ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Ιερομάρτυρος Ευσεβίου, Επισκόπου Σαμοσάτων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος πλ. δ'

Τί υμάς καλέσωμεν

Τί σε ονομάσωμεν ένδοξε; Ιεράρχην αληθή, καί Ιερόν δογματιστήν, ορθοδόξων στηριγμόν, καί Εκκλησίας οφθαλμόν, φωστήρα, νοητόν φώς απαστράπτοντα, Μαρτύρων, ευκληρία διαπρέποντα, τής αληθείας υπέρμαχον, μέγαν τού ψεύδους κατήγορον, ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

 

Τί σε Ιεράρχα προσφθέγξωμαι; ποταμόν τής νοητής, εκπορευόμενον Εδέμ, καταρδεύοντα τήν γήν, επιρροαίς πνευματικαίς, κρατήρα, θείου νάματος πληρούμενον, Αρείου, τούς ομόφρονας βυθίζοντα, στύλον πυρός προηγούμενον, νέου λαού θεία χάριτι, ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

 

Τί σε ονομάσω Ευσέβιε; εύσεβειας ποριστήν, καί ασεβείας μειωτήν, αθλοφόρων καλλονήν, καί Ιερέων χαρμονήν, δρεπάνην, τά ζιζάνια εκτέμνουσαν, τόν σίτον, τόν ουράνιον συνάγουσαν, πηγήν θαυμάτων αέναον, νόσων εξαίρουσαν καύσωνα, ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

Δόξα... Καί νύν... Θεοτοκίον

Τίνι ωμοιώθης ταλαίπωρε, πρός μετάνοιαν ουδόλως, ανανεύουσα ψυχή, καί τό πύρ μή δειλιώσα, τών κακών επιμονή; Ανάστα, καί τήν μόνην πρός αντίληψιν, ταχείαν, επικάλεσαι καί βοήθησον, Τόν σόν Υιόν καί Θεόν ημών, μή διαλίπης πρεσβεύουσα, ρυσθήναί με, τών παγίδων τού αλάστορος.

Η Σταυροθεοτοκίον

Άρνα η αμνάς ως εώρακεν, επί ξύλου ηπλωμένον, εκουσίως σταυρικού, ανεβόα μητρικώς, οδυρομένη εν κλαυθμώ, Υιέ μου, τί τό ξένον τούτο θέαμα, ο πάσι, τήν ζωήν νέμων ως Κύριος, πώς θανατούσαι μακρόθυμε, βροτοίς παρέχων ανάστασιν, Δοξάζω σου, τήν πολλήν Θεέ μου συγκατάβασιν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία, καί οι Κανόνες τής Οκτωήχου, καί τού Αγίου ούτος, ού η Ακροστιχίς.

 

Τής ευσεβείας τόν φερώνυμον σέβω. Ιωσήφ.

 

Ωδή α' Ήχος πλ. δ'

Η κεκομμένη

Τώ ακροτάτω φωτί ελλαμπόμενος, καί Ιερέων χοροίς, μάκαρ συνταττόμενος, καί ταίς μαρτυρικαίς ευκλείαις εγκοσμούμενος, τούς πίστει εορτάζοντας τήν σήν, Ευσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστόν εξιλεούμενος.

 

Ήδη τώ πόθω Χριστού πυρπολούμενος, από νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τής Ψυχής ταίς ιεραίς δυνάμεσι, καί σκεύος Ιερόν αποδειχθείς, λαόν εν οσιότητι, Όσιε εποίμανας, χρισθείς μύρω τής χάριτος.

 

Σέ ποιμενάρχην τό Πνεύμα προβάλλεται, αιρετιζόντων αχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καί προφανώς δεικνύοντα, τήν τρίβον τήν ορθήν, τοίς εν αυτή οσίως επιβαίνουσι, μέγιστε Ευσέβιε, φωστήρ τών καρδιών ημών.

Θεοτοκίον

Ευλογημένη Θεόν η κυήσασα, τούς ευλογούντάς σε νύν, Άχραντε ευλόγησον, καί πρός τάς αγαθάς εισόδους χειραγώγησον, καί έμπλησον ενθέων αρετών, καί ψάλλειν ενδυνάμωσον, Τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Ωδή γ'

Τόν φόβον σου Κύριε

Υπήρξας πράος καί ανεξίκακος, ταπεινόφρων καί μέτριος, καί αγάπης θείας έμπλεως, Μαρτύρων επί τέλει, κοσμηθείς στεφάνω.

 

Στολαίς ταίς εξ αίματος Ευσέβιε, Ιερώτατε λαμπόμενος, εις τά Άγια ανέδραμες, φαιδρώς τά τών Αγίων, δόξη εστεμμένος.

 

Ελέγχων Αρείου τούς ομόφρονας, διωγμούς Μάκαρ υπήνεγκας, βιαιότατόν τε θάνατον, διό τής αθανάτου δόξης ηξιώθης.

Θεοτοκίον

Βουλήσει Πατρός τόν Λόγον τέτοκας, επελεύσει Πνεύματος, Παναγία Μητροπάρθενε, Αρχιερέων δόξα, όθεν σε υμνούμεν.

Ο Ειρμός

Τόν φόβον σου Κύριε εμφύτευσον, εν ταίς καρδίαις τών δούλων σου, καί γενού ημίν στερέωμα, τών σέ εν αληθεία επικαλουμένων.

 

Κάθισμα Ήχος δ'

Ταχύ προκατάλαβε

Φαιδρύνας τόν βίον σου, τών αρετών καλλοναίς, Ποιμήν ανηγόρευσαι, καί Ιεράρχης σεπτός, παμμάκαρ Ευσέβιε, αίματι δέ Μαρτύρων, σεαυτόν ωραϊσας, άνω πρός τάς αϋλους, μετετέθης χορείας, μεθ' ών υπέρ ημών τόν Χριστόν Πάτερ ικέτευε.

Θεοτοκίον

Ελπίς ακαταίσχυντε, τών πεποιθότων εις σέ, η μόνη κυήσασα, υπερφυώς εν σαρκί, Χριστόν τόν Θεόν ημών, τούτον σύν τοίς Αγίοις, Αποστόλοις δυσώπει, δούναι τή οικουμένη, ιλασμόν καί ειρήνην, καί πάσιν ημίν πρό τέλους, βίου διόρθωσιν.

Η Σταυροθεοτοκίον

Παρθένε πανάμωμε, μήτερ Χριστού τού Θεού, ρομφαία διήλθέ σου, τήν παναγίαν ψυχήν, ηνίκα σταυρούμενον, έβλεψας εκουσίως, τόν Υιόν καί Θεόν σου, όνπερ ευλογημένη, δυσωπούσα μή παύση, συγχώρησιν πταισμάτων, ημίν δωρήσασθαι.

 

Ωδή δ'

Εξ όρους κατασκίου

Έστησας σοφέ, τής πλάνης σηπεδόνα, άλατι τών σών, νοστίμων διδαγμάτων, καί τούς νοσούντας αιρέσει κακοπιστίας, μάκαρ υγείωσας Ευσέβιε.

 

Ίθυνας λαόν, πρός όρμον σωτηρίας Αρειανικήν, βυθίσας απιστίαν, τή τών αιμάτων πλημμύρα, Ποιμήν καί Μάρτυς, Αρχιερέων εγκαλλώπισμα.

 

Άστρον φαεινόν, ανέτειλας εν κόσμω, φέγγει Ιερών, δογμάτων καταυγάζων, τάς διανοίας Παμμάκαρ τών ορθοδόξων, όθεν πιστώς σε μακαρίζομεν.

Θεοτοκίον

Στόματι Αγνή, καί γλώσση καί καρδία, καθομολογώ, τού Κτίστου σε Μητέρα, καί δυσωπώ σε, Καταύγασον τήν ψυχήν μου, εσκοτισμένην πλημμελήμασιν.

 

Ωδή ε'

Ο εκ νυκτός αγνοίας

Ταίς διδαχαίς σου Μάκαρ, τών ορθοδόξων στηρίζων τό φρόνημα, υπέρ τής ευσεβείας, τάς υπερορίας υπήνεγκας.

 

Ορθοδοξίας στήλην, καί ιαμάτων πηγήν σε γινώσκομεν, πάνσοφε Ιεράρχα, καί τής Εκκλησίας εδραίωμα.

 

Νομοθεσίαις θείαις, τούς ανομούντας στηρίζων εν χάριτι, υπό χειρός ανόμου, άδικον υπέμεινας θάνατον.

Θεοτοκίον

Φωτιστική λυχνία, Θεοκυήτορ τό θείον λαμπάδιον, φέρουσα εγνωρίσθης, πάντα καταυγάζον τά πέρατα.

 

Ωδή ς'

Τήν δέησιν, εκχεώ

Εκήρυξας, ομοούσιον Λόγον, καί συνάναρχον Πατρί τόν Σωτήρα, τής βδελυράς, τoύ Αρείου μανίας, εξαφανίσας τό μάταιον φρόνημα, Ευσέβιε των ευσεβών, αρραγές καί στερρόν περιτείχισμα.

 

Ραντίσματι, τών σεπτών σου αιμάτων, πορφυρίδα σεαυτώ επιχρώσας, βασιλικήν, προσεχώρησας Πάτερ, μετ' ευφροσύνης εις θεία βασίλεια, παρίστασθαι τώ βασιλεί, τών αιώνων παμμάκαρ Ευσέβιε.

 

Ως ρόδον, ως ευωδέστατον κρίνον, ως Παράδεισος Θεού ανεδείχθης, μέσον ζωής, κεκτημένος τό ξύλον, τόν φυτουργόν τών απάντων καί Κύριον, Ευσέβιε καί νύν ημάς, ευωδίας πληροίς θείου Πνεύματος.

Θεοτοκίον

Νοήσαντες, θεηγόροι Προφήται, μυστηρίου σου τό άπειρον βάθος, τούτο σαφώς, προεδήλωσαν Κόρη, δι' αινιγμάτων καί θείων προρρήσεων, τόν Λόγον γάρ τόν τού Πατρός, υπέρ λόγον Αγνή εσωμάτωσας.

Ο Ειρμός

Τήν δέησιν, εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ως, Ιωνάς, Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Συναξάριον

Τή ΚΒ' τού αυτού μηνός, Μνήμη τού Αγίου Ιερομάρτυρος Ευσεβίου, Επισκόπου Σαμοσάτων.

Στίχοι

          Κέραμος, Ευσέβιε Μάρτυς Κυρίου,

          Ευθύς δέ καί στέφανος εν τή σή κάρα.

          Εικάδι δευτερίη κεφαλήν θλάσαν Ευσεβίοιο.

 

Τή αυτή ημέρα, Μνήμη τών Αγίων Μαρτύρων Ζήνωνος καί Ζηνά.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ'

Παίδες Εβραίων

Ύμνοις σχολάζων Ιεράρχα, καί δεήσεσιν, εκοίμισας τά πάθη, καί ημών τών Πιστών, άγρυπνος ώφθης φύλαξ, τών ευσεβώς υμνούντων σε, καί τελούντων σου τήν μνήμην.

 

Μάρτυς δειχθείς καί, Ιεράρχης, τά ουράνια, ενθέως εκληρώσω, καί τώ θρόνω βοών παρ ίστασαι τού Κτίστου, Ευλογητός εί Κύριε, ο Θεός εις τους αιώνας.

 

Όρθρος ανέτειλας κηρύττων, τόν εκλάμψαντα Πατρός πρό εωσφόρου, Ιησούν τόν Χριστόν, φωστήρ τής Εκκλησίας, Ιεραρχών αγλάϊσμα, αθλοφόρων ωραιότης.

Θεοτοκίον

Νόμους τής φύσεως Παρθένε, τή κυήσει σου, καινίζεις παραδόξως, καί φθαρέντας ημάς, κακίστη παραβάσει, αναχωνεύεις, όθεν σε, κατά χρέος ευφημούμεν.

 

Ωδή η'

Οι θεορρήμονες Παίδες

Σύν Ιεράρχαις καί Μάρτυσι δυσώπει, ως Ιεράρχης καί Μάρτυς Ιεροκήρυξ Ευσέβιε, τόν Σωτήρα τών όλων, ευρείν ημάς έλεος.

 

Εν αγαθή συνειδήσει διαπρέπων, καί βακτηρία τών λόγων, τό Ιερόν νέμων ποίμνιον, τής αιρέσεως θήρας, Παμμάκαρ απήλασας.

 

Βεβαρυμμένους τή μέθη τής απάτης, τούς αιρετίζοντας μάτην, σύ διελέγχων Ευσέβιε, υπ' αυτών ανηρέθης, αθλήσας στερρότατα.

Θεοτοκίον

Ως ανωτέρα τών θείων υψωμάτων ύψιστον έτεκες Λόγον, τόν από τής γής ανυψώσαντα, τήν πεσούσαν ουσίαν ανθρώπων Πανύμνητε.

Ο Ειρμός

Οι θεορρήμονες Παίδες εν τή καμίνω, σύν τώ πυρί καί τήν φλόγα, καταπατούντες υπέψαλλον, Ευλογείτε τά έργα Κυρίου, τόν Κύριον.

 

Ωδή θ'

Κυρίως Θεοτόκον

Ιδείν κατηξιώθης, Πάτερ τά μακρόθεν, τή Ιερά σου ψυχή ελπιζόμενα, καί πρός ανέσπερον φέγγος, χαίρων εσκήνωσας.

 

Ωραίος απεφάνθης, ταίς θεηγορίαις, καί αγαθαίς εργασίαις Ευσέβιε, καί ταίς παντίμοις τών άθλων, μάκαρ λαμπρότησι.

 

Στησώμεθα χορείαν, εν αγγαλλιάσει, τόν Ιερόν ευφημούντες Ευσέβιον, τής ευσεβείας τώ κάλλει αγλαϊζόμενον.

 

Η θήκη σου μυρίζει, χάριν ιαμάτων, η δέ αγία σου μνήμη Ευσέβιε, καταφωτίζει τόν Κόσμον, ως μέγας ήλιος.

Θεοτοκίον

Φιλάγαθε Παρθένε, τήν κεκακωμένην, τή αμαρτία ψυχήν μου αγάθυνον, η τόν πανάγαθον Λόγον, σαρκί κυήσασα.

Ο Ειρμός

Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι Παρθένε αγνή, σύν ασωμάτοις χορείαις, σέ μεγαλύνοντες.

 

Καί τά λοιπά, ως σύνηθες, καί Απόλυσις.