ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τών Αγίων Αποστόλων Ανδρονίκου καί Ιουνίας, καί Μνήμη τού εν Αγίοις πατρός ημών Αθανασίου επισκόπου Χριστιανουπόλεως.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Μετά τόν Προοιμιακόν τό Μακάριος ανήρ.

 

Στιχηρά τών Αποστόλων

Ήχος πλ. δ'

Ω τού παραδόξου θαύματος

Λόγω τήν άλογον έπαυσας, τής αθεϊας φθοράν, ως τού Λόγου υπήκοος, καί κλεινός διάκονος, καί φωστήρ διαυγέστατος, τής οικουμένης, θεομακάριστε, διό σε λόγοις, θείοις δοξάζομεν, καί τήν αγίαν σου, μνήμην εορτάζομεν, περιχαρώς, αίνεσιν προσάγοντες, τώ Παντοκράτορι.

 

Παύλος ο θείος Απόστολος, θείοις επαίνοις ημάς, εκθειάζων λαμπρότατα, τοίς πιστοίς παρίστησι, τήν υμών γενναιότητα, πρό τούτου λέγων, αποδειχθήναι ημάς, Θεού τού Λόγου, μαθητάς πάνσοφοι, καί συγγενείς αυτού, Ιουνία πάνσοφε, ως αληθώς, μάκαρ τε Ανδρόνικε, Θεού θεράποντες.

 

Πάσαν Ιερώ κηρύγματι, φωταγωγούντες τήν γήν, τήν αχλύν απελάσατε, τήν τής ματαιότητος, καί πρός φώς ωδηγήσατε, θεογνωσίας, τούς ενυπάρχοντας, εν σκότει πάλαι, τής αθεότητος, θείοι Απόστολοι, οδηγοί σωτήριοι, καί πρεσβευταί, πάντων τών πιστώς υμάς, τιμώντων πάντοτε.

 

Ήχος β'

Ποίοις ευφημιών

Πάντες οι ευσεβείς σήμερον, ανυμνήσωμεν τόν Ιεράρχην, τόν αθανασίας επώνυμον, καί Αθανασίου εφάμιλλον, Χριστιανουπόλεως ποιμένα, Δοχείον λαμπρόν γενόμενον τού Πνεύματος, τό σώμα σύν τή ψυχή αποκαθάραντα, τής τών παθών τρικυμίας, Όθεν ηξιώθη, αενάως θαυματουργείν, Ωριστώ παριστάμενος, τώ σώσαντι τάς ψυχάς ημών.

 

Δεύτε εν ιεροίς μέλεσι, καταστέψωμεν τήν θείαν Κάραν, ευωδίας ούσαν ανάπλεων, καί πάμπολλα θαύματα βρύουσαν, καί πιστούς κινδύνων λυτρουμένην, Βοώντες, Σέ ανυμνούμεν παντοδύναμε, προστάτην καί αρωγόν ημίν εκφήναντα, τόν Αθανάσιον όντως, ού τό θείον σκήνος, ευωδίας πολλής πληροίς, Χριστέ ο Θεός ημών, ο έχων τό μέγα έλεος.

 

Θαύμα εκπληκτικόν γέγονε, καί κατέπληξε τούς τολμητίας, τούς βεβήλους χείρας εκτείνοντας, καί τά λείψανά σου συλήσαντας, Εκλονίσθη πάσα η οικία, καί κρότος, φρικτός καί μέγας καί παννύχιος, σέ ζώντα καί μετά θάνατον απέδειξε, καί οί αυτόπται νύν ζώσιν, ούτοι μαρτυρούσιν, ότι σύ εί θαυματουργός κλεινέ Αθανάσιε, Ευχαίς σου πάντες σωθείημεν.

 

Πόθω θεοτερπεί σήμερον, ασπασώμεθα τό θείον σκήνος, τού αξιαγάστου Πατρός ημών, Αθανασίου τού μάκαρος, τού κρουνοίς δακρύων καθαρθέντος, τό μέγα τής Γορτυνίας εγκαλλώπισμα, καί θείον Μονής Προδρόμου στύλον άσειστον, τής ευποιϊας τόν πλούτον, τόν αεί δηλούντα, αγανάκτησιν τού Θεού, τριγμώ τής σής λάρνακος, τιμώμέν σε Αθανάσιε.

Δόξα... Ήχος πλ. α'

Ως θαυμαστά σου τά έργα Χριστέ! Ανέδειξας εν τοίς εσχάτοις χρόνοις, θαυματουργόν τόν Ιεράρχην σου Αθανάσιον, Σέ γάρ τόν βαρύτιμον ποθήσας μαργαρίτην, τόν πλούτον καί τήν δόξαν, σκύβαλα ελογίσατο, Καί τοίς ίχνεσί σου ακολουθών, πνεύμα καί σώμα ταίς αρεταίς απεθέωσεν, Όθεν τό επίβλεψον Κύριε εκφωνών, λαμπρότατον άστρον, πρό τού στόματος αυτού εωράτο, Τήν δ' ολολύζουσαν γοερώς, επί τού θείου λειψάνου, νεκρώς τήν χείρα ύψωσε, καί ταύτην ηυλόγησε, Μεγαλουργέ Αθανάσιε, πρέσβευε τού ρυσθήναι ημάς, εκ τών βελών τού Βελίαρ, καί σωθήναι τάς ψυχάς ημών.

 

Καί νύν... Τής Εορτής

 

Είσοδος. Φώς ιλαρόν, τό Προκείμενον τής ημέρας καί τά Αναγνώσματα.

 

Παροιμιών τό Ανάγνωσμα

(Κεφ. 10, 7 & 3, 13-16 & εκλογή)

Μνήμη δικαίου μετ εγκωμίων, καί ευλογία Κυρίου επί κεφαλήν αυτού, Μακάριος άνθρωπος, ός εύρε σοφίαν, καί θνητός, ός είδε φρόνησιν, Κρείσσον γάρ αυτήν εμπορεύεσθαι, ή χρυσίου καί αργυρίου θησαυρούς, Τιμιωτέρα δέ εστι λίθων πολυτελών, ουκ αντιτάσσεται αυτή ουδέν πονηρόν, ευγνωστός εστι πάσι τοίς εγγίζουσιν αυτήν, πάν δέ τίμιον ούκ άξιον αυτής εστιν. Εκ γάρ τού στόματος αυτής εκπορεύεται δικαιοσύνη, νόμον δέ καί έλεον επί γλώσσης φορεί. Τοιγαρούν ακούσατέ μου, ώ τέκνα, σεμνά γάρ ερώ, καί μακάριος άνθρωπος, ός τάς εμάς όδούς φυλάξει. Αι γάρ έξοδοί μου, έξοδοι ζωής, καί ετοιμάζεται θέλησις παρά Κυρίου, Διά τούτο παρακαλώ υμάς καί προϊεμαι εμήν φωνήν υιοίς ανθρώπων, Ότι εγώ η Σοφία κατεσκεύασα βουλήν καί γνώσιν καί έννοιαν, εγώ επεκαλεσάμην, Εμή βουλή καί ασφάλεια, εμή φρόνησις, εμή δέ ισχύς, Εγώ τούς εμέ φιλούντας αγαπώ, οι δέ εμέ ζητούντες ευρήσουσι χάριν, Νοήσατε τοίνυν άκακοι πανουργίαν, οι δέ απαίδευτοι ένθεσθε καρδίαν, Εισακούσατέ μου καί πάλιν, σεμνά γάρ ερώ, καί ανοίγω από χειλέων ορθά, Ότι αλήθειαν μελετήσει ο λάρυγξ μου, εβδελυγμένα δέ εναντίον εμού χείλη ψευδή, Μετά δικαιοσύνης πάντα τά ρήματα τού στόματός μου, ουδέν εν αυτοίς σκολιόν, ουδέ στραγγαλιώδες, Πάντα ευθέα εστί τοίς νοούσι, καί ορθά τοίς ευρίσκουσι γνώσιν, Διδάσκω γάρ υμίν αληθή, ίνα γένηται εν Κυρίω η ελπίς υμών, καί πλησθήσεσθε Πνεύματος.

Παροιμιών τό Ανάγνωσμα

(Κεφ. 10, 31-32 & 11, 1-12)

Στόμα δικαίου αποστάζει σοφίαν, γλώσσα δέ αδίκου εξολείται, Χείλη ανδρών δικαίων επίστανται χάριτας, στόμα δέ ασεβών καταστρέφεται, Ζυγοί δόλιοι βδέλυγμα ενώπιον Κυρίου, στάθμιον δέ δίκαιον δεκτόν αυτώ, Ού εάν εισέλθη ύβρις, εκεί καί ατιμία, στόμα δέ ταπεινών μελετά σοφίαν, Τελειότης ευθέων οδηγήσει αυτούς, καί υποσκελισμός αθετούντων προνομεύσει αυτούς, Ούκ ωφελήσει υπάρχοντα εν ημέρα θυμού, δι καιοσύνη δέ ρύσεται από θανάτου, Αποθανών δίκαιος έλιπε μετάμελον, πρόχειρος δέ γίνεται καί επίχαρτος ασεβών απώλεια, Δικαιοσύνη αμώμου ορθοτομεί οδούς, ασέβεια δέ περιπίπτει αδικία, Δικαιοσύνη ανδρών ορθών ρύσεται αυτούς, τή δέ αβουλία αλίσκονται παράνομοι. Τελευτήσαντος ανδρός δικαίου ουκ όλλυται ελπίς, τό δέ καύχημα τών ασεβών όλλυται, Δίκαιος εκ θήρας εκδύνει, αντ αυτού δέ παραδίδοται ο ασεβής, Εν στόματι ασεβών παγίς πολίταις, αίσθησις δέ δικαίων εύοδος, Εν αγαθοίς δικαίων κατώρθωται πόλις, καί εν απωλεία ασεβών αγαλλίαμα, Εν ευλογία ευθέων υψωθήσεται πόλις, στόματι δέ ασεβών κατασκαφήσεται, Μυκτηρίζει πολίτας ενδεής φρενών, ανήρ δέ φρόνιμος ησυχίαν άγει.

Σοφίας Σολομώντος τό Ανάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος εάν φθάση τελευτήσαι, εν αναπαύσει έσται, Γήρας γάρ τίμιον ου τό πολυχρόνιον, ουδέ αριθμώ ετών μεμέτρηται, Πολιά δέ εστι φρόνησις ανθρώποις, καί ηλικία γήρως βίος ακηλίδωτος, Ευάρεστος Θεώ γενόμενος ηγαπήθη, καί ζών μεταξύ αμαρτωλών μετετέθη, Ηρπάγη, μή κακία αλλάξη σύνε σιν αυτού, Βασκανία γάρ φαυλότητος αμαυροί τά καλά, καί ρεμβασμός επιθυμίας μεταλλεύει νούν άκακον, Τελειωθείς έν ολίγω, επλήρωσε χρόνους μακρούς, αρεστή γάρ ήν Κυρίω η ψυχή αυτού, διά τούτο έσπευσεν εκ μέσου πονηρίας, οι δέ λαοί ιδόντες καί μή νοήσαντες, μηδέ θέντες επί διανοία τό τοιούτον, ότι χάρις καί έλεος εν τοίς οσίοις αυτού, καί επισκοπή εν τοίς εκλεκτοίς αυτού.

 

Ιδιόμελα εις τήν Λιτήν Ήχος α'

Τούς υπέρ άνθρωπον αγώνάς σου, καί τάς πυκνάς χαμευνίας, πώς μή θαυμάσωμεν, Ιεροφάντα θεσπέσιε, Αρχήθεν γάρ προορισθείς, τόν τιμαλφή καί ισάγγελον τής παρθενίας χιτώνα, άσπιλον διεφύλαξας, Καί τοίς τερπνοίς καί χαμαιζήλοις τού βίου χαίρειν ειπών, νύκτωρ τε μεθ' ημέραν, τώ Σωτήρι εβόας, Η ψυχή μου εκολλήθη οπίσω σου, Γνώρισόν μοι Κύριε, οδόν εν ή πορεύσομαι. Όθεν ανελθών, εις τό περίβλεπον Ιεραρχίας ύψος, επινεύσει τής Θεοτόκου, πάσαν αρετήν εαυτώ ενεθησαύρισας, καί θαυματουργόν σεαυτόν εναπέφηνας, Πρέσβευε υπέρ ημών, Πάτερ Αγιώτατε.

 

Τήν πίστιν τετήρηκε, τόν δρόμον τετέλεκε, αγώνα τόν καλόν αγωνισάμενος, ό Χριστιανουπόλεως Αθανάσιος, Ποιμαίνων γάρ καί πυκτεύων, καί τήν σάρκα δουλαγωγών, τοίς πάσι πάντα γέγονεν, ίνα πάντας κερδήση, Καί τόν Σωτήρα μιμούμενος, υπέρ τών προβάτων τήν ψυχήν αυτού ετίθει, Διό, καί τούτον εδόξασεν ο Χριστός, Καί ζώντα καί μετά θάνατον, τώ τρισηλίω ούν φωτί, φαιδρός παρ ιστάμενος, πρέσβευε υπέρ ημών, τού Ευαγγελίου κήρυξ διαπρύσιε.

 

Ως αργαλέος εστίν ο δρόμος τής αρετής! Διό καί παρά Θεού στεφανούνται, οι αναβάσεις εν τή καρδία τιθέμενοι, καί ακλινώς πολεμούντες, καί κόσμον καί κοσμοκράτορα, Αλλ' ώ Κερκύρας βλάστημα, καί Γορτυνίας καύχημα, τής Χριστιανουπόλεως Ιερουργέ καί ποιμάντορ, εν ουρανοίς χοροβατών, καί επί γής απείροις θαύμασι δοξασθείς, πρέσβευε υπέρ ημών, Πάτερ Αθανάσιε.

Δόξα... Ήχος δ'

Σήμερον σκιρτήσωμεν, καί πνευματικώς ευφρανθώμεν, επί τή μνήμη τού Ιεράρχου, Τόν γάρ Σωτήρα τού παντός, ούτος επιποθήσας, γονείς, μνηστήν, σύν τοίς λοιποίς τού βίου θελγήτροις απηρνήσατο, Καί τή λυχνία επιβάς διά τής Θεοτόκου, τή αόκνω διδασκαλία, Θεόν καί άνθρωπον εκήρυξε, Φόβω καί τρόμω δέ τούτον θύων, όλην έν αυτώ τήν Τριάδα επεσπάσατο, Καί τήν ψυχήν τής τών παθών αχλύος εκκαθάρας, γυμνητιώντων καί πειναλέων, χηρών τε ορφανών υπήρξε παραμύθιον, Όθεν τοίς θαύμασιν εδοξάσθη, μέλλοντα προειπών, καί τούς τής λίμνης βατράχους αφώνους απειργάσατο, αύθις δέ τούτοις τό κοάζειν, μετά καιρόν εχαρίσατο, Αυτού ταίς ικεσίαις Χριστέ, ειρήνην τή πίστει δώρησαι, καί ταίς ψυχαίς ημών τό μέγα έλεος.

 

Καί νύν... Τής Εορτής

 

Εις τόν Στίχον απόστιχα Προσόμοια.

 

Πανεύφημοι μάρτυρες

Διάδοχος ώφθης αληθής, πάτερ Αθανάσιε, τών Αποστόλων, Καί ένδοξος, καί διαπρόσιος, τού Χριστού θεράπων, καί ποιμήν εγρήγορος, εισάγων καί εξάγων τό ποίμνιον, ό ελυτρώσατο, ο Σωτήρ ιδίω αίματι, καί ελαύνων, πρός νομήν σωτήριον.

 

Στίχ. Διά τούτο έχρισέ σε ο Θεός, ο Θεός σου έλαιον αγαλλιάσεως παρά τούς μετόχους σου.

 

Γορτύνιοι άπαντες τορώς, δεύτε συναθροίσθητε, καί τόν ποιμένα υμνήσατε, κατασπαζόμενοι, εν απλέτω πόθω, σώμα τό μυρίπνοον, καί Κάραν τήν αγίαν καί πάντιμον, τήν απελαύνουσαν, τά πολλά δεινοπαθήματα, καί φρουρούσαν τούς πιστώς προστρέχοντας.

 

Στίχ. Οι Ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην.

 

Τώ πόθω Χριστού τρωθείς σοφέ, Ιεράρχα ένδοξε, θαυματουργέ Αθανάσιε, καί τούτον ακλινώς, εν τοίς στέρνοις φέρων σύν Πατρί καί Πνεύματι προλέγειν ηξιώθης τά μέλλοντα, Αυτόν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

Δόξα... Ήχος γ'

Λαμπροφανής καί πανένδοξος επέφανε νύν η μνήμη σου, Αθανάσιε. Αγγελικώς γάρ βιώσας, εν μέσω τύρβης τής κοσμικής, τό χείρον τώ κρείττονι καθυπέταξας, καί τήν σήν ποίμνην αόκνως, τών κακοδόξων Αιρετικών άτρωτον διεφύλαξας, Όθεν τών τήδε υπεραρθείς, τών Αποστόλων ομόσκηνος γέγονας, Καί υπερφυώς θαυματουργών, τούς τήν σήν μνήμην τελούντας ταίς ευλογίαις ουρανόθεν καταστέφεις, καί πρεσβεύεις υπέρ τών ψυχών ημών.

 

Καί νύν... Τής Εορτής

 

Απολυτίκιον τών Αποστόλων

Ήχος γ'

Απόστολοι Άγιοι, πρεσβεύσετε τώ ελεήμονι Θεώ ίνα πταισμάτων άφεσιν, παράσχη ταίς ψυχάς ημών.

 

Απολυτίκιον Ήχος α'

Τής ερήμου πολίτης

Τούς τελούντας τήν μνήμην, καί τιμώντας τό σώμά σου, καί πανευλαβώς προσκυνούντας τήν μυρίπνοον Κάραν σου, ως έχων παρρησίαν πρός Θεόν, ικέτευε Χριστόν τόν αγαθόν, καί ταίς σαίς θερμαίς πρεσβείαις, τών κινδύνων σώζε, ώ άγιε Αθανάσιε, Έχων δέ καί συμπρεσβευτήν, τόν μέγαν Κυρίου Πρόδρομον, έσο αοράτως τής Μονής, φρουρός καί προπύργιον.

 

Δόξα... Καί νύν... τής Εορτής

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολ.

 

Κάθισμα α'

Τήν ωραιότητα

Βίον ισάγγελον θεομακάριστε, Πάτερ διήνυσας, εν μέσω κλύδωνος, τού κοσμικού καί τών κακών, καί ύλης τής φθειρομένης, Όθεν απεξήρανας, τών δακρύων τοίς ρεύμασι, τών παθών μακάριε, τόν ακάθεκτον χείμαρρον, Διό καί πρεπωδέστατα μέλπομεν, πίστει σήν μνήμην Ιεράρχα.

 

Δόξα... Καί νύν... Τής Εορτής

 

Μετά τήν β' Στιχολ.

 

Κάθισμα β'

Τόν τάφον σου Σωτήρ

Πανήγυριν φαιδράν, Ιεράν πανδαισίαν, σκιρτώσα εκτελεί, η μονή τού Προδρόμου, σοφέ Αθανάσιε, εν τοίς κόλποις κατέχουσα, τήν σήν πάντιμον, καί θεοβράβευτον Κάραν, ανυμνούσά σου τούς εναρέτους αγώνας, Διό ταύτην φύλαττε.

Δόξα... Καί νύν...

Παρθένος άληθώς, πρό τού τόκου Παρθένε, Παρθένος αληθώς, εν τώ τόκω Παρθένε, Παρθένος Αειπάρθενος, μετά τόκον διέμεινας, καί Παρθένον σε, ομολογούμεν Παρθένε, καί ελπίζομεν, εν σοί Παρθένε σωθήναι, Κυρία Αειπάρθενε.

 

Μετά τόν Πολυέλεον

 

Τό προσταχθέν μυστικώς

Τόν Γορτυνίας, αδελφοί φρουρόν καί φύλακα, καί τού Προδρόμου τής μονής έρεισμα άσειστον, Αθανάσιον πάντες τόν εν Ιεράρχαις, προφρόνως νύν εορτάσωμεν εν ωδαίς, Βοώντες ακαταπαύστως, φρούρει ημάς, καί περίσωζε Άγιε, παντοδαπών ασθενειών, καί πάσης άλλης θλίψεως, καί παντοίας κακώσεως.

 

Δόξα... Καί νύν... Τής Εορτής

 

Οι Αναβαθμοί, τό α' Αντίφωνον τού δ' Ήχου.

 

Οι Αναβαθμοί Αντίφωνον Α'

        Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.

        Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.

Δόξα... Καί νύν...

Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

 

Προκείμενον

Τίμιος εναντίον Κυρίου ο θανατος τού Οσίου.

Στίχ. Τί ανταποδώσωμεν τώ Κυρίω.

 

Τό, Πάσα πνοή

 

Ευαγγέλιον τού Ιεράρχου

 

Ο Ν

 

Δόξα... Ταίς τού Ιεράρχου

Καί νύν... Ταίς τής Θεοτόκου

 

Ελέησόν με ο Θεός...

 

Ιδιόμελον Ήχος πλ. β'

Αθανάσιε Πάτερ, τή πολιτεία Ισάγγελε, καί πιστέ Χριστού θεράπον, ως έχων παρρησίαν πρός Αυτόν περίσωζε ημάς ταίς ευπροσδέκτοις πρεσβείαις σου, εκ παντοίων κινδύνων, ότι πρός σέ καταφεύγομεν.

 

Ο Κανων τών Αποστόλων, ού η Ακροστιχίς.

Αίνον προσοίσω τώ σοφώ Ανδρονίκω.

Ποίημα Ιωσήφ.

 

Ωδήα' Ήχος πλ. δ'

Άσωμεν τώ Κυρίω

Αίνον Θεώ προσάγει εν τή παναγία Μάκαρ μνήνη σου, η σεπτή Εκκλησία, τούς αγώνάς σου πίστει δοξάζουσα.

 

Ιθυνας τού νοός σου, πάσας τάς κινήσεις ιερώτατε, πρός Θεού θελημάτων, αποπλήρωσιν χαίρων, Ανδρόνικε.

 

Νόσους αποκαθαίρειν, πνεύματα διώκειν πονηρότατα, εκ Θεού θείαν χάριν, εκομίσω θεόφρον Ανδρόνικε.

Θεοτοκίον

Ομβρισόν μοι Παρθένε, πάντων τών πταισμάτων απολύτρωσιν, καί διόρθωσιν βίου, τή εν σοί μεσιτεία καί χάριτι.

 

Ο Κανών τού Αγίου, ού η Ακροστιχίς

 

Μέλπω τόν Χριστού θείον Ιεροφάντην

 

Εν δέ τοίς Θεοτοκίοις

Μαρτίνος

 

Ωδή α' Ήχος α'

Ωδήν επινίκιον

Μολπήν σοί προσάγοντι, κανόνος τούτου, προσδέχου, ώ Άγιε, καί ταμά πταίσματα, νοός μου τάς εκτροπάς, σαίς πρός Θεόν θερμαίς λιταίς, άρδην εξάλειψον.

 

Εχθρόν τόν παμπόνηρον, ήσχυνας Πάτερ στερρέ Αθανάσιε, Χριστιανουπόλεως, ποιμήν καί ιερουργέ, πατήσας ταίς σαίς αρεταίς τούτου τά ένεδρα.

 

Λαμπρώς σε εδόξασε, θαύμασι πλείστοις Τριάς η υπέρθεος, καί τήν θείαν Κάραν σου, πανέντιμον θησαυρόν, καί τών δεινών απαλλαγήν πάσι δεδώρηται.

 

Παντοίοις δεδόξασαι, καί εν τώ βίω Πάτερ, Αθανάσιε, θαυμαστοίς τέρασιν, αρά γάρ σή υποβαλών, βατράχους κοάζοντας αφώνους κατέστησας.

Θεοτοκίον

Μαρία πανάχραντε, ευλογημένη, φωτός οικητήριον, καί ναός τού Πνεύματος σύ γέγονας αληθώς, τόν γάρ Υιόν τόν τού Θεού Παρθένος εκύησας.

 

Τών Αποστόλων

 

Ωδή γ'

Ουκ έστιν Άγιος

Νεκρώσας τά μέλη σου αγωνίσμασι, τήν ζωήν κατηξίωσαι, τών ζώντων θεάσασθαι, επί γής σαρκοφόρον, Χριστόν τόν Θεόν ημών, Ανδρόνικε Απόστολε.

 

Πυρίπνοος γέγονας θείου Πνεύματος, καθαρά διανοία σου, τήν θέρμην Απόστολε, περιφέρων καί φλέγων, τής πλάνης τήν άκανθαν, Ανδρόνικε πανεύφημε.

 

Ρημάτων ο φθόγγος σου καί η δύναμις, τών θαυμάτων επέδραμε, τού κόσμου τά πέρατα, μαθητά τού Κυρίου, πιστούς εκδιδάσκουσα χάριν τήν σωτήριον

Θεοτοκίον

Ουκ έστιν άχραντος πλήν σου Δέσποινα, καί ουκ έστιν άμεμπτος πλήν σου πανάμωμε, τού Θεού γάρ τών όλων, χωρίον μόνη εχρημάτισας.

Ο Ειρμός

Oυκ έστιν, Άγιος ως ο Κύριος καί ουκ έστι δίκαιος ως ο Θεός ημών, όν υμνεί πάσα Κτίσις, ουκ έστι δίκαιος πλήν σου Κύριε.

 

Ωδή γ'

Στερεωθήτω η καρδία μου

Ω Αθανάσιε ισάγγελε, σύ απηρνήσω σούς γεννήτορας, καί εγκατέλιπες μνηστήν καί τού βίου τά θέλγητρα, καί τόν Κύριον ηγάπησας, τόν ημάς αγαπήσαντα.

 

Τόν γοητεύτριαν δεσμεύσαντα, καί νεκρά χειρί ευλογήσαντα, τήν επί φέρετρον τό σόν, γοερώς ολολύζουσαν, ανυμνούμέν σε προφρόνως, Ιερέ Αθανάσιε.

 

Ότε ευλόγεις τό σόν ποίμνιον, καί εξεφώνεις τό επίβλεψον, οι τήν καρδίαν καθαροί, άστρον φεγγοβολώτατον, πρό τού στόματός σου έβλεπον, ευλαβώς εξιστάμενοι.

Θεοτοκίον

Αγιωτέρα πάσης κτίσεως, σύ ώ Παρθένε αναδέδειξαι, καί καθαρώτατος ναός, καί πυρίμορφον όχημα, καί παλάτιον τού Λόγου, τού τόν κόσμον λυτρώσαντος.

 

Κάθισμα τών Αποστόλων Ήχος δ'

Ταχύ προκατάλαβε

Ο θείος Ανδρόνικος, φωτοειδής πεφυκώς, καρδίας εφώτισε, θεογνωσίας φωτί, Κυρίω προσέρχεσθαι, όθεν καί μετά τέλος, αναβλύζει ιάσεις, πίστει τοίς προσιούσι, τώ σεπτώ αυτού οίκω, καί πάσιν εξαιτείται πιστοίς τό μέγα έλεος.

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Αισχύνθητε εχθροί, τής Χριστού Εκκλησίας, καί πάντες υλισταί, τής αθέου μωρίας, οι θαύματα τεράστια, αναιδώς μή πιστεύοντες, καί νύν έλθετε, Aθανασίου τό σκήνος, ιδείν πώς αυτό, ευωδιάζει αρρήτως, καί δαίμονας τρέπεται.

 

Δόξα... Καί νύν... Τής Εορτής

 

Τών Αποστόλων

 

Ωδή δ'

Εξ όρους κατασκίου

Σέ ως συγγενή, ασπάζεται ο Παύλος, έναντι πιστών, τούς θείους σου επαίνους, ανακηρύττων Ανδρόνικε θεορρήμον, φωταγωγέ τών ευφημούντων σε.

 

Οίκος γεγονώς, Τριάδος παναγίας, οίκους καί βωμούς, κατέστρεψας τής πλάνης, καί εδομήσω Πανελύφημε εκκλησίας, εις σωτηρίαν τών ψυχών ημών.

 

Ίσχυσας Θεού, τό σθένος περιφέρων, τά τού δυνατού, αρπάσαι σκεύη μάκαρ, καί εκτελέσαι τού Πνεύματος τού Αγίου, κατοικητήριον Ανδρόνικε.

Θεοτοκίον

Σέ διά παντός, Παρθένε Θεοτόκε, πάντες οι πιστοί, συμφώνως ανυμνούμεν, ως ασφαλή καί υπέρμαχον προστασίαν, καί τών ψυχών ημών τήν λύτρωσιν.

 

Ωδή δ'

Εν πνεύματι προβλέπων

Νοσήματα διώκεις, καί πάθη χαλεπά, καί τά σπερματοφθόρα ζιζάνια σοβείς, Τών εν θερμή καρδία σέ επικαλουμένων, καί τήν αγίαν κάραν σου κατασπαζομένων, ώ θεοφόρε Αθανάσιε.

 

Χριστόν επιποθήσας τόν θείον Λυτρωτήν, εκ τών γηϊνων Πάτερ, ανύψωσας σαυτόν, Δι' εγκρατείας εκάθηρας τό σαρκίον, καί όντως ανεδείχθης τροφεύς τών πενομένων, Όθεν τήν μνήμην σου γεραίρομεν.

 

Ρηγνύεις σύ τό όρος ποινή τή τού δεσμού, ως παρρησίαν έχων πρός Κύριον πολλήν, Όθεν υμνούμεν Θεόντόν καλώς ειδότα, τούς λατρευτάς καί φίλους αυτού αντιδοξάζειν, καί θαυμαστούν απείροις θαύμασιν.

 

Ιάσεων πλημμύρα η σή λάρναξ σοφέ, καί νοσημάτων πέλει ταχύς φυγαδευτής, Διό ακέστορα έχει σε η Προδρόμου, μονή καί Γορτυνία καύχημα καί προστάτην, Ιερουργέ πανιερώτατε.

Θεοτοκίον

Ροώδη φύσιν κόσμου τώ τόκω σου Αγνή, επαναφέρεις αύθις εις ό ήν απ' αρχής, Διό Παρθένον πρό τόκου καί εν τώ τόκω, καί μετά τόκον πάντες ώ Κεχαριτωμένη, ομολογούμεν εμμελέστατα.

 

Τών Αποστόλων

 

Ωδή ε'

Ο εκ νυκτός αγνοίας

Ως συγγενή σε παύλου, καί πρό αυτού μαθητήν χρηματίσαντα, σύν αυτώ νύν τιμώμεν, πίστει συνελθόντες Ανδρόνικε.

 

Τούς φωταυγείς αστέρας, καί Ιερούς Αποστόλους τιμήσωμεν, Ιουνίαν ενθέως, καί τόν θεοφόρον Ανδρόνικον.

 

Ως επισήμους όντως, εν Αποστόλοις υμάς ο μακάριος, Παύλος ανακηρύττει, εν τή Εκκλησία μακάριοι.

Θεοτοκίον

Σέ παναγία Κόρη, τών Προφητών ο χορός προεχαραξεν, Ιεροίς εν συμβόλοις, έσεσθαι Κυρίου λοχεύτριαν.

 

Ωδή ε'

Τήν σήν ειρήνην

Στενήν καί τεθλιμμένην σύ βαδίσας οδόν, ρεύμασι δακρύων τήν σάρκα εμάρανας, εν τώ κρυπτώ ταύτα ποιούμενος. Όθεν ο Χριστός σέ τοίς θαύμασι δοξάζει.

 

Ταίς σαίς πρεσβείαις Ιεράρχα, φρούρει ημάς, ότι πλήν σου άλλον αρωγόν ου γινώσκομεν, εν Γορτυνία οι τιμώντές σε, ελατήρ γάρ πέλεις ποικίλων νοσημάτων.

 

Οργήν Θεού φρικώδη, τριγμώ δηλοίς σής σορού, καί τά αναρίθμητα στίφη τής ακρίδος απήλασας, καί κατεξήρανας τόν δάκτυλον, τού τολμήσαντός σου τή Κάρα προσεγγίσαι.

 

Υγράν αυχμώσαν σαίς ευχαίς ποιείς σύ τήν γήν, καί τήν απειθούσάν σοι κώμην ερημία παρέδωκας, τούς γάρ νεκρούς ούτοι κατέκαιον, εκ πολλής ανοίας καί δεισιδαιμονίας.

Θεοτοκίον

Τήν σήν βοήθειαν, Κόρη δίδου ημίν, άλλην γάρ εκτός σου Παρθένον ουκ έγνωμεν, μετά τόν τόκον, ώ Πανάσπιλε. Όθεν Σε τιμώμεν Αγνή ως Θεοτόκον.

 

Τών Αποστόλων

 

Ωδή ς'

Χιτώνά μοι παράσχου

Ο οίκός σου ιάσεων πηγάς, τοίς πόθω προστρέχουσι, πηγάζει Απόστολε, αποτλύνων ψυχικά αρρωστήματα.

 

Φθαρείσαν αθεϊα τήν πληθύν, εθνών ανεκαίνισας, νοστίμοις σου δόγμασι, τού αφθάρτου Ιησού φίλε γνήσιε.

 

Ως ήλιος επέδραμες τήν γήν, Ανδρόνικε πάνσοφε, τρισήλιον άκτιστον, καταγγέλλων τοίς πιστοίς φώς θεότητος.

Θεοτοκίον

Αι θείαι τού Δεσπότου επί σοί, πορείαι εγνώσθησαν, τού σάρκα πτωχεύσαντος, καί πλουτίσαντος πιστούς Απειρόγαμε.

Ο Ειρμός

Χιτώνά μοι παράσχου φωτεινόν, ο αναβαλλόμενος, φώς ώσπερ ιμάτιον, πολυέλεε Χριστέ ο Θεός ημών.

 

Ωδή ς'

Τόν προφήτην Ιωνάν

Θαυματόβρυτος πηγή, Αθανάσιε σοφέ, η σή Κάρα αληθώς, ανεδείχθη τοίς πιστοίς, καί καύχημα, τών Γορτυνίων βοώντων πρόφθασον.

 

Εχρισέ σε ο Θεός, μύρω θείω νοητώ, Αρχιποίμενα ημών, καί το σωμά σου λαμπρώς, εδόξασε, σύν ευωδία νύν σωζόμενον.

 

Ίνα σαίς ευχαίς καγώ, εύρω ίλεων Χριστόν, τόν Δεσπότην τού παντός, εν ημέρα τή φρικτή, εξύφανα, τά τής σής μνήμης εόρτια.

Θεοτοκίον

Ιλεών μοι τόν Υιόν, Σού απέργασαι Αγνή, τόν συνάναρχον Πατρί, καί τώ Πνεύματι όνπερ, κηρύττομεν, Θεόν αεί τε καί άνθρωπον.

 

Κοντάκιον Ήχος δ'

Ο υψωθείς εν τώ Σταυρώ

Ο δοξασθείς παρά Θεού θαυμασίως, δι' ευωδίας καί θαυμάτων ποικίλων, εν τοίς εσχάτοις χρόνοις, Αθανάσιε, φάνηθι ταχύτατος, καί θερμός αντιλήπτωρ, τών δεινών λυτρούμενος, τούς πιστώς σε τιμώντας, και τούς τά λείψανα κατέχοντας τά σά, πρός μετανοίας οδόν χειραγώγησον.

Ο Οίκος

Φώτισόν μου τήν φρένα, σθένωσόν μου τήν χείρα, ώ Πνεύμα ζωοποιόν καί αυτάγαθον, όπως υμνήσω αριπρεπώς τόν χθιζά τε καί πρώιζα εκ Κερκύρας ανατείλαντα φαεινόν φωστήρα τής Εκκλησίας καί λάτρην Χριστού Αθανάσιον, Καταφρονήσας γάρ τών γεηρών καί χαμαιζήλων, ως δυνατόν τό κατ' εικόνα ακηλίδωτον διετήρησεν, αγγελικώς τόν βίον διήνυσε, καί τώ διττώ τής αρχιερωσύνης τε καί ασκήσεως χαρίσματι λαμπρυνθείς, εν ουρανώ τήν ψυχήν ανεβίβασε, Τών δέ νομιζόντων μύθους είναι τήν αρετήν καί τά θαύματα δυσσεβών τά στόματα κατεφίμωσεν, Οθεν τής μυριπνόου εμπιπλάμενοι ευωδίας, καί τήν πανίερον αυτού μνήμην τελούντες βοώμεν, Ω θείε Πάτερ, πρός μετανοίας οδόν ημάς χειραγώγησον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΙΖ' τού αυτού μηνός, Μνήμη τών Αγίων Αποστόλων Ανδρονίκου καί Ιουνίας.

Στίχοι

          Έθνη διδάξας Ανδρόνικος μυρία,

          Πρός Χριστόν ήλθεν, ός καλεί πρός φώς έθνη.

          Ιουνία τέθνηκε μηνί Μαϊω,

          Ός πρώτός εστιν εισιών Ιουνίου,

          Εβδομάτηδεκάτη θάν' Ιουνίη Ανδρόνικός τε.

 

Τή αυτή ημέρα μνήμη, τού εν Αγίοις Πατρός ημών Αθανασίου τού νέου, Επισκόπου Χριστιανουπόλεως, τού θαυματουργού.

Στίχοι

          Πέφευγεν εχθρού τού βροτοκτόνου βέλη

          Ο ευλογητός καί μέγας Χριστού λάτρις.

Άλτο άημα φαεσφόρον νύν γε Αθανασίοιο.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Σολόχωνος, καί τών σύν αυτώ, Παμφαμήρ καί Παμφυλών.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τών Αποστόλων

 

Ωδή ζ'

Ο εν αρχή τήν γήν

Νόσους δεινάς καί πάσας μαλακίας, εκ τών ψυχών ομού καί τών σωμάτων, αποδιώκεις τών προστρεχόντων, εν τώ οίκω σου σοφέ Μαθητά τού Χριστού.

 

Δαιμονικάς εφόδους απελαύνων, πάθη δεινά καθαίρεις τών ανθρώπων, εν συμπαθεία Χριστού αυτόπτα, διά τούτό σε πιστώς μακαρίζομεν.

 

Ρητορικήν Σοφέ αδολεσχίαν, καταβαλων απλότητι δογμάτων, Θεόν κηρύττεις σαρκός εν είδει, ομιλήσαντα βροτοίς αγαθότητι.

Θεοτοκίον

Ο εν γαστρί τής Παρθένου οικήσας, καί εν αυτή τον Αδάμ αναπλάσας, ευλογητός εί εις τούς αιώνας Κύριε, ο Θεός ό τών Πατέρων ημών.

 

Ωδή ζ'

Τούς εν καμίνω παίδας

Ο χαμευνίαις καί δεήσεσι πυκναίς, καί τή εγκρατεία τόν ρούν τών παθών χειρωσάμενος, πνευματικήν ευωχίαν εν τή μνήμη αυτού σήμερον παρατίθεται, καί βοάν επείγει, Ευλογητός ο Θεός Αθανασίου.

 

Νικήσας νίκην κατά τού εχθρού, ήνπερ κατενίκησαν Προφήται καί Μάρτυρες, καί ο κλεινός τών Αποστόλων θίασος, Αγγέλους καί ανθρώπους εξέπληξας, Ημάς ούν σώζε αεί τού λαοφθόρου λοιμού.

 

Ιερατεύσας νεύσει θεϊκή, τού Ευαγγελίου διαπρύσιος κήρυξ Σύ γέγονας, καί τού Χριστού τοίς ίχνεσιν επόμενος, υπογραμμός αρετής αναδέδειξαι, καί ευλογείς τόν Θεόν εν ουρανοίς κατοικών.

 

Επί τήν θείαν ήρθης σκοπιάν, αρχιερωσύνης καθαρότητι νού Αθανάσιε, καί τόν σταυρόν σου επ' ώμων αράμενος, τώ κόσμω ενεκρώθης Ισάγγελε, καί απεδείχθης τρανώς τών πενομένων τροφεύς.

Θεοτοκίον

Νενεκρωμένον πάθεσι δεινοίς, καί τών ακαθάρτων λογισμών τοίς βελέμνοις βεβλημένον με έγειρον, ώ Θεού Λόγου υπέραγνον σκήνωμα, Μαρία Θεοτόκε Μητράνανδρε, η τέξασα, τόν Θεόν δίχα τροπής καί φυρμού.

 

Τών Αποστόλων

 

Ωδή η'

Τον εν όρει αγίω

Νεμομένην κακίας σηπεδόνα, τών ανθρώπων Ανδρόνικε καρδίας, άλατι θείω έστησας δογμάτων σου, καί τώ κενωθέντι, Λόγω σωζομένας, παρέστησας τρισμάκαρ.

 

Ιερεύς τε καί θύτης καί θυσία, τώ τυθέντι δι' οίκτον εγνωρίσθης, καί πρός αυτόν ανέδραμες Ανδρόνικε, στέφος αφθαρσίας, καί δικαιοσύνης, πρός τούτου δεδεγμένος.

 

Κήρυξ θείος Απόστολος θεόπτης, καθαιρέτης ξοάνων απωλείας, καί πλουτιστής απόρων ώφθης ένδοξε, καί Σιών τής άνω, μέγιστος οικήτωρ, Ανδρόνικε θεόφρον.

Θεοτοκίον

Ως λαβίδι χερσίν άνθρακα φέρεις, δρόσον θείον πηγάζοντα Παρθένε, τοίς τώ φλογμώ τής πλάνης κινδυνεύουσι, φλέγοντα δέ πάθη, τών υμνολογούντων, αυτού τήν βασιλείαν.

Ο Ειρμός

Τόν εν όρει αγίω δοξασθέντα, καί εν βάτω πυρί τό τής Αειπάρθενου, τώ Μωϋσή Μυστήριον γνωρίσαντα, Κύριονυμνείτε, καί δοξολογείτε, αυτόν εις τούς αιώνας.

 

Ωδή η'

Όν φρίττουσιν Άγγελοι

Ραθάμιγγες κόνεως εκ λάρνακος τής σής, εκβλύζουσιν Άγιε, καί πάντας τούς πιστούς λυτρούνται κινδύνων, τελούντας πιστώς, καί ανευφημούντας, τήν γεραράν σου μνήμην.

 

Ω ουράνιοι Άγγελοι καί πάσα η σεπτή, Ιεραρχών ομήγυρις, κροτούσι τούς σούς πανσέπτους αγώνας, καί έχουσι νύν σύσκηνόν σε Πάτερ, εις πάντας τους αιώνας.

 

Φαιδρύνεται σήμερον ενδόξως καί τερπνώς, η Γορτυνία άπασα, Σκιρτά δέ ευαγώς τιμία Προδρόμου καί οσία μονή, θησαυρόν ευρούσα, τά λείψανά σου Πάτερ.

 

Αγνείαν εξήσκησας, νηστείαν προσευχήν εκ βρέφους, ώ Άγιε πενήτων καί γυμνών τροφεύς καί προστάτης, διόρθωσις ακριβής, τών αμαρτανόντων σύ ανεδείχθης Πάτερ.

Θεοτοκίον

Ο τόκος σου έθλασε πανύμνητε Αγνή, τήν κεφαλήν τού δράκοντος, κρημνίσας γάρ δολερώς τήν Eύαν απάτη, συνέσυρεν άπαν τό γένος τών ανθρώπων, εις τήν παρανομίαν.

 

Τών Αποστόλων

 

Ωδή θ'

Τόν προδηλωθέντα

Ίνα τής εκείθεν ζωής οφθής κληρονόμος, τούς νενεκρωμένους τό πρίν, δαιμόνων επηρείαις, ανεζώωσας ζωηφόρω σου λόγω, αξιομακάριστε Ανδρόνικε.

 

Ως τής αληθούς γεγονώς αμπέλου παμμάκαρ, κλήμα ευφορώτατον, οίνον αθανασίας, εναπέσταξας, καί ανθρώπων καρδίας, εύφρανας πανεύφημε Ανδρόνικε.

 

Σέ τόν αστραπαίς φλέξαντα δογμάτων τήν ύλην, τής πολυθεϊας σαφώς, καί φώς θεογνωσίας, καταλάμψαντα τοίς εν σκότει τού βίου, πάντες μακαρίζομεν Απόστολε.

 

Ηιερωτάτη σου μνήμη εφαπλουμένη, εις τά πέρατα σήμερον, φωτίζει τάς καρδίας, τών εν ταύτη σε ιερώς ανυμνούντων, αξιομακάριστε Ανδρόνικε.

Θεοτοκίον

Φωτισμόν ημίν αίτησαι η τό φως τεκούσα, καί αμαρτιών άφεσιν, καί ψυχών σωτηρίαν, τοίς ειδόσι σε αληθή Θεοτόκον, άχραντε Παρθένε παναμώμητε.

Ο Ειρμός

Τόν προδηλωθέντα εν όρει τώ νομοθέτη, εν πυρί καί βάτω τόκον τόν τής Αειπαρθένου, εις ημών τών πιστών σωτηρίαν, ύμνοις ασιγήτοις μεγαλύνομεν.

 

Ωδή θ'

Τήν φωτοφόρον Νεφέλην

Νύν ουν Γορτύνιοι πάντες, δεύτε αθροίσθητε πόθω, καί περιπτύξασθε θερμώς, τήν πανσέβαστον Κάραν, καί εμφορήθητε οσμής ευώδους, καί θείας εκ τής λάρνακος, ανυμνούντες καί βοώντες, σώσον πάντας Ιεράρχα σαίς ευχαίς.

 

Τήν φωτοφόρον σου μνήμην, επιτελούμεν ενθέως, ωδαίς καί ύμνοις ιεροίς, Αθανάσιε Πάτερ, θαυματουργός γάρ αληθώς, ημίν οσημέραι αναδείκνυσαι, καί τήν θείαν σου Κάραν, εγκατέλιπες ημίν ως θησαυρόν.

 

Η νίκα μέλλει ο Κτίστης τά έθνη άπαντα κρίναι, τότε παράστηθι γοργώς, καί λιπάρησον Πάτερ, ίνα ο δύστηνος ρυσθώ, τής γξέννης εκείνης καί τού σκώληκος, καί τό πλήθοςπαρίδη, τών εμών πταισμάτων ο Κριτής.

 

Νικητικά μέν βραβεία, τής αρετής ήρω Πάτερ, ως γάρ ποιμήν αληθινός καί τυφλών ποδηγέτης, υπερετίθεις σήν ψυχήν, καί τοίς πάσι πάντα γέγονας ουράνιε, ίνα πάντας κερδήσης, καί προσάξης τό σόν ποίμνιον Χριστώ.

Θεοτοκίον

Σώσον ημάς Θεοτόκε, τούς επί σοί πεποιθότας, καί Θεοτόκον αληθώς, καί Παρθένον πρό τόκου, καί μετά τόκον αψευδώς, καί εν τόκω σέ ανακηρύττοντας, Προσκυνούμεν ούν Μήτερ, καί λατρεύομεν τόν τόκον σου Αγνή.

 

Εξαποστειλάριον

Τοίς μαθηταίς συνέλθωμεν

Αθανασίου σήμερον, τού σεπτού Ιεράρχου, καί Χριστιανουπόλεως, υπερκάλου ποιμένος, καί Γορτυνίων προστάτου, χαρμονικώς εκτελούντες, μνήμην τήν παναοίδιμον, απαντλούμεν αφθόνως, εκ τής σορού, δαψιλή χαρίσματα καί ιάσεις, καί πρός Θεόν κεκτήμεθα, ακαταίσχυντον πρέσβυν.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους έξ καί ψάλλομεν τά εφεξής Προσόμοια τέσσαρα.

 

Ήχος α'

Τών ουρανίων ταγμάτων

Τής καλλιγόνου τό θρέμμα, Κερκύρας μέλψωμεν, καί τόν τής Γορτυνίας, αρωγόν καί προστάτην, καί θείον Ιεράρχην θαυματουργόν, τής Χριστιανουπόλεως, Αυτώ βοήσωμεν πάντες ειλικρινώς, χαίροις Πάτερ αγιώτατε.

 

Δεύτε πιστοί συνελθόντες, περικυκλώσωμεν, τήν θήκην τών λειψάνων, ίνα εμφορηθώμεν, ευώδους καί απλέτου θείας οσμής, καί τερπνώς εκβοήσωμεν, τούς εκ κινδύνων καί θλίψεων πολλαπλών, τρυχομένους Πάτερ πρόφθασον.

 

Ούτε λαμπρότης χρυσίου, ούτε γονέων στοργή, κατίσχυσαν σαλεύσαι, τόν στερέμνιον Πάτερ, πύργον τής ψυχής σου, αλλ' ατρεκώς τώ Χριστώ ηκολούθησας, καί εκμαγείον τού σκεύους τής εκλογής, ανεδείχθης ιερώτατε.

 

Τέρπου, αγάλλου καί σκίρτα, μονή Προδρόμου λαμπρώς, κατέχουσα εν κόλποις, χρήμα μέγα καί θείον, Χριστού τόν Ιεράρχην τόν θαυμαστόν, καί σεπτόν Αθανάσιον, τών Γορτυνίων προπύργιον αρραγές, καί φρουρόν ακαταμάχητον.

Δόξα... Ήχος πλ. α'

Ως σμυρναλόης φιάλη, καί πολυτίμητος νάρδος, προτέθειται νύν η πάντιμος Κάρα σου Αθανάσιε, τοίς μετά πόθου προσιούσι, ρείθρα ιάσεων πελαγίζουσα, Τό γάρ τρισάκτινον φώς, τής υπερφώτου Τριάδος λατρεύσασα, φαιδράς καί αιγληέσσας αστράπτει τάς μαρμαρυγάς, Όθεν καί ημείς σήμερον, μεταρσιούμενοι τώ πνεύματι, εν κατανύξει καρδίας βοήμεν, Άναψον ημίν τό πύρ Χριστέ τής σής αγάπης, ταίς λιταίς τού θεράποντός Σου, καί ταίς ψυχαίς ημών ρίζωσον τόν φόβον τών εντολών Σου, Ενίσχυσον δέ, όπως κατ' έτος τελώμεν, τήν παναγίαν τού Ιεράρχου σου κοίμησιν.

 

Καί νύν... τής Εορτής

 

Δοξολογία Μεγάλη

 

Εις τήν Λειτουργίαν τά Τυπικά εκ τού κανόνος τού Αγίου ωδή γ' καί ς' εί δόξει τώ προεστώτι, Απόστολον καί Ευαγγέλιον ζήτει είς Ιεράρχην ΙΓ' Νοεμβρίου.

 

Κοινωνικόν

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος. Αλληλούια.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

 

Ψαλλόμενα εις τήν υποδοχήν τής Τιμίας Κάρας, εις Παράκλησιν καί εις τούς Αγιασμούς.

 

Χριστιανουπόλεως τόν καλόν, καί σεπτόν ποιμένα, Αθανάσιον τόν κλεινόν, Τιμήσωμεν πάντες, ως μέγαν Θεού φίλον, καί Γορτυνίων σθένος ακαταμάχητον.

 

Τόν εν Ιεράρχαις θαυματουργόν, καί τόν εν κινδύνοις, απροσμάχητον βοηθόν, τόν θείον ποιμένα, καί λειτουργόν Κυρίου, Αθανάσιον τόν νέον πάντες τιμήσωμεν.

 

Έχοντες τήν Κάραν σου τήν σεπτήν, Αθανάσιε Πάτερ, ως προπύργιον οχυρόν, προσφεύγομεν ταύτη, εν πάσι τοίς κινδύνοις, καί λοιμικής τής νόσου απολυτρούμεθα.