ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Οσίου Πατρός ημών Σαμψών τού Ξενοδόχου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος α'

Πανεύφημοι μάρτυρες

Πάτερ πανεύφημε σαρκός, τάς ορμάς ασκήσεως, καταμαράνας πυρσεύμασιν, έρημον ώκησας, ως Ηλίας πάλαι, τόν νούν καθαιρόμενος, απαύστοις πρός τό θείον συννεύσεσι, καί νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ θεόσοφε Σαμψών, ασκηταίς ηρίθμησαι, τή απαθεία κοσμούμενος, καί κατεσκήνωσας, εν μοναίς οσίαις, ένθα φώς τό άδυτον, τό ξύλον τής ζωής όπου πέφυκε, καί νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ θεόπνευστε Σαμψών, φωστήρ εχρημάτισας, φωταγωγών τήν υφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, απευλαύνων ζόφωσιν, δαιμόνων εκμειών αμαυρότητα, καί νύν ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

Δόξα... Καί νύν... Θεοτοκίον

Μαρία τό άμωμον καί νούν, πάντα υπερκείμενον, τή καθαρότητι όχημα, περικρατούμενον, πολλαίς αμαρτίαις, καί στενοχωρούμενον, πρός πλάτος μετανοίας με ίθυνον, πανσθενεστάτη σου, προστασία, καί γάρ δύνασαι, οία Μήτηρ, τού πάντα ισχύοντος.

Η Σταυροθεοτοκίον

Τόν ίδιον άρνα η αμνάς, καί άμωμος Δέσποινα, εν τώ Σταυρώ, ως εώρακεν, είδος ουκ έχοντα, ουδέ κάλλος, Οίμοι! θρηνωδούσα έλεγε, τό κάλλος πού σου έδυ γλυκύτατε; πού η ευπρέπεια; πού η χάρις η αστράπτουσα, τής μορφής σου, Υιέ μου παμφίλτατε;

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία, καί οι Κανόνες τής Οκτωήχου, καί τού Αγίου ο παρών, ού η Ακροστιχίς.

 

Υμνώ σε Σαμψών πίστεως θείοις λόγοις, Ιωσήφ.

 

Ωδήα' Ήχος πλ. β'

Δεύτε λαοί

Ύμνοις τήν σήν, φαεινοτάτην πανήγυριν, ανευφημείν ορμήσαντι, φώς μοι κατάπεμψον, παρεστώς στεφηφόρος, τώ θρόνω τού Δεσπότου Μακαριώτατε.

 

Μόνα ποθών, τά πρός ζωήν οδηγούντά σε, κόσμου τερπνά παρέδραμες, καί υπερκόσμιον, κληρουχίαν εκτήσω, διό σε συνελθόντες Σαμψών γεραίρομεν.

 

Νόμω Θεού, υποκλιθείς, Αξιάγαστε, πρός αρετής ακρώρειαν, χαίρων ανέδραμες, ελεήμων εν πάσι, γενόμενος, διό σε νύν μακαρίζομεν.

 

Ώφθης πτωχών, συμπαθεστάτη βοήθεια, καί ασθενoύντων Όσιε, ιατρός άριστος, καί καταπονουμένων αντίληψις, διό σε Θεός εδόξασε.

Θεοτοκίον

Σέ τού Θεού, τήν υπέρ λόγον λοχεύτριαν, ως κραταιάν αντίληψιν, πάντων Πανάμωμε, τών καταπονουμένων, δοξάζομεν απαύστως καί μακαρίζομεν.

 

Ωδή γ'

Στερέωσον ημάς

Ελέω τού Θεού τό θείον έλεος, εκτήσω καί τής φωνής επακούσαι, ηξιώθης τής καλούσης σε, πρός τόν θείον νυμφώνα Αξιάγαστε.

 

Σαμψών τόν Ιερόν ανευφημήσωμεν, Θεού γάρ μιμούμενος ευσπλαγχνίαν, συμπαθής νοσούσι γέγονε, γυμνουμένων τε πάντων περιβόλαιον.

 

Αγίως καί σεπτώς τόν θείον βίον σου, ανύσας Αγίοις συνηριθμήθης, καί μονάς οσίων έφθασας, φωτισμού απορρήτου αξιούμενος.

 

Μακάριος εί σύ, καί εύ σοι γέγονε, τούς θείους τηρήσαντι Πάτερ νόμους, τού Κυρίου καί Θεού ημών, όν ικέτευε σώζεσθαι τήν ποίμνην σου.

Θεοτοκίον

Ψυχής μου καί νοός Αγνή απέλασον, τό σκότος καί δίδου ως εν ημέρα, ευσχημόνως πολιτεύεσθαι, τά σωτήρια πράττοντα προστάγματα.

Ο Ειρμός

Στερέωσον ημάς εν σοί Κύριε, ο ξύλω νεκρώσας τήν αμαρτίαν, καί τόν φόβον σου εμφύτευσον, εις τάς καρδίας ημών τών υμνούντων σε.

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Κτησάμενος ψυχήν, ελεήμονα Πάτερ, επήρκεσας πτωχοίς, δαψιλεί χορηγία, καί νύν μεταβέβηκας, πρός τά άνω βασίλεια, τών καμάτων σου, τάς αντιδόσεις λαμβάνων, διά τούτό σε εν ευφροσύνη καρδίας, Σαμψών μακαρίζομεν.

Θεοτοκίον

Η μόνη τών πιστών, κραταιά προστασία, όν έτεκες Θεόν, υπέρ νούν τε καί λόγον, απαύστως ικέτευε, τάς ψυχάς ημών ρύσασθαι, πάσης θλίψεως, καί συμφορών καί κινδύνων, Μητροπάρθενε, αμαρτωλών προστασία, τού κόσμου βοήθεια.

Η Σταυροθεοτοκίον

Η άσπιλος αμνάς, τόν αμνόν καί ποιμένα, κρεμάμενον νεκρόν, επί ξύλου ορώσα, θρηνούσα εφθέγγετο, μητρικώς ολολύζουσα, πώς ενέγκω σου, τήν υπέρ λόγον Υιέ μου, συγκατάβασιν, καί τά εκούσια πάθη, Θεέ υπεράγαθε;

 

Ωδή δ'

Εισακήκοα Κύριε

Ως αστήρ φαεινότατος, πάντων ημών, φωτίζεις τάς καρδίας, τών αξιοχρέως μακαριζόντων σε.

 

Νυσταγμόν εκ βλεφάρων σου, αποβαλών, ηγρύπνησας καί πάσας, ηδονάς εκοίμισας τάς τού σώματος.

 

Πενομένοις επήρκεσας, διά Χριστόν καί εϊληφας τήν άνω, κληρουχίαν Όσιε αγαλλόμενος.

 

Ιερώς πεπολίτευσαι, επί τής γής, παμμάκαρ θεοφόρε, καί τών αιωνίων τερπνών επέτυχες.

Θεοτοκίον

Σέ πανάμωμε Δέσποινα, τό φωτεινόν, παλάτιον τού Λόγου, ανυμνολογούμεν καί μακαρίζομεν.

 

Ωδη ε'

Ο τού φωτός χορηγός

Τό καθαρώτατον φώς, αναπαυσάμενον εν σοί, Όσιε, φωτοειδή, ετέλεσε Πάτερ, φωτίζοντα πιστούς, ταίς τών αρετών σου, φαιδραίς επιλάμψεσιν.

 

Εν συμπαθεία πολλή, τοίς πενομένοις πλουτισμός γέγονας, καί ιατρός τοίς εν ασθενείαις, εγείρας προφανώς, τούτοις ιατρείον, καθαίρον νοσήματα.

 

Ώφθης ναός καθαρός, τού παναγίου καί σεπτού Πνεύματος, τής τών παθών ιλύος, καθάρας σεαυτόν ως αληθώς, Πάτερ θεοφόρε, διό ευφημούμέν σε.

Θεοτοκίον

Σέ Παναγία Αγνή, τήν καλλονήν τού Ιακωβ πίστεως, θείαις φωναίς, ανυμνολογούμεν, κυήσασαν ημίν, Θεόν σαρκοφόρον, όν τρέμει τά σύμπαντα.

 

Ωδή ς'

Εν αβύσσω πταισμάτων

Θησαυρούς ουρανίους επλούτησας, στέργων τήν συμπάθειαν, Σαμψών αοίδιμε, καί υπανοίγων πένησι, σού τά σπλάγχνα τελείω φρονήματι.

 

Εδομήσω εις δόξαν Θεού ημών, οίκον Ιερώτατον, εν ώ προστρέχοντες, πολυειδών καθαίρονται, νοσημάτων πιστοί Παμμακάριστε.

 

Ιερώς σου τόν βίον διήνυσας, καί μετά Οσίων οσίως εσκήνωσας, υπέρ ημών δεόμενος, τών πιστώς σε τιμώντων θεόπνευστε.

Θεοτοκίον

Ουρανός υψηλός εχρημάτισας, τού παμβασιλέως Θεού Παναμώμητε, καί καθαρόν παλάτιον, καί παστάς φωτεινή θεία χάριτι.

Ο Ειρμός

Εν αβύσσω πταισμάτων κυκλούμενος, τήν ανεξιχνίαστον τής ευσπλαγχνίας σου, επικαλούμαι άβυσσον, Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Κοντάκιον Ήχος δ'

Ως ιατρόν πανάριστον, καί λειτουργόν ευπρόσδεκτον, οι τή σορώ σου τή θεία προστρέχοντες, Σαμψών θεόφρον Όσιε, συνελθόντες σε ύμνοις, καί ψαλμοίς ανυμνούμεν, Χριστόν δοξάζοντες, τόν τοιαύτην σοι χάριν παρέχοντα τών ιάσεων.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΖ' τού αυτού μηνός, Μνήμη τού Οσίου Πατρός ημών Σαμψών τού Ξενοδόχου.

Στίχοι

          Εξήγεν ο πρίν εκ γνάθου Σαμψών πόμα.

          Ο νύν δέ Σαμψών μύρον εκ τάφου βρύει.

          Εικάδι εβδομάτη Σαμψών θάνε, βλύσέ τε μύρα.

 

Τή αυτή ημέρα, Mνήμη τού Αγίου Μάρτυρος Ανέκτου.

Στίχοι

          Ουκ ήν ανεκτόν τώ Ανέκτω μή στέργειν

          Τόν διά Χριστόν θάνατον μέχρι τέλους.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ'

Εικόνος χρυσής

Ισχύν τόν Χριστόν, κραταιάν εν πειρασμοίς έχων παμμάκαρ, βίου διέβης τό κλυδώνιον, ακαταπόντιστος Όσιε, καί πρός γαληνότατον όρμον, προσωρμίσθης γηθόμενος, Ευλογητός εί εκβοών, ο τών Πατέρων Θεός.

 

Σοφία πολλή, καί στοργή πνευματική Πάτερ κινούμενος, οίκον εδείμω μάκαρ μέγιστον, εν ώ προσφευγοντες Όσιε, ίασιν κομίζονται πάντες, οι βοώντες καί λέγοντες, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Λαμπτήρ φαεινός, αρετών θείω φωτί λελαμπρυσμένος, Σαμψών ωράθης καί κατηύγασας, τής οικουμένης τά πέρατα, όθεν συνελθόντες σε πίστει, μακαρίζοντες ψάλλομεν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ήμών.

Θεοτοκίον

Ο πόκος ποτέ, προεδήλου τήν αγνήν Σεμνή γαστέρα σου, εισδεξαμένην τήν ουράνιον, δρόσον τήν πάντας δροσίζουσαν, τούς κεκρατημένους τή δίψη, τής αμαρτίας κραυγάζοντας, Ευλογημένη η Θεόν, σαρκί κυήσασα.

 

Ωδή η'

Τόν εν καμίνω τού πυρός

Γλώσσαν κινών χαρμονικώς, εις Θεού Πάτερ Σαμψών ύμνους, τά πάθη τής σαρκός εγκρατεία, κατεδουλώσω ψυχή, καί δούλος Χριστού γνησιώτατος, ώφθης καί τής άνω, πόλεως κληρονόμος.

 

Ο καθαρώτατός σου νούς, φρυκτωρίαις θεϊκαίς ηγλαϊσμένος, φωτεινότατος ώφθη, καί δεκτικός καθαρών Παμμάκαρ θείων επιλάμψεων, όθεν σε τιμώμεν, εν ύμνοις θεοφόρε.

 

Ιερωτάτην εσχηκώς, τήν ζωήν πανευκλεώς Σαμψων παμμάκαρ, προφανώς εδοξάσθης, πρός τόν Θεόν μετελθών, Ιδού γάρ μένει τό μνημόσυνον, τό σόν εις αιώνας, καί η δικαιοσύνη.

Θεοτοκίον

Στήσον παθών μου τό δεινόν, νύν κλυδώνιον αγνή ευλογημένη, καί πολέμησον πάντας, τούς αφειδώς τή εμή, πτωχεία Κόρη επεμβαίνοντας, δυσμενείς ασάρκους, όπως πιστώς υμνώ σε.

Ο Ειρμός

Τόν εν καμίνω τού πυρός, τών Εβραίων τοίς Παισί συγκαταβάντα, καί τήν φλόγα εις δρόσον, μεταβαλόντα Θεόν, υμνείτε τά έργα ως Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Ωδή θ'

Τόν εκ Θεού Θεόν Λόγον

Ιδού η μνήιμη σου Πάτερ, ώσπερ ήλιος πάσιν, ανέτειλε φωτίζουσα φαιδρώς, τούς εν αυτή σέ δοξάζοντας, ως θεράποντα θείον, Χριστού καί κληρονόμον τής αυτού, βασιλείας καί πάντων, Οσίων συναρίθμιον.

 

Ως φωταυγής σου ο βίος, ως μεγίστη η δόξα, ως όλβιος ο τάφος σου Σοφέ, ένθα τό τίμιον σώμά σου, κατακείμενον ρώσιν, πηγάζει τοίς προστρέχουσι πιστώς, καί τήν σήν εξαιτούσι, βοήθειαν εκάστοτε.

 

Σού τό περίδοξον Πάτερ, ιατρείον ο πόνοις, εκτήσω επισκέπτεσθαι αεί, μή διαλίπης δεόμεθα, εν πολλή συμπαθεία, απαύστως προϊστάμενος ημών, καί κουφίζων οδύνας καί πόνους τών ψυχών ημών.

 

Ηλιακάς απαστράπτων, τοίς τιμώσί σε Πάτερ, ακτίνας φωταγώγησον ημών, τά τής ψυχής αισθητήρια, καί λαμπρότητος θείας, μετόχους καταξίωσον ημάς, ταίς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωπούμέν σε.

Θεοτοκίον

Φαεινοτάταις λαμπάσι, τού εκ σού σαρκωθέντος, Παρθένε Παναγία υπέρ νούν, οι Θεοτόκον ειδότες σε, φωτιζόμεθα πίστει, καί σκότους εκλυτρούμεθα παθών, καί κινδύνων παντοίων, καί βίου περιστάσεων.

Ο Ειρμός

Τόν εκ Θεού Θεόν Λόγον, τόν αρρήτω σοφία, ήκοντα καινουργήσαι τόν Αδάμ, βρώσει φθορά πεπτωκότα δεινώς, εξ Αγίας Παρθένου, αφράστως σαρκωθέντα δι' ημάς, οι πιστοί ομοφρόνως, εν ύμνοις μεγαλύνωμεν.

 

Εξαποστειλάριον

Ο ουρανόν τοίς άστροις

Εσκόρπισας τόν πλούτον, τοίς πένησι θεαρέστως, καί ολικώς ανετέθης, ώ Σαμψών τώ Κυρίω, όν εκδυσώπει απαύστως, παθών ημάς εκλυτρούσθαι.

Θεοτοκίον

Τή κραταιά σου σκέπη, από εχθρών επιβουλής, ημάς Αγνή τούς σούς δούλους, φύλαττε πάντας αβλαβείς, σέ γάρ κεκτήμεθα μόνην, καταφυγήν εν ανάγκαις.

 

Καί η λοιπή τού Όρθρου Ακολουθία καί Απόλυσις.