TΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Στιχηρά Αναστάσιμα τής Οκτωήχου

 

Ήχος β'

Tόν πρό αιώνων εκ Πατρός γεννηθένια, τόν Θεόν λόγον σαρκωθέντα, εκ Παρθένου Μαρίας, δεύτε προσκυνήσωμεν, Σταυρόν γαρ υπομείνας, τή ταφή παρεδόθη, ως αυτός η θέλησε, καί αναστάς έκ νεκρών, έσωσέ με τόν πλανώμενον άνθρωπον.εκ βαθέων εκέκραξά σοι, Κύριε, Κύριε εισάκουσον τής φωνής μου. (Δίς)

 

Χριστός ο Σωτήρ ημών, τό καθ' ημών χειρόγραφον προσηλώσας, τώ Σταυρώ εξήλειψε, καί τού θανάτου τό κράτος κατήργησε, προσκυνούμεν αυτού τήν τριήμερον Έγερσιν.

 

Σύν Αρχαγγέλοις υμνήσωμεν, Χριστού τήν Ανάστασιν, αυτός γάρ Λυτρωτής εστι, καί Σωτήρ τών ψυχών ημών, καί εν δόξη φοβερά καί κραταιά δυνάμει, πάλιν έρχεται, κρίναι κόσμον όν έπλασεν.

Δόξα... Καί νύν...

Τό Θεοτοκίον Δογματικόν

Ήχος β'

Ώ τού μεγίστου μυστηρίου! βλέπων τά θαύματα, ανακηρύττω τήν θεότητα, ουκ αρνούμαι τήν ανθρωπότητα, ο γάρ Εμμανουήλ φύσεως μέν πύλας ήνοιξεν, ως φιλάνθρωπος, παρθενίας δέ κλείθρα ου διέρρηξεν, ως Θεός, αλλ' ούτως εκ μήτρας προήλθεν, ως δι' ακοής εισήλθεν, ούτως εσαρκώθη, ως συνελήφθη, απαθώς εισήλθεν, αφράστως εξήλθε, κατά τόν Προφήτην τόν λέγοντα. Αύτη η πύλη κεκλεισμένη έσται, ουδείς ου μή διέλθη δι' αυτής, ειμή μόνος Κύριος ο Θεός Ισραήλ, ο έχων τό μέγα έλεος.

 

Απόστιχα Αναστάσιμα

Η Ανάστασίς σου Χριστέ Σωτήρ, άπασαν εφώτισε τήν οικουμένην, καί ανεκαλέσω τό ίδιον πλάσμα, παντοδύναμε Κύριε, δόξα σοι.

 

Στίχ. Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.

 

Πάντων θλιβομένων η χαρά, καί αδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τε παράκλησις, καί βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων, σκέπη καί αντίληψις, καί ορφανών βοηθός, Μήτηρ τού Θεού τού Υψίστου, σύ υπάρχεις, Άχραντε, σπεύσον, δυσωπούμεν σώζεσθαι τούς δούλους σου.

 

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου καί επιλάθου τού λαού σου καί τού οίκου τού Πατρός σου καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

 

Πάσαν ανομίαν αφειδώς, πάσαν ακρατώς αμαρτίαν, ο τάλας έπραξα, πάσης κατακρίσεως, άξιος πέφυκα, αφορμάς μετανοίας μοι παράσχου Παρθένε, όπως ακατάκριτος, εκεί οφθήσωμαι, σέ γάρ επιγράφομαι, πρέσβυν, σέ επικαλούμαι προστάτιν, μή με καταισχύνης θεονύμφευτε.

 

Στίχ. Τό πρόσωπόν σου λιτανεύσουσιν οι πλούσιοι τού λαού.

 

Άλλο καταφύγιον Αγνή, πρός τόν ποιητήν καί Δεσπότην, ουκ ευπορούμεν ημείς, ειμή σέ Θεόνυμφε, μή απορρίψης ημάς, τής θερμής προστασίας σου, μηδέ καταισχύνης, πόθω τούς προστρέχοντας, υπό τήν σκέπην σου, Μήτηρ τού Θεού ημών σπεύσον, δείξόν σου ελέους τόν πλούτον, καί τής νύν οργής ημάς διάσωσον.

Δόξα... Καί νύν... Θεοτοκίον

Τίς σε κατ' αξίαν επαινέσει, καί μακαρίσει Κόρη Θεόνυμφε, υπέρ τής διά σού γεγονυίας τώ κόσμω απολυτρώσεως; ευχαριστουντες ούν κραυγάζομέν σοι λέγοντες. Χαίρε η τόν Αδάμ Θεώσασα, καί τά διεστώτα συνάψασα. Χαίρε η φωτίσασα τό γένος ημών, τή φωτοφόρω Αναστάσει, τού Υιού σου καί Θεού ημών, σέ γάρ Χριστιανών τό γένος, απαύστως μεγαλύνομεν.

 

Απολυτίκιον Ήχος β'

Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Θεοτοκίον

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τάς ψυχάς ημών.

 

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Ήχος β'

Tόν πρό αιώνων εκ Πατρός γεννηθένια, τόν Θεόν λόγον σαρκωθέντα, εκ Παρθένου Μαρίας, δεύτε προσκυνήσωμεν, Σταυρόν γαρ υπομείνας, τή ταφή παρεδόθη, ως αυτός η θέλησε, καί αναστάς έκ νεκρών, έσωσέ με τόν πλανώμενον άνθρωπον.εκ βαθέων εκέκραξά σοι, Κύριε, Κύριε εισάκουσον τής φωνής μου.

        εμέ υπομενούσι δίκαιοι, έως ου ανταποδώς μοι.

Χριστός ο Σωτήρ ημών, τό καθ' ημών χειρόγραφον προσηλώσας, τώ Σταυρώ εξήλειψε, καί τού θανάτου τό κράτος κατήργησε, προσκυνούμεν αυτού τήν τριήμερον Έγερσιν.

        εκ βαθέων εκέκραξά σοι, Κύριε, Κύριε εισάκουσον τής φωνής μου.

Σύν Αρχαγγέλοις υμνήσωμεν, Χριστού τήν Ανάστασιν, αυτός γάρ Λυτρωτής εστι, καί Σωτήρ τών ψυχών ημών, καί εν δόξη φοβερά καί κραταιά δυνάμει, πάλιν έρχεται, κρίναι κόσμον όν έπλασεν.

        γενηθήτω τά ώτά σου προσέχοντα εις τήν φωνήν τής δεήσεώς μου.

Σέ τόν σταυρωθέντα καί ταφέντα, Άγγελος εκήρυξε Δεσπότην, καί έλεγε ταίς γυναιξί. Δεύτε ίδετε, όπου έκειτο ο Κύριος, Ανέστη γάρ καθώς είπεν, ως παντοδύναμος, διό σε προσκυνούμεν τόν μόνον αθάνατον, ζωοδότα Χριστέ, ελέησον ημάς.

        εάν ανομίας παρατηρήσης, Κύριε, Κύριε τίς υποστήσεται; ότι παρά σοί ο ιλασμός εστιν.

Εν τώ Σταυρώ σου Κατήργησας, τήν τού ξύλου κατάραν, εν τή ταφή σου ενέκρωσας, τού θανάτου τό κράτος, εν δέ τή Εγέρσει σου, εφώτισας τό γένος τών ανθρώπων, διά τούτό σοι βοώμεν, Ευεργέτα Χριστέ, ο Θεός ημών δόξα σοι.

        ένεκεν τού ονόματός σου υπέμεινά σε, Κύριε, υπέμεινεν η ψυχή μου εις τόν λόγον σου, ήλπισεν η ψυχή μου επί τόν Κύριον.

Ηνοίγησάν σοι Κύριε, φόβω πύλαι θανάτου, πυλωροί δέ άδου ιδόντες σε έπτηξαν, πύλας γάρ χαλκάς συνέτριψας, καί μοχλούς σιδηρούς συνέθλασας, καί εξήγαγες ημάς εκ σκότους, καί σκιάς θανάτου, καί τούς δεσμούς ημών διέρρηξας.

        από φυλακής πρωίας μέχρι νυκτός, από φυλακής πρωίας, ελπισάτω Ισραηλ επί τόν Κύριον.

Tόν σωτήριον ύμνον άδοντες, εκ στομάτων αναμέλψωμεν, δεύτε πάντες εν οίκω Κυρίου, προσπέσωμεν λέγοντες, ο επί ξύλου σταυρωθείς, καί εκ νεκρών αναστάς, καί ών εν κόλποις τού Πατρός, ιλάσθητι ταίς αμαρτίαις ημών.

        ότι παρά τώ Κυρίω τό έλεος καί πολλή παρ' αυτώ λύτρωσις' καί αυτός λυτρώσεται τόν Ισραηλ εκ πασών τών ανομιών αυτού.

 

        αινείτε τόν κύριον πάντα τά έθνη επαινέσατε αυτόν πάντες οι λαοί.

 

        ότι εκραταιώθη τό έλεος αυτού εφ' ημάς, καί η αλήθεια τού κυρίου μένει εις τόν αιώνα.

Θεοτοκίον

Παρήλθεν η σκιά τού νόμου, τής χάριτος ελθούσης, ως γάρ η βάτος ουκ εκαίετο καταφλεγομένη, ούτω παρθένος έτεκες, καί παρθένος έμεινας, αντί στύλου πυρός, δικαιοσύνης ανέτειλεν Ήλιος, αντί Μωϋσέως Χριστός, η σωτηρία τών ψυχών ημών.

Ήχος β'

Η Ανάστασίς σου Χριστέ Σωτήρ, άπασαν εφώτισε τήν οικουμένην, καί ανεκαλέσω τό ίδιον πλάσμα, παντοδύναμε Κύριε δόξα σοι.

        ο Κύριος εβασίλευσεν, ευπρέπειαν ενεδύσατο, ενεδύσατο Κύριος δύναμιν καί περιεζώσατο.

Διά ξύλου Σώτερ κατήργησας, τήν τού ξύλου κατάραν, κράτος θανάτου τή ταφή σου ενέκρωσας, εφώτισας, δέ τό γένος ημών τή Εγέρσει σου, διό βοώμέν σοι, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

        καί γάρ εστερέωσεν τήν οικουμένην, ήτις ου σαλευθήσεται.

Εν τώ Σταυρώ Χριστέ, φανείς καθηλωμένος, ηλλοίωσας κάλλος κτισμάτων, καί τό μέν απάνθρωπον στρατιώται δεικνύμενοι, λόγχη πλευράν σου εκέντησαν. Εβραίοι δέ σφραγίσαι τάφον ητήσαντο, τήν σήν εξουσίαν ουκ επιστάμενοι, αλλ' ο δι' οίκτον σπλάγχνων σου καταδεξάμενος ταφήν, καί τριήμερος αναστάς, Κύριε δόξα σοι.

        τώ οίκω σου πρέπει αγίασμα, Κύριε εις μακρότητα ημερών.

Ζωοδότα Χριστέ, εκουσίως Πάθος υποστάς διά θνητούς, εν Άδη δέ κατελθών ως δυνατός, τούς εκεί τήν έλευσιν μείνοντας τήν σήν, αφαρπάσας ως εκ χειρός κραταιού, Παράδεισον ανθ' Άδου, οικείν δεδώρησαι, διό καί ημίν τοίς δοξάζουσι τήν σήν τριήμερον Έγερσιν, δώρησαι ιλασμόν αμαρτιών, καί τό μέγα έλεος.

Θεοτοκίον

Ώ θαύματος καινού, πάντων τών πάλαι θαυμάτων! τίς γάρ έγνω Μητέρα, άνευ ανδρός τετοκυίαν, καί εν αγκάλαις φέρουσαν, τόν άπασαν τήν κτίσιν περιέχοντα; Θεού εστι βουλή τό κυηθέν, όν ως βρέφος Πάναγνε, σαίς ωλέναις βαστάσα, καί μητρικήν παρρησίαν πρός αυτόν κεκτημένη, μή παύση δυσωπούσα υπέρ τών σέ τιμώντων, τού οικτειρήσαι καί σώσαι τάς ψυχάς ημών.

 

Απολυτίκιον Ήχος β'

Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Θεοτοκίον

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τάς ψυχάς ημών.

 

ΕΝ ΤΩ ΜΕΣΟΝΥΚΤΙΚΩ

 

Κανών Τριαδικός, ού η Ακροστιχίς.

Τό τρισσόν υμνώ τής θεαρχίας σέλας.

Ωδή α' Ήχος β'

Εν βυθώ κατέστρωσε

Τήν τριττήν καί μίαν αρχικήν, φύσιν τής θεότητος, ασματικώς υμνήσωμεν λέγοντες. Τού ελέους πέλαγος ανεξάντλητον, ουσιώδες ως έχουσα, σέ τούς προσκυνούντας φρούρησον, καί σώσον ως φιλάνθρωπος.

 

Ο πηγή καί ρίζα πεφυκώς, ο Πατήρ ως αίτιος, τής εν Υιώ καί αγίω σου Πνεύματι, συμφυούς θεότητος, τό τρισήλιον τή καρδία μου πήγασον σέλας, καί μεθέξει λάμπρυνον, σής θεουργού ελλάμψεως.

 

Τριφεγγής Μονάς θεαρχική, πάσαν διασκέδασον, αμαρτιών καί παθών μου τήν ζόφωσιν, φωτεινών ακτίνων σου, γλυκυτάταις εν μετουσίαις, καί ποίησον σού τής απροσίτου, δόξης με ναόν, καί σκηνήν άχραντον.

Θεοτοκίον

Ρούν τόν πρίν τής φύσεως ημών, πεπονθυίας άτοπον, καί πρός φθοράν ολισθησάσης Άχραντε, σαρκωθείς εν μήτρα σου, ο Θεός Λόγος, φιλανθρώπως ανέστειλε, καί τήν θεαρχίαν τρίφωτον, ημάς εμυσταγώγησεν.

 

Ωδή γ'

Εν πέτρα με τής πίστεως

Ισότητι τής φύσεως θεαρχία, ομότιμον δοξάζω σε τοίς προσώποις, καί ζωής χορηγός ούσα, αρζωήγαρ ρεύστως πέφυκας, είς ο Θεός ημών, καί ουκ έστιν Άγιος πλήν σου Κύριε.

 

Σύ τάξεις τάς αϋλους καί ουρανίους, υπέστησας ως έσοπτρα τού σού κάλλους, Τριάς η αδιαίρετος μοναρχία, υμνείν απαύστως σε, αλλά καί νύν ημών, εκ πηλίνου στόματος, δέξαι τήν αίνεσιν.

 

Στερέωσον τής Πίστεως εν τή πέτρα, καί πλάτυνον αγάπης σου τώ πελάγει, καρδίαν καί διάνοιαν τών σών δούλων, Μονάς τρισήλιε, σύ γάρ εΙ Θεός ημών, εφ' ώπερ ελπίζοντες, μή αισχυνθείημεν.

Θεοτοκίον

Ο πάσαν πρίν υπόστασιν ουσιώσας, τής κτίσεως εν μήτρα σου ουσιώθη, απείρω αγαθότητι, Θεοτόκε, καί φώς τρισήλιον, πάσιν ανέτειλε, τής μιάς θεότητος, καί Κυριότητος.

 

Κάθισμα

Ότε κατ' αρχάς, τόν Αδάμ διέπλασας Κύριε, τότε τώ λόγω σου τώ ενυποστάτω, εβόησας εύσπλαγχνε. Ποιήσωμεν κατά τήν ημετέραν ομοίωσιν, τό δέ Πνεύμα τό άγιον συμπαρήν δημιουργόν, διό βοώμέν σοι, Ποιητά ο Θεός ημών, δόξα σοι.

Δόξα... Καί νύν... Θεοτοκίον

Ότε πρός ημάς, ο Θεός ελθείν κατηξίωσε, τότε σου Πάναγνε, τήν καθαρωτάτην νηδύν εγκατώκησε, καί έσωσε διά σού τών ανθρώπων τό φύραμα, χαρισάμενος άπασι βασιλείαν ουρανών, διό βοώμέν σοι, Θεοτόκε αγνή, χαίρε Δέσποινα.

 

Ωδή δ'

Υμνώ σε, ακοή

Νοείν σε, ουδέ τάξεις άϋλοι, εξισχύουσι τών Αγγέλων, τριάς μονάς, άναρχε, αλλ' ούν ημείς πηλίνη γλώττη, τήν σήν ουσιώδη αγαθότητα, καί ανυμνούμεν πίστει καί δοξάζομεν.

 

Υπάρχων, πλαστουργός τής φύσεως, Παντοκράτορ, τής τών ανθρώπων, πάσαν εμήν βλέπεις νύν, ως πανδερκής αδυναμίαν, διό κατοικτείρησον τόν δούλόν σου, καί πρός ζωήν βελτίστην επανάγαγε.

 

Μονάδος, αρχικής ασύγχυτα, τρία πρόσωπα ανυμνούμεν, ως ιδικώς έχοντα, καί μεριστώς τάς υποστάσεις, αλλ' ούν ηνωμένα, καί αμέριστα, έν τε βουλή, καί δόξη καί θεότητι.

Θεοτοκίον

Ναόν σε, καθαρόν καί άχραντον, αειπάρθενε Θεοτόκε, ο Παντουργός εύρηκε, μόνην σαφώς εκ τού αιώνος, εν ώ κατοικήσας ανεμόρφωσε, τήν τών ανθρώπων φύσιν, ως φιλάνθρωπος.

 

Ωδή ε'

Ο φωτισμός

Ως ολικώς, επί πάντα τά όντα τής σής προνοίας, τάς ειρηνοδώρους απλών ακτίνας, καί σωτηρίους, Βασιλεύ τής ειρήνης, φρούρησόν με εν τή ειρήνη σου, σύ γάρ εί ζωή, καί ειρήνη τού σύμπαντος.

 

Τώ Μωϋσή, εν τή βάτω ως ώφθης πυρός εν είδει, Άγγελος εκλήθης Πατρός ο Λόγος, τήν προς ημάς σου προδηλών παρουσίαν, δι' ής πάσι σαφώς ανήγγειλας, κράτος θεαρχίας μιάς τρισυπόστατον.

 

Η φυσικήν, συναϊδιον δόξαν προβαλλομένη, μοναρχικωτάτη Τριάς αγία, τούς ανυμνούντας ορθοδόξω σε πίστει, τής σής δόξης ιδείν αξίωσον, άναρχον καί μίαν αυγήν τήν τρισήλιον.

Θεοτοκίον

Συνεκτικός, κατ' ουσίαν υπάρχων ο Θεός Λόγος, πάντων τών αιώνων εν τή γαστρί σου, Παρθενομήτορ, συνεσχέθη αφράστως, τούς ανθρώπους ανακαλούμενος, πρός τό ενικόν τής μιάς Κυριότητος.

 

Ωδή ς'

Εν αβύσσω πταισμάτων

Θελητά τού ελέους ελέησον, τούς εις σέ πιστεύοντας, Θεέ τρισήλιε, καί τών πταισμάτων λύτρωσαι, καί παθών καί κινδύνων τούς δούλους σου. (Δίς)

 

Εν αφάτω πελάγει χρηστότητος, τήν απερινόητον τής σής ελλάμψεως, καί τριλαμπούς θεότητος, φωτοδότιδα αίγλην μοι βράβευσον.

Θεοτοκίον

Απορρήτως Παρθένε ο Ύψιστος, άνθρωπος εγένετο εκ σού τόν άνθρωπον, ολικώς ενδυσάμενος, καί φωτί τριλαμπεί με κατηύγασε.

 

Κάθισμα

Ευσπλαγχνίας

Ευσπλαγχνίας τό πέλαγος ημίν υφαπλώσας, υπόδειξαι ημάς Ελεήμον, Βλέψον εις λαόν τόν σέ δοξάζοντα, δέξαι τάς ωδάς τών αιτουμένων σε, Τριάς μονάς άναρχε, εις σέ γάρ ελπίζομεν τόν τών όλων Θεόν, τών πταισμάτων δούναι τήν συγχώρησιν.

Δόξα... Καί νύν... Θεοτοκίον

Ευσπλαγχνίας κυήσασα πηγήν, συμπαθής σύ υπάρχεις, αγαθή Θεοτόκε. Σύ γάρ τών πιστών μόνη αντίληψις, σύ τών λυπουμένων η παράκλησις, διό σοι νύν άπαντες, εν πίστει προσπίπτομεν, ευρείν λύσιν δεινών, οι πλουτούντες μόνην σε βοήθειαν.

 

Ωδή ζ'

Εικόνος χρυσής

Ρυθμίζεις αεί, τών Αγγέλων στρατιάς πρός ατρεψίαν, μόνος υπάρχων αναλλοίωτος, ο τρισυπόστατος Κύριος, δείξον ούν καμού τήν καρδίαν, απερίτρεπτον πάντοτε, πρός τό δοξάζειν σε θερμώς, καί ανυμνείν ευσεβώς. (Δίς)

 

Χοροί νοεροί, τών αϋλων ουσιών ταίς σαίς ακτίσι, Θεέ μονάρχα καί τρισήλιε, καταυγαζόμενοι, γίνονται, θέσει δευτερεύοντα φώτα, ών καμέ ταίς ελλάμψεσι, καί μετουσίαις δείξον φώς, ως φωτουργός τριλαμπής.

Θεοτοκίον

Ιθύνειν ημάς, καί υψούν πρός ουρανούς μή διαλείπης, τούς σέ φιλούντας, ο δι' άφατον φιλανθρωπίαν γενόμενος, άνθρωπος εν μήτρα Παρθένου, καί Θεώσας τόν άνθρωπον, καί θρόνω δόξης τώ Πατρί συγκαθεζόμενος.

 

Ωδή η'

Ινδάλματος χρυσού

Απρόσιτε Τριάς, συναϊδιε συνάναρχε θεαρχία, η απαράλλακτος εν πάσι, πλήν τών φωσφόρων ιδιοτήτων, πάσαν πονηράν κατάργησον, τών αντικειμένων βουλήν, καί ενόχλησιν των δαιμόνων, αβλαβή τηρών με αεί, Κύριε πάντων. (Δίς)

 

Σοφώς καί πανσθενώς, απερίγραπτε τρισήλιε Μοναρχία, η υποστήσασα τον κόσμον, καί συντηρούσα εν αλωβήτω τάξει παντελεί, ενοίκησον τή εμή καρδία, υμνείν καί δοξάζειν σε ασιγήτως, σύν χοροίς Αγγέλων, εις πάντας τούς αιώνας.

 

Σοφία τού Πατρός, ακατάληπτε ανέκφραστε Θεού Λόγε, τήν αμετάβλητόν σου φύσιν ουκ αλλοιώσας, τήν τών ανθρώπων φύσιν συμπαθώς ανέλαβες, καί τήν ενιαίαν Τριάδα, εδίδαξας πάντας σέβειν, ως κυριαρχίαν, απάντων τών αιώνων.

 

Ωδή θ'

Η τόν πρό ηλίου φωστήρα

Εκ φωτός ανάρχου, συνάναρχος Υιός φώς εξανέτειλε, καί συμφυές φώς πνεύμα εκπορεύεται, απορρήτως θεοπρεπώς, αρρεύστου τής γεννήσεως, πιστευομένης άμα δέ, καί τής αφράστου εκπορεύσεως.

 

Λάμψον τάς καρδίας, τρισήλιε θεότης τών υμνούντων σε, τώ τριλαμπεί φωτί σου, καί δός σύνεσιν, τού εν πάσι κατανοείν, καί πράττειν τό σόν θέλημα, τό αγαθόν καί τέλειον, καί μεγαλύνειν καί δοξάζειν σε.

 

Άπειρος τή φύσει, υπάρχων ως Θεός, άπειρον πέλαγος τών οικτιρμών, ως έχων κατωκτείρησας, Τριάς πρώην, ούτω καί νύν, οικτείρησον τούς δούλους σου, καί τών πταισμάτων λύτρωσαι, καί πειρασμών καί περιστάσεων.

Θεοτοκίον

Σώσόν με Θεέ μου, παντοίας επηρείας καί κακώσεως, ο εν τρισί προσώποις ανυμνούμενος, ανεκφράστως μοναδικός, Θεός καί παντοδύναμος, καί τήν σήν ποίμνην φύλαττε, τής Θεοτόκου ταίς εντεύξεσιν.

 

Υπακοή τού ήχου χύμα

Μετά τό πάθος πορευθείσαι εν τώ μνήματι, πρός τό μυρίσαι τό σώμά σου αι Γυναίκες, Χριστέ ο Θεός, είδον Αγγέλους εν τώ τάφω καί εξέστησαν, φωνής γάρ ότι ανέστη ο Κύριος, ήκουον εξ αυτών, δωρούμενος τώ κόσμω τό μέγα έλεος.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

 

Απολυτίκιον Ήχος β'

Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Θεοτοκίον

Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τα σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε σωθήναι τάς ψυχάς ημών.

 

Μετά τήν α' Στιχολογίαν

Καθίσματα Αναστάσιμα

Ήχος β'

Ο ευσχήμων Ιωσήφ, από τού ξύλου καθελών, τό άχραντόν σου Σώμα, σινδόνι καθαρά, ειλήσας καί αρώμαμασιν, εν μνήματι καινώ, κηδεύσας απέθετο, αλλά τριήμερος ανέστης Κύριε, παρέχων τώ κόσμω τό μέγα έλεος.

Δόξα...

Ταίς μυροφόροις Γυναιξί, παρά τό μνήμα επιστάς, ο Άγγελος εβόα. Τά μύρα τοίς θνητοίς υπάρχει αρμόδια, Χριστός δέ διαφθοράς εδείχθη αλλότριος, αλλά κραυγάσατε. Ανέστη ο Κύριος, παρέχων τώ κόσμω τό μέγα έλεος.

Καί νύν... Σταυροθεοτοκίον

Υπερδεδοξασμένη υπάρχεις, θεοτόκε Παρθένε, υμνούμέν σε, διά γάρ του Σταυρού τού Υιού σου, κατεβλήθη ο άδης, καί ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, καί ζωής ηξιώθημεν, τόν Παράδεισον ελάβομεν, τήν αρχαίαν απόλαυσιν, διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τόν θεόν ημών, καί μόνον πολυέλεον.

 

Μετά τήν β' Στιχολογίαν, έτερα

Τόν λίθον τού μνήματος, σφραγισθήναι μή κωλύσας, τήν πέτραν τής πίστεως, αναστάς παρέσχες πάσι, Κύριε δόξα σοι.

Δόξα...

Τών Μαθητών σου ο χορός, σύν μυροφόροις Γυναιξίν, αγάλλεται συμφώνως, κοινήν γάρ εορτήν σύν αυτοίς εορτάζομεν, εις δόξαν καί τιμήν τής σής Αναστάσεως, καί δι' αυτών, φιλάνθρωπε Κύριε, τώ λαώ σου παράσχου τό μέγα έλεος.

Καί νύν... Σταυροθεοτοκίον

Υπερευλογημένη υπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τού εκ σού σαρκωθέντος, ο άδης ηχμαλώτισται, ο Αδάμ ανακέκληται, η κατάρα νενέκρωται, η Εύα ηλευθέρωται, ο θάνατος τεθανάτωται, καί ημεις εζωοποιήθημεν, διό ανυμνούντες βοώμεν. Ευλογητός Χριστός ο Θεός ημών, ο ούτως ευδοκήσας δόξα σοι.

 

Η Υπακοή Ήχος β'

Μετά τό Πάθος πορευθείσαι εν τώ μνήματι πρός τό μυρίσαι τό σώμά σου αι γυναίκες Χριστέ ο Θεός, είδον Αγγέλους εν τώ τάφω καί εξέστησαν, φωνής γάρ ήκουον εξ αυτών, ότι ανέστη ο Κύριος, δωρούμενος τώ κόσμω τό μέγα έλεος.

Οι Αναβαθμοί Αντίφωνον Α'

        Εν τώ ουρανώ τά όμματα, εκπέμπω μου τής καρδίας, πρός σέ Σωτήρ, σώσόν με σή επιλάμψει.

        Ελέησον ημάς τούς πταίοντάς σοι πολλά καθ' εκάστην ώραν, ώ Χριστέ μου, καί δός πρό τέλους τρόπους, τού μετανοείν σοι.

Δόξα... καί νύν...

Αγίω Πνεύματι, τό βασιλεύειν πέλει, τό αγιάζειν, τό κινείν τήν κτίσιν, Θεός γάρ εστιν, ομοούσιος Πατρί καί Λόγω.

Αντίφωνον Β'

        Ειμή ότι Κύριος ήν εν ημίν, τίς ικανός σώος φυλαχθήναι, εκ τού εχθρού άμα, καί ανθρωποκτόνου;

        Τοίς οδούσιν αυτών, μή παραδώς Σωτήρ τόν σόν δούλον, λέοντος τρόπον κατ' εμού κινούνται, καί γάρ οι εχθροί μου.

Δόξα... καί νύν...

Αγίω Πνεύματι, ζωαρχία καί γέρας, πάντα γάρ τα κτιστά, ως Θεός ών δυναμοί, συντηρεί εν Πατρί δι' Υιού δέ.

Αντίφωνον Γ'

        Οι πεποιθότες επί Κύριον, εοίκασιν όρει τώ αγίω, οί ουδαμώς σαλεύονται, προσβολαίς τού Βελίαρ.

        Εν ανομίαις χείρας αυτών μή εκτεινάτωσαν οι θείως ζώντες, ου γάρ εά Χριστός, τή ράβδω τόν κλήρον αυτού.

Δόξα... καί νύν...

Αγίω Πνεύματι, προσπηγάζει πάσα σοφία, ένθεν χάρις Αποστόλοις, καί τοίς άθλοις καταστέφονται Μάρτυρες, καί Προφήται ορώσι.

 

Προκείμενον

Εξεγέρθητι, Κύριε Ο Θεός μου, εν προστάγματι ώ ενετείλω, καί συναγωγή λαών κυκλώσει σε.

Στίχ. Κύριε, ο Θεός μου, επί σοί ήλπισα.

 

Κανών Αναστάσιμος

 

Ωδή α' Ήχος β' Ο Ειρμός

Εν βυθώ κατέστρωσε ποτέ, τήν Φαραωνίτιδα, πανστρατιάν, η υπέροπλος δύναμις, σαρκωθείς ο Λόγος δέ, τήν παμμόχθηρον αμαρτίαν εξήλειψεν, ο δεδοξασμένος Κύριος, ενδόξως γάρ δεδόξασται.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ο τού κόσμου άρχων αγαθέ, ώ απεγραψάμεθα, τή εντολή τή σή μή πειθαρχήσαντες, τώ Σταυρώ σου κέκριται, προσβαλών γάρ σοι ως θνητώ, περιπέπτωκε τώ τής εξουσίας κράτει σου, καί ασθενής διήλεγκται.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Λυτρωτής τού γένους τών βροτών, και τής ακηράτου ζωής αρχηγός, εις τόν κόσμον ελήλυθας, τή γάρ Αναστάσει σου, διεσπάραξας τού θανάτου τά σπάργανα, ήν δοξολογούμεν άπαντες, ενδόξως γάρ δεδόξασται.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Υπερτέρα πέφηνας Αγνή, πάσης αοράτου τε, καί ορατής αειπάρθενε κτίσεως, τόν γάρ κτίστην τέτοκας, ως ηυδόκησε σαρκωθήναι εν μήτρα σου, ώ σύν παρρησία πρέσβευε, σωθήναι τάς ψυχάς ημών.

 

Κανών Σταυροαναστάσιμος, ού η Ακροστιχίς, σύν τοίς Ειρμοίς.

Άδω τόν αίνον τώ φερεσβίω λόγω.

 

Ο Ειρμός

Άτριπτον ασυνήθη, αβρόχως θαλαττίαν ανύσας τρίβον, ο εκλεκτός εβόα Ισραήλ. Τώ Κυρίω άσωμεν, ότι δεδόξασται.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Δύναμις ασθενούσιν, ανάστασις πεσούσι, καί αφθαρσία τοίς τεθνεώσι, γέγονας Χριστέ, τής σαρκός τώ πάθει σου, ότι δεδόξασται.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Ώ κτειρε τήν πεσούσαν, εικόνα καί ανέστησε, συντριβείσαν ο πλαστουργός Θεός καί καινουργός, νεκρωθείς ο γέγονε, ότι δεδόξασται.

 

Κανών τής Υπεραγίας Θεοτόκου, ού η Ακροστιχίς. Άδω τόν αίνον τή φερεσβίω Κόρη.

 

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Αϋλος πάλαι κλίμαξ, καί ξένως χερσωθείσα, οδός θαλάσσης, τήν σήν εδήλου γέννησιν Αγνή, ήν υμνούμεν άπαντες, ότι δεδόξασται.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Δύναμις τού Υψίστου, Υπόστασις τελεία, Θεού Σοφία, σωματωθείσα Άχραντε εκ σού, τοίς βροτοίς, ωμίλησεν, ότι δεδόξασται.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ώδευσε διά πύλης, αβάτου κεκλεισμένης, τής σής νηδύος, δικαιοσύνης Ήλιος Αγνή, καί τώ κόσμω έλαμψεν, ότι δεδόξασται.

 

Ωδή γ' Ο Ειρμός

Εξήνθησεν η έρημος, ωσεί κρίνον Κύριε, η τών εθνών στειρεύουσα, Εκκλησία τή παρουσία σου, εν ή εστερεώθη η καρδία μου.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Η κτίσις εν τώ πάθει σου, ηλλοιούτο βλέπουσα, εν ευτελεί προσχήματι, υπ' ανόμων, μυκτηριζόμενον, τόν εδράσαντα πάντα θείω νεύματι.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Εκ χοός κατ' εικόνα με, τή χειρί σου έπλασας, καί συντριβέντα πάλιν δέ, εις χούν θανάτου δι' αμαρτίαν Χριστέ, συγκαταβάς εις άδην συνανέστησας.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Τά τάγματα εξέστησαν, τών Αγγέλων Πάναγνε, καί τών ανθρώπων έφριξαν, αι καρδίαι επί τώ τόκω σου, διό σε Θεοτόκε, πίστει σέβομεν.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Τόξον συνετρίβη δυναστών τώ κράτει σου Χριστέ, καί δύναμιν ασθενείς, σέ περιεζώσαντο.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Ο πάντων επέκεινα Χριστός, ηλάττωται βραχύ, τώ πάθει τώ τής σαρκός, τής Αγγέλων φύσεως.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Νεκρός μετ' ανόμων λογισθεις, εκλάμπων Γυναιξί, στεφάνω δόξης Χριστέ, ώφθης τής Εγέρσεως.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ο χρόνου επέκεινα παντός, ως χρόνων Ποιητής, εκ σού Παρθένε εκών, βρέφος πεπλαστούργηται.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Νηδύν πλατυτέραν ουρανών, υμνήσωμεν πιστοί, δι' Ής Αδάμ εν τοίς ουρανοίς, χαίρων πεπολίτευται.

 

Ωδή δ' Ο Ειρμός

Ελήλυθας εκ Παρθένου, ου πρέσβυς, ουκ Άγγελος, αλλ' αυτός ο Κύριος, σεσαρκωμένος καί έσωσας, όλον με τόν άνθρωπον, διό κραυγάζω σοι, Δόξα τή δυνάμει σου Κύριε.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Παρίστασο ως κριτός, ο Θεός μου τώ βήματι, ου κραυγάζων Δέσποτα, κρίσιν ενάγων τοίς έθνεσιν, ήν διά τού πάθους σου, τή οικουμένη ειργάσω, σωτηρίαν Χριστέ.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Τώ πάθει σου τού εχθρού, αι ρομφαίαι εξέλιπον, τών υπεναντίων δέ, εν τή εις άδου καθόδω σου, πόλεις καθηρέθησαν, καί τού τυράννου τό θράσος καταβέβληται.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Σέ λιμένα σωτηρίας, καί τείχος ακράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοί επιστάμεθα, σύ γάρ ταίς πρεσβείαις σου, εκ τών κινδύνων λυτρούσαι τάς ψυχάς ημών.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Ακήκοα Κύριε, τήν ένδοξόν σου.

(Εισακήκοα τήν ένδοξον οικονομίαν σου Χριστέ ο Θεός, ότι ετέχθης εκ τής Παρθένου, ίνα εκ πλάνης ρύση τούς κραυγάζοντας, Δόξα τή δυνάμει σου Κύριε.)

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Ιδούσα εν ξύλω σε, Χριστέ παγέντα Παρθένος, η ανωδίνως σε κυήσασα, τάς μητρικάς οδύνας υπέμεινε.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Νενίκηται θάνατος, νεκρός σκυλεύει άδου τάς πύλας, τού παμφάγου γάρ ραγέντος μοι, τά υπέρ φύσιν πάντα δεδώρηται.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ιδού υπερύψωται, τό θείον όρος οίκω Κυρίου, υπεράνω τών Δυνάμεων, η θεομήτωρ εμφανέστατα.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Νομίμων τής φύσεως, Παρθένε άτερ μόνη τεκούσα, τόν δεσπόζοντα τής κτίσεως, κατηξιώθης θείας κλήσεως.

 

Ωδή ε' Ο Ειρμός

Μεσίτης Θεού, καί ανθρώπων γέγονας, Χριστέ ο Θεός, διά σού γάρ Δέσποτα, τήν πρός τόν αρχίφωτον Πατέρα σου, εκ νυκτός αγνωσίας, προσαγωγήν εσχήκαμεν.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ως κέδρος Χριστέ, τών εχθρών τό φρύαγμα συνέτριψας, εκουσίως Δέσποτα, εν τή κυπαρίσσω ως ηυδόκησας, καί τή πεύκη καί κέδρω σαρκί συνανυψούμενος.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Εν λάκκω Χριστέ, κατωτάτω έθεντό σε, άπνουν νεκρόν, αλλ' οικείω μώλωπι, επιλελησμένους τραυματίας Σωτήρ, τούς εν τάφοις υπνούντας, σεαυτώ συνεξανέστησας.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Δυσώπει τόν σόν, Υιόν καί Κύριον, Παρθένε αγνή, αιχμαλώτοις λύτρωσιν, τοίς εξ εναντίας περιστάσεως, επί σοί πεποιθόσιν, ειρηνικήν δωρήσασθαι.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Ο άνθραξ τώ Ησαϊα, προοφθείς, Ήλιος παρθενικής από γαστρός ανέτειλε, τοίς εν σκότει πεπλανημένοις, καί θεογνωσίας φωτισμόν δωρούμενος.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Νηστεύειν απανηνάμενος, Αδάμ γεύεται, θανατηφόρου τού ξύλου ο πρότερος, αλλά τούτου τήν αμαρτίαν εξαφανίζει, σταυρωθείς ο δεύτερος.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Τήν φύσιν παθητός, καί θνητός γέγονας, ο απαθής τή αϋλω θεότητι, αφθαρτίσας νενεκρωμένους Χριστέ, κευθμώνων άδου εξανέστησας.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Νεφέλαι τής ευφροσύνης, γλυκασμόν ράνατε, τοίς επί γής, ότι παιδίον δέδοται ο υπάρχων πρό τών αιώνων, εκ τής Παρθένου σαρκωθείς Θεός ημών.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Τώ βίω καί τώ σαρκίω μου, τό φώς έλαμψε, καί τό στυγνόν τής αμαρτίας έλυσεν, επ εσχάτων εκ τής Παρθένου, άνευ σποράς σωματωθείς ο Ύψιστος.

 

Ωδή ς' Ο Ειρμός

Εν αβύσσω πταισμάτων κυκλούμενος, τήν ανεξιχνίαστον τής ευσπλαγχνίας σου, επικαλούμαι άβυσσον. Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ως κακούργος ο δίκαιος κέκριται, καί μετά ανόμων τώ ξύλω προσήλωται, τοίς υπευθύνοις άφεσιν, τώ οικείω δωρούμενος αίματι.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Δι' ενός μέν ανθρώπου τού πρώτου Αδάμ, πάλαι εις τόν κόσμον εισήλθεν ο θάνατος, καί δι' ενός Ανάστασις, τού Υιού τού Θεού πεφανέρωται.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Απειράνδρως Παρθένε εκύησας, Ακαί διαιωνίζεις παρθένος εμφαίνουσα, τής αληθούς θεότητος, τού Υιού καί Θεού σου τά σύμβολα.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Ήχου ρημάτων δεήσεως, εκ κατωδύνου Δέσποτα, ψυχής επακούσας, τών δεινών με λύτρωσαι, μόνος γάρ εί τής ημών, σωτηρίας πρόξενος.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Φύλακας έθου τώ πταίσαντι, τά Χερουβείμ τού ξύλου τής ζωής, αλλ' ιδόντα σε τάς πύλας ήνοιξαν, ώφθης γάρ οδοποιών τώ Ληστή Παράδεισον.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Έρημος άδης καί άπορος, διά θανάτου γέγονεν ενός, όν πολύν γάρ πλούτον εθησαύρισεν, εις υπέρ πάντων ημών, ο Χριστός εκένωσεν.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Φύσις ανθρώπων δουλεύουσα, τή αμαρτία Δέσποινααγνή, διά σού ελευθερίας έτυχε, σός γάρ Υιός ως αμνός, υπέρ πάντων τέθυται.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Επιβοώμεθα πάντες, σέ τήν αληθή Μητέρα τού Θεού, Παροργίσαντας οικέτας λύτρωσαι, μόνη γάρ πρός Υιόν, παρρησίαν κέκτησαι.

 

Κοντάκιον Ήχος β'

Τά άνω ζητών Ανέστης Σωτήρ, εκ τάφου Παντοδύναμε καί Άδης ιδών, τό θαύμα εξεπλήττετο, καί νεκροί ανίσταντο, καί η κτίσις ιδούσα συγχαίρει σοι, καί ο Αδάμ συναγάλλεται, και κόσμος Σωτήρ μου ανυμνεί σε αεί.

Οίκος

Σύ ει τό φώς τών εσκοτισμένων, σύ εί η ανάστασις πάντων καί η ζωή τών βροτών καί πάντας συνανέστησας, τού θανάτου τό κράτος Σωτήρ σκυλεύσας, καί τού Άδου τάς πύλας συντρίψας Λόγε, καί οι θνητοί κατιδόντες τό θαύμα εθαύμαζον, καί πάσα κτίσις συγχαίρει εν τή σή Αναστάσει, Φιλάνθρωπε. Διό καί πάντες δοξάζομεν, καί υμνούμεν τήν σήν συγκατάβασιν, καί κόσμος Σωτήρ μου ανυμνεί σε αεί.

 

Ωδή ζ' Ο Ειρμός

Αντίθεον πρόσταγμα, παρανομούντος, τυράννου μετάρσιον, τήν φλόγα ανερρίπισε, Χριστός δέ εφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τήν τού Πνεύματος, ο ών ευλογημένος καί υπερένδοξος.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ουκ έφερες Δέσποτα, δι' ευσπλαγχνίαν, θανάτω τόν άνθρωπον, καθοράν τυραννούμενον, αλλ' Ήλθες καί έσωσας ιδίω Αίματι, άνθρωπος γενόμενος, ο ών ευλογημένος καί υπερένδοξος.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ιδόντες σε έπτηξαν, ημφιεσμένον, στολήν εκδικήσεως, οι πυλωροί τού άδου Χριστέ, αγνώμονα τύραννον, οικέτην Δέσποτα, ήλθες γάρ χειρώσασθαι, ο ών ευλογημένος καί υπερένδοξος.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Αγίων Αγίαν σε, κατανοούμεν, ως μόνην κυήσασαν, Θεόν τόν αναλλοίωτον, Παρθένε αμόλυντε, Μήτερ ανύμφευτε, πάσι γάρ επήγασας πιστοίς, τήν αφθαρσίαν τώ θείω τόκω σου.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Ρήτορες ανεδείχθησαν Παίδες, φιλοσοφώτατοι ποτέ, εκ θεολήπτου ψυχής γάρ, θεολογούντες χείλεσιν έμελπον, ο υπέρθεος τών Πατέρων, καί ημών Θεός ευλογητός εί.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Έκρινε τόν προπάτορα πάλαι, εν τή Εδέμ παρακοή, αλλ' εκουσίως εκρίθη, τώ παραβάντι λύων τό έγκλημα, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Σέσωκας τόν τρωθέντα τή γλώσση, τή ιοβόλω εν Εδέμ, τό εθελούσιον δήγμα, τώ εκουσίω πάθει ιάσω γάρ, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Βαίνοντα εν σκιά με θανάτου, ανεκαλέσω πρός τό φώς, τόν σκοτεινόμορφον άδην, τή αστραπή βαλών τής θεότητος, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Εώρα εν νυκτί Ιακώβ μέν, ως εν αινίγματι Θεόν σεσαρκωμένον, εκ σού δέ εν φρυκτωρία ώφθη τοίς μέλπουσιν, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Σύμβολα τής εν σοί απορρήτου, προκαταγγέλλων συμπλοκής, τώ Ιακώβ προσπαλαίει, δι' Ής εκών ηνώθη ανθρώποις Αγνή, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Βέβηλος ο μή ένα κηρύττων, τόν τής Παρθένου σε Υιόν, τής πανυμνήτου Τριάδος, καί αδιστάκτω γνώμη καί γλώσση βοών, ο υπέρθεος τών Πατέρων, Θεός καί υπερένδοξος.

 

Ωδή η' Ο Ειρμός

Κάμινος ποτέ, πυρός εν Βαβυλώνι, τάς ενεργείας διεμέριζε, τώ θείω προστάγματι, τούς Χαλδαίους καταφλέγουσα, τούς δέ πιστούς δροσίζουσα, ψάλλοντας. Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Αίματι Χριστε, τώ σώ πεφοινιγμένην, τήν τής σαρκός σου καθορώντα στολήν, εν τρόμω εξίσταντο, τήν πολλήν μακροθυμίαν, τά τών Αγγέλων Τάγματα, κράζοντα. Ευλογείτε, πάντα τά έργα τόν Κύριον.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Σύ μου τό θνητόν, ενέδυσας Οικτίρμον, αθανασίαν τή εγέρσει σου, διό αγαλλόμενος, ευχαρίστως αναμέλπει σοι, ο εκλεκτός λαός Χριστέ, κράζων σοι. Κατεπόθη, όντως εις νίκος ο θάνατος.

Θεοτοκίον

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Σύ τόν τού Πατρός, αχώριστον εν μήτρα, θεανδρικώς πολιτευσάμενον, ασπόρως συνέλαβες καί αφράστως απεκύησας, Θεογεννήτορ Πάναγνε, όθεν σε σωτηρίαν, πάντων ημών επιστάμεθα.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Ινδάλματος χρυσού, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τήν απαράλλακτον καί ζώσαν Θεού Εικόνα τεθεάμενοι, μέσον τής φλογός ανέμελπον, η ουσωθείσα υμνείτω τόν Κύριον, πάσαν Κτίσις, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Ωράθης εν σταυρώ, καθηλούμενος ο πλούσιος εν ελέει, εκών ετάφης δέ, καί τριήμερος εξανέστης, καί ελυτρώσω πάντας τούς βροτούς φιλάνθρωπε, πίστει μελωδούντας. Υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω εις πάντας τούς αιώνας.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Λυτρούσαι τής φθοράς, υπελθών τά καταχθόνια, Θεού Λόγε, όνπερ διέπλασας δυνάμει σου, Χριστέ μου θεία, καί αφθαρτίσας, δόξης αϊδίου μέτοχον, τής σής απειργάσω. Υμνείτω κραυγάζοντα πάσα κτίσις, καί υπερυψούτω Χριστόν εις τούς αιώνας.

 

Κανών τής Θεοτόκου

Ειρμός ο αυτός

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ωράθη επί γής, διά σού, καί τοίς ανθρώποις συνανεστράφη, ο αγαθότητι ασύγκριτος, καί δυνάμει, ώ μελωδούντες πάντες οι πιστοί κραυγάζομεν. Η ουσιωθείσα υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω εις πάντας τούς αιώνας.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Κυρίως σε Αγνήν, καταγγέλλοντες δοξάζομεν Θεοτόκε, σύ γάρ τόν ένα απεκύησας, τής Τριάδος σεσαρκωμένον, ώ σύν τώ Πατρί καί Πνεύματι πάντες μελωδούμεν. Υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω εις πάντας τούς αιώνας.

 

Ωδή θ' Ο Ειρμός

Ανάρχου Γεννήτορος, Υιός Θεός καί Κύριος, σαρκωθείς εκ Παρθένου ημίν επέφανε, τά εσκοτισμένα φωτίσαι, συναγαγείν τά εσκορπισμένα, διό τήν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Ως εν Παραδείσω φυτευθέν, εν τώ Κρανίω Σωτήρ, τό τρισόλβιον ξύλον τού σού αχράντου Σταυρού, αίματι καί ύδατι θείω, ως εκ πηγής τής θείας πλευράς σου, Χριστέ αρδευόμενον, τήν ζωήν ημίν εξήνθησε.

 

Στίχ. Δόξα τή Αγία Αναστάσει σου, Κύριε.

 

Καθείλες δυνάστας, σταυρωθείς ο παντοδύναμος, καί τήν κάτω κειμένην, εν τή τού άδου φρουρά, φύσιν τών ανθρώπων υψώσας, τώ πατρικώ ενίδρυσας θρόνω, μεθ' Ής σε ερχόμενον, προσκυνούντες μεγαλύνομεν.

Τριαδικόν

Στίχ. Αγία Τριάς ο Θεός ελέησον καί σώσον ημάς.

 

Μονάδα τρισάριθμον, Τριάδα Ομοούσιον, ορθοδόξως υμνούντες, πιστοί δοξάσωμεν, άτμητον υπέρθεον φύσιν, τρισοφεγγή ανέσπερον αίγλην, τήν μόνην ακήρατον, τήν τό φώς ημίν εκλάμπουσαν.

 

Κανών Σταυροαναστάσιμος

Ο Ειρμός

Τόν εκ Θεού Θεόν Λόγον, τόν αρρήτω σοφία, ήκοντα καινουργήσαι τόν Αδάμ, βρώσει φθορά πεπτωκότα δεινώς, εξ Αγίας Παρθένου, αφράστως σαρκωθέντα δι' ημάς, οι πιστοί ομοφρόνως, εν ύμνοις μεγαλύνομεν.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Εν μέσω τών καταδίκων, ως αμνός ανηρτήθης, Χριστέ επί Κρανίου τού Σταυρού, λόγχη πλευράν εκκεντούμενος, τήν ζωήν εδωρήσω, ημίν τοίς χοϊκοίς ως αγαθός, τοίς εν πίστει τιμώσι, τήν θείαν σου Ανάστασιν.

 

Στίχ. Δόξα σοι, ο Θεός ημών δόξα σοι.

 

Τόν τώ ιδίω θανάτω, τού θανάτου τό κράτος, δυνάμει καταργήσαντα Θεόν, πάντες πιστοί προσκυνήσωμεν, ότι τούς απ' αιώνος νεκρούς συνεξανέστησε, καί τοίς πάσι παρέχει, ζωήν καί τήν ανάστασιν.

 

Κανών τής Θεοτόκου

Ο Ειρμός

Όλος υπάρχεις έφεσις, όλος γλυκασμός, Λόγε Θεού, Παρθένου Υιέ, Θεέ θεών Κύριε, Αγίων Υπεράγιε, διό σε άπαντες σύν τή Τεκούση μεγαλύνομεν.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ράβδος ισχύος δέδοται, φύσει τή σαθρά, Λόγος Θεού, εν μήτρα σου Αγνή, καί ταύτην ανέστησε, πρός άδην ολισθήσασαν, διό σε πάναγνε, ως Θεοτόκον μεγαλύνομεν.

 

Στίχ. Υπεραγία Θεοτόκε, σώσον ημάς.

 

Ήν ηρετίσω, Δέσποτα, δέξαι συμπαθώς, πρέσβιν Μητέρα, σήν υπέρ ημών, καί σού τής χρηστότητος, τά σύμπαντα πλησθήσονται, ίνα σε άπαντες, ως ευεργέτην μεγαλύνωμεν.

 

Εις τούς Αίνους, Στιχηρά Αναστάσιμα

Ήχος β'

1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.

-- Πάσα πνοή, καί πάσα κτίσις, σέ δοξάζει Κύριε, ότι διά τού Σταυρού τόν θάνατον κατήργησας, ίνα δείξης τοίς λαοίς, τήν εκ νεκρών σου Ανάστασιν, ως μόνος φιλάνθρωπος.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.

-- Ειπάτωσαν Ιουδαίοι, πώς οι στρατιώται απώλεσαν τηρούντες τόν Βασιλέα; διατί γάρ ο λίθος ουκ εφύλαξε τήν πέτραν τής ζωής; ή τόν ταφέντα δότωσαν, ή αναστάντα προσκυνείτωσαν, λέγοντες σύν ημίν. Δόξα τώ πλήθει τών οικτιρμών σου. Σωτήρ ημών δόξα σοι.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.

-- Χαίρετε λαοί, καί αγαλλιάσθε, Άγγελος εκάθισεν εις τόν λίθον τού μνήματος, αυτός ημάς ευηγγελίσατο ειπών, Χριστός ανέστη εκ νεκρών, ο Σωτήρ τού κόσμου, καί επλήρωσε τά σύμπαντα ευωδίας. Χαίρετε Λαοί, καί αγαλλιάσθε.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

-- Άγγελος μέν τό Χαίρε, πρό τής σής συλλήψεως Κύριε, τή Κεχαριτωμένη εκόμισεν, Άγγελος δέ τόν λίθον τού ενδόξου σου μνήματος, εν τή σή Αναστάσει εκύλισεν, Ο μέν αντί τής λύπης, ευφροσύνης σύμβολα μηνύων, ο δέ αντί θανάτου, Δεσπότην ζωοδότην κηρύττων ημίν. Διό βοώμέν σοι, Ευεργέτα τών απάντων, Κύριε δόξα σοι.

5. Αινείτε αυτόν εν τυμπάνω καί χορώ, αινείτε αυτόν εν χορδαίς καί οργάνω,

-- Έρραναν μύρα μετά δακρύων, επί τό μνήμα σου αι Γυναίκες, καί επλήσθη χαράς τό στόμα αυτών, εν τώ λέγειν, Ανέστη ο Κύριος.

6. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τόν Κύριον.

-- Αινεσάτωσαν έθνη καί λαοί Χριστόν τόν Θεόν ημών, τόν εκουσίως δι, ημάς σταυρόν υπομείναντα, καί εν τώ άδη τριημερεύσαντα, καί προσκυνησάτωσαν αυτού τήν εκ νεκρών Ανάστασιν, δι' ής, πεφώτισται πάντα τού κόσμου τά πέρατα.

7. Ανάστηθι, Κύριε, ο Θεός μου, υψωθήτω η χείρ σου, μή επιλάθη τών πενήτων σου εις τέλος.

-- Εσταυρώθης, ετάφης, Χριστέ, ως ηβουλήθης, εσκύλευσας τόν θάνατον, ως Θεός καί Δεσπότης, δωρούμενος τώ κόσμω ζωήν αιώνιον, καί τό μέγα έλεος.

8. Εξομολογήσομαί σοι, Κύριε, εν όλη καρδία μου, διηγήσομαι πάντα τά θαυμάσιά σου.

-- Όντως παράνομοι σφραγίσαντες τόν λίθον, μείζονος ημάς θαύματος ηξιώσατε, έχουσι τήν γνώσιν οι φύλακες, σήμερον προήλθε τού μνήματος, καί έλεγον, Είπατε, ότι ημών κοιμωμένων, ήλθον οι Μαθηταί, καί έκλεψαν αυτόν. Καί τίς κλέπτει νεκρόν, μάλιστα δέ καί γυμνόν. Αυτός ανέστη αυτεξουσίως ως Θεός, καταλιπών καί εν τώ τάφω τά εντάφια αυτού. Δεύτε ίδετε Ιουδαίοι, πώς ου διέρρηξε τάς σφραγίδας, ο τόν θάνατον πατήσας, καί εν τώ γένει τών ανθρώπων, τήν ατελεύτητον ζωήν δωρούμενος, καί τό μέγα έλεος.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓIΑΝ

Μακαρισμοί

Μακάριοι οι ελεήμονες, ότι αυτοί ελεηθήσονται.

 

Τήν φωνήν σοι προσάγομεν, τού Ληστού, καί βοώμέν σοι. Μνήσθητι ημών Σωτήρ, εν τή Βασιλεία σου.

 

Μακάριοι οι καθαροί τή καρδία ότι αυ τοί τόν Θεόν όψονται.

 

Τόν Σταυρόν σοι προσάγομεν, εις πταισμάτων συγχώρησιν, όν υπέρ ημών, κατεδέξω φιλάνθρωπε.

 

Μακάριοι οι ειρηνοποιοί, ότι αυτοί υιοί Θεού κληθήσονται.

 

Προσκυνούμέν σου Δέσποτα, τήν ταφήν καί τήν έγερσιν, δι' ών εκ φθοράς ελυτρώσω, τόν κόσμον φιλάνθρωπε.

 

Μακάριοι οι δεδιωγμένοι ένεκεν δικαιοσύνης, ότι αυτών εστιν η βασιλεία τών ουρανών.

 

Τώ θανάτω σου Κύριε, κατεπόθη ο θάνατος, καί τή Αναστάσει σου Σώτερ, τόν κόσμον διέσωσας.

 

Μακάριοί εστε όταν ονειδίσωσιν υμάς, καί διώξωσι, καί είπωσι πάν πονηρόν ρήμα καθυμών ψευδόμενοι ένεκεν εμού.

 

Οι εν σκότει καθεύδοντες, σέ τό φώς θεασάμενοι, εν τοίς κατωτάτοις τού άδου, Χριστέ εξανέστησαν.

 

Χαίρετε καί αγαλλιάσθε, ότι ο μισθός υμών πολύς εν τοίς ουρανοίς.

 

Μυροφόροις υπήντησας, αναστάς εκ τού μνήματος, καί τοίς μαθηταίς επηγγείλω, ειπείν σου τήν έγερσιν.

Δόξα...

Τόν Πατέρα δοξάσωμεν, τόν Υιόν προσκυνήσωμεν πάντες, καί τό άγιον Πνεύμα, πιστώς ανυμνήσωμεν.

Καί νύν... Θεοτοκίον

Χαίρε θρόνε πυρίμορφε. Χαίρε νύμφη ανύμφευτε. Χαίρε η Θεόν τοίς ανθρώποις, Παρθένε κυήσασα.