ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τών Αγίων ενδόξων, μεγάλων, θεοστέπτων καί Ισαποστόλων Bασιλέων, Κωνσταντίνου καί Ελένης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Στιχολογούμεν τήν α' στάσιν τού, Μακάριος ανήρ. Εις δέ τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια τής Εορτής γ' καί τών Αγίων γ'.

 

Στιχηρά τών Αγίων.

 

Ήχος δ'

Έδωκας σημείωσιν

Όπλον κραταιότατον, τώ Βασιλεί ημών δέδωκας, τόν Σταυρόν σου τόν τίμιον, δι' ού εβασίλευσεν, επί γής δικαίως, λάμψας ευσεβεία, καί βασιλείας ουρανών, κατηξιώθη τή ευσπλαγχνία σου, μεθ' ού σου τήν φιλάνθρωπον, οικονομίαν δοξάζομεν, Ιησού παντοδύναμε, ο Σωτήρ τών ψυχών ημών.

 

Έδωκας φιλάνθρωπε, τώ ευσεβεί σου θεράποντι, Σολομώντος τήν φρόνησιν, Δαυϊδ τήν πραότητα καί τών Αποστόλων τήν ορθοδοξίαν, ως βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος, διό σου τήν φιλάνθρωπον, οικονομίαν δοξάζομεν, Ιησού παντοδύναμε, ο Σωτήρ τών ψυχών ημών.

 

Πρώτος καθυπέταξας, τήν αλουργίδα αείμνηστε, Βασιλεύ εκουσίως Χριστώ, αυτόν επιγνούς Θεόν, καί παμβασιλέα, πάντων ευεργέτην, νικοποιόν πάσης αρχής, καί εξουσίας τόν υπερκείμενον, εντεύθέν σοι φιλόχριστε, τήν βασιλείαν κατεύθυνεν, Ιησούς ο φιλάνθρωπος, καί Σωτήρ τών ψυχών ημών.

Δόξα... Ήχος β' Βυζαντίου

Πλουσίων δωρεών τά κρείττονα, ειληφώς παρά Θεού, Άναξ κράτιστε, Κωνσταντίνε μέγιστε, καλώς εν τούτοις διέπρεψας, καταυγασθείς γάρ ακτίσι τού παναγίου Πνεύματος, υπό Σιλβέστρου Ιερέως, ως διά τού βαπτίσματος, εν Βασιλεύσιν ώφθης αήττητος, τήν οικουμένην ως προίκα προικοδοτήσας τώ Κτίστη σου, καί πόλιν βασιλεύουσαν θεοσεβή. Διό ικετεύων μή παύση Χριστώ τώ Θεώ, δωρηθήναι άπασι, τοίς τελούσι τήν μνήμην σου, ως παρρησίαν έχων, αμαρτιών συγχώρησιν, καί τό μέγα έλεος.

 

Καί νύν... Τής Εορτής

 

Ει τύχοι η νηστεία τών Αποστόλων

 

Δόξα... Καί νύν... Θεοτοκίον

Ήχος δ' Έδωκας σημείωσιν

Tόν ρύπον απόσμηξον, τής ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καί πάντα τά τραύματα, καί τά έλκη ταύτης, τά εξ αμαρτίας, εναποκάθαρον Aγνή, καί τού νοός μου στήσον τό άστατον, όπως τήν δυναστείαν σου, καί τήν μεγάλην αντίληψιν, μεγαλύνω ο άθλιος, καί αχρείος οικέτης σου.

Η Σταυροθεοτοκίον

Σταυρούμενον βλέπουσα, καί τήν πλευράν ορυττόμενον, υπό λόγχης ή Πάναγνος, Χριστόν τόν φιλάνθρωπον, έκλαιε βοώσα, Τί τούτο Υιέ μου, τί σοι αχάριστος λαός, ανταποδίδωσιν ών πεποίηκας, καλών αυτοίς, καί σπεύδεις με, ατεκνωθήναι παμφίλτατε; Kαταπλήττoμαι εύσπλαγχνε, σήν εκούσιον σταύρωσιν.

 

Είσοδος, τό, Φώς Ιλαρόν, τό Προκείμενον τής ημέρας, καί τά Αναγνώσματα.

 

Βασιλειών Γ' τό Ανάγνωσμα

Έστη Σολομών κατά πρόσωπον τού θυσιαστηρίου Κυρίου, ενώπιον πάσης εκκλησίας Ισραήλ, καί διεπέτασε τάς χείρας αυτού εις τόν πυρανόν, καί είπε, Κύριε ο Θεός Ισραήλ, ουκ έστιν ως σύ Θεός εν τώ ουρανώ άνω, καί επί τής γής κάτω. Εί ο ουρανός τού ουρανού ουκ αρκέσουσί σοι, πώς ο οίκος ούτος, όν ωκοδόμησα τώ ονόματί σου; Πλήν καί επιβλέψεις επί τήν δέησιν μου, Κύριε ο Θεός, Ισραήλ, ακούειν τής δεήσεως καί τής προσευχής, ής ο δούλός σου προσεύχεται ενώπιόν σου σήμερον πρός σέ, τού είναι τούς οφθαλμούς σου ανεωγμένους εις τόν οίκον τούτον, ημέρας καί νυκτός, εις τόν τόπον, όν είπας, έσται τό όνομά μου εκεί, τού εισακούειν τής προσευχής, ής προσεύχεται ο δούλός σου εις τόν τόπον τούτον. Καί εισακούση τής δεήσεως τού δούλου σου καί τού λαού σου, Ισραήλ, όσα άν προσεύξωνται εις τόν τόπον τούτον καί σύ εισακούση εν τώ τόπω τής κατοικήσεώς σου εν τώ ουρανώ, καί ποιήσεις, καί ίλεως έση.

Προφητείας Ησαϊου τό Ανάγνωσμα

Αγαλλιάσθω η ψυχή μου επί τώ Κυρίω, ενέδυσε γάρ με ιμάτιον σωτηρίου, καί χιτώνα ευφροσύνης. Ως νυμφίω περιέθηκέ μοι μίτραν, καί ως νύμφην κατεκόσμησέ με κόσμω. Καί ως γή αύξουσα τό άνθος αυτής, καί ως κήπος τά σπέρματα αυτού εκφύει, ούτως ανατελεί Κύριος δικαιοσύνην, καί αγαλλίαμα εναντίον πάντων τών εθνών. Διά Σιών ού σιωπήσομαι, καί διά Ιερουσαλήμ ουκ ανήσω, έως άν εξέλθη ως φώς η δικαιοσύνη μου, τό δέ σωτήριόν μου ως λαμπάς καυθήσεται. Καί όψονται τά έθνη τήν δικαιοσύνην σου, καί πάντες οι βασιλείς τής γής τήν δόξαν σου, καί καλέσουσι τό όνομά σου τό καινόν, ό ο Κύριος ονομάσει αυτό, καί έση στέφανος κάλλους εν χειρί Κυρίου, καί διάδημα βασιλείας εν χειρί Θεού σου. Καί ουκ έτι κληθήση Καταλελειμμένη, καί η γή σου ουκ έτι κληθήσεται, Έρημος, σοί γάρ κληθήσεται, θέλημα εμόν, καί τή γή σου, Οικουμένη, ότι ευδοκήσει Κύριος εν σοί, καί η γή σου συνοικισθήσεται. Καί ως συνοικών νεανίσκος παρθένω, ούτω κατοικήσουσιν οι υιοί σου, καί έσται όν τρόπον ευφρανθήσεται νυμφίος επί νύμφη, ούτως ευφρανθήσεται Κύριος επί σοί.

Προφητείας Hσαϊου τό Ανάγνωσμα

Φωτίζου, φωτίζου, Ιερουσαλήμ, ήκει γάρ σου τό φώς, καί η δόξα Κυρίου επί σέ ανατέταλκεν. Ιδού σκότος καλύψει γήν, καί γνόφος επί έθνη, επί σέ δέ φανήσεται Κύριος, καί η δόξα αυτού επί σέ οφθήσεται. Καί πορεύσονται βασιλείς τώ φωτί σου, καί έθνη τή λαμπρότητί σου. Άρον κύκλω τούς οφθαλμούς σου, καί ίδε συνηγμένα τά τέκνα σου, ήκασι πάντες οι υιοί σου μακρόθεν, καί αι θυγατέρες σου επ' ώμων αρθήσονται. Τότε όψει, καί χαρήση καί φοβηθήση, καί εκστήση τή καρδία ότι μεταβαλεί εις σέ πλούτος θαλάσσης, καί εθνών καί λαών. Καί ηξουσί σοι αγέλαι καμήλων, καί καλύψουσί σε κάμηλοι Μαδιάμ καί Γεφάρ. Πάντες εκ Σαβά ήξουσι, φέροντες χρυσίον, καί λίβανον οίσουσί σοι, καί λίθον τίμιον καί τό σωτήριον Κυρίου ευαγγελιούνται. Καί πάντα τά πρόβατα Κηδάρ συναχθήσονται, καί κριοί Ναβαιώθ ήξουσί σοι, καί ανενεχθήσονται δεκτά επί τό θυσιαστήριόν μου, καί ο οίκος τής προσευχής μου δοξασθήσεται. Τίνες οί δε ως νεφέλαι πέτανται, καί ωσεί περιστεραί σύν νεοσσοίς; Εμέ νήσοι υπέμειναν καί πλοία θαρσείς εν πρώτοις αγαγείν τά τέκνα σου μακρόθεν καί τό αργύριον καί τό χρυσίον αυτών μετ' αυτών, διά τό όνομα Κυρίου τό άγιον, καί διά τό τόν άγιον τού Ισραήλ έωδοξον είναι. Καί οικοδομήσουσιν αλλογενείς τά τείχη σου, καί οι βασιλείς αυτών παραστήσονταί σοι, διά γάρ οργήν μου επάταξά σε, καί διά έλεός μου ηγάπησά σε. Καί ανοιχθήσονται αι πύλαι σου διά παντός, ημέρας καί νυκτός ου κλεισθήσονται, εισαγαγείν πρός σέ δύναμιν εθνών, καί βασιλείς αυτών αγομένους. Τά γάρ έθνη καί οι βασιλείς, οί τινες ου δουλεύσουσί σοι, απολούνται, καί τά έθνη ερημία ερημωθήσονται. Καί η δόξα τού Λιβάνου πρός σέ ήξει εν κυπαρίσσω καί πεύκη καί κέδρω άμα, δοξάσαι τόν τόπον τόν άγιόν μου, καί τόν τόπον τών ποδών μου δοξάσω. Καί πορεύσονται πρός σέ δεδοικότες υιοί τών ταπεινωσάντων σε καί παροξυνάντων σε, καί προσκυνήσουσιν επί τά ίχνη τών ποδών σου πάντες οι παροξύναντές σε, καί κληθήση Πόλις Κυρίου Σιών, τού Αγίου Ισραήλ, διά τό γεγενήσθαί σε εγκαταλελειμμένην καί μεμισημένην, καί ουκ ήν ο βοηθών σοι. Καί θήσω σε αγαλλίαμα αιώνιον, ευφροσύνην γενεαίς γενεών. Καί θηλάσεις γάλα εθνών, καί πλούτον βασιλέων φάγεσαι, καί γνώση, ότι εγώ Κύριος ο σώζων σε, καί εξαιρούμενός σε ο Θεός Ισραήλ.

 

Εις τήν Λιτήν, Στιχηρά Ιδιόμελα

 

Ήχος α'

Χρεωστικώς εκτελούμεν τήν μνήμην σου, Κωνσταντίνε ισαπόστολε, πάντων ανάκτων βάσις καί καύχημα, φωτισθείς γάρ ακτίσι τού Πνεύματος, πάσαν εφαίδρυνας τήν Εκκλησίαν τού Χριστού, τα συστήματα τών πιστών πανταχόθεν συνάξας, εν τή λαμπρά πόλει Νικαέων, ένθα τών ασεβών εσβέσθη τό φρύαγμα, καί αιρετικών ησθένησαν γλώσσαι, καί εμωράνθησαν, τών δέ ορθοδόξων υψώθη τό στίφος, φανερωθείσης τής πίστεως. Όθεν υπ' αυτών εδοξάσθης Ορθοδοξότατος, καί πάντων βασιλέων εκηρύχθης πατήρ, ως πρώτος τήν αλουργίδα παρά Θεού κομισάμενος. Διό αιτούμέν σε, οι τελούντες τήν μνήμην σου πιστώς, αίτησαι ιλασμόν αμαρτιών ταίς ψυχαίς ημών.

Ο αυτός

Ουκ εξ ανθρώπων τήν κλήσιν έλαβες, αλλ' ως ο θεσπέσιος Παύλος, έσχες μάλλον ένδοξε ταύτην εξ ύψους, Κωνσταντίνε Ισαπόστολε, παρά Χριστού τού Θεού, τό γάρ σημείον τού Σταυρού, εν ουρανώ θεασάμενος, καί δι' αυτού αγρευθείς, ως κάλλιστον θήραμα, έν τούτω καί νικητής, κατά ορωμένων καί αοράτων εχθρών, απεφάνθης αήττητος, Όθεν δυσωπούμέν σε, ως πρεσβευτήν θερμότατον, οι γηγενείς επαξίως τήν μνήμην σου σέβοντες, εν παρρησία αιτησασθαι ημίν, φωτισμόν ιλασμόν καί τό μέγα έλεος.

Ήχος β' Βύζαντος

Τού ευσεβούς Κωνσταντίνου η μνήμη, ως μύρον εκκενούμενον σήμερον ανέτειλε, Χριστόν γάρ ποθήσας, ειδώλων κατεφρόνησε, ναόν εγείρας επi γής, τώ σταυρωθέντι δι' ημάς, εν ουρανοίς δέ απέλαβε, τόν τής ελπίδος στέφανον.

Ήχος γ'

Νεανικήν άγων τήν ηλικίαν, ώσπερ ο θεσπέσιος Παύλος, εκ τών υψίστων εδέξω τό θείον χάρισμα, καί τού δεινού πολεμητορος τά θράση, τή πανοπλία τού Σταυρού κατέβαλες, ανάκτων τό καύχημα, Κωνσταντίνε ισαπόστολε, υπέρ ημών πρός Κύριον ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

Ήχος δ'

Αίνος τώ Θεώ, εκ χοϊκών χειλέων προσάδεται, επί τή θεία μνήμη σου, Κωνσταντίνε πανεύφημε, Σύ γάρ ώφθης ακραιφνής στρατιώτης τού λόγου τής πίστεως, φαυλίσας εν τώ σκάμματι, τών ειδώλων τάς μορφάς, καί νύν προσηρείσθης τώ φέγγει τής Τριάδος, καταπυρσεύων ημών, τάς διανοίας ταίς πρεσβείαις σου.

Δόξα... Ήχος πλ. α'

Η Εκκλησία σήμερον στολισαμένη, τώ κράττει σου Άναξ, μυστικώς ευφραίνεται, καί τήν σήν παγγέραστον μνήμην, κατ' αξίαν ευφήμως γεραίρει κραυγάζουσα, Χαίροις, ο τόν Παύλον ζηλώσας, καί τόν Σταυρόν τού Χριστού αράμενος, καί τάς παγίδας συντρίψας τού αντιπάλου, Χαίροις, ανάκτων πανάριστε, καί Αποστόλων Ισότιμε, Χαίροις πιστών τό στήριγμα, καί Βασιλέων τό προπύργιον, Κωνσταντίνε μακάριε, υπέρ ημών πρός Κύριον, μή διαλίπης πρεσβεύων, ως παρρησίαν έχων, Βασιλέων εγκαλλώπισμα.

 

Καί νύν... Τής Εορτής

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος β'

Ότε, εκ τού ξύλου σε νεκρόν

Πρώτος, Βασιλεύς Χριστιανών, παρά τού Θεού, Κωνσταντίνε, τό σκήπτρον έλαβες, σοί γάρ πεφανέρωται εν γή κρυπτόμενον, τό σωτήριον σύμβολον, δι' ού καί τά έθνη, πάντα καθυπέταξας τοίς τών Ρωμαίων ποσίν, όπλον απροσμάχητον έχων, τόν ζωοποιόν Σταυρόν μάκαρ, δι' ού καί προσήχθης τώ Θεώ ημών.

 

Στίχ. Ύψωσα εκλεκτόν εκ τού λαού μου.

 

Όντως, μακαρία η γαστήρ, καί ηγιασμένη κοιλία, η σέ βαστάσασα, Μέδων κοσμοπόθητε, Χριστιανών η χαρά, Κωνσταντίνε θεόστεπτε, Ανάκτων η δόξα, πλούτος καί υπέρμαχος τών ορφανών καί χηρών, σκέπη ταπεινών καί απόρων, θλίψεων ανόρθωσις όντως, καί τών αιχμαλώτων η ανάρρυσις.

 

Στίχ. Διά τούτο έχρισέ σε ο Θεός, ο Θεός σου.

 

Πόθω, καί αγάπη τού Χριστού, κατεπειγομένη η Μήτηρ, τού γλυκυτάτου βλαστού, σπεύδουσα αφίκετο εν τή αγία Σιών, εις τόν τόπον τόν άγιον, εν ώ εσταυρώθη, θέλων ο Σωτήρ ημών, διά τό σώσαι ημάς, ένθα, τόν Σταυρόν αραμένη, χαίρουσα εκραύγαζε, Δόξα, τώ δωρησαμένω μοι όν ήλπιζον.

Δόξα... Ήχος πλ. δ'

Σέλας φαεινότατον, κομήτης εσπερώτατος, εξ απιστίας εις πίστιν θεότητος μετοχετευθείς, ήχθης αγιάσαι λαόν καί πόλιν, καί τύπον Σταυρού εν ουρανώ κατοπτεύσας, ήκουσας εκείθεν, Εν τούτω νίκα τούς εχθρούς σου, Όθεν δεξάμενος τήν γνώσιν τού Πνεύματος, Ιερεύς τε χρισθείς καί Βασιλεύς, ελαίω εστήριξας τήν Εκκλησίαν τού Θεού, ορθοδόξων Βασιλέων πατήρ, ού καί η λάρναξ ιάσεις βρύει, Κωνσταντίνε Ισαπόστολε, πρέσβευε υπέρ τών ψυχών ημών.

 

Καί νύν... Τής Εορτής

 

Απολυτίκιον Ήχος πλ. δ'

Τού Σταυρού σου τόν τύπον εν ουρανώ θεασάμενος, καί ως ο Παύλος τήν κλήσιν ουκ εξ ανθρώπων δεξάμενος, ο εν βασιλεύσιν, Απόστολός σου Κύριε, Βασιλεύουσαν πόλιν τή χειρί σου παρέθετο ήν περίσωζε διά παντός εν ειρήνη, πρεσβείαις τής Θεοτόκου, μόνε Φιλάνθρωπε.

 

Καί τής Εορτής

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος γ'

Θείας πίστεως

Νέος γέγονας, Δαυϊδ τοίς τρόποις, γέρας άνωθεν, εισδεδεγμένος, τής βασιλείας τή κορυφή σου τό έλαιον, σέ γάρ τώ Πνεύματι έχρισεν ένδοξε, Ο υπερούσιος Λόγος καί Κύριος, όθεν έλαβες, καί σκήπτρον Σοφέ βασίλειον, αιτούμενος ημίν τό μέγα έλεος.

 

Καί τής... Εορτής

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος πλ. β'

Ελκόμενος επί σταυρού, ο Ποιητής τού ηλίου καί κτίσεως, σέ ως αστέρα φαεινόν, εξ ουρανού δι' αστέρων εφειλκύσατο, ώ καί κράτος πρώτος τό βασίλειον επέθηκε, διό σε ανευφημούμεν, Κωνσταντίνε Βασιλεύ ευσεβέστατε, σύν Ελένη μητρί τή θεόφρονι.

 

Καί τής Εορτής

 

Μετά τόν Πολυέλεον

 

Κάθισμα Ήχος δ'

Ταχύ προκατάλαβε

Η εύσημος μνήμη σου, επιφανείσα ημίν, αυγάζει τά πέρατα, θεογνωσίας φωτί, Κωνσταντίνε θεόπνευστε, σύ γάρ εν Βασυλεύσιν ευσεβής ανεδείχθης, νόμους επουρανίου, Βασιλέως τηρήσας, διό ταίς ικεσίαις ταίς σαίς, ρύσαι ημάς πειρασμών.

 

Καί τής Εορτής

 

Οι Αναβαθμοί, τό α' Αντίφωνον τού δ' Ήχου.

 

Οι Αναβαθμοί Αντίφωνον Α'

        Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.

        Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.

Δόξα... Καί νύν...

Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

 

Προκείμενον Ήχος δ'

Ύψωσα εκλεκτόν εκ τού λαοί μου, εύρον Δαυϊδ τόν δούλόν μου εν ελαίω αγίω μου έχρισα αυτόν.

Στίχ. Διά τούτο έχρισέ σε, ο Θεός, ο Θεός σου. έλαιον αγαλλιάσεως.

 

Τό, Πάσα πνοή

 

Ευαγγέλιον κατά Ιωάννην

 

Δόξα... Ταίς Θεοστέπτων...

Καί νύν... Ταίς τής Θεοτόκου...

 

Ήχος β' Βύζαντος

Τού ευσεβούς Κωνσταντίνου η μνήμη, ως μύρον εκκενούμενον σήμερον ανέτειλε, Χριστόν γάρ ποθήσας, ειδώλων κατεφρόνησε, ναόν εγείρας επi γής, τώ σταυρωθέντι δι' ημάς, εν ουρανοίς δέ απέλαβε, τόν τής ελπίδος στέφανον.

 

Σώσον ο Θεός τόν λαόν σου, τό, Κύριε ελέησον, ιβ' καί οι Κανόνες τής Εορτής, καί τών Αγίων.

 

Κανών τών Αγίων

 

Ωδή α' Ήχος πλ. δ'

Υγράν διοδεύσας

Μόνε επουράνιε Βασιλεύ, τής βασιλευούσης, αμαρτίας νύν επ' εμοί, τών σών θεραπόντων ικεσίαις, τήν ταπεινήν μου ψυχήν ελευθέρωσον.

 

Τής άνω γενόμενος εραστής, μάκαρ Κωνσταντίνε, βασιλείας τώ Βασιλεί, πάντων καί Δεσπότη διανοία, καθαρωτάτη πιστεύσας ελάτρευσας.

 

Φωτί ελλαμφθείσα θεαρχικώ, σκότος αγνωσίας καταλέλοιπας αληθώς, θεόφρον Ελένη καί γνησίως, τώ Βασιλεί τών αιώνων εδούλευσας.

Θεοτοκίον

Η πύλη τής θείας ανατολής, άνοιξόν μοι πύλας, μετανοίας καί εκ πυλών, τής θανατηφόρου αμαρτίας, τή μεσιτεία σου ρύσαί με Δέσποινα.

 

Ωδή γ'

Ουρανίας αψίδος

Αμοιβών ουρανίων, επιτυχείν έσπευσας, όθεν τώ καλούντι θεόφρον επηκολούθησας, καί σκότος έλιπες, πατροπαράδοτον πλάνην, καί φωστήρ εν Πνεύματι θείω γεγένησαι.

 

Τώ Χριστώ κολληθείσα, καί επ' αυτώ Πάνσεμνε, άπασαν θεμένη ελπίδα τούς ιερούς αυτού, τόπους κατέλαβες, εν οίς τά άχραντα Πάθη, σαρκωθείς υπέμεινεν, ο υπεράγαθος.

 

Τό σωτήριον όπλον, τό αρραγές τρόπαιον, τών Χριστιανών τήν ελπίδα, Σταυρόν τόν τίμιον, φθόνω κρυπτόμενον, σύ εφανέρωσας θείω φλεγομένη έρωτι θεομακάριστε

Θεοτοκίον

Ιεράς πολιτείας, αποπεσών Άχραντε, παρασυνεβλήθην τοίς κτήνεσι, καί κατάκριτος, όλος γεγένημαι, η τόν Κριτήν τετοκυία, πάσης κατακρίσεως ρύσαι καί σώσόν με.

 

Κάθισμα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Τάς αισθήσεις εκτείνας πρός ουρανόν, καί τών άστρων μανθάνων τήν καλλονήν, εκ τούτων μεμύησαι, τών απάντων τον Κύριον, τού Σταυρού δέ τό όπλον, εν μέσω ανέλαμψε, διαγράφον εν τούτω, νικάν καί κρατύνεσθαι, όθεν τής ψυχής σου, επανοίξας τό όμμα, το γράμμα ανέγνωκας, καί τόν τρόπον μεμάθηκας, Κωνσταντίνε πανσέβαστε, Πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

 

Δόξα... Καί νύν... Τής Εορτής

 

Ει τύχοι η νηστεία τών Αποστόλων

 

Δόξα... Καί νύν... Θεοτοκον

Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ

Τού ευχαρίστως ανυμνείν εκ καρδίας, καί εξαιτείσθαι εκτενώς Θεοτόκε, τά σά ελέη Δέσποινα τούς δούλους σου, κράζοντας καί λέγοντας, Παναγία Παρθένε, πρόφθασον καί λύτρωσαι, εξ εχθρών αοράτων, καί ορατών καί πάσης απειλής, σύ γάρ υπάρχεις ημών η αντίληψις,

Σταυροθεοτοκίον

Τή εν Σταυρώ σου Ιησού ανυψώσει, συνανυψώθη τών βροτών η ουσία, η δέ Παρθένος έκλαιε βοώσα μητρικώς, Τί σοι ανταπέδωκε, τών Εβραίων Υιέ μου, δήμος ο αχάριστος, ο πολλών σου θαυμάτων, επαπολαύσας, άναρχε Θεέ; Δόξα τω θείω Σταυρώ καί τώ πάθει σου.

 

Ωδή δ'

Εισακήκοα Κύριε

Ουρανόθεν ως Παύλόν σε, πάλαι σαγηνεύει Χριστός ο Κύριος, Κωνσταντίνε εκδιδάσκων σε, βασιλέα τούτον μόνον σέβεσθαι.

 

Υπερλάμπρω σημείω σε, Μάκαρ δι' αστέρων Χριστός ο ήλιος, καταυγάζει καί φωστήρά σε, τών εσκοτισμένων αναδείκνυσι.

 

Καί τοίς τρόποις φιλόθεος, καί ταίς θείαις πράξεσιν αξιάγαστος, Μακαρία εχρημάτισας, διά τούτο πίστει σε δοξάζομεν.

 

Φανεροίς τό κρυπτόμενον, χρόνοις επί πλείστοις νύν θείον τρόπαιον, τού Σταυρού, δι' ού σεσώσμεθα, καί δαιμόνων πλάνης ελυτρώθημεν.

Θεοτοκίον

Τήν ψυχήν μου καταύγασον, τήν εσκοτισμένην τοίς πλημμελήμασιν, η τόν Ήλιον κυήσασα, τής δικαιοσύνης Aειπάρθενε.

 

Ωδή ε'

Ορθρίζοντες, βοώμέν σοι

Ορθρίσας πρός τόν άδυτον Ήλιον, καί Δεσπότην, Βασιλεύ θεόσοφε, φωτός ανάπλεως γέγονας.

 

Αγάπην καί τελείαν συμπάθειαν, ως πορφύραν, φορούσα κατώκησας, νύν εις τά άνω βασίλεια.

 

Συνήφθης Ασωμάτων Ελένη χοροστασίαις, Θεόν θεραπεύσασα, ταίς εναρέτοις σου πράξεσι.

Θεοτοκίον

Παρθένε τήν ψυχήν μου καθάρισον μολυνθείσαν, ηδοναίς τού σώματος, τή επηρεία τού όφεως.

 

Ωδή ς'

Τήν δέησιν εκχεώ

Συνήθροισας θεοφόρων Πατέρων, τόν μακάριον χορόν παραδόξως, καί δι' αυτών, Κωνσταντίνε τάς πάντων, κυμαινομένας καρδίας εστήριξας, ομότιμον δοξολογείν, τώ τεκόντι τόν Λόγον καί σύνθρονον.

 

Πιστεύσασα επί Κύριον ζώντα, τόν τό είναι παρεχόμενον πάσι, τών βδελυκτών, καί ματαίων ειδώλων νεκροποιά απεβάλου θρησκεύματα καί είληφας περιχαρώς, βασιλείαν Ελένη ουράνιον:

 

Παλάμη σου κυβερνώμενοι Λόγε, αγνωσίας τό βαθύτατον σκότος, καί τής δεινής αθεϊας τόν σάλον, οι διά σου βασιλεύοντες έλιπον, καί ήχθησαν πρός γαληνούς, ευσεβείας λιμένας γηθόμενοι.

Θεοτοκίον

Ιάτρευσον ανιάτως νοσούσαν, καί τώ δήγματι δεινώς πληγωθείσαν, τού πονηρού, τήν καρδίαν μου Κόρη, καί τής εν σοί θεραπείας αξίωσον, καί σωσόν με τόν επί σοί, πεποιθότα πρεσβείαις σου άχραντε.

 

Κοντάκιον Ήχος γ'

Ή Παρθένος σήμερον

Κωνσταντίνος σήμερον, σύν τή μητρί τή Ελένη, τόν Σταυρόν εμφαίνουσι, τό πανσεβάσμιον ξύλον, πάντων μέν τών Ιουδαίων αισχύνην όντα, όπλον δέ πιστών, Ανάκτων κατ' εναντίων, δι' ημάς γάρ ανεδείχθη, σημείον μέγα, καί εν πολέμοις φρικτόν.

Ο Οίκος

Κωνσταντίνον πιστοί σύν τή μητρί τιμήσωμεν, τού Προφήτου γάρ αυτοί λόγους ακροασάμενοι, έν κέδρω καί πεύκη καί κυπαρίσσω, τόν τρισύνθετον Σταυρόν κατενόησαν, δι' ού τό σωτήριον πάθος εξηκολούθησε, καί πάντας παρέστησαν τούς Ιουδαίους παρασκευάζεσθαι, δείξαι τοίς λαοίς μέγα δικαίωμα, τό κεκρυμμένον διά τόν φθόνον, καί βασκανίαν τήν αυτών, καί τούτο ευρόντες ανέδειξαν αυτοί, Διά τούτο τοίς πάσι νικηφόροι ανεδείχθησαν, όπλον φέροντες απροσμάχητον, σημείον μέγα, καί έν πολέμοις φρικτόν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΑ τού αυτού μηνός, Μνήμη τών Αγίων ενδόξων, θεοστέπτων, καί ισαποστόλων, μεγάλων Bασιλέων, Κωνσταντίνου καί Ελένης.

Στίχοι

          Ως κοινόν είχον γής Βασιλείς τό στέφος,

          Έχουσι κοινόν καί τό τού πόλου στέφος.

          Ξύνθανε μητέρι εικάδι πρώτη Κωνσταντίνος.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ'

Παίδες Εβραίων

Σού τά προστάγματα φυλάττων, υπεκλίθη σού τώ νόμω Κωνσταντίνος, ανομούντων διό, καθείλε παρατάξεις, αναβοών σοι Κύριε, ο Θεός ευλογητός εί.

 

Ξύλον τό πάντας ανελκύσαν, Αξιάγαστε εκ λάκκου απωλείας, συγχωσθέν φθονερώς, ημίν ανακαλύπτεις, καταχωννύον δαίμονας, ολεθρίους εις αιώνας.

 

Πράξεσι θείαις εδομήσω, τήν καρδίαν σου ναόν Θεού Ελένη, καί ναούς ιερούς, αυτώ ανωκοδόμεις, ένθα σαρκί τά άχραντα, δι' ημάς υπέστη Πάθη.

Θεοτοκίον

Γνώμη οικεία αμαρτάνων, καί δουλούμενος ατόποις συνηθείαις, τή συνήθει σου νύν, προστρέχω συμπαθεία, απεγνωσμένον σώσόν με, Παναγία Θεοτόκε.

 

Ωδή η'

Επταπλασίως κάμινον

Ως πορφυρίδα Ένδοξε, στολισθείς τήν ευμένειαν, καί ώσπερ χλαμύδα τήν καλήν συμπάθειαν, στεφάνω κεκόσμησαι, τών αρετών τελείω νοϊ, καί μετατεθείς από τής γής εις τά άνω, βασίλεια κραυγάζεις, Ιερείς ευλογείτε, λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Ευφραινομένην βλέποντες, σύν υιώ σε θεόφρονι, ένδοξε Ελένη, εις Θεού βασίλεια, Χριστόν μεγαλύνομεν, τόν τήν υμών σεπτήν εορτήν, δείξαντα ημίν, υπέρ ακτίνας ηλίου ημάς φωταγωγούσαν, τούς πιστώς μελωδούντας, Λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Ως θαυμαστός ο πόθος σου! καί ο τρόπος σου ένθεος, ένδοξε Ελένη, γυναικών τό καύχημα, τούς τόπους γάρ φθάσασα, τούς τά σεπτά παθήματα, υποδεξάμενους τού Δεσπότου τών όλων, ναοίς περικαλέσι, κατεκόσμεις βοώσα, Λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

Θεοτοκίον

Τά τής ψυχής μου όμματα, ταίς πολλαίς παραβάσεσιν, αποτυφλωθέντα, Θεοτόκε φώτισον, τόν νούν μου ειρήνευσον, καί τήν καρδίαν δέομαι, εκταραττομένην, ηδοναίς πολυτρόποις, καί σώσόν με βοώντα, Ιερείς ευλογείτε, λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Ωδή θ'

Εξέστη επί τούτω

Ο τάφος ένθα κείται τό ιερόν, Κωνσταντίνε, καί τίμιον σώμά σου, μαρμαρυγάς, θείας καί ακτίνας φωτολαμπείς, τοίς προσιούσι πάντοτε, βλύζει ιαμάτων παντοδαπών, τό σκότος απελαύνων, καί φέγγει ανεσπέρω, φωταγωγών τούς ευφημούντάς σε.

 

Αγίως σου τελέσασα τήν ζωήν, σύν Αγίοις νυνί κατεσκήνωσας, αγιασμού, πλήρης γενομένη καί φωτισμού, τών ιαμάτων πάντοτε, όθεν αναβλύζεις τούς ποταμούς, καί πάθη κατακλύζεις, Ελένη μακαρία, καί καταρδεύεις τάς ψυχάς ημών.

 

Προάναρχε αθάνατε Βασιλεύ, βασιλείας τής άνω ηξίωσας, ούς ευσεβώς, πάλαι εδικαίωσας επί γής, τού βασιλεύειν Κύριε, σέ ηγαπηκότας ειλικρινώς, Ελένην τήν, Αγίαν, τόν μέγαν Κωνσταντίνον, ών ταίς πρεσβείαις πάντας οίκτιρον.

Θεοτοκίον

Τόν πάντων Βασιλέα καί Ποιητήν, συλλαβούσα Παρθένε εκύησας, καί νύν ιδού, οίά περ Βασίλισσα δεξιά, τούτου αγνή παρίστασαι, όθεν δυσωπώ σε αριστεράς, μερίδος λύτρωσαί με, εν ώρα καταδίκης, καί δεξιοίς προβάτοις σύνταξον.

 

Εξαποστειλάριον

Τοίς Μαθηταίς συνέλθωμεν

Ουκ εξ ανθρώπων είληφε, τό βασίλειον κράτος, αλλ' εκ τής θείας χάριτος, Κωνσταντίνος ο μέγας, σύν τή μητρί ουρανόθεν, εξαστράπτον δέ βλέπει, Σταυρού τό θείον τρόπαιον, όθεν τούτω ολέσας τούς δυσμενείς, τών ειδώλων έλυσε τήν απάτην, εν κόσμω δέ εκράτυνε, τήν ορθόδοξον πίστιν.

 

Καί τής Εορτής

 

Εις τούς Αίνους Στιχηρά Προσόμοια.

 

Hχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Χαίροις Κωνσταντίνε πάνσοφε, ορθοδοξίας πηγή, ή ποτίζουσα πάντοτε, τοίς γλυκέσι νάμασι, τήν υφήλιον άπασαν, Χαίροις η ρίζα, εξ ής εβλάστησε, καρπός ό τρέφων, τήν Εκκλησίαν Χριστού, Χαιροις τό καύχημα, τών περάτων ένδοξε, Xριστιανών, βασιλέων πρώτιστε, Χαίρε χαρά τών πιστών.

 

Ο βασιλεύων τής κτίσεως, τό ευπειθές προορών, τής καρδίας σου Πάνσοφε, λογικώς θηρεύει σε, αλογία κρατούμενον, καί καταυγάσας τήν σήν διάνοιαν, τής ευσεβείας ταίς επιγνώσεσι, κόσμω ανέδειξε, φωταυγή ως ήλιον, μαρμαρυγάς, θείων αποπέμποντα, πράξεων ένδοξε.

 

Τά τού Κυρίου διδάγματα, καθάπερ γή εκλεκτή, δεξαμένη πανεύφημε, εναρέτων πράξεων, ευκαρπίαν εβλάστησας, τάς διανοίας, ημών εκτρέφουσα, τή εκμιμήσει, Ελένη πάνσοφε, τής πολιτείας σου, όθεν εορτάζομεν, περιχαρώς, σήμερον τήν μνήμην σου πανηγυρίζοντες.

 

Έλαιον αγαλλιάσεως, τούς σους μετόχους Χριστέ, Κωνσταντίνον Ελένην τε, παραδόξως έχρισας, τήν απάτην μισήσαντας, καί σού τό κάλλος επι ποθήσαντας, καί βασιλείας τής ουρανίου σου, τούτους ηξίωσας, ευσεβώς τό πρότερον, επί τής γής, Λόγε βασιλεύσαντας, τή επινεύσει σου.

Δόξα... Ήχος πλ. δ'

Μεθοδίου Πατριαρχου

Ο τών Ανάκτων Άναξ καί Θεός, ο πλουσίαις δωρεαίς κατακοσμών τούς αξίους, αυτός ουρανόθεν, ώσπερ Παύλον τόν αοίδιμον, διά σημείου τού Σταυρού, σέ Κωνσταντίνε εζώγρησεν, Εν τούτω, φήσας, νίκα τούς εχθρούς σου, όν αναζητήσας σύν μητρί θεόφρονι, καί ευρών ως επόθεις, τούτους κατά κράτος ετροπώσω, Σύν αυτή ούν ικέτευε, υπέρ ορθοδόξων Βασιλέων, καί τού φιλοχρίστου Στρατού, καί πάντων τών τήν μνήμην σου τελούντων πιστώς, τόν μόνον φιλάνθρωπον, λυτρωθήναι πάσης οργής.

 

Καί νύν... Τής Εορτής

 

Δοξολογία Μεγάλη

 

Εις τήν Λειτουργίαν, Τυπικά, καί οι Μακαρισμοί, εκ τού Κανόος η γ' καί ς' Ωδή.

 

Κοινωνικόν

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος. Αλληλούια.