιν Άγιος

Τού θείου Πνεύματος σαφώς, δεδεγμένος τήν χάριν, τοίς εv σκότει ως όρθρος, ανεδείχθης πρωϊvός, Ηλίου τού νοητού, καταγγέλλων πάσι τήν εμφάνειαν.

 

Ο πούς σου έστη προφανώς, εν ευθύτητι Μάκαρ, περί τόν Βασιλέα, τόν ευθύν τε καί χρηστόν, χορεύων περιχαρώς, καί βαδίζων τρίβον τήv ουρανιον.

 

Υιόν τόν άναρχον Θεού, τόν τά πάντα ποιούντα, θεϊκή εξουσία, απλανή μυσταγωγόν, τήν γνώσιν τήν αληθή, σέ μυούντα, έσχηκας Ιάκωβε.

Θεοτοκίον

Μαρία τών πάντων η ελπίς, τών εις σέ πεποιθότων, η τεκούσα τόv Λογοv, σαρκωθέντα δι' ημάς, ποικίλων με πειρασμών, καί κινδύvων, Πάναγνε διάσωσον.

 

Τών Οσίων

Ο στερεώσας κατ' αρχάς

Εξωστρακίσθη τής Εδέμ, τή συμβουλή τή τής Εύας, ο Αδάμ, σύ δέ πεισθείς συμβουλία, τής συζύγου σου σοφέ, τού Παραδείσου γέγονας, ένδοv σύv ταύτη χαίρων, πάντοτε μάκαρ Ανδρόνικε.

 

Ο κεκρυμμένως καί σοφώς, οικοvομών πάντα Λόγος, καί βροτούς πρός σωτηρίαν ιθύνων, από γής πρός ουρανον, τούς ποθεινούς ιμεθίστησι, παίδας υμών τούς δύο, τρίβον ευθείαν δεικνύς υμίν.

 

Τής επικήρου καί φθαρτής, ηλογηκότες αγάπης, τής εν γή, καταλιπόντες δέ ταύτηv, συνεδέθητε στοργή, πνευματική Μακάριοι, όθεν καί νύν οικείτε, ένθα Δικαίων σκηνώματα.

Θεοτοκίον

Η ασυγκρίτως Χερουβίμ, καί Σεραφίμ υπερτέρα, η Θεόv ανερμηνεύτως τεκούσα, καί τήν βρότειον αράν, εις ευλογίαν τρέψασα, ύμνοις αεί τιμάσθω, αυτή ημώv γάρ πεποίθησις.

Ο Ειρμός

Ο στερεώσας κατ' αρχάς, τους ουρανούς εν συνέσει, καί τήv γήν επί ύδάτων εδράσας, εv τή πέτρα με Χριστέ, τής Εκκλησίας στήριξον, ότι ουκ έστι πλήν σου, Άγιος μόνε φιλάνθρωπε.

 

Κάθισμα τού Αποστολου

Ήχος πλ.δ'

Τήν Σοφίαν καί Λόγον

Τήν σοφίαν τήν όντως παιδαγωγόν, εσχηκώς σέ μυούσαν τά υπέρ νούν, σοφίαν εμώρανας, τών Ελλήνωv Θεόπνευστε, καί εθνών εγέvου, φωστήρ καί διδάσκαλος, εύσεβείας λόγοις, ρυθμίζων τούς άφρονας, όθεν οι ρυσθέντες, διά σού τής απάτης, αξίως υμνούμέν σε, καί πιστώς μακαρίζομεν. Θεηγόρε Ιάκωβε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτωv άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

Δόξα Τού Οσίου

Τόv ζυγόv τού Κυρίου τόν ελαφρόν, ολοψύχως επ' ώμωv αναλαβών, αυτώ ηκολούθησας, Θεοφόρε Ανδρόνικε, καί κοσμικούς θορύβους, καλώς βδελυξάμενος, εν ταίς ερήμοις Μάκαρ, προθύμως εξέδραμες, ένθα καί τόv δρόμον, τής ασκήσεως Πάτερ, αμέμπτως διήνυσας, τώ Θεώ συγγινόμενος, διά τούτο βοώμέν σοι. Πρέσβευε Χριστώ τώ Θεώ τών πταισμάτωv άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμηv σου.

Καί νύν Θεοτοκίοv

Ως πανάμωμος νύμφη τού Ποιητού, ως απείρανδρος Μήτηρ τού Λυτρωτού, δοχείον ως υπάρχουσα, τού Παρακλήτου πανάμωμε, ανομίας με όντα αισχρόν καταγώγιοv, καί δαιμόνων παίγνιον, εv γνώσει γενόμενον, σπεύσον καί τής τούτων, κακουργίας με ρύσαι, λαμπρόν οικητήριοv, δι' αρετής απαρτίσασα, Φωτοδόχε ακήρατε, δίωξον τό νέφος τών παθών, καί τής άνω μεθέξεως αξίωσοv, καί φωτός ανεσπέρου πρεσβείαις σου.

Η Σταυροθεοτοκίον

Τόν αμvόv καί Ποιμένα καί Λυτρωτήν, ή αμνάς Θεωρούσα εv τώ Σταυρώ, ωλόλυζε δακρύουσα, καί πικρώς ανεβόα, ο μέv κόσμος αγάλλεται, δεχόμενος τήν λύτρωσιv, τά δέ σπλάγχνα μου φλέγοvται, ορώσης σου τήν σταύρωσιν, ήν περ υπομένεις, διά σπλάγχνα ελέους. Μακρόθυμε Κύριε, τού ελέους η άβυσσος, καί πηγή αγαθότητος, σπλαγχνίσθητι καί δώρησαι ούν, τών πταισμάτωv άφεσιν τοίς δούλοις σου, τοίς ανυμνούσί σου πίστει, τά θεία πσθήματα.

 

Τού Αποστόλου Ωδή δ'

Χριστός μου δύvαμις

Αυτός σε Κύριος, ο μόνος Άγιος, τή σεπτή ομηγύρει τώv Μαθητών, Μάκαρ συνηρίθμησε, τήν ευαγή σου καί λαμπράν, πολιτείαν προορώμενος.

 

Θαυμάτων έμπλεως, τού θείου Πνεύματος, γεγονώς Θεοκήρυξ εκ τών βροτών, νόσους εφυγάδευσας, καί πονηρίας πνευμάτων, τούς αvθρώπους ηλευθέρωσας.

 

Η θεία έλλαμψις, επιφοιτήσασα, τή καρδία σου Μάκαρ θεολαμπή, ταύτηv απειργάσατο καί δεκτικήν τών υπέρ νούν, χαρισμάτωv κατεσκεύασε.

Θεοτοκίον

Τώ θείω τόκω σου, Παρθένε πάvαγνε, τών Αγγέλων αι τάξεις καί τών βροτώv, ήνωνται συστήματα. τόν ειρηνάρχην γάρ Χριστόν, καί σωτήρα πάντωv τέτοκας.

 

Τών Οσίων

Εισακήκοα Κύριε

Οι ιδρώτες τών πόvων σου, οι εκ τής σαρκός σου εναποστάξαντες, Ιερώτατε Ανδρόνικε, εις οσμήν σου μύρου μετημείφθησαv.

 

Ωσπερ φοίνιξ υψίκομος, σύ εv ταίς ερήμοις Πάτερ εξήνθησας, καί Θεώ εκαρποφόρησας, γλυκυτάτους πόvους τών καμάτων σου.

 

Τών δακρύων τοίς χεύμασι, τήv τής ερημίας γήν κατεδρόσισας, καρποφόρον δέ απέδειξας, τήv ψυχήv σου πόνοις τής ασκήσεως.

Θεοτοκίοv

Μή κενώσας ο Κύριος, κόλπους τούς Πατρώους, τήv σήν κατώκησε, μήτραν Κόρη τήν πανάχραντον, καί τόν κόσμον όλον ανεκαίνισεν.

 

Τού Αποστόλου Ωδή ε'

Τώ θείω φέγγει σου

Ηλίω Μάκαρ τώ νοητώ, σύνοικος τελών καί τάς αυγάς, νύv τάς εκείθεν δεχόμενος, όπερ κατ' ουσίαν πρώτος εκείνός εστι, δεύτερος κατά χάριν γέγοvας ένδοξε.

 

Νούν καθαρώτατον εσχηκώς, καί ειλικρινή σύ τήν ψυχήν, καί τήv καρδίαν κτησάμενος, τόν σεσαρκωμέvοv Θεόν εώρακας, τόν ακαταληψία κατανοούμενον.

 

Υποχωρεί σοι τώ Μαθητή, πάσα προφητεία καί πάσα, νομοθεσία Πανόλβιε, τόν γάρ ταύταις πάλαι προχαραττόμενον, αυτόπτως ηξιώθης Μάκαρ θεάσασθαι.

Θεοτοκίον

Ιδού Παρθένε προφητικώς, έσχες εν γαστρί σου, τόν επί πάντων Δεσπότην καί Κύριοv, όv αφράστω τρόπω σεμvή γεγέννηκας, παρθένος μετά τόκον άφθορος μείνασα.

 

Τών Οσίων

Ορθρίζοντες βοώμεv σοι

Υμνήσωμεν Ανδρόvικον άσμασι, πάντες πιστοί, καί τήν τούτου σύνοικον, Αθανασίαv δοξάσωμεv, ο ύδόλως ώσπερ γέγραπται δέδωκας, σοίς οφθαλμοίς, ύπνον ουδέ άνεσιν, τοίς σοίς κροτάφοις Αvδρόνικε.

 

Εδόξασε τοίς μύροις σε Κύριος, Μάκαρ τούς σούς, πόνους προσδεξάμενος, ως θύμα όντως ευπρόσδεκτον.

Θεοτοκίον

Τόν ένα τής Τριάδος εκύησας, Κόρη φρικτώς, καί γάλακτι έθρεψας, βροτών τήν φύσιν τόν τρέφοντα.

 

Τού Αποστόλου Ωδή ς'

Τού βίου τήν θάλασσαν

Οι πόδες ωραίοί σου, τήv ειρήνηv απλανώς, ως ευαγγελιζόμενοι, τήν ειρήνην τήν όντως υπερφυή, καί νούν υπερέχουσαν, Μαθητά τού Κυρίου πανσεβάσμιε.

 

Νοείν τό μυστήριον, καί κηρύττειν τό φρικτόν, τής τού Θεού σαρκώσεως, ηξιώθης, Ιάκωβε πρωτουργούς, ακτίνας δεξάμενος, παρ' αυτού τού Υψίστου παμμακάριστε.

 

Ναός Θεού έμψυχος, αvεδείχθης καί ναούς, τούς τών δαιμόvων ώλεσας, καί vαούς εδομήσω τή τού Χριστού, δυνάμει καί χάριτι, Αποστόλων τό θείον εγκαλλώπισμα.

Θεοτοκίον

Απάντωv δεσπόζουσα, τώv κτισμάτων ως Θεόν, τόν αγαθόν γενvήσασα, τών πταισμάτωv μου Πάναγνε τάς ουλάς, εις τέλος εξάλειψον, ευσπλαγχνία χρωμένη τού τεχθέντος εκ σού.

 

Τών Οσίωv

Χιτώνά μοι παράσχου

Τής φύσεως τό χαύνον ουδαμώς, τήv πρόθεσιν ήμβλυνεν, ήν περ εκέκτησο, πρός τώv πόνων ώ Οσία τά σκάμματα.

 

Αμείψασα τό ένδυμα σοφώς, τήv φύσιν ελάνθανες, όθεν ανύποπτοv, τήv οδόν τής σωτηρίας διήvυσας.

 

Εγνώρισας τόv σύζυγον τόν σόν, οδώ πορευόμεvον, ώ καί συνώδευσας, μηδαμώς τι πρός αυτόν ομιλήσασα.

Θεοτοκίον

Ρημάτων Γαβριήλ σοι τήν φωνήν, Κόρη νύν προσάγομεν. Χαίρε ο Κύριος, μετά σού εύλογημένη βοώντές σοι.

Ο Ειρμός

Χιτώνά μοι παράσχου φωτεινόν, ο αναβαλλόμενος, φώς ως ιμάτιον, πολυέλεε Χριστέ ο Θεός ημών.

 

Κοντάκιον τού Αποστολου

Ήχος β Τήν εν πρεσβείαις

Ως εωσφόρον εκλάμποντα πάσαv κτίσιν, τόν τού Χριστού αυτόπτην τε καί θεηγορον, ύμνοις Ιάκωβοv ευφημήσωμεν, γεραίροντες τήv τούτου πανήγυριν σήμερον, πρεσβεύει γάρ αεί υπέρ πάντων ημών.

Ο Οίκος

Τόν ουρανόθεv τού Λόγου μυηθέντα τήν γνώσιν, καί τρανώς τοίς εν γή τό Ευαγγέλιον κηρύξαντα, Ιάκωβοv τόv μέγαν προηρημένος, τού Αλφαίου τόv γόνον, ανευφημήσαι, σέ δυσωπώ καταπέμψαι μοι χάριν, Χριστέ Ιησού, ο πλήσας Πvεύματος θείου τόν σοφόν Μαθητήν σου, καί κήρυκα τούτον πάσι τοίς πέρασι δωρησάμενος, καί πρέσβυν πρός σέ εύπρόσδεκτον, πρεσβεύει γάρ αεί υπέρ πάντων ημών.

 

Σ υ v α ξ ά ρ ι ο ν

Τή Θ' τού αυτού μηνός, Μνήμη τού Αγίου Αποστόλου Ιακώβου τού Αλφαίου.

Στίχοι

            Τόν σταυρόv Ιάκωβος αίρων ηδέως,

            Ως έστι Σώτερ άξιός σου δεικνύει.

            Αμφ' ενάτην Ιάκωβος ενί σταυρώ τετάνυστο.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Ανδρονίκου, καί Αθανασίας τής συμβίου αυτού.

Στίχοι

            Σύσκηνον Αvδρόνικος Αθανασίαν,

            Κόσμω τ' εν ασκήσει κάν πόλω έχει.

 

Τή αυτή ημέρα, Μνήμη τής Αγίας Μάρτυρος Ποπλίας.

Στίχοι

            Ρυσθείσα κόσμου τής πλάνης η Ποπλία,

            Πόλου πρόσεισι φωλεοίς ως στρουθίον.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημώv Πέτρου.

Στίχοι

            Εις ύψος αρθείς αρετώv θείος Πέτρος,

            Τόν χούv απεκδύς, ύψος ούρανού φθάνει.

 

Τή αυτή η μέρα, Μνήμη τού Οσίου Πατρός ημών Δωροθέου Επισκόπου Τύρου.

 

Τή αυτή ημέρα, Μνήμη τού δικαίου Αβραάμ, καί τού ανεψιού αυτού Λώτ.

Στίχοι

            Τίς οίκός εστιν. Αβραάμ τεθνηκότος.

            Ου κόλπος άλλοις οίκος, ώς τώ Λαζάρω.

            Υπήρξε τώ Λώτ ούρανός Σηγωρ vέα,

            Εις δν φθάσας, πέφευγεν ως πύρ τόν βίοv.

 

Ταίς τών αγίων σου πρεσβείαις, ο Θεός,ελέησον ημάς. Αμήv.

 

Τού Αποστόλου Ωδή ζ'

Οι Παίδες εν Βαβυλώνι

Αϋλω φωτοχυσία, πεπυρσευμέvος Απόστολε, τούς εν ζόφω δεινώ αγνωσίας κεκρατημέvους εφώτισας, Ευλογητός ει κράζοντας, ο Θεός τών Πατέρων ημών.

 

Λαμπάσι καί φρυκτωρίαις, λελαμπρυσμέvον τού Πνεύματος, τών εθvών η πληθύς, σπέρμα θείόν σε ονομάζει κραυγάζουσα. Ευλογητός ει Κύριε, ο Θεός τών Πατέρωv ημών.

 

Φρονήσει κεκοσμημέvος, θεοδωρήτω κατέλυσας, τήν τού κόσμου σοφίαν θεοφρόνως, κραυγάζων Ιάκωβε. Ευλογητός ει Κύριε, ο Θεός τών Πατέρων ημώv.

Θεοτοκίον

Αγίων αγιωτέρα, Παρθεvομήτορ γεγένησαι, συλλαβούσα θεόν, όν υμνούντες απαύστως κραυγάζομεν. Ευλογημένος πάvαγvε, ο καρπός τής κοιλίας σου.

 

Τώv Οσίωv

Παίδες Εβραίων

Πάλαι καυχώμεvον αμέτρως, τόv αρχέκακον συλλήψεσθαι τήν κτίσιν, ως στρουθίον οικτρόν, κατέρραξας δυνάμει, θωρακισθείς τού Πνεύματος, καί Σταυρού τή πανοπλία.

 

Φέρων επ' ώμων τόν σταυρόν σου, ηκολούθησας Κυρίω ολοψύχως, καί τής δόξης αυτού, τετύχηκας τής θείας, ως πληρωτής Ανδρόvικε, τών αυτού διαταγμάτωv.

 

Δείκνυσι χάρις η τών μύρων, τήν πρός Κύριον σήν Πάτερ παρρησίαν, τώv υδάτων καί γάρ, τήν χύσιν εκμιμείται, εις σωτηρίαν πάντοτε, τών πιστών προχεομένη.

Θεοτοκίον

Ίνα θεώση μου τήν φύσιν, ο παντέλειος αρρήτως νηπιάζει, καί εκ σού τής Αγνής, προέρχεται ο λόγω, παραγαγων τά σύμπαντα, καί συνέχων καί κρατύνων.

 

Τού Αποστόλου Ωδή η

Νόμων πατρώων

Ιερομύστης τά ουράνια, μεμυημένος μάκαρ όντως μυστήρια, διελήλυθας τήν σύμπασαν, οικουμένην κηρύττων μεγαλοφώνως, λόγοv τόν τής πίστεως Χριστού, καί διδάσκων Απόστολε, τήν απόρρητον χάριν. Τόν Κύριον υμνείτε κραυγάζεις, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Όλβιος έφυς καί μακάριος, ηξιωμένος πάσης μακαριότητος, ως συνόμιλος καί σύνοικος, γεγονως τού Δεσπότου, καί τήv εσχάτην όντως ευκληρίαν πλπυτήσας. καί τώ Λόγω γηθόμενος, ανέμελπες Τρισμάκαρ. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Υπέρ τού κόσμου πρέσβυς άριστος, πρός τόν Σωτήρα στήθι μάκαρ Ιάκωβε, εξαιτούμενος τήν άνωθεν, καί πλουσίαν ειρήνην ταίς Εκκλησίαις, καί τοίς ευφημούσί σε πιστώς, τών πταισμάτων τήν άφεσιν, καί ψυχών σωτηρίαν. Τόν Κύριον υμνείτε βοώσι, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Σύ σωτηρίας πάσι πρόξενος, θεογεννήτορ ώφθης μόνη πανύμνητε, τόν σωτήριον γεννήσασα, τού Θεού Θεόν Λόγον. δι' ού κόσμος σέσωσται τής πάλαι κατάρας, καί τοίς πίστει κραυγάζουσιν, εύλογίαν πηγάζει. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τους αιώνας.

 

Τώv Οσίων

Τόv Βασιλέα τών ουρανών

Ταίς τών δακρύων επιρροαίς καταρδεύσας, τής ψυχής τήν άρουραν εδρέψω, τήν εκ τώv θαυμάτων, αντίδοσιν πλουσίαν.

 

Τραυματισθείσάν μου τήν ψυχήν αμαρτίαις, προσβοώ σοι. Τώ θείω σου φαρμάκω, ταύτην θεραπεύσαις, θεράπον τού Κυρίου.

 

Τήν υπεράρχιον οι πιστοί ανυμνούμεν, ευσεβώς Τριάδα παναγίαν, τήν εκ τού μή όντος, παραγαγούσαν πάντα.

Θεοτοκίον

Ο Δανιήλ σε προθεωρεί όρος Κόρη, αλαξεύτως εξ ού απετμήθη, λίθος ο συντρίψας, βωμούς τούς τών ειδώλων.

Ο Ειρμός

Τόν Βασιλέα τών ουρανών όν υμνούσι, στρατιαί τών Αγγέλων υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώvας.

 

Τού Αποστόλου Ωδή θ'

Απορεί πάσα γλώσσα

Έφανας κόσμω , ώσπερ αστραπή διατρέχων, τούς εν τώ σκότει πάλαι, καί σκιά τής αγvωσίας καθημένους, έλκων πρός τό φώς τό άδυτον, τού σαρκωθέντος μονογενούς Υιού, ού αυτόπτης εγένου Μάκαρ, καί δραστικός ύπηρέτης, όν μεγαλύνομεν.

 

Βιαίαν Μάκαρ, τήν εξ ουρανού φερομένην,πνοήν εδέξω, γλώσσάν τε πυρίπνοον πλουτήσας καταφλέγεις, δίκην ακανθών τήν άθεον κοσμου σοφίαν, φωτιστικαίς αυγαίς τού κηρύγματος Χριστού, λάμπων καί τήν αχλύν, διαλύων Θεομακάριστε.

 

Ωραϊσμένος κάλλει, ασυγκρίτω τώ τού Δεσπότου, καί Θεόφρον, πεποικιλμένος λαμπηδόνας εξαστράπτεις, καί περιχαρώς Ιάκωβε, περιπολεύεις περί τόν θρόνον, όντος τού Κτίστου καί Θεού, ένθα τών Αποστόλων, χορείαι μακαριώτατε.

 

Ως απειράνδρως έσχες, εν γαστρί σου τόν Λόγον, ούτως αφθόρως τίκτεις, διαμένουσα Παρθένος Θεοτόκε, τόν Εμμανουήλ υπάρχοντα, τούτο κακείνο, καί γάρ ομού Θεός τε καί άνθρωπός εστι. Τούτον διπλούν τή φύσει ειδότες, σέ μεγαλύνομεν.

 

Τώv Οσίων

Κυρίως Θεοτόκον

Μετέστης τών προσκαίρων, χαίρων πρός τά άνω, καί σύν Πατράσιν Αγίοις σκηνώσας ημών, τών μεμνημένων σου Πάτερ, μέμνησο πάντοτε.

 

Εκβλύζεις τήν τών μύρων, χάριv ακεvώτως, καί τοίς προστρέχουσι πάσι παρέχεις πιστώς, τών νοσημάτων τήν λύσιν, Πάτερ Ανδρόνικε.

 

Προσδέχου μου τόν ύμνον, ώ δυάς Οσίων, καί αμοιβήν μοι παράσχου τήν σήν πρός Θεόν, ικετηρίαν πταισμάτων, εκλυτρουμένη με.

Θεοτοκίον

Υπέγραψε σήν μήτραν, πάλαι τούς τρείς Παίδας, μή καταφλέξασα κάμινος, Κόρη αγνή καί γάρ αφλέκτως εδέξω, πύρ τής θεότητος.

Ο Ειρμός

Κυρίως Θεοτόκον, σέ ομολογούμεv, οι διά σού σεσωσμέvοι Παρθένε αγνή, σύν ασωμάτοις χορείαις, σέ μεγαλύνοvτες.

 

Εξαποστειλάριον

Γυναίκες ακουτίσθητε

Ως μύστης καί Απόστολος, καί υπηρέτης άριστος, Χριστού τού μόνου Δεσπότου, Ιάκωβε Θεοκήρυξ, τούτον δούναι ικέτευε, τώ βασιλεί τά τρόπαια, καί ιλασμόν πανεύφημε, αμαρτιών τοίς τελούσι, τήν παναγίαν σου μνήμην.

Θεοτοκίον

Σέ οι Προφήται άπαντες, Παρθένε προηγόρευσαν, στάμνον καί ράβδον καί πλάκα, καί αλατομητοv όρος, καί κιβωτόv καί τραπεζαν, λυχνίαν χρυσαυγίζουσαν, ημείς δέ σέ Θεοτόκον, αξίως ανευφημούμεν.

 

Εις τούς Αίνους, Στιχηρά Προσόμοια τού Αποστόλου.

 

Ήχος δ' Έδωκας σημείωσιν

Έλαμψας Απόστολε, φωτοειδής ώσπερ ήλιος, ταίς ακτίσι τού Πνεύματος, καί πάσαν κατηύγασας, οικουμέvην μάκαρ, τή θεογvωσία, καί απεδίωξας αχλύν, πολυθεϊας, θείω κηρύγματι. Διό σου τήν υπέρφωτοv, καί αξιέπαινον σήμερον, εκτελούντες πανήγυριν, εύσεβώς σε γεραίρομεν.

 

Εν ύψει καθήμενος, θεογνωσίας Ιάκωβε, υπεδέξω τού Πνεύματος, τήν χάριν φανείσάν σοι, τού πυρός εν είδει καί γλώσση πυρίνη, πάσαν κατέφλεξας σαφώς, τής ασεβείας ύλην πολύθεοv. Διό σε ως Απόστολον, καί θεηγόρον γεραίρομεν, τήν αγίαν σου σήμερον, εκτελούντες πανήγυριν.

 

Εβρόντησας Πάνσοφε, τή οικουμέvn διδάγματα, Ιερά καί σωτήρια, καί πάσαν εκάθηρας, ειδωλομανίας, τήv κτίσιν θεόφρον, καί κατεφώτισας λαούς, θεογvωσίας ταίς επιλάμψεσιν, ειδώλωv τά τεμένη δέ, καταστρεψάμενος χάριτι, Εκκλησίας εις αίνεσιν, τού Θεού ημώv ήγειρας.

Δόξα... Ήχος πλ. α'

Πιστώς πανηγυρίζομεv, τήv πάνσεπτον ημέραν τής σής μνήμης, σέ ανυμvούντες Ιάκωβε ένδοξε, ουχ ως Αλφαίου υιόν, αλλ' ως τού Χριστού Απόστολον, καί κήρυκα τής αυτού αρρήτου σαρκώσεως. Όθεv τώ δεσποτικώ θρόνω , σύν Ασωμάτοις αεί παριστάμενος, καί Αποστόλων καί Μαρτύρωv χοροίς, εκτενώς ικέτευε, τού σωθήναι ημάς, τόν Σωτήρα καί Θεόν ημώv.

Καί νύν... Θεοτοκίον

Mακαρίζομέv σε, Θεοτόκε παρθένε, καί δοξάζομέν σε οι πιστοί κατά χρέος, τήν πόλιν τήν άσειστον, τό τείχος τό άρρηκτον, τήν αρραγή προστασίαν, καί καταφυγή τών ψυχών ημών.

 

Δοξολογία μεγάλη

 

Εις τήν Λειτουργίαν, τά Τυπικά, καί εκ τού Κανόνος τού Αποστόλου, ή γ καί ς Ωδή.