ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τής Αγίας Μάρτυρος Θεοδοσίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια τής Εορτής γ' καί τής Αγίας γ'.

 

Στιχηρά τής Αγίας

Ήχος πλ. δ'

Ω τού παραδόξου θαύματος

Αίγλη παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καί πορφύραν δι' αίματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καί υπερκόσμιον, Χριστού νυμφώνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Αγγελικαίς, όντως ακατάλυτον, χορείαν ένδοξε.

 

Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ολοκλήρως ποθήσασα, τών βασάνων ήνεγκας, τάς πληγάς καρτερώτατα, αικιζομένη διά τόν σόν εραστήν, καί ξεομένη πλευράς ταίς μάστιξιν, Ώ τών αγώνων σου, καρτεράς ενστάσεως! δι' ής πρός γήν, όντως καταβέβληκας, τόν υπερήφανον.

 

Κάλλει ψυχής τε καί σώματος, κεκοσμημένη φαιδρώς, τώ Χριστώ προσετήνεξαι, τόν τής δόξης στέφανον, παρ αυτού αναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καί βασιλείας σαφώς διάδημα, όντως πολύτιμον, επαξίως δέδεξαι, σή κορυφή, νύμφη παναμώμητος, φανείσα πάνσοφε.

 

Δόξα... Καί νύν... τής Εορτής

 

Ει τύχοι η νηστεία τών Αποστόλων

 

Δόξα... Καί νύν... Θεοτοκον

Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Πάντοτε πράττων τά άτοπα, τόν ποιητήν μου Θεόν, παροργίζω ο άθλιος, καί πτοούμαι πάναγνε, τήν αιώνιον κόλασιν, καί τού πυρός τήν φλόγα τήν άσβεστον, Καί τών σκωλήκων τήν αγριότητα, ών με εξάρπασον, Δέσποινα πανύμνητε, τόν σόν Υιόν, Λόγον καί φιλάνθρωπον καθικετεύουσα.

Η Σταυροθεοτοκίον

Τί το ορώμενον θέαμα, ό τοίς εμοίς οφθαλμοίς, καθοράται ώ Δέσποτα: ο συνέχων άπασαν, κτίσιν ξύλω ανήρτησαι, καί θανατούσαι, ο πάσι νέμων ζωήν η Θεοτόκος κλαίουσα έλεγεν, ότε εώρακεν, εν Σταυρώ κρεμάμενον, τόν εξ αυτής, αρρήτως εκλάμψαντα, Θεόν καί άνθρωπον.

 

Εις τόν Στίχον, Στιχηρά τής Εορτής.

 

Απολυτίκιον Ήχος δ

Κατεπλάγη Ιωσήφ

Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή, Σέ Νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω σύν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί, αλλ ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οι Κανόνες τής Εορτής, καί τής, Αγίας ο παρών. ού η' Ακροστιχίς.

 

Θεοδοσίας τής Μάρτυρος μέλπω κλέος.

 

Ωδή α' Ήχος δ'

Θαλάσσης τό ερυθραίον

Θεός σοι Θεοδοσία γέγονεν, οδός αθλήσεως, επί Σταυρόν εκούσιον ελθών, καθελών γάρ τόν τύραννον, ώσπερ στρουθίον παίζεσθαι, υπό Μαρτύρων απειργάσατο.

 

Ευτόνως Θεοδοσία πάντιμε, πρός γήν κατέρραξας, τόν αρχηγόν τής πλάνης καρτερώς, εναθλούσα πανευφημε, καί τόν τής νίκης στέφανον, ως νικηφόρος Μάρτυς είληας.

 

Ο πάλαι μεγαλαυχία χρώμενος, νύν καταβέβληται, σή καρτερία Μάρτυς προσβαλών, τού Σταυρού γάρ τήν δύναμιν, αναλαβούσα ήσχυνας, άμετρα τούτον φρυαττόμενον.

Θεοτοκίον

Δολίως εξαπατήσας όφις με, είλεν αιχμάλωτον, τού θεωθήναι πόθον μοι ενθείς, διά σού δέ Πανάχραντε, ανακληθείς τεθέωμαι, αναλλοιώτως αληθέστατα.

 

Ωδή γ'

Ευφραίνεται επί σοί

Ο πόθος ο θεϊκός, Θεοδοσία σέ πιστήν έδειξε, νύμφην Χριστού Μάρτυρα, τούτου τόν Σταυρόν αγαπήσασαν.

 

Σαρκός τήν φθοροποιόν, καταλιπούσα ώ σεμνή πρόνοιαν, ζωοποιώ Πνεύματι, ζής Θεοδοσία πανεύφημε.

 

Ιάτρευσόν μου τόν νούν, θεοδωρήτω σου Σεπτή χάριτι, καί τήν ψυχήν πάθεσιν, εκνενευρισμένην θεράπευσον.

Θεοτοκίον

Ανέστησας ώ σεμνή, τήν πεπτωκυίάν μου μορφήν τέξαυα, τόν αρχηγόν Δέσποινα, τής πάντων ημών αναστάσεως.

Ο Ειρμός

Ευφραίνεται επί σοί, η Εκκλησία σου Χριστέ κράζουσα, Σύ μου ισχύς, Κύριε, καί καταφυγή, καί στερέωμα.

 

Κάθισμα Ήχος δ'

Ταχύ προκατάλαβε

Θεού δόσις πέφυκας, εικότως Μάρτυς σοφή, αθλήσει εκλάμπουσα, καί παρθενίαις φαιδραίς, ακτίσι πυρσεύουσα, πάντων τάς διανοίας, τών αεί σε τιμώντων, πίστει Θεοδοσία, καί τήν σήν φαιδροτάτην, τελούντων επί γής εορτήν θεομακάριστε.

 

Καί τής Εορτής

 

Ει τύχοι η νηστεία τών Αποστόλων

 

Δόξα... Καί νύν... Θεοτοκίον

Ήχος δ' Ταχύ προκατάλαβε

Εκαίνισας Άχραντε, τώ θείω Τόκω σου, φθαρείσαν τοίς πάθεσι, τών γηγενών τήν θνητήν, ουσίαν καί ήγειρας, πάντας εκ τού θανάτου, πρός ζωήν αφθαρσίας, όθεν σε κατά χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ως προεφήτευσας.

Η Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, Μήτερ Χριστού τού Θεού, ρομφαία διήλθέ σου, τήν παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τόν Υιόν καί Θεόν σου, όν περ ευλογημένη δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων ημίν δωρήσασθαι.

 

Ωδή δ'

Επαρθέντα σε ιδούσα

Σεσοβημένος ο τύραννος ταίς αικίαις, καταπτοείν τό εύτονον, τής σής καρτερίας, ώετο ο δόλιος, αυτή δέ Πανεύφη με, Δόξα τώ Θεώ ανεκραύγαζες.

 

Τήν θεόσδοτον καί θείαν προσηγορίαν, προγνωστικώς επλούτησας, Μάρτυς αθληφόρε, δόσις γάρ εγένου Θεώ, ημάς κατευφραίνουσα, πίστει σε καί πόθω γεραίροντας.

 

Η γλαϊσμένην θεόφρον Θεοδοσία, μαρτυρικού δι' αίματος, σού πεφοινιγμένην, περιβεβλημένη στολήν, Δραμούμαι οπίσω σου, πόθω τού νυμφίου μου, έκραζες.

Θεοτοκίον

Σεσαρκωμένον τόν Λόγον αγνή Παρθένε, θεοπρεπώς εγέννησας, καί μένεις Παρθένος, όθεν ασιγήτοις φωναίς, τό Χαίρέ σοι Δέσποινα, πίστει αδιστάκτω κραυγάζομεν.

 

Ωδή ε'

Σύ Κύριέ μου φώς

Μύρον εκκενωθέν, τόν Χριστόν αγαπήσασαι, νεάνιδες θεοφρόνως, ηκολούθησαν τoύτω, εν άσμασι δοξάζουσαι.

 

Αιώνιον ζωήν, χρονικής ανταλλάξασα, ανθ' αίματος βραχυτάτου, ουρανών βασιλείαν, η Μάρτυς εκληρώσατο.

 

Ρέουσιν ως πηγαί, τών Μαρτύρων τά λείψανα, ιάματα τοίς νοσούσι, καί ψυχών αρρωστίας, τή πίστει θεραπεύουσι.

Θεοτοκίον

Τίς δύναται τό σόν, ερμηνεύσαι μυστήριον, Πανάμωμε; τόν γάρ Κτίστην, μή χωρούμενον πάσιν, εν μήτρα σου εχώρησας.

 

Ωδή ς'

Θυσω σοι, μετά φωνής

Υπέρ σού, μετά σπουδής τόν θάνατον είλετο, Θεοδοσία η Μάρτυς, απειλάς τυράννων μή πτοηθείσα, τό σόν πάθος, μιμουμένη Χριστέ τό εκούσιον.

 

Ραδίως, τώ Σταυρώ σου γυναίκες ρωννύμεναι, τάς κεφαλάς τών δρακόντων, ώσπερ έφης Σώτερ καταπατούσι, τώ σώ πόθω, τετρωμέναι καί θείω σου έρωτι.

Θεοτοκίον

Όλην σε, περιστεράν τελείαν καί άμωμον, καί τηλαυγέστατον κρινον, καί κοιλάδων άνθος ώ Θεομήτορ, ο νυμφίος, ο νοητός ευρών σοι εσκήνωσεν.

Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Κοντάκιον Ήχος β'

Τά άνω ζητών

Τοίς πόνοις ζωήν, τήν άπονον κεκλήρωσαι, τοίς αίμασι δέ, τόν Λέοντα απέπνιξας, τόν εχθρόν τόν βέβηλον, Εκκλησίας Χριστού πανεύφημε, καί αυτώ συγχαίρουσα νύν, δυσώπει απαύστως υπέρ πάντων ημών.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Κθ' τού αυτού μηνός, Μνήμη τής Αγίας Μάρτυρος Θεοδοσίας.

Στίχοι

          Πνίγει θαλάσσης Θεοδοσίαν ύδωρ,

          Τρέφει δέ Χριστός εις αναψυχής ύδωρ.

          Εικάδι Θεοδοσίην ενάτη πέφνε ρεύμα θαλάσσης.

 

Τή αυτή ημέρα, Μνήμη τής Αγίας Οσιομάρτυρος Θεοδοσίας τής Kωνσταντινουπολιτίσσης.

Στίχοι

          Κέρας κριού κτείνάν σε, Θεοδοσία,

          Ώφθη νέον σοι τής Αμαλθείας κέρας.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Ιερομάρτυρος Ολβιανού, Επισκόπου πόλεως Ανέου.

Στίχοι

          Τόν Ολβιανόν μάλα όλβιον λέγω,

          Υπέρ Θεού θανόντα τού πανολβίου.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς Αμήν.

 

Ωδή ζ'

Εν τή καμίνω

Σέ θεοσδότοις, κεκοσμημένην Μάρτυς κάλλεσι, πίστει θεωρούντες ύμνοις ειλικρινώς, τώ νυμφίω σου κραυγάζομεν, Ευλογημένος εί εν τώ ναώ, τής δόξης σου Κύριε.

 

Μετά παρθένων, λαμπαδηφόρος εις ουράνιον, Μάρτυς νύν παστάδα χαίρουσα τώ Χριστώ, εισελήλυθας κραυγάζουσα, Ευλογημένος εί εν τώ ναώ τής δόξης σου Κύριε.

Θεοτοκίον

Επί τού θρόνου, τού επηρμένου ό καθήμενος, θρόνον σε επί γής Παρθένε θεοπρεπή, ευρηκώς επανεπαύσατο, Ευλογημένη σύ εν γυναιξί, πανάμωμε Δέσποινα.

 

Ωδή η'

Χείρας εκπετάσας Δανιήλ

Λυθείσα δεσμών τών τής σαρκός, Θεοδοσία σεμνή, ανέπτης χαίρουσα, πρός φωτεινόμορφον θάλαμον, νυμφικώς περιχoρεύουσα, καί μαρτυρίου φοινικώ αίματι στίλβουσα, καί βοώσα, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Παστάδα ουράνιον οικείν, κατηξιώθης φαιδρώς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εύκλειαν, ευραμένη παναοίδιμε, καί τής ανδρείας σου καρπόν όντως πλουτήσασα, Ευλογείτε, πάντα τά έργα βοώσα τόν Κύριον.

 

Ωράθης φερώνυμος σαφώς, Θεοδοσία σεμνή, Θεού γάρ δόσις ημίν, αρίστη δέδοσαι πάνσοφε, δωρεών τών υπέρ έννοιαν, αναδιδούσα ποταμούς τοίς πίστει μέλπουσιν, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

Θεοτοκίον

Κυρίως γεννήσασα Θεόν, κυρίως πάναγνε, Μήτηρ εδείχθης Θεού, επαληθεύουσαν φέρουσα, καταλλήλως τώ γεννήματι, θεωνυμίαν, οι πιστοί, όθεν δοξάζομεν, Θεοτόκον, σέ θεοφρόνως πανάμωμε Δέσποινα.

Ο Ειρμός

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα, εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί, Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ωδή θ'

Λίθος αχειρότμητος

Λύσον τάς σειράς τών πταισμάτων, τών ευσεβώς σε ανυμνούντων, ταίς σαίς ικεσίαις θεόφρον, Θεοδοσία Μάρτυς πανεύφημε, Θεώ τώ παντοκράτορι, παρισταμένη πανσεβάσμιε.

 

Εύας τής προμήτορος πόθον, επιτηδείως εκομίσω, νεύσει πρός Θεόν θεουμένη, καί γενομένη θεία μεθέξει Θεός, διό σε παμμακάριστε, Θεοδοσία μακαρίζομεν.

 

Όλος γλυκασμός χρηματίζει, ο σός νυμφίος αθληφόρε, όλος ψυχική θυμηδία, Θεοδοσία Μάρτυς υπάρχει Χριστός, ούπερ νύν απολαύουσα, ταίς σαίς πρεσβείαις ημών μέμνησο.

Θεοτοκίον

Σαρκί επιδημήσαι θελήσας, ο διακοσμήσας πάντα Λόγος, εν σοί κατεσκήνωσε μόνην, αγιωτέραν πάντων ευράμενος, καί Θεοτόκον έδειξεν, επ' αλνθείας Μητροπάρθενε.

Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός συνάψας τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Καί τά λοιπά, ως σύνηθες, καί Απόλυσις.