ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Πατρός ημών Τύχωνος, Επισκόπου Αμαθούντος τής Κύπρου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος πλ. δ'

Τί υμάς καλέσωμεν

Έχων πολιτείαν ισάγγελον, αποχή τών ηδονών, σκεύος εδείχθης τού Θεού, διά τούτό σε σοφέ, Αρχιερέα τού λαού, τό θείον αρμοζόντως προχειρίζεται, καί στύλον, καί εδραίωμα τής πίστεως, Τύχων δεικνύει θεόπνευστε, ορθοδοξίας εφ' ύδατα, ποιμαίνοντα, σού τήν ποίμνην ιερώτατε.

 

Θείας πεπλησμένος συνέσεως, ποίμνης ώφθης λογικής, ταύτην εκτρέφων λογικώς, επί χλόην αληθών, δογμάτων πάνσοφε ποιμήν, διό σου, τήν αγίαν νύν πανήγυριν, τιμώμεν, τόν δοξάσαντά σε Κύριον, μεγαλοφώνως δοξάζοντες, Τύχων θεόφρον πανόλβιε, ικέτευε, τού σωθήναι τάς ψυχάς ημών.

 

Θαύμασι Θεός σε εδόξασεν, ο δοξάζων τούς αυτόν, Πάτερ δοξάζοντας πιστώς, εν καιρώ γάρ τής σεπτής, καί θείας μνήμης σου σοφέ, οράται, βότρυς πέπειρος γενόμενος, υμνούντων, τών παρόντων τά παράδοξα, εξ ού οι πιστοί μετέχοντες, αγιασμόν καί ωφέλειαν, εισδέχονται, επαξίως σε γεραίροντες.

Δοξα... Καί νύν... Θεοτοκίον

Τίς ο προσφυγών εν τή σκέπη σου, Θεοτόκε αειπάρθενε, ανύμφευτε αγνή, ου λαμβάνει τήν ταχείαν, τών κακών απαλλαγήν, ευρίσκει, βοηθόν σε ακαταίσχυντον, προστάτιν τε καί πύργον αρραγέστατον, Θεογεννήτορ πανάμωμε, Χριστιανών η αντίληψις, μεσίτευσον, τού σωθήναι τούς τιμώντάς σε.

Η Σταυροθεοτοκίον

Άρνα η αμνάς ως εώρακε, τόν Υιόν τόν εαυτής, καθηλωμένον εν Σταυρώ, ετιτρώσκετο τής λύπης, τή ρομφαία τήν ψυχήν, τά σπλάγχνα, εδονείτο θρήνους πλέκουσα, καί λύπης, τήν καρδίαν ενεπίμπλατο, Οίμοι! Υιέ μου γλυκύτατε, πώς ταύτα πάσχεις μακρόθυμε; Δοξάζω σου, τό μακρόθυμον φιλάνθρωπε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία, καί οι Κανόνες τής Οκτωήχου, και τού Αγίου ο παρών, ού η Ακροστιχίς.

 

Τώ θαυματουργώ προσλαλήσω ποιμένι. Iωσήφ.

 

Ωδή α' Ήχος δ'

Τριστάτας κραταιούς

Τώ θρόνω τού Θεού, παρεστως στεφηφόρος, ως βιώσας επί γής, οσίως καί φωτί, ανεσπέρω λαμπόμενος, φώτισόν μου τήν καρδίαν, καί τόν νούν ανυμνήσαί σου, τόν ισάγγελον βίον Μακάριε.

 

Ωράθης ευκλεούς, μακαρίας τε ρίζης, εκβλαστάνων Ιερώς, ως κλάδος αληθώς, ευκαρπίας πληρούμενος, πίστεώς τε καί ελπίδος, καί αγάπης καί χάριτος, παραδόξων θαυμάτων θεόπνευστε.

 

Θυσίαν σεαυτόν, καθαράν καί τελείαν, τώ τυθέντι δι' ημάς, προσήγαγες Χριστώ, τά ψυχήν αποκτείνοντα, πάθη εναπονεκρώσας, διά πόνων ασκήσεως, επιμόνου τε Πάτερ δεήσεως.

Θεοτοκίον

Ανώρθωσας ημάς, απωλείας εις βάθη, πεπτωκότας τόν Χριστόν, κυήσασα Αγνή, εξ αχράντων λαγόνων σου, τούτον ούν ως παρρησίαν, κεκτημένη ικέτευε, λυτρωθήναι κινδύνων τούς δούλους σου.

 

Ωδή γ'

Ουκ εν σοφία

Ύλην κακίας, εκτεμών τής καρδίας σου πρόρριζον, τή δρεπάνη τών ευχών, ως γή κατάκαρπος Όσιε, στάχυν εγεώργησας, εκατοστεύοντα.

 

Μόνα ποθήσας, τά πρός θείαν ζωήν οδηγούντά σε, τρίβους Πάτερ δεξιάς, ανεπιστρόφως διώδευσας, έχων οδηγούσάν σε, χάριν τού Πνεύματος.

 

Αγίων βίους, εμιμήσω θεόφρον ως Άγιος, καί απάθειαν ψυχής, εκτήσω Τύχων θεόπνευστε, οίκος θείου Πνεύματος, αποδεικνύμενος.

Θεοτοκίον

Τόν τής Τριάδος, απεκύησας ένα Πανάμωμε, αναπλάττοντα ημάς, τούς συντριβέντας τό πρότερον, κακία τού όφεως, τού πολεμήτορος.

Ο Ειρμός

Ουκ εν σοφία, καί δυνάμει καί πλούτω καυχώμεθα, αλλ' εν σοί τή τού Πατρός, ενυποστάτω σοφία Χριστέ, ου γάρ εστιν, Άγιος, πλήν σου φιλάνθρωπε.

 

Κάθισμα Ήχος γ'

Τήν ωραιότητα

Τώ θείω μύρω σε, έχρισεν Όσιε, Πνεύμα τό Άγιον, Αρχιερέα σαφώς, λαόν ποιμάναντα καλώς, εν πάση οσιότητι, όθεν σε καί θαύμασιν, ιερώς κατεκόσμησε, νόσους γάρ εκάστοτε, θεραπεύεις τών πίστει σου, τού ζώντος προσιόντων λειψάνοις, Τύχων αειμακάριστε.

Θεοτοκίον

Τήν νεκρωθείσάν μου, ψυχήν τοίς πάθεσι, ζώωσον Πάναγνε, μόνη πανάμωμε, ως παρρησίαν μητρικήν, πρός τόν Υιόν σου έχουσα, σύ γάρ μόνη έτεκες, υπέρ νούν καί διάνοιαν, Λόγον τόν συνάναρχον, τώ Πατρί καί τώ Πνεύματι, ζωήν καί άφθαρσίαν τώ κόσμω, διδόντα αεί καί μέγα έλεος.

Η Σταυροθεοτοκίον

Τόν επονείδιστον, οικτίρμον θάνατον, διά σταυρώσεως, εκών υπέμεινας, όν η τεκούσά σε Χριστέ, ορώσα ετιτρώσκετο, σπλάγχνα κοπτομένη τε, μητρικώς επωδύρετο, Ής ταίς παρακλήσεσι, διά σπλάγχνα ελέους σου, οικτίρησον καί σώσον τόν κόσμον, ο αίρων τήν τούτου αμαρτίαν.

 

Ωδή δ'

Ο καθήμενος εν δόξη

Τόν ενάρετόν σου βίον, τά περίδοξα θαύματα, τήν βεβαίαν πίστιν, τήν υπομονήν τήν πραότητα, οι ευσεβείς καθορώντες Ιερέα σε, καί ποιμένα σαφώς προχειρίζονται Όσιε.

 

Ουκ ηλάττωται ο σίτος, ενδεέσι διδόμενος, τή χειρί σου Μάκαρ, μάλλον δέ πλειόνως ηυλόγηται, τών κενωθέντων δοχείων θεία χάριτι, πληρουμένων σαφώς παναοίδιμε.

 

Υπανοίγων τήν καρδίαν, συμπαθώς Τύχων ένδοξε, πενομένοις πλούτος, καί περιβολή γυμνητεύουσι, τών ορφανών τε προστάτης εχρημάτισας, θεραπευων εν τούτοις Χριστόν τόν Θεόν ημών.

Θεοτοκίον

Ραθυμία συσχεθέντα, καί παθών αμαυρότητι, όλον σκοτισθέντα, καί τή αμαρτία δουλεύσαντα, τόν αναμάρτητον Λόγον η κυήσασα, φωταγώγησον, καί πρός ζωήν χειραγώγησον.

 

Ωδή ε'

Ασεβείς ουκ όψονται

Γεωργός ως άριστος, ενέωσας ψυχάς, χερσωθείσας Πάτερ σοφέ, καί ως σπόρον άριστον, ενθείς τόν λόγον σου, γεωργείν ουράνια, παρεσκεύασας νοήματα.

 

Ως τού θείου Πνεύματος, δοχείον γεγονώς, τών πνευμάτων τών πονηρών, Ιεράρχα πέφυκας φυγαδευτήριον, καί παθών καθάρσιον, καί νοσούντων ιατήριον.

 

Ποταμός πληρούμενος, ναμάτων μυστικών, εγνωρίσθης lερουργέ, καί πηγάς εξήρανας, παθών εν χάριτι, καί ψυχάς κατήρδευσας, βλαστανούσας τήν ευσέβειαν.

Θεοτοκίον

Ρυομένη φάνηθι, εχθρών επαγωγής, καί βαρβάρων επιδρομής, τούς σούς δούλους Άχραντε, τούς κεκτημένους σε, κραταιάν αντίληψιν, καί πρεσβείαν ακαταίσχυντον.

 

Ωδή ς'

Ήλθον εις τά βάθη

Ουκ έσεισε Πάτερ τής ψυχής σου, ο πονηρός τόν οίκον, εν τή πέτρα γάρ τής αληθείας, ως αληθώς ίστασο θεόπνευστε, θείω σθένει κρατυνόμενος.

 

Σοφία Θεού κεκοσμημένος, καί αρετών εις ύψος, Ιερώτατε φθάσας καθείλες, τού πονηρού τάς επάρσεις χάριτι, τήν καρδίαν ταπεινούμενος.

 

Λειμών ευανθής Τύχων ωράθης, τών αρετών τά άνθη, τών θαυμάτων τε τήν ευωδίαν, πάσι πιστοίς Ιεράρχα όσιε, θεοκρίτως προβαλλόμενος.

Θεοτοκίον

Αγία Παρθένε τήν ψυχήν μου, ήν ο εχθρός δολίως, κατεσπίλωσε τή αμαρτία, ως αγαθή, δυσωπώ αγάθυνον, καί φωτί σου καταλάμπρυνον.

Ο Ειρμός

Ήλθον εις τά βάθη τής θαλάσσης, καί κατεπόντισέ με, καταιγίς πολλών αμαρτημάτων, αλλ' ως Θεός, εκ φθοράς ανάγαγε, τήν ζωήν μου ως φιλάνθρωπος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΙΣΤ' τού αυτού μηνός, Μνήμη τού εν Αγίοις Πατρός ημών Τύχωνος, Επισκόπου Αμαθούντος τής Κύπρου.

Στίχοι

          Βλάβην ολοθρεύοντος εκφυγών Τύχων,

          Ζωής τυχών γέγηθε τής ανωλέθρου.

          Έκτη καί δεκάτη κατερύκακε γαία Τύχωνα.

 

Ταίς αυτού αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ'

Νέοι τρείς εν Βαβυλώνι

Λόγοις θείοις κατηρδεύθη, άμπελος ως αληθής, Τύχων η καρδία σου, καί καρπoφορήσασα βότρυν, θεογνωσίας έβλυσε, γλυκασμόν ιαμάτων ημίν.

 

Ήνθησας καθάπερ ρόδον, έλαμψας ώσπερ αστήρ, έφανας ως ήλιος Πάτερ, τούς βοώντας φωτίζων, Ευλογητός εί Κύριε, ο Θεός ο τών Πατέρων ημών.

 

Στέφανος χαρίτων Πάτερ, σού τή θεία κορυφή, ετέθη ώς γέγραπται, νίκην κατεχθρών αραμένου, καί μελωδούντος, Κύριε, ο Θεός ο τών Πατέρων ημών.

 

Ώφθη σου τό θαύμα μέγα, Τύχων πάτερ θαυμαστέ, χρόνοις λαμπρυνόμενoν, άμπελος γάρ σού εν τή μνήμη, περκάζει βότρυν φέροντα, γλυκασμόν ευφροσύνης πιστοίς.

Θεοτοκίον

Πάντων ώφθης ασωμάτων, οία Μήτηρ τού Θεού, όντως υπερέχουσα, όν εκδυσωπούσα Παρθένε, υπέρτερόν μου δείξον, τόν λογισμόν σαρκικών ηδονών.

 

Ωδή η'

Λυτρωτά τού παντός

Ουδαμώς ηδοναίς απενύσταξας, εγρηγόρως δέ μάλλον παρέδραμες, νύκτα τού βίου Όσιε, καί κοιμίσας τά πάθη σαρκός, πρός φέγγος, απαθείας, ενθέως κατήντησας.

 

Ιατρείον παθών αναδέδεικται, η σορός τών αγίων λειψάνων σου, ήν περ κυκλούντες μέλπομεν, ιερώτατε Τύχων, Πάντα τά έργα, ευλογείτε υμνείτε τόν Κύριον.

 

Μεγαλύνεις Χριστόν τόν Θεόν ημών, επακούσας φωνής πρός τά άνω σε, περιφανώς βασίλεια, παναοίδιμε Πάτερ προσκαλουμένης, ως καλώς καί οσίως βιώσαντα.

 

Εγνωρίσθη σοι Πάτερ η έξοδος, η τού βίου, Θεός γάρ ο δίκαιος, δικαιοσύνη λάμποντα, τοίς δικαίοις σε πάσι, Τύχων συνάπτει, υπέρ πάντων αυτόν ικετεύοντα.

 

Νηπιώδες εξέκλινας φρόνημα, εκ παιδός, καί τελείοις νοήμασι, τόν παλαιόν κατέβαλες ευρετήν τής κακίας, Τύχων κραυγάζων, Ευλογείτε τά έργα τόν Κύριον.

Θεοτοκίον

Ιερείς καί λαοί ευφημούσί σε, παντευλόγητε Κόρη πανάμωμε, τήν ευλογίαις άπαντας, στεφανώσασαν πίστει τούς μελωδούντας, Ευλογείτε υμνείτε τόν Κύριον.

Ο Ειρμός

Λυτρωτά τού παντός παντοδύναμε, τούς εν μέσω φλογός ευσεβήσαντας, συγκαταβάς εδρόσισας, καί εδίδαξας μέλπειν, Πάντα τά έργα, ευλογείτε υμνείτε τόν Κύριον.

 

Ωδή θ'

Εύα μέν τώ τής παρακοής

Ιδού σοι τόν δρόμον τόν καλόν τελέσαντι, καί τήν πίστιν νύν τηρήσαντι, Πάτερ θεόφρον ιεράρχα, ουράνια ηνοίχθη σκηνώματα, καί τόπος φωταυγής σε εδέξατο, αγιωσύνη διαλάμποντα.

 

Ως μύστης ως θείος Ιερεύς ως άριστος, ποιμενάρχης ως εδραίωμα, τής Εκκλησίας ως θαυμάτων, Παμμάκαρ αυτουργός μεμακάρισαι, καί δήμοις ιεροίς συνηρίθμησαι, πάντων αγίων αγαλλόμενος.

 

Σήμερον η μνήμη σου ημίν ανέτειλε, τού ηλίου τηλαυγέστερον, φέγγει ενθέων χαρισμάτων, φωτίζουσα πιστών τήν διάνοιαν, καί σκότος τών παθών εκδιώκουσα, Τύχων θεόφρον Ιερώτατε.

 

Η Κύπρος τό σώμά σου σοφέ τό άγιον, ιαμάτων κρήνην κέκτηται, πάσα δέ πόλις τε καί χώρα, κηρύττει σου τόν βίον, τά θαύματα, καί τήν πρός τόν Δεσπότην οικείωσιν, Τύχων παμμάκαρ αξιάγαστε.

Θεοτοκίον

Φωτός οικητήριον η σή πανάμωμε, Παναγία μήτρα γέγονεν, ώ φωτιζόμενοι τού σκότους, λυτρούμεθα τής πλάνης υμνούντές σε, καί πόθω αληθεί μακαρίζοντες, μόνη ανθρώπων επανόρθωσις.

Ο Ειρμός

Εύα μέν τώ τής παρακοής νοσήματι, τήν κατάραν είσω κίσατο, σύ δέ παρθένε Θεοτόκε, τώ τής κυοφορίας βλαστήματι, τώ κόσμω τήν ευλογίαν εξήνθησας, όθεν σε, πάντες μεγαλύνομεν.

 

Καί η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.