ΤΗ ΙΓ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού εν Αγίοις Πατρός ημών Ιωάννου, Αρχιεπισκόπου Κωνσταντινουπόλεως τού Χρυσοστόμου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Εις τό Κύριε εκέκραξα, ιστώμεν Στίχ. δ καί ψάλλομεν Στιχηρά προσόμοια τρία, δευτερούντες τό πρώτον.

 

Ήχος α

Τών ουρανίων

Τόν Βαπτιστήν εμιμήσω, συνωνυμήσας καλώς, τή εγκρατεία Πάτερ, καί Ηλίαν τόν μέγαν, νηστείας καί αγνείας, ζήλω τρωθείς, αμφοτέρων Χρυσόστομε, βασιλικής τυραννίδος κατατολμών, ώς ποιμήν τής Εκκλησίας Χριστού.

 

Θεία εμπνεύσει τού Λόγου, διαδραμών γραφικώς, πάσαν τήν γήν ο φθόγγος, τών δογμάτων σου Πάτερ, εφώτισε τόν κόσμον, ανοίξας ημίν, τής μετανοίας τήν είσοδον, τήν τε πενήτων φροντίδα ανατυπών, καί Χριστού τό Ευαγγέλιον.

 

Τό καθαρόν τής ψυχής σου, καί ακηλίδωτον φώς, ηλιακάς ακτίνας, καταλάμπει τώ κόσμω, δογμάτων ευσεβείας, Πάτερ σοφέ, Ιωάννη Χρυσόστομε, καί τήν αχλύν εκδιώκει καί δαδουχεί, τήν οικουμένην πρός ευσέβειαν.

Δόξα Ήχος δ

Γέγονας Χρυσόστομε, θεόπνευστον όργανον, δι ού ημίν τό Πνεύμα τό Άγιον εφώνησε, τή ευσήμω, γάρ βοή, διέδραμε τά πέρατα, ο φθόγγος τής διδασκαλίας σου, καί μιμητής γενόμενος τών Αποστόλων Όσιε, τόν χώρον κατέλαβες εκείνον, όν επόθησας, Πρέσβευε τώ Κυρίω, Παμμακάριστε, ειρηνεύσαι τόν κόσμον, καί σώσαι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Ρύσαι ημάς εκ τών αναγκών ημών, Μήτερ Χριστού τού Θεού, η τεκούσα τόν τών όλων Ποιητήν, ίνα πάντες κράζωμέν σοι, Χαίρε η μόνη προστασία τών ψυχών ημών.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος β

Οίκος τού Εφραθά

Σάλπιγξ χρυσοειδής, λαμπρώς αναβοώσα, τά θεία μεγαλεία, εδείχθης Ιωάννη, εις τά τού κόσμου πέρατα.

 

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί η μελέτη τής καρδίας μου σύνεσιν

 

Νόμον ως Μωϋσής, εδέξω εκ Κυρίου, Χρυσόστομε τόν κόσμον, σοφίζων καί φωτίζων, τοίς θείοις σου διδάγμασιν.

 

Στίχ. Οι Ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην καί οι όσιοί σου αγαλλιάσονται

 

Κήρυξ ως αληθώς, τής θείας βασιλείας, εγένου Χρυσολόγε, βοών, Μετανοείτε, βυθίζων τήν απόγνωσιν.

Δόξα... Όμοιον

Τριάδος τής σεπτής, τήν μίαν μοναρχίαν, εδίδαξας πιστεύειν, Πατέρα Λόγον Πνεύμα, Χρυσόστομε Πατήρ ημών.

Καί νύν... Θεοτοκίον όμοιον

Παρθένε τόν εκ σού, τεχθέντα Θεόν Λόγον, δυσώπει Θεοτόκε, μετά τού Χρυσολόγου, τού σώσαι τάς ψυχάς ημών.

 

Νύν απολύεις. Τό Τρισάγιον, καί τά λοιπά.

 

Απολυτίκιον Ήχος πλ. δ'

Αυτόμελον

Η τού στόματός σου καθάπερ πυρσός εκλάμψασα χάρις, τήν οικουμένην εφώτισεν, αφιλαργυρίας τώ κόσμω θησαυρούς εναπέθετο, τό ύψος ημίν τής ταπεινοφροσύνης υπέδειξεν, Αλλά σοίς λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τώ Λόγω Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημων.

 

Καί Απόλυσις

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Μετά τόν Προοιμιακόν, Στιχολογούμεν τήν Α Στάσιν τού Α Καθίσματος τού Ψαλτηρίου, Εις δέ τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς, καί ψάλλομεν Στιχηρά Προσόμοια γ δευτερούντες αυτά.

 

Ήχος δ

Ως γενναίον εν Μάρτυσιν

Τήν χρυσήλατον σάλπιγγα, τό θεόπνευστον όργανον, τών δογμάτων πέλαγος ανεξάντλητον, τής Εκκλησίας τό στήριγμα, τόν νούν τόν ουράνιον, τής σοφίας τόν βυθόν, τόν κρατήρα τόν πάγχρυσον, τόν προχέοντα, ποταμούς διδαγμάτων μελιρρύτων, καί αρδεύοντα τήν κτίσιν, μελωδικώς ανυμνήσωμεν.

 

Τόν αστέρα τόν άδυτον, τόν ακτίσι φωτίζοντα, διδαγμάτων άπασαν τήν υφήλιον, τής μετανοίας τόν κήρυκα, τόν σπόγγον τόν πάγχρυσον, τόν υγρότητα δεινής, απογνώσεως αίροντα, καί δροσίζοντα, εκτακείσας καρδίας αμαρτίαις, Ιωάννην επαξίως, τόν Χρυσολόγον τιμήσωμεν.

 

Ο επίγειος Άγγελος, καί ουράνιος άνθρωπος, χελιδών η εύλαλος καί πολύφωνος, τών αρετών τό θησαύρισμα, η πέτρα η άρρηκτος, τών πιστών υπογραμμός, τών Μαρτύρων εφάμιλλος, ισοστάσιος, τών αγίων Αγγέλων, Αποστόλων, ο ομότροπος εν ύμνοις, μεγαλυνέσθω Χρυσόστομος.

Δόξα... Ήχος πλ. β

Όσιε τρισμάκαρ, αγιώτατε Πάτερ, ο ποιμήν ο καλός, καί τού Αρχιποίμενος Χριστού Μαθητής, ο τιθείς τήν ψυχήν υπέρ τών προβάτων, αυτός καί νύν πανεύφημε, Ιωάννη Χρυσόστομε, αίτησαι πρεσβείαις σου, δωρηθήναι ημίν τό μέγα έλεος.

Καί νύν... ο αυτός Θεοτοκίον

Τίς μή μακαρίσει σε, Παναγία Παρθένε; τίς μή ανυμνήσει σου, τόν αλόχευτον τόκον; ο γάρ αχρόνως εκ Πατρός, εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι ήμάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ εν δυάδι φύσεων ασυγχύτως γνωριζόμενος, Αυτόν ικέτευε, Σεμνή παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

 

Είσοδος, Φώς ιλαρόν, τό Προκείμενον τής ημέρας, καί τά Αναγνώσματα.

 

Παροιμιών τό Ανάγνωσμα.

Μνήμη δικαίου μετ' εγκωμίων, καί ευλογία Κυρίου επί κεφαλήν αυτού. Μακάριος άνθρωπος, ός εύρε σοφίαν, καί θνητός ός οίδε φρόνησιν. Κρείσσον γάρ αυτήν εμπορεύεσθαι, ή χρυσίου καί αργυρίου θησαυρούς. Τιμιωτέρα δέ εστι λίθων πολυτελών, πάν δέ τίμιον ουκ άξιον αυτής εστιν. Εκ γάρ τού στόματος αυτής εκπορεύεται δικαιοσύνη, νόμον δέ καί έλεον επί γλώσσης φορεί. Τοιγαρούν ακούσατέ μου, ώ τέκνα, σεμνά γάρ ερώ, καί μακάριος άνθρωπος, ός τάς εμάς οδούς φυλάξει. Αι γάρ εξοδοί μου, έξοδοι ζωώς, καί ετοιμάζεται θέλησις παρά Κυρίου. Διά τούτο παρακαλώ υμάς, καί προϊεμαι εμήν φωνήν υιοίς ανθρώπων. Ότι εγώ η Σοφία κατεσκεύασα βουλήν, καί γνώσιν καί έννοιαν εγώ επεκαλεσάμην. Εμή βουλή καί ασφάλεια, εμή φρόνησις, εμή δέ Ισχύς. Εγώ τούς εμέ φιλούντας αγαπώ, οι δέ εμέ ζητούντες ευρήσουσι χάριν. Νοήσατε τοίνυν άκακοι πανουργίαν, οι δέ απαίδευτοι ένθεσθε καρδίαν. Εισακούσατέ μου καί πάλιν, σεμνά γάρ ερώ, καί ανοίγω από χειλέων ορθά. Ότι αλήθειαν μελετήσει ο λάρυγξ μου, εβδελυγμένα δέ εναντίον εμού χείλη ψευδώ. Μετά δικαιοσύνης πάντα τά ρήματα τού στόματός μου, ουδέν εν αυτοίς σκολιόν, ουδέ στραγγαλιώδες. Πάντα ευθέα εστί τοίς νοούσι, καί ορθά τοίς ευρίσκουσι γνώσιν. Διδάσκω γάρ υμίν αληθή, ίνα γένηται εν Κυρίω η ελπίς υμών, καί πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομώντος τό Ανάγνωσμα.

Στόμα δικαίου αποστάζει σοφίαν, χείλη δέ ανδρών επίστανται χάριτας. Στόμα σοφών μελετά σοφίαν, δικαιοσύνη δέ ρύεται αυτούς εκ θανάτου. Τελευτήσαντος αvδρός δικαίου ουκ όλλυται ελπίς, υιός γάρ δίκαιος γεννάται εις ζωήν,καί εν αγαθοίς αυτού καρπόν δικαιοσύνης τρυγήσει. Φώς δικαίοις διαπαντός, καί παρά Κυρίου ευρήσουσι χάριν καί δόξαν. Γλώσσα σοφών καλά επίσταται, καί εv καρδία αυτώv αναπαύσεται σοφία. Αγαπά Κύριος οσίας καρδίας, δεκτοί δέ αυτώ πάντες άμωμοι εν οδώ. Σοφία Κυρίου φωτιεί πρόσωπον συνετού, φθάνει γάρ τούς επιθυμούντας αυτήv, πρό τού γνωσθήναι, καί ευχερώς θεωρείται υπό τών αγαπώντων αυτήν. Ο ορθρίσας πρός αυτήν ου κοπιάσει, καί ο αγρυπνήσας δι' αυτήν, ταχέως αμέριμνος έσται. Ότι τούς αξίους αυτής αυτή περιέρχεται ζητούσα, καί εν ταίς τρίβοις φαντάζεται αυτοίς ευμενώς. Σοφίας ου κατισχύσει ποτέ κακία. Διά ταύτα καί εραστής εγενόμην τού κάλλους αυτής καί εφίλησα ταύτην, καί εξεζήτησα εκ νεοτητός μου, καί εζήτησα νύμφην αγαγέσθαι εμαυτώ. Ότι ο πάντων Δεσπότης ηγάπησεν αυτήν. Μύστις γάρ εστι τής τού Θεού επιστήμης, καί αιρέτις τών έργων αυτού. Οι πόνοι αυτής εισιν αρεταί, σωφροσύνην δέ καί φρόνησιν αύτη διδάσκει, δικαιοσύνην καί ανδρείαν, ών χρησιμώτερον ουδέν εστιν εν βίω ανθρώποις. Ει δέ καί πολυπειρίαν ποθεί τις, οίδε τά αρχαία καί τά μέλλοντα εικάζειν, επίσταται στροφάς λόγων, καί λύσεις αινιγμάτων, σημεία καί τέρατα προγινώσκει, καί εκβάσεις καιρών καί χρόνων, καί πάσι συμβουλός εστιν αγαθή. Ότι αθαvασία εστίv εν αυτή, καί εύκλεια εν κοινωνία λόγω αυτής. Διά τούτο ενέτυχον τώ Κυρίω, καί εδεήθην αυτού, καί είπον εξ όλης μου τής καρδίας. Θεέ Πατέρων, καί Κύριε τού ελέους, ο ποιήσας τά πάντα εν λόγω σου, καί τή σοφία σου κατασκευάσας τόν άνθρωποv, ίνα δεσπόζη τών υπό σού γενομένων κτισμάτων, καί διέπη τόν κόσμον εν οσιότητι καί δικαιοσύνη, δός μοι τήν τώv σών θρόvωv πάρεδροv σοφίαν, καί μή με αποδοκιμάσης εκ παίδων σου, ότι εγώ δούλος σός, καί υιός τής παιδίσκης σου. Εξαπόστειλον αυτήv εξ αγίου κατοικητηρίου σου καί από θρόvου δόξης σου, ίvα συμπαρούσά μοι διδάξη με, τί ευάρεστόν εστι παρά σοί. Καί οδηγήση με εν γνώσει, καί φυλάξη με εν τή δόξη αυτής. Λογισμοί γάρ θνητών πάντες δειλοί καί επισφαλείς αι επίνοιαι αυτών.

Σοφίας Σολομώντος τό Ανάγνωσμα.

Εγκωμιαζομένου δικαίου, ευφρανθήσονται λαοί, αθανασία γάρ εστιν η μνήμη αυτού, ότι καί παρά Θεώ γινώσκεται, καί παρά ανθρώποις, καί αρεστή Κυρίω η ψυχή αυτού. Επιθυμήσατε τοιγαρούν, ώ άνδρες, σοφίαν, καί ποθήσατε, καί παιδευθήσεσθε. Αρχή γάρ αυτής αγάπη, καί τήρησις νόμων. Τιμήσατε σοφίαν, ίνα εις τόν αιώνα βασιλεύσητε. Απαγγελώ υμίν, καί ου κρύψω αφ' υμών μυστήρια Θεού. Ότι αυτός καί τής σοφίας οδηγός εστι, καί τών σοφών διορθωτής, καί εν τή χειρί αυτού πάσα φρόνησις, καί εργασιώv επιστήμη. Η πάντων τεχνίτις εδίδαξέ με σοφία, έστι γάρ εv αυτή πνεύμα νοερόν, άγιον, απαύγασμα φωτός αϊδίου, καί είκων τής αγαθότητος τού Θεού. Αύτη φίλος Θεού καί Προφήτας κατασκευάζει. Ευπρεπεστέρα δέ εστιν ηλίου, καί υπέρ πάσαν αστέρωv θέσιv, φωτί συγκριvομέvη, ευρίσκεται προτέρα. Αύτη τούς θεραπεύσαντας αυτήv εκ πόvων ερρύσατο, καί ωδήγησεν εν τρίβοις ευθείαις. Έδωκεv αυτοίς γvώσιv αγίαv, καί διεφύλαξεv αυτούς από εvεδρευόvτων, καί αγώvα Ισχυρόv εβράβευσεv αυτοίς, ίvα γvώσι πάντες, ότι δυvατωτέρα παvτός εστιν η ευσέβεια, καί ού μή κατισχύση ποτέ κακία σοφίας, ούδ' ου μή παρελεύσεται πονηρούς ελέγχουσα η δίκη. Είποv γάρ εv εαυτοίς, λογισάμεvοι ουκ ορθώς. Καταδυvαστεύσωμεv τόν δίκαιοv, μή φεισώμεθα τής οσιότητος αυτού, μηδέ εντραπώμεv πολιάς πρεσβύτου πολυχροvίους, έστω δέ ημώv η Ισχύς vόμος. Καί εvεδρεύσωμεv τόν δίκαιοv, ότι δύσχρηστος ημίv εστι, καί εναντιούται τοίς έργοις ημώv καί επιφημίζει ημίν αμαρτήματα παιδείας ημών. Επαγγέλλεται γνώσιv έχειν Θεού, καί παίδα Κυρίου εαυτόν ονομάζει. Εγέvετο ημίv εις έλεγχον εννοιών ημών. Βαρύς εστιν ημίν καί βλεπόμενος, ότι ανόμοιος τοίς άλλοις ο βίος αυτού, καί εξηλλαγμέναι αι τρίβοι αυτού. Εις κίβδηλον ελογίσθημεv αυτώ ,καί απέχεται τών οδώv ημών, ως από ακαθαρσιώv, καί μακαρίζει έσχατα δικαίων, ίδωμεν ούv εί οι λόγοι αυτού αληθείς, καί πειράσωμεv τά εν εκβάσει αυτού. Ύβρει καί βασάνω ετάσωμεv αυτόv, ίvα γvώμεν τήv επιείκειαν αυτού, καί δοκιμάσωμεv τήv ανεξικακίαv αυτού. Θανάτω ασχήμονι καταδικάσωμεv αυτόv, έσται γάρ αυτού επισκοπή εκ λόγωv αυτού. Ταύτα ελογίσαvτο, καί επλανήθησαν, απετύφλωσε γάρ αυτούς η κακία αυτών. Καί ούκ έγνωσαν μυστήρια Θεού, ουδέ έκριvαv, ότι σύ εί Θεός μόvος, ο ζωής έχων καί θαvάτου εξουσίαν, καί σώζωv εv καιρώ θλίψεως καί ρυόμενος εκ παντός κακού, ο οικτίρμωv καί ελεήμωv, καί διδούς τοίς Οσίοις σου χάριν, καί τώ σώ βραχίονι τοίς υπερηφάvοις αντιτασσόμενος.

 

Εις την Λιτήν, Στιχηρά ιδιόμελα.

 

Ήχος α Ανατολίου

Φωστήρ Ιωάννη, στόμα χρυσεμφανές, εγκαλλώπισμα τών θεουργών αρετών, καί ενδιαίτημα Γραφών μυσταρχικών, σύ τού παναχράντου Αγίου Πνεύματος, ακήρατος θησαυρός εχρημάτισας, όθεν επεύφρανας πάσαν Εκκλησίαν, σωτηριώδει σου λόγω υπαρκτικώ, Παρρησίαν ούν ευράμενος πρός τόν Θεόν, εν τή απολαύσει τής άνω κληρουχίας, πρέσβευε υπέρ ημών, Πάτερ αγιώτατε.

Ο αυτός

Εξεχύθη η χάρις εν χείλεσί σου, Όσιε Πάτερ, Ιωάννη Χρυσόστομε, διά τούτο έχρισέ σε ο Θεός, Αρχιερέα τού λαού αυτού, ποιμαίνειν τό ποίμνιον αύτού, εν οσιότητι καί δικαιοσύνη, Διό περιζωσάμενος τήν ρομφαίαν τού δυνατού, διέκοψας τάς γλωσσαλγίας τών αιρέσεων, καί νύν μή παύση πρεσβεύων, ειρηνεύσαι τόν κόσμον, καί σώσαι τάς ψυχάς ημών.

Ήχος β Τού Στουδίτου

Σέ τόν μέγαν Αρχιερέα καί Ποιμένα, τόν άκακον καί όσιον, τής μετανοίας τόν κήρυκα, τό χρυσίπνοον στόμα τής χάριτος, ανευφημούντες πόθω δεόμεθα, Μετάδος ημίν τών πρεσβειών σου Πάτερ, εις αντάμειψιν τών ψυχών ημών.

Ο αυτός

Γεωργίου Νικομηδείας

Χρυσέοις λόγοις σου η Εκκλησία, ώς κόσμω χρυσώ περικοσμηθείσα, Ιωάννη Χρυσόστομε, νυμφικώς χαίρουσα βοά σοι, κεκόρεσμαι εκ σών χρυσοβρύτων ναμάτων, καταγλαϊσθείσα χρυσοφαέσι καί μελιχρύσοις πόμασιν, εκ πράξεως γάρ εις θεωρίαν ανάγομαι, διά τών πραέων σου παραινέσεων, καί πρός Χριστόν τόν νοητόν νυμφίον ενούμαι, συμβασιλεύουσα αυτώ, Διό καί ημείς συναθροισθέντες εν τή μνήμη σου κράζομεν, Μή αποκάμης δεόμενος, υπέρ ημών πρός Κύριον, τού σωθήναι τάς ψυχάς ημών.

Ο αυτός

Είληφας Ιεράρχα, τήν ανωτάτω φιλοσοφίαν, καί έξω κόσμου εγένου, ζών υπέρ τά ορώμενα, καί έσοπτρον ακηλίδωτον Θεού σαφώς ανεδείχθης, καί ών αεί ηνωμένος φωτί, φώς προσελάμβανες, καί τρανότερον τού μακαρίου έτυχες τέλους, Πρέσβευε Χρυσόστομε, υπέρ τών ψυχών ημών.

Ήχος δ

Ρήμασι χρυσαυγεστάτοις, τά πέρατα σαφώς κατήρδευσας, χρυσόρρυτον έχων τήν τε ψυχήν καί τό σώμα πανόλβιε, καί πάντα διαχρυσώσας τοίς λόγοις σου, χρυσουργέ τών δογμάτων σου, καί βίβλους συγγραψάμενος χρυσογραφικάς, ανέπτης εις ουρανούς, Διό βοώμέν σοι, Χρυσορρόα καί Χρυσόστομε, Χριστόν τόν Θεόν ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

Δοξα Ήχος ο αυτός

Γερμανού

Έπρεπε τή βασιλίδι τών πόλεων, Ιωάννην αυχείν Αρχιερέα, ώσπερ τινά κόσμον βασιλικόν, καί χρυσήλατον σάλπιγγα, πάντα περιηχούσαν τά πέρατα, τά σωτήρια δόγματα, καί πάντας συναγείρουσαν, πρός συνασπισμόν ασμάτων θεοπρεπών, πρός όν βοήσωμεν, Χρυσολόγε καί Χρυσόστομε, Χριστόν τόν Θεόν ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Σέ τείχος κεκτήμεθα, Θεοτόκε άχραντε, καί εύδιον λιμένα καί οχύρωμα, διό δεόμεθα, οι εν βίω χειμαζόμενοι, Κυβέρνησον καί διάσωσον ημάς.

 

Εις τόν Στίχον, τά Στιχηρά Προσόμοια.

 

Ήχος πλ. α

Χαίροις ασκητικών αληθώς

Χαίροις τό χρυσαυγές καί τερπνόν, τής Εκκλησίας τό θεόπνευστον όργανον, η γλώσσα η φιλανθρώπως, τής μετανοίας ημίν, τούς ποικίλους τρόπους υπογράφουσα, ο νούς ο χρυσίμορφος, χελιδων η χρυσόστομος, περιστερά τε, ψαλμικώς τά μετάφρενα, χρυσαυγίζουσα, αρετών εν χλωρότητι, ρείθρον χρυσοειδέστατον, προχέον τά νάματα, στόμα τό θείον καί θείας, φιλανθρωπίας εχέγγυον, Χριστόν καταπέμψαι, ταίς ψυχαίς ημών δυσώπει, τό μέγα έλεος.

 

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί η μελέτη τής καρδίας μου σύνεσιν

 

Χαίροις τών ορφανών ο Πατήρ, αδικουμένων οξυτάτη βοήθεια, πενήτων η χορηγία, η τών πεινώντων τροφή, τών αμαρτανόντων η διόρθωσις, ψυχών ευστοχώτατος, ιατρός καί σεμνότατος, θεολογίας, υψηλής η ακρίβεια, η σαφήνεια, τών Γραφών τών τού Πνεύματος, νόμος ο πρακτικώτατος, κανών ο ευθύτατος, η θεωρία καί πράξις, αι τής σοφίας ακρότητες, Χριστόν καταπέμψαι, ταίς ψυχαίς ημών δυσώπει, τό μέγα έλεος.

 

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.

 

Οίκον τών ιερών αρετών, ιερωμένον σεαυτόν απετέλεσας, εν σοί γάρ τήν κατοικίαν, ώς εν αγίω ναώ, καί καθαρωτάτω Πάτερ έθεντο, σοφώς κυβερνήσας γάρ, τάς αισθήσεις τού σώματος, ώς εν ασύλω, θησαυρώ διετήρησας, τήν διάνοιαν, τών παθών καθαρεύουσαν, όθεν θεοειδέστατος, Παμμάκαρ γενόμενος, τής Εκκλησίας προέστης, ιεραρχία κοσμούμενος, Χριστόν ικετεύων, τόν παρέχοντα τώ κόσμω, τό μέγα έλεος.

Δόξα... Ήχος πλ. β

Σάλπιγξ χρυσόφωνος ανεδείχθης, Χρυσορρήμον Χρυσόστομε, χρυσουργών τάς καρδίας τών πιστών, τοίς χρυσεπόνοις σου διδάγμασι, προφητικώς γάρ εξήλθεν ο φθογγος τών δογμάτων σου, Όσιε Πάτερ, καί κόσμου παντός τά πέρατα εφώτισας.

Καί νύν... Θεοτοκίον

Ο ποιητής καί λυτρωτής μου Πάναγνε, Χριστός ο Κύριος, εκ τής σής νηδύος προελθών, εμέ ενδυσάμενος, τής πρώην κατάρας, τόν Αδάμ ηλευθέρωσε, διό σοι Πάναγνε, ως τού Θεού Μητρί τε, καί Παρθένω αληθώς, βοώμεν ασιγήτως, τό Χαίρε τού Αγγέλου, χαίρε Δέσποινα, προστασία καί σκέπη, καί σωτηρία τών ψυχών ημών.

 

Απολυτίκιον Ήχος πλ. δ

Αυτόμελον

Η τού στόματός σου καθάπερ πυρσός εκλάμψασα χάρις, τήν οικουμένην εφώτισεν, αφιλαργυρίας τώ κόσμω θησαυρούς εναπέθετο, τό ύψος ημίν τής ταπεινοφροσύνης υπέδειξεν, Αλλά σοίς λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τώ Λόγω Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημων.

Θεοτοκίον

Ο δι ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας αγαθέ, ο θανάτω τόν θάνατον σκυλεύσας, καί έγερσιν δείξας ώς Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξoν τήν φιλανθρωπίαν σου Ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον, πρεσβεύουσαν υπέρ ημών, καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

 

Καί Απολυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α Στιχολογίαν, Κάθισμα.

 

Ήχος πλ. δ

Τήν Σοφίαν καί Λόγον

Τήν σοφίαν εξ ύψους καταμαθών, καί τήν χάριν τών λόγων παρά Θεού, τοίς πάσιν εξέλαμψας, ως χρυσός εν καμίνω, καί τήν Αγίαν Τριάδα, Mονάδα εκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοίς λόγοις σου, όθεν καί πρός ζήλον, Βασιλίδα ελέγξας, αδίκως τής ποίμνης σου, απελάθης μακάριε, Ιωάννη Χρυσόστομε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

 

Δόξα... Τό αυτό

 

Καί νύν... Θεοτοκίον

Τήν ψυχήν μου Παρθένε τήν ταπεινήν, τήν εν ζάλη τού βίου τών πειρασμών, νύν ως ακυβέρνητον, ποντουμένην τώ κλύδωνι, αμαρτιών τε φόρτω, φανείσαν υπέραντλον, καί εις πυθμένα Άδου, πεσείν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τή θερμή σου πρεσβεία, καί σώσον παρέχουσα, σόν λιμένα τόν εύδιον, ίνα πίστει κραυγάζω σοι, Πρέσβευε τώ σώ Υιώ καί Θεώ, τών πταισμάτων δούναί μοι τήν άφεσιν, σέ γάρ έχω ελπίδα, ο ανάξιος δούλός σου.

 

Μετά τήν β Στιχολογίαν, Κάθισμα

 

Ήχος γ

Θείας πίστεως

Σκεύος ένθεον τής Εκκλησίας, πλούτος άσυλος τής ευσεβείας, ανεδείχθης Ιεράρχα Χρυσόστομε, εν απαθεία φαιδρύνας τόν βίον σου, τοίς δεομένοις επαντλήσας τόν έλεον, Πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Δόξα... Ήχος πλ. α

Τόν συνάναρχον Λόγον

Τόν λειμώνα τών λόγων τών θεοπνεύστων Γραφών, τόν ημάς Οδηγούντα πρός τήν μετάνοιαν, τόν τούς ποικίλους πειρασμούς υπομείναντα, τόν Χρυσόστομον πιστοί, ως διδαχθέντες υπ αυτού, Τιμήσωμεν κατά χρέος, πρεσβεύει γάρ τώ Κυρίω, ελεηθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Τό εξαίσιον θαύμα τό τής συλλήψεως, καί ο άφραστος τρόπος ο τής κυήσεως, εν σοί εγνώρισται, Αγνή Αειπάρθενε, καταπλήττει μου τόν νούν, καί εξιστά τόν λογισμόν, η δόξα σου Θεοτόκε, τοίς πάσιν εφαπλουμένη, πρός σωτηρίαν τών ψυχών ημών.

 

Μετά τόν Πολυέλεον, Κάθισμα

 

Ήχος δ

Επεφάνης σήμερον

Τοίς χρυσέοις λόγοις σου, η Εκκλησία, αρδομένη άπαντας, ποτίζει νάματα χρυσά, καί ιατρεύει νοσήματα, τών σέ υμνούντων, παμμάκαρ Χρυσόστομε.

Δόξα... Ήχος πλ. α

Τόν συνάναρχον Λόγον

Ούτε έχθρα συνόδου ούσα παράνομος, ούτε μίσος Αυγούστης ούσης παράφρονος, τάς αρετάς τάς εν σοί Πάτερ κατέσβεσαν, αλλ ως χρυσός εν τώ πυρί, δοκιμασθείς τών πειρασμών, καθικετεύεις απαύστως, τήν Παναγίαν Τριάδα, υπέρ ής ηγωνίσω ζέων τώ πνεύματι.

Καί νύν... Θεοτοκίον

Τήν ταχείάν σου σκέπην καί τήν αντίληψιν, καί τό έλεος δείξον επί τόν δούλόν σου, καί τά κύματα Αγνή καταπράϋνον, τών ματαίων λογισμών, καί τήν πεσούσάν μου ψυχήν, ανάστησον Θεοτόκε, οίδα γάρ οίδα Παρθένε, ως πάντα όσα βούλει καί δύνασαι.

 

Οι Αναβαθμοί, τό α' Αντίφωνον τού δ' Ήχου.

 

Οι Αναβαθμοί Αντίφωνον Α'

        Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.

        Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.

Δόξα... Καί νύν...

Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

 

Προκείμενον Ήχος δ

Τό στόμα μου λαλήσει σοφίαν, καί η μελέτη τής καρδίας μου σύνεσιν.

Στίχ. Ακούσατε ταύτα πάντα τά έθνη.

 

Πάσα πνοή.

 

Ευαγγέλιον κατά Ιωάννην.

 

Είπεν ο Κύριος, ο μή εισερχόμενος διά τής θύρας...

 

Ο Ν

 

Ήχος β

Δόξα... Σήμερον σκιρτώσιν εν πνεύματι, Αρχιερέων δήμοι, σύν ημίν τιμώντές σου τήν μνήμην lεράρχα, Χρυσόστομε Όσιε, φωστήρ τής Εκκλησίας.

Καί νύν... Ταίς τής Θεοτόκου πρεσβείαις.

 

Στίχ. Ελέησόν με ο Θεός...

 

Καί τό ιδιόμελον Ήχος πλ. β

Εξεχύθη η χάρις εν χείλεσί σου, Όσιε Πάτερ, καί γέγονας Ποιμήν τής τού Χριστού Εκκλησίας, διδάσκων τά λογικά πρόβατα, πιστεύειν εις Τριάδα ομοούσιον, εν μιά θεότητι.

 

Οι Κανόνες ο τής Θεοτόκου μετά τών Ειρμών, εις ς , καί τού Αγίου εις η.

 

Ωδή α Ήχος πλ. δ

Ο Ειρμός

Υγράν διοδεύσας ωσεί ξηράν, καί τήν Αιγυπτίαν, μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα, Τώ λυτρωτή καί Θεώ ημών άσωμεν.

 

Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σέ καταφεύγω, σωτηρίαν επιζητών, ώ Μήτερ τού Λόγου καί Παρθένε, τών δυσχερών καί δεινών με διάσωσον.

 

Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας, εμπιπλώσαί μου τήν ψυχήν, ειρήνευσον Κόρη τή γαλήνη, τή τού Υιού καί Θεού σου πανάμωμε.

 

Σωτήρα τεκούσάν σε καί Θεόν, δυσωπώ Παρθένε, λυτρωθήναί με τών δεινών, σοί γάρ νύν προσφεύγων ανατείνω, καί τήν ψυχήν καί τήν διάνοιαν.

 

Νοσούντα τό σώμα καί τήν ψυχήν, επισκοπής θείας, καί προνοίας τής παρά σού, αξίωσον μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια.

 

Εν θλίψει με όντα καί συμφορά, επισκοπής θείας, καί προνοίας μόνη Αγνή, αξίωσον όπως σε δοξάζω, τήν θεοδόξαστον καί υπεράμωμον.

 

Ο Κανών τού Αγίου, ού η Ακροστιχίς.

 

Τού Πνεύματος μέλπω σε τό χρυσούν στόμα. Θεοφάνους.

 

Ωδή α Ήχος πλ. δ

Αρματηλάτην Φαραω εβύθισε, τερατουργούσα ποτέ, Μωσαϊκή ράβδος, σταυροτύπως πλήξασα, καί διελούσα θάλασσαν, Ισραήλ δέ φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τώ Θεώ αναμέλποντα.

 

Τής μετανοίας γεγονώς θερμότατος, κήρυξ Χρυσόστομε, μετανοείν Πάτερ, τώ Θεώ με πρέσβευε, εξ όλης τής καρδίας μου, καί τών πάλαι πταισμάτων, θεραπευθήναι τά τραύματα, τή σή συμπαθεία δυσώπησον.

 

Όλην τήν αίγλην τού Αγίου Πνεύματος, Πάτερ δεξάμενος, ολολαμπής ώφθης, στύλος προηγούμενος, τής Εκκλησίας, Όσιε, φωτεινή τε νεφέλη, παμμάκαρ επισκιάζουσα, τά τών Ορθοδόξων συστή ματα.

 

Υπό Χριστού προχειρισθείς Διδάσκαλος, θεία διδάγματα, χρυσοειδεί γλώσση, γνώμη τε θεόφρονι, πλουσίως σύ επήγασας, τού Θεού ποταμός γάρ, υδάτων πλήρης τού Πνεύματος, ώφθης θεοφάντορ Χρυσόστομε.

Θεοτοκίον

Πεποικιλμένη ποικιλία χάριτος, θεοχαρίτωτε, τόν τού Πατρός Λόγον, σάρκα χρηματίσαντα, δι ευσπλαγχνίαν άφατον, υπέρ νούν τε καί λόγον, ευλογημένη γεγέννηκας, μείνασα Παρθένος αμόλυντος.

Καταβασία

Aνοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι τή Βασιλίδι Μητρί, καί οφθήσομαι,φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος,ταύτης τά θαύματα.

 

Τής Θεοτοκου

 

Ωδή γ

Ο Ειρμός

Ουρανίας αψίδος, οροφουργέ Κύριε, καί τής Εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τή αγάπη τή σή, τών εφετών η ακρότης, τών πιστών τό στήριγμα, μόνε φιλάνθρωπε.

 

Προστασίαν καί σκέπην, ζωής εμής τίθημι, σέ Θεογεννήτορ Παρθένε, σύ με κυβέρνησον, πρός τόν λιμένα σου, τών αγαθών η αιτία, τών πιστών τό στήριγμα, μόνη Πανύμνητε.

 

Ικετεύω Παρθένε, τόν ψυχικόν τάραχον, καί τής αθυμίας τήν ζάλην, διασκεδάσαι μου, σύ γάρ Θεόνυμφε, τόν αρχηγόν τής γαλήνης, τόν Χριστόν εκύησας, μόνη Πανάχραντε.

 

Ευεργέτην τεκούσα, τόν τών καλών αίτιον, τής ευεργεσίας τόν πλούτον, πάσιν ανάβλυσον, πάντα γάρ δύνασαι, ώς δυνατόν εν ισχυϊ, τόν Χριστόν κυήσασα, Θεομακάριστε.

 

Χαλεπαίς αρρωστίαις, καί νοσεροίς πάθεσιν, εξεταζομένω Παρθένε, σύ μοι βοήθησον, τών ιαμάτων γάρ, ανελλιπή σε γινώσκω, θησαυρόν πανάμωμε, καί αδαπάνητον.

 

Τού Αγίου

Ο στερεώσας κατ αρχάς

Νούν σύ Χριστού πεπλουτηκώς, σή καθαρά πολιτεία, τής ανθρώπων σωτηρίας εγένου, συνεργός υφηγητής, δημηγόρος Χρυσάστομε, διδασκαλίας βρύων, σωτηριώδεις θεόπνευστε.

 

Εκ τών ασύλων θησαυρών, τού Πνεύματος σύ πλουτήσας, εκ πηγών τού σωτηρίου αντλήσας, τήν αέναον πηγήν, τών διδαγμάτων ήρδευσας, τής Εκκλησίας άπαν, Όσιε Πάτερ τό προσωπον.

 

Υλομανούσας τών ψυχών, Χρυσόστομε τάς αρούρας, τή πανσόφω γεωργία τών λόγων, εξεκάθηρας σαφώς, καί καρποφόρους έδειξας, τοίς ουρανίοις όμβροις, ταύτας επάρδων Θεόληπτε.

Θεοτοκίον

Μώμος εν σοί καί μολυσμός, ουκ έστιν όλως Παρθένε, ενδιαίτημα δέ μάλλον εφάνης, ουρανίων αρετών, εν σοί γάρ κατεσκήνωσε, τών αρετών η πάσα, αγιωσυνη Πανάμωμε.

Καταβασία

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

 

Καθισμα Ήχος πλ. δ

Τήν Σοφίαν καί Λογον

Τής αρρήτου σοφίας θεοπτικώς, εξαντλήσας τόν πλούτον τόν γνωστικόν, πάσιν εθησαύρισας, ορθοδοξίας τά νάματα, τών μέν πιστών καρδίας, ενθέως ευφραίνοντα, τών δέ απίστων αξίως, βυθίζοντα δόγματα, όθεν δι αμφοτέρων, ευσεβείας ιδρώσιν, εδείχθης αήττητος, τής Τριάδος υπέρμαχος, Ιωάννη Χρυσόστομε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

Δοξα Καί νύν Θεοτοκιον

Τόν φλογμόν τής γεέννης καί εμπρησμόν, τόν κλαυθμόν τόν εν ταύτη καί οδυρμόν, τόν ελεεινότατον, χωρισμόν καί πικρότατον, τού τών Αγίων κλήρου, καί τής ομηγύρεως, ενθυμουμένη φρίξον, ψυχή μου καί στέναξον, καί τά γραμματεία, τών μυρίων χρεών σου, απαλείψαι επείχθητι, κατανύξεως δάκρυσι, συνεργόν ακαταίσχυντον, έχουσα τήν μόνην Αγνήν, δι ής mαιισμάτων δίδοται η άφεσις, τοίς αυτήν Θεοτόκον, ορθοδόξως δοξάζουσι.

 

Τής Θεοτόκου

 

Ωδή δ

Ο Ειρμός

Εισακήκοα Κύριε, τής οικονομίας σου τό μυστήριον, κατενόησα τά έργα σου, καί εδόξασά σου τήν Θεότητα.

 

Τών παθών μου τόν τάραχον, η τόν κυβερνήτην τεκούσα Κύριον, καί τόν κλύδωνα κατεύνασον, τών εμών πταισμάτων Θεονύμφευτε.

 

Ευσπλαγχνίας τήν άβυσσον, επικαλουμένω τής σής παράσχου μοι, η τόν εύσπλαγχνον κυήσασα, καί Σωτήρα πάντων τών υμνούντων σε.

 

Οι ελπίδα καί στήριγμα, καί τής σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε Πανάμωμε, δυσχερείας πάσης εκλυτρούμεθα.

 

Απολαύοντες Πάναγνε, τών σών δωρημάτων σοί χαριστήρια, αναμέλπομεν εφύμνια, οι γινώσκοντές σε Θεομήτορα.

 

Επί κλίνης οδύνης μου, καί τής αρρωστίας κατακειμένω μοι, ως φιλάγαθος βοήθησον, Θεότοκε μόνη αειπάρθενε.

 

Τού Αγίου

 

Σύ μου ισχύς, Κύριε

Άλλον ημίν, τών Αποστόλων ομότροπον, ο προνοία, πάντων προμηθούμενος, ως αγαθός δέδωκε Χριστός, σέ τής ουρανίου μυσταγωγίας τόν κήρυκα, καί θείον υποφήτην, μυστηρίων τών άνω, Ιωάννη παμμάκαρ Χρυσόστομε.

 

Τόν χρυσαυγή, καί χρυσολόγον τιμήσωμεν, Ιωάννην, πάντας τόν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαίς, τής διδασκαλίας, καί κόσμον γλώσσα φαιδρύναντα, χρυσίου λαμπροτέρα, καί φωτός πληρεστάτη, εκβρυούση τήν χάριν τήν ένθεον.

 

Όλος Θεού, γέγονας κατοικητήριον, όλος ώφθης, όργανον τού Πνεύματος, αναφωνούν, πάσης αρετής, θεόπνευστον μέλος, καί σωτηρίας υπόθεσιν, καί κάλλος υποφαίνον, ουρανών βασιλείας, Ιωάννη παμμάκαρ Χρυσόστομε.

 

Σύ τού Θεού, τήν ευσπλαγχνίαν εκήρυξας, μετανοίας, τρόπους εκτιθέμενος, καί τών κακών τήν αποφυγήν, άριστα διδάσκων, παμμάκαρ καί τελεώτατα, καί έργων τών αρίστων, παραινέσεις υφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε.

Θεοτοκίον

Μετά Θεόν, σέ προστασίαν κεκτήμεθα, σύ γάρ Μήτηρ, Θεού εχρημάτισας, τού Ποιητού καί Δημιουργού, τού τήν ημετέραν, μορφήν λαβοντος Πανάμωμε, καί ταύτην σεσωκότος, εκ φθοράς καί θανάτου, καί τή δόξη τή θεία δοξάσαντος.

Καταβασία

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης Αββακούμ, κατανοών εκραύγαζε, Δόξα τή δυνάμει σου Κύριε.

 

Τής Θεοτόκου

 

Ωδή ε

Ο Ειρμος

Φώτισον ημάς, τοίς προστάγμασί σου Κύριε, καί τώ βραχίονί σου τώ υψηλώ, τήν σήν ειρήνην, παράσχου ημίν φιλάνθρωπε.

 

Έμπλησον Αγνή, ευφροσύνης τήν ζωήν ημών, τήν σήν ακήρατον διδούσα χαράν, τής ευφροσύνης, η γεννήσασα τόν αίτιον.

 

Λύτρωσαι ημάς, εκ κινδύνων Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, καί τήν ειρήνην, τήν πάντα νούν υπερέχουσαν.

 

Λύσον τήν αχλύν, τών πταισμάτων μου Θεόνυμφε, τώ φωτισμώ τής σής λαμπρότητος, η φώς τεκούσα, τό θείον καί προαιώνιον.

 

Ιασαι Αγνή, τών παθών μου τήν ασθένειαν, επισκοπής σου αξιώσασα, καί τήν υγείαν, ταίς πρεσβείαις σου παράσχου μοι.

 

Τού Αγίου

 

Ίνα τί με απώσω

Εκκλησίας φωστήρα, πάντες σέ γινώσκομεν φωτοειδέστατον, καί ψυχών σωτήρα, αναρπάζοντα ταύτας τού φάρυγγος, τού θανατηφόρου καί πρός ζωήν καθοδηγούντα, τήν αιώνιον Πάτερ αοίδιμε.

 

Λύεις τάς παρατάξεις, τών αιρετιζόντων συ περιφραξάμενος, ευσεβείας όπλοις, καί ανδρεία ψυχής ιερώτατε, συγκροτείς δέ χαίρων, περιφανώς τών Ορθοδόξων, τάς χορείας συνδέσμω τού Πνεύματος.

 

Πλήρεις ώσπερ φιάλαι, αρωμάτων ενθέων αι σιαγόνες σου, καί τήν οικουμένην, νοηταίς ευωδίαις ευφραίνουσι, τή τών νοημάτων, μυρεψική μυσταγωγία, καί τώ κάλλει τών λόγων σου Πάνσοφε.

Θεοτοκίον

Ως Θεόν συλλαβούσα, τόν δημιουργόν τε καί κτίστην καί Κύριον, γενεαί σε πάσαι, τών ανθρώπων Αγνή μακαρίζουσι, καί τών Ασωμάτων, αι νοεραί Ταξιαρχίαι, ως Μητέρα Θεού σε δοξάζουσιν.

Καταβασία

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, τήν ειρήνην βραβεύουσα.

 

Τής Θεοτόκου

 

Ωδή ς

Ο Ειρμός

Τήν δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών, η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ως Ιωνάς, Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Θανάτου καί τής φθοράς ός έσωσεν, εαυτόν εκδεδωκώς τώ θανάτω, τήν τή φθορά, καίθανάτω μου φύσιν, κατασχεθείσαν Παρθένε δυσώπησον, τόν Κύριόν σου καί Υιόν, τής εχθρών κακουργίας με ρύσασθαι.

 

Προστάτιν σε τής ζωής επίσταμαι, καί φρουράν ασφαλεστάτην Παρθένε, τών πειρασμών, διαλύουσαν όχλον, καί επηρείας δαιμόνων ελαύνουσαν, καί δέομαι διά παντός, τών παθών μου ρυσθήναι πανάμωμε.

 

Ως τείχος καταφυγής κεκτήμεθα, καί ψυχών σε παντελή σωτηρίαν, καί πλατυσμόν, εν ταίς θλίψεσι Κόρη, καί τώ φωτί σου αεί αγαλλόμεθα, ώ Δέσποινα καί νύν ημάς, εκ παθών καί κινδύνων διάσωσον.

 

Εν κλίνη νύν ασθενών κατάκειμαι, καί ουκ έστιν ίασις τή σαρκί μου, αλλ η Θεόν, καί Σωτήρα τού κόσμου, καί τόν λυτήρα τών νόσων κυήσασα, σού δέομαι τής αγαθής, Εκ φθοράς νοσημάτων ανάστησον.

 

Τού Αγίου

 

Ιλάσθητί μοι Σωτήρ

Σοφία πνευματική, τον κόσμον όλον επλούτισας, τού λόγου διανομεύς, γενόμενος πλούσιος, πλουσία γάρ άνωθεν, ιεράρχα χάρις, εξεχύθη σού τοίς χείλεσιν.

 

Εις πάσαν ως αστραπή, τήν γήν εξήλθεν ο φθόγγος σου, η δύναμις δέ τών σών ρημάτων, Χρυσόστομε, ως σάλπιγξ πανεύσημος, οικουμένης πάντα, περιήχησε τά πέρατα.

 

Τόν άνωθεν θφαντόν, χιτώνα περιβαλλόμενος, Παμμάκαρ τών αρετών, καί λόγων λαμπρότητα, περιποιησάμενος, αληθείας ώφθης, περιδέξιον εδραίωμα.

Θεοτοκίον

Ο παντοκρατορική, δυνάμει φέρων τά συμπαντα, τό ασθενές τής σαρκός, εκ σού περιβάλλεται, Παρθένε πανάμωμε, επ ευεργεσία, τών ανθρώπων ο Φιλάνθρωπος.

Καταβασία

Τήν θείαν ταυτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής θεομήτορος, δεύτε τας χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δοξάζοντες.

 

Κοντάκιον Ήχος πλ. β

Τήν υπέρ ημών

Εκ τών ουρανών εδέξω τήν θείαν χάριν, καί διά τών σών χειλέων, πάντας διδάσκεις, προσκυνείν εν Τριάδι τόν ένα Θεόν, Ιωάννη Χρυσόστομε, παμμακάριστε Όσιε, επαξίως ευφημούμέν σε, υπάρχεις γάρ καθηγητής, ως τά θεία σαφών.

Ο Οίκος

Τώ τών όλων Ποιητή κλίνω τό γόνυ, τώ προαιωνίω Λόγω χείρας εκτείνω, λόγου ζητών χάρισμα, ίνα θμνήσω τόν Όσιον, όν αυτός εμεγάλυνε, φησί γάρ τώ Προφήτη, ο ζών εις τούς αιώνας, Δοξάζω τούς εν πίστει δοξάζοντάς με, Ο ούν εν τοίς πάλαι τόν Σαμουήλ ανυψώσας, εδόξασε νύν τόν Ιεράρχην, τό τάλαντον γάρ ό επιστεύθη, καλώς εμπορευσάμενος, τώ Βασιλεί προσήγαγε, διό καί υπερύψωσεν αυτόν ο υπερούσιος, Τούτου χάριν αιτώ ο ανάξιος εγώ λόγον δοθήναί μοι, ίνα ισχύσω ευσεβώς ανυμνήσαι αυτόν, Τών περάτων γάρ υπάρχει καθηγητής, ως τά θεία σαφών.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΙΓ τού αυτού μηνός, Μνήμη τού εν Αγίοις Πατρός ημών Ιωάννου, Αρχιεπισκόπου Κωνσταντινουπόλεως, τού Χρυσοστόμου.

Στίχοι

        Μύσας ο χρυσούς Ιωάννης τό στόμα,

        Αφήκεν ημίν άλλο τάς βίβλους στόμα.

        Αμφί τρίτην δεκάτην σίγησεν χρύσεα χείλη.

 

Ταίς τού Χρυσορρήμονος πρεσβείαις, Χριστέ ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

 

Μνήμη τού αγίου νέου Οσιομάρτυρος Δαμασκηνού Κωνσταντινουπολίτου καί εν Κων)πόλη κατά τό 1681 μαρτυρήσαντος.

 

Τής Θεοτόκου

 

Ωδή ζ

Ο Ειρμός

Οι εκ τής Ιουδαίας, καταντήσαντες Παίδες, εν Βαβιλώνι ποτέ, τή πίστει τής Τριάδος, τήν φλόγα τής καμίνου, Κατεπάτησαν ψάλλοντες, Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Τήν ημών σωτηρίαν, ως ηθέλησας Σώτερ οικονομήσασθαι, εν μήτρα τής Παρθένου, κατώκησας τώ κοσμω ήν προστάτιν ανέδειξας, Ο τών Πατέρων ημών, Θεός ευλογητός εΙ.

 

Θησαυρόν σωτηρίας, καί πηγήν αφθαρσίας τήν σέ κυήσασαν, καί πύργον ασφαλείας, καί θύραν μετανοίας, τοίς κραυγάζουσιν έδειξας, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Θελητήν τού ελέους, όν εγέννησας Μήτερ αγνή δυσώπησον, ρυσθήναι τών πταισμάτων, ψυχής τε μολυσμάτων, τούς εν πίστει κραυγάζοντας, Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Σωμάτων μαλακίας, καί ψυχών αρρωστίας Θεογεννήτρια, τών πόθω προσιόντων, τή σκέπη σου τή Θεία, θεραπεύειν αξίωσον, η τόν Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

 

Τού Αγίου

 

Θεού συγκατάβασιν

Χρηστότητος άβυσσον, καί ευσπλαγχνίας μεμυημένος Θεού, εγγυώμενος ώφθης, τήν σωτηρίαν μετανοούσι θερμώς, καί ολοψύχως Κυρίω κραυγάζουσι, Ευλογητός ο Θεός ο τών Πατέρων ημών.

 

Ρυθμίζεις Χρυσόστομε, ταίς διδαχαίς σου πάσαν διάνοιαν, καί ψυχών θεραπεύεις, τάς αρρωστίας ως συμπαθέστατος, καί ευδρομούσι συμψάλλεις γηθόμενος, Ευλογητός ο Θεός ό τών Πατέρων ημών.

 

Υψώθης γενόμενος, εκλελεγμένος όσιος άκακος, ιερεύς τού Υψίστου, δικαιοσύνην ενδεδυμένος λαμπρώς, καί ευφροσύνη κραυγάζων Πανόλβιε, Ευλογητός ο Θεός ο τών Πατέρων ημών.

Θεοτοκίον

Συνέλαβες Άχραντε, τόν επί πάντων Θεόν καί Κύριον, ευδοκήσαντα σώσαι, τό τών ανθρώπων γένος θανάτου φθοράς, όν επαξίως υμνούντες κραυγάζομεν, Ευλογητός ο Θεός ο τών Πατέρων ημών.

Καταβασία

Ουκ ελάτρευσαν τή κτισει οι θεόφρονες, παρά τόν κτίσαντα, αλλά πυρός απειλήν, ανδρείως πατήσαντες, χαίροντες έψαλλον, Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Τής Θεοτόκου

 

Ωδή η

Ο Ειρμός

Τόν Βασιλέα τών ουρανών, όν υμνούσι, στρατιαί τών Αγγέλων υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

 

Τούς βοηθείας τής παρά σού δεομένους, μή παρίδης Παρθένε υμνούντας, καί υπερυψούντάς σε Κόρη εις αιώνας.

 

Τών ιαμάτων τό δαψιλές επιχέεις, τοίς πιστώς υμνούσί σε Παρθένε, καί υπερυψούσι τόν αφραστόν σου τόκον.

 

Τάς ασθενείας μου τής ψυχής ιατρεύεις, καί σαρκός τάς οδύνας Παρθένε, ίνα σε δοξάζω τήν κεχαριτωμένην.

 

Τών πειρασμών σύ τάς προσβολάς εκδιώκεις, καί παθών τάς εφόδους Παρθένε, όθεν σε υμνούμεν εις πάντας τούς αιώνας.

 

Τού Αγίου

 

Επταπλασίως κάμινον

Οι νουνεχώς τοίς λόγοις σου, ομιλούντες Χρυσόστομε, τής θεολογίας, τό σεπτόν μυούμεθα, καί πάσαν καρπούμεθα, τών αγαθών τήν όνησιν, καί τήν τής κακίας, αποφεύγομεν βλάβην, κοινόν γάρ πρυτανείον, σωτηρίας εγένου, βοών, Υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Υπέρ ημών δυσώπησον, τόν Δεσπότην Χρυσόστομε, τή συμπαθεστάτη, παρρησία χρώμενος, καί τή ελεήμονι, καί φιλανθρώπω Πάτερ στοργή, σέ γάρ τώ Σωτήρι, προβαλλόμεθα πίστει, μεσίτην καί προστάτην, καί θερμότατον πρέσβυν, θεόφρον Ιεράρχα, Παμμάκαρ Ιωάννη.

 

Νεανικήν τήν ένστασιν, αταπείνωτον φρόνημα, πρός τούς αδικούντας, βασιλείς ενδέδειξαι, θερμώς προϊστάμενος, αδικουμένων Όσιε, καί τών ορφανών, καί τών χηρών καί πενήτων, Πατήρ γεγενημένος, στοργική διαθέσει, βοών, Υπερυψούτε, Χριστόν εις τούς αιώνας.

Θεοτοκίον

Σωματικαίς μορφώσεσι, καί ποικίλοις αινίγμασι, καί συμβολικαίς καί τυπικαίς εμφάσεσι, τήν σήν προεμήνυον, οι θεηγόροι γέννησιν, τήν υπερφυά, καί θαυμαστήν σου Παρθένε, διό σε γεγηθότες, ευσεβώς ανυμνούμεν, Χριστόν υπερυψούντες, εις πάντας τούς αιώνας.

Καταβασία

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν, Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τής Θεοτόκου

 

Ωδή θ

Ο Ειρμός

Κυρίως Θεοτόκον, σέ μολογούμεν, οι διά σού σεσωσμένοι Παρθένε Αγνή, σύν ασωμάτοις χορείαις σέ μεγαλύνοντες.

 

Ροήν μου τών δακρύων, μή αποποιήσης, η τόν παντός εκ προσώπου πάν δάκρυον, αφηρηκότα Παρθένε Χριστόν κυήσασα Χαράς μου τήν καρδίαν, πλήρωσον Παρθένε, η τής χαράς δεξαμένη τό πλήρωμα, τής αμαρτίας τήν λύπην εξαφανίσασα.

 

Λιμήν καί προστασία, τών σοί προσφευγόντων, γενού Παρθένε καί τείχος ακράδαντον, καταφυγή τε καί σκέπη καί αγαλλίαμα.

 

Φωτός σου ταίς ακτίσι, λάμπρυνον Παρθένε, τό ζοφερόν τής αγνοίας διώκουσα, τούς ευσεβώς Θεοτόκον σέ καταγγέλλοντας.

 

Κακώσεως εν τόπω, τώ τής ασθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, εξ αρρωστίας εις ρώσιν μετασκευάζουσα.

 

Τού Αγίου

 

Εξέστη επί τούτω

Τής όντως απολαύων Πάτερ ζωής, υπέρ ής ηγωνίσω πρός δύναμιν, επί τής γής, βίω διαπρέψας αγγελικώ, καί τού Χριστού κτησάμενος, γλώσσαν καί τό στόμα τό γαληνόν, σωθήναι θεηγόρε, δυσώπει τούς σέ πίστει, διαφερόντως μακαρίζοντας.

 

Οι λόγοι σου Τρισμάκαρ λόγοι ζωής, τήν ζωήν προξενούντες τήν άληκτον, σέ γάρ πηγήν, βρύουσαν ανέδειξεν ο Χριστός, καί ποταμόν προχέοντα, θείων διδαγμάτων επιρροάς, τρυφής όντως χειμάρρουν, αφέσεώς τε ρείθρον, καί μετανοίας λαμπρόν κήρυκα.

 

Μεσίτης ανεδείχθης Αρχιερεύ, τού Θεού καί ανθρώπων υπέρλαμπρος, σύ γάρ φωστήρ, ώφθης ευσεβείας θεοφεγγής, καί τής ενθέου γέγονας, ελεημοσύνης εισηγητής, διο σε Χρυσολόγε, καρδίας διαθέσει, νύν επαξίως μεγαλύνομεν.

Θεοτοκίον

Αγνή δεδοξασμένη Μήτηρ Θεού, τους υμνούντάς σε πόθω περίσωζε, τών πειρασμών, όχλον διαλύουσα συμπαθώς, ως γάρ Θεόν γεννήσασα, πάντα δσα θέλεις επιτελείν, ανύεις ακωλύτως, καί δύνασαι Παρθένε, διό σε πάντες μεγαλύνομεν.

Καταβασία

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αϋλων Nόων φύσις γεραίρουσα, τήν ιεράν πανήγυριν τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, θεοτόκε αγνή αειπάρθενε.

 

Εξαποστειλάριον

Εν πνεύματι τώ Ιερώ

Τοίς χρυσαυγέσι λόγοις σου, η Χριστού Eκκλησία, φαιδρύνεται λαμπρύνεται, ώ Χρυσόστομε Πάτερ, ψυχαί δέ κατευφραίνονται, τών πιστών γεραίρουσαι, τήν παναγίαν σου μνήμην, σύ γάρ πάσιν εφάνης, σωτηρίας οδηγός, καί κήρυξ τής μετανοίας.

Έτερον Γυναίκες ακουτίσθητε

Τόν μεγαλοφωνότατον, τής μετανοίας κήρυκα, τόν θησαυρόν τών πενήτων, τό στόμα τής Εκκλησίας, τό χρύσεον καί εύλαλον, τών Γραφών τήν σαφήνειαν, Ιωάννην τόν πάνσοφον, ανευφημήσωμεν πάντες, ως υπ αυτού στηριχθέντες.

Θεοτοκίον

Παρθένε παναμώμητε, Κυρία μου καί Δέσποινα, τόν σόν Υιόν εκδυσώπει, σύν τώ κλεινώ Χρυσοστόμω, πειρατηρίων ρύσασθαι, παντοίων τούς υμνούντάς σε, καί αιωνίων άπαντας, αγαθών αξιώσαι, δύνασαι γάρ όσα θέλεις.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ Έδωκας σημείωσιν

Χρυσού τηλαυγέστερον, τά ιερά σου διδάγματα, προχεόμενος πάνσοφε, πλουτίζεις Χρυσόστομε, πενομένας φρένας, καί αποδιώκεις, τών παθημάτων τήν αχλύν, φιλαργυρίας πικρόν χειμώνά τε, διό σε μακαρίζομεν, χρεωστικώς καί τήν κόνιν σου, τών λειψάνων σεβόμεθα, ως πηγήν αγιάσματος.

 

Ο στύλος ο πύρινος, ο ποταμός ο τοίς νάμασι, τών δογμάτων κατάρρυτος, ο νούς ο ουράνιος, τής θεολογίας, τό πάγχρυσον στόμα, αμαρτωλών εγγυητής, τής μετανοίας κήρυξ ο ένθεος, φωστήρ ο διαυγέστατος, ο επουράνιος άνθρωπος, ο μακάριος σήμερον, ανυμνείσθω Χρυσόστομος.

 

Ήλιος πολύφωτος, τήν οικουμένην τοίς λόγοις σου, καταυγάζων γεγένησαι, αστήρ φαεινότατος, λαμπάς φανοτάτη, πυρσός τούς θαλάσση, τή κοσμική διαπαντός, χειμαζομένους ο προσκαλούμενος, πρός όρμον γαληνότατον, τής σωτηρίας εν χάριτι, Χρυσόλογε Χρυσόστομε, πρεσβευτά τών ψυχών ημών.

 

Αδίκως τής ποίμνης σου, απελαθείς Πάτερ Όσιε, προσωμίλησας θλίψεσι, Πικραίς εξορίαις τε, εν αις ηξιώθης, μακαρίου τέλους, οία γενναίος Αθλητής, καταπαλαίσας τόν πολυμήχανον, καί νίκης διαδήματι, σέ ο Χριστός εστεφάνωσε, Ιωάννη Χρυσόστομε, πρεσβευτά τών ψυχών ημών.

Δόξα Ήχος πλ. δ

Ανατολίου

Χρυσέοις έπεσι, καί θεοφθόγγοις διδάγμασι, κατακοσμήσας τήν τού Θεού Εκκλησίαν, πλούτον πνευματικόν εθησαύρισας εν αυτή, τά σά θεοπαράδστα λόγια, διό στέφανον εξ ακηράτων ανθέων, πλεξαμένη τοίς άσμασι, τή Ιερά σου προσφέρει μνήμη, πάγχρυσε τή ψυχή σύν τή γλώττη, Ιωάννη Θεοσοφε, Αλλ ως έχων παρρησίαν Όσιε, πρέσβευε υπέρ τών ψυχών ημών.

Καί νύν... Θεοτοκίον

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

 

Δοξολογία Μεγάλη

καί Απολυσις.

 

Δίδοται καί άγιον έλαιον τοίς Αδελφοίς.

 

Εις τήν Λειτουργίαν, τά Τυπικά, καί εκ τού Κανόνος τού Αγίου η γ καί ς Ωδή.

 

Απόστολος.

Αδελφοί, τοιούτος ημίν έπρεπεν Αρχιερεύς...

 

Ευαγγέλιον κατά Ιωάννην.

Είπεν ο Κύριος, Εγώ ειμι η θύρα...

 

Κοινωνικόν.

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος, Αλληλούϊα.