ΤΗ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τής Αγίας Μάρτυρος Πελαγίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια τής Εορτής γ' καί τής Αγίας γ'.

 

Στιχηρά τής Αγίας

 

Ήχος δ'

Έδωκας σημείωσιν

Βάπτισμα τό πάνσεπτον, καί Ιερόν καί σωτήριον, Πελαγία ποθήσασα, σπουδή επεζήτησας, καί ευρούσα Μάρτυς, τόν μυσταγωγούντα, μετ' ευφροσύνης καί χαράς, τώ ποθουμένω θάττον προσέδραμες, καί ξένων κατηξίωσαι, θεωριών αξιάγαστε, ως νεάνις Οπίσω δέ, τού νυμφίου σου έδραμες.

 

Κόσμον τόν επίγειον, καταλιπούσα ώς πρόσκαιρον, καίφθαρτόν καί ευμάραντον, τήν θείαν ευπρέπειαν, ως αεί εστώσαν, καί ώς κεκτημένην, διηνεκή τήν χαρμονήν, καί θυμηδίαν καί καθαρότητα, συντόνως κατεδίωξας, καί παρθενία προσείληφας, τών Μαρτύρων τήν εύκλειαν, δι' αμφοίν αναλάμψασα.

 

Άπειρον καί άφραστον, τών σών θαυμάτων τό πέλαγος, Πελαγία πανεύφημε, Χριστόν γάρ ποθήσασα, καθαρά καρδία, καί τελειοτάτη, τών αικισμών καί τού πυρός, καί τών βασάνων καταπεφρόνηκας διό σε καρτερόψυχε, θαλαμηπόλον ουράνιον, ο νυμφίος ειργάσατο, ο Σωτήρ τών ψυχών ημών.

 

Δόξα... Καί νύν... Τής Εορτής

 

Εις τόν Στίχ. Στιχηρά τής Εορτής.

 

Απολυτίκιον Ήχος δ

Κατεπλάγη Ιωσήφ

Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή, Σέ Νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω σύν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί, αλλ ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Οι Κανόνες τής Εορτής, καί τής Αγίας.

 

Ο Κανών τής Αγίας, ού η Ακροστιχίς.

Πελαγία τόν αίνον εικότως πλέκω.

Ποίημα Θεοφάνους.

 

Ωδή α' Ήχος δ'

Θαλάσσης τό ερυθραίον

Πελάγει, τών σών θαυμάτων πλέοντι, αύραν τού Πνεύματος, νύν μοι παράσχου Μάρτυς τού Χριστού, Πελαγία πανεύφημε, καί πρός λιμένα εύδιον, τών σών επαίνων καθοδήγησον.

 

Εκ βρέφους, προγνωστικώς τώ Κτίστη σου, ανατεθείσα σεμνή, τήν τών φθαρτών απέρριψας στοργήν, Πελαγία πανένδοξε, αρρενωπώς τά πάθη δέ, θεία δυνάμει κατεπάτησας.

 

Λουτρόν μέν, επιθυμούσα δέξασθαι, τό τού Βαπτίσματος, Ιερουργόν ευρούσα δέ Χριστού, Πελαγία προσέδραμες, καί μετασχούσα γέγονας, φωτός ενθέου Μάρτυς έμπλεως.

Θεοτοκίον

Αγίων, αγιωτέρα πέφηνας, Παρθένε άχραντε, τόν τών Αγίων Άγιον Χριστόν, εν αγκάλαις βαστάσασα τόν θεϊκαίς δυνάμεσι, πάσαν τήν κτίσιν περιέχοντα.

 

Ωδή γ'

Ευφραί νεται επί σοί

Γή ώσπερ τις αγαθή, προσηκαμένη λογικά σπέρματα, Μάρτυς Χριστού πάνσοφε, ταύτα δαψιλώς εγεώργησας.

 

Ιθύνθης ως εκλεκτή, πρός τόν Δεσπότην καί Θεόν σπεύδουσα, Μάρτυς Χριστού ένδοξε, θείοις ρωννυμένη διδάγμασι

Θεοτοκίον

Ανέστησας ώ σεμνή, τήν πεπτωκυίάν μου μορφήν τέξασα, τόν προφανως αίτιον, τής υπερφυούς αναστάσεως.

Ο Ειρμός

Ευφραίνεται επί σοί, η Εκκλησία σου Χριστέ κράζουσα, Σύ μου ισχύς Κύριε, καί καταφυγή, καί στερέωμα.

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Τώ πόθω τού Χριστού, τήν ψυχήν πυρουμένη, υπήλθες ανδρικώς, τώ σφοδρώς εκκαέντι, θεόφρον χαλκουργήματι, Πελαγία καί γέγονας, τώ Δεσπότη σου, ευωδεστάτη θυσία, όθεν σήμερον, τήν παναγίαν σου μνήμην, φαιδρώς εορτάζομεν.

 

Καί τής Εορτής

 

Ωδή δ'

Επαρθέντα σε ιδούσα

Τήν τού Δεσπότου πορφύραν ενδεδυμένη, διά λουτρού πανένδοξε παλιγγενεσίας, πάσαν τήν τού βίου τερπνήν, πορφύραν εκδέδυσαι, Μάρτυς Πελαγία πανέντιμε.

 

Ο πόθος τών ουρανίων ωραιοτήτων, τούς επί γής ημαύρωσε, πόθους, Αθληφόρε, επτερώθης Χριστώ, βοώσα καί λέγουσα, Δόξα τή δυνάμει σου Κύριε.

 

Νενοθευμένην θρησκείαν καταλιπούσα, τή τού Χριστού προσέδραμες, σοφώς Πελαγία, Μάρτυς παναοίδιμε, ειδώλων πατήσασα, πάσαν τήν απάτην θεόληπτε.

Θεοτοκίον

Απειρογάμως εκύησας ώ Παρθένε, καί μετά τόκον ώφθης, παρθενεύουσα πάλιν, όθεν ασιγήτοις φωναίς, τό Χαίρέ σοι Δέσποινα, πίστει αδιστάκτω κραυγάζομεν.

 

Ωδή ε'

Σύ Κύριέ μου φώς

Ισχυσας τού εχθρού, καταλύσαι τό φρύαγμα, πανεύφημε Πελαγία, τώ Σταυρώ τού Δεσπότου, σωθείσα καί τή χάριτι.

 

Νύν χαίρεις αληθώς, συναφθείσα νυμφίω σου, υπέρλαμπρε μαρτυρίου, καί τής σής παρθενίας, τάς λαμπάδας κατέχουσα.

Θεοτοκίον

Ο Κύριος εν σοί, Θεομήτορ εσκήνωσε, τόν άνθρωπον αναπλάττων, τόν φθορά πεπτωκότα, απάτη τή τού όφεως.

 

Ωδή ς'

Θύσω σοι, μετά φωνής

Νομίμως, τώ Χριστώ νυμφευθείσα διήνυσας, τού μαρτυρίου τόν δρόμον, επικαλουμένη τόν σόν νυμφίον, καί λιμένι, γαληνοτάτω τούτου προσώρμισας.

 

Επλάκη, σή κορυφή ωραιότατος στέφανος, δικαιοσύνης θεόφρον, Πελαγία, Μάρτυς στεφανηφόρε τήν γάρ πίστιν, μέχρι τέλους ετήρησας άτρωτον.

Θεοτοκίον

Ιόν μέν, πρίν ακοαίς τής Εύας εξέχεεν, ο σκολιώτατος όφις, σύ δέ μόνη τούτον εξετινάξω, Θεομήτορ, τόν αναιρέτην τούτου κυήσασα.

Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Κοντάκιον τής Εορτής

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Δ' τού αυτού μηνός, Μνήμη τής Αγίας Μάρτυρος Πελαγίας.

Στίχοι

          Βοός τό χαλκούργημα πύρ φανέν φλέγον,

          Βληθείσαν ένδον τήν Πελαγίαν φλέγει.

          Αμφί τετάρτη Πελαγίη καύθη βοϊ χαλκώ.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Ιλαρίου τού θαυματουργού.

Στίχοι

          Έγνων τόν Ιλάριον Ιλαρόν φύσει,

          Ός θαυματουργεί εν τάφω τεθειμένος.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ

Εν τή καμίνω, Αβραμιαίοι

Καμίνου δίκην, τό κεκαυμένον Μάρτυς όργανον, θείω πυρσουμένη έρωτι τού Χριστού, υπομένουσα εκραύγαζες, Ευλογημένος εί, εν τώ ναώ τής δόξης σου Κύριε.

 

Ο περιβάλλων, τόν ουρανόν εν νεφέλαις ένδοξε, Μάρτυς γυμνωθείσαν θεία περιβολή, κατεφαίδρυνέ σε ψάλλουσαν, Ευλογημένος εί, εν τώ ναώ τής δόξης σου Κύριε.

Θεοτοκίον

Τό τού Υψίστου, ηγιασμένον θείον σκήνωμα, χαίρε, διά σού γάρ δέδοται η χαρά, Θεοτόκε τοίς κραυγάζουσιν, Ευλογημένη σύ, εν γυναιξί πανάμωμε Δέσποινα.

 

Ωδή η'

Χείρας εκπετάσας Δανιήλ

Ως Μάρτυς, ως λίαν αψευδής, Χριστού Πανεύφημε, τήν τούτου δύναμιν, εθεολόγησας άπαντας, θεοφρόνως εκδιδάσκουσα, καί πρός ευσέβειαν λαούς είλκυσας ψάλλσντας, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Σαφώς μνηστευθείσα τώ Χριστώ τήν τού τυράννου ορμήν, πάσαν κατέσβεσας, σοφίας πέλαγος βρύουσα, Πελαγία πανσεβάσμιε, καί διαδήμασι τρισί Μάρτυς κεκόσμησαι, Ευλογείτε, πάντα τά έργα βοώσα τόν κύριον,

Θεοτοκίον

Πατρός εξ ανάρχου τόν Υιόν, καί Πνεύμα Άγιον, ομολογούμεν πιστοί, εκ σού Πανάμωμε λέγοντες σεσαρκώσθαι τόν συνάναρχον, μονογενή Λόγον Πατρί καί θείω Πνεύματι, καί βοώμεν, Πάντα τά έργα υμνείτε τόν Κύριον.

Ο Ειρμος

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί, Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ωδή θ'

Λίθος αχειρότμητος

Λόγος εξειπείν ουκ ισχύει, τούς σους επαίνους Πελαγία, πέλαγος θαυμάτων γάρ βρύεις, τού σού νυμφίου ρώμη καί χάριτ, όνπερ καί νύν δυσώπησον, πάντας σωθήναι τούς υμνούντάς σε.

 

Έστης τής εφέσεως νύμφη, στεφανηφόρε Πελαγία, τώ τών ορεκτών ακροτάτω, αξιωθείσα Μάρτυς παρίστασθαι, καί τήν τρυφήν απείληφας, τής αιωνίου απολαύσεως.

 

Κόσμω τήν ειρήνην βραβεύειν, τόν σόν νυμφίον εκδυσώπει, Μάρτυς Πελαγία θεόφρον, τήν Εκκλησίαν διαφυλάττουσα, εκ πειρασμών καί χάριτι, τούς σέ υμνούντας Καταυγάζουσα.

Θεοτοκίον

Ωράθης Παρθένος καί Μήτηρ, υπερφυώς Θεογεννήτορ, Λόγον συλλαβούσα τού Θεού, καί σαρκωθέντα τούτον γεννήσασα, δι' ούπερ νύν σωζόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός συνάψας τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Εξαποστειλάριον τής Εορτής

 

Εις τόν Στίχον, Στιχηρά τής Εορτής. Καί η λοιπή Ακολουθία, ώς σύνηθες, καί Απόλυσις.