ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τών Αγίων Μαρτύρων Κηρύκου καί Ιουλίττης τής μητρός αυτού.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια γ', δευτερούντες αυτά.

 

Ήχος δ'

Ως γενναίον εν Μάρτυσιν

Νηπιόφρονα τύραννον, εν τελείω φρονήματι, ατελεί τε σώματι, μάρτυς Κήρυκε, ανδρειοφρόνως κστήσχυνας, διό πρό βημάτων σε, απηνώς δικαστικών, καταβάλλει θανάτω σε, μνηστευόμενος, τήν ζωήν τήν αγήρω, ής επέβης, εν ατμίζοντι εισέτι, περιρρεόμενος αίματι.

 

Ως κατάκαρπος άμπελος, ταίς αρδείας τού Πνεύματος, Ιουλίττα ένδοξε, τόν εκ σπλάγχνων σου, αναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καί ληνοίς μαρτυρικοίς, αληθώς εκθλιβόμενον, μεθ' ού βλύσασα, κατανύξεως οίνον, τάς καρδίας κατευφραίνετε τών πίστει, επιτελούντων τήν μνήμην υμών.

 

Αικισμοίς ομιλήσασα, καί ποικίλαις κολάσεσιν, ανδρικώς υπέμεινας Αξιάγαστε, τοίς οφθαλμοίς ενορώσα δέ, υιού τήν τελείωσιν, τό μαρτύριον διπλούν, Ιουλίττα διήνυσας, όθεν νέμει σοι, καί διπλούς τούς στεφάνους, αθλοθέτης, ο τήν νίκην τοίς αθλούσιν, παντοδυνάμως δωρούμενος.

Δόξα... Ήχος πλ. β'

Δεύτε καί θεάσασθε άπαντες ξένον θέαμα καί παράδοξον, Τίς εώρακε νήπιον, τριετή όντα, τύραννον αισχύναντα; ώ τού θαύματος! Μητέρα εθήλαζε, καί τιθηνούμενος τή γαλουχώ εβόα, Μή πτοού μήτέρ μου, τάς απειλάς τού δεινού κοσμοκράτορος, Χριστός γάρ εστιν η ελπίς τών πιστευόντων εις αυτόν.

Καί νύν... Θεοτοκίον

Τίς μή μακαρίσει σε, Παναγία Παρθένε; τίς μή ανυμνήσει σου τόν αλόχευτον τόκον, ο γάρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδιφύσεων ασυγχυτως γνωριζόμενος, Αυτόν ικέτευε, σεμνή Παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

 

Εις τήν Λιτήν, Στιχηρά Iδιόμελα.

 

Ήχος α'

Τόν γενναίον Αθλητήν, καί κήρυκα τής πίστεως, σύν μητρί θεόφρονι, επαξίως μακαρίσωμεν, ούτοι γάρ καρτερώς εναθλήσαντες, τόν αρχέκακον εχθρόν, τή δυνάμει τού Σταυρού, ανδρείως κατέβαλον, Διό στεφάνους έλαβον, παρά τού αθλοθέτου Θεού, καί πρεσβεύουσιν αυτώ, εν παρρησία ακαταπαύστως, σωθήναι τούς εν πίστει ανυμνούντας, τήν Ιεράν αυτών άθλησιν.

Ήχος β' Βυζαντίου

Δεύτε πιστοί, τοίς επαίνοις συνελθόντες, στέψωμεν δυάδα παναγίαν, Τριάδος σέβας κατέχουσαν, τών γάρ ειδώλων τήν πλάνην, καί τών τυράννων τήν απόνοιαν, τοίς εαυτών ποσί κατεπάτησαν, Τούτους ανευφημούντες ανακράξωμεν, λέγοντες, Χαίροις Ιουλίττα πανσεβάσμιε, η τήν γυναικείαν ασθένειαν απορριψαμένη, καί ανδρικώς αγωνισαμένη, Χαίροις Κήρυκε παμμακάριστε, ο τριετής τή ηλικία, καί τόν πολυμήχανον εχθρόν καταβαλών, Χαίρετε τό ημέτερον κλέος καί καύχημα, τών εν πίστει εορταζόντων τήν Ιεράν υμών άθλησιν, ούς ικετεύομεν πρεσβεύειν αεί τόν τών όλων Κύριον, τώ κόσμω δωρηθήναι ειρήνην, καί ταίς ψυχαίς ημών τό μέγα έλεος.

ο αυτός

Τού Μαυρολέοντος

Ο εκ σπαργάνων πεπληρωμένος χάριτος, και εσχηκώς πεπολιωμένον φρόνημα, εν τή νίκη τών αγώνων σου μάρτυς Κήρυκε, αίτησαι σύν τή μητρί σου Χριστόν τόν Θεόν, δωρηθήναι ειρήνην τώ κόσμω, ως τής Τριάδος μέγας ομολογητής.

Δόξα... Ήχος ο αυτός

Τού αυτού

Νήπιος ανεφάνης εν Μάρτυσι, τέλειος εδείχθης τώ φρονήματι, Αφ' ού τόν άναρχον Λόγον εδέξω πανεύφημε, τό πύρ ουκ εδειλίασας τών παρανόμων, Σύν τή μητρί σου τόν Κτίστην ικέτευε, ίνα σώση ως σωτήρ τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτηρ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος α'

Τών ουρανίων ταγμάτων

Ο τριετής μέν τό σώμα, τήν δέ ψυχήν πολιός, ο φερωνύμως κήρυξ, γεγονώς τού Δεσπότου, μητρώων αποσπάται εξ αγκαλών, καί θυσία προσφέρεται, ως τριετίζουσα δάμαλις σύν μητρί, Ιoυλίττη τή θεόφρονι.

 

Στίχ. Θαυμαστός ο Θεός εν τοίς Αγίοις αυτού.

 

Τή Ιερά ξυνωρίδι, μητρός ομού καί παιδός, τή αγωνισαμένη, καρτερώς καί γενναίως, προσάξωμεν δεήσεις, όπως Χριστώ, αδιαλείπτως Πρεσβεύωσιν, υπέρ ημών τών εν πίστει τήν Ιεράν, τούτων μνήμην εκτελούντων αεί.

 

Στίχ. Τοίς Αγίοις τοίς εν τή γή αυτού εθαυμάστωσεν ο Κύριος.

 

Δεύτε φιλέορτοι πάντες ανευφημήσωμεν, αρρενόφρονα γνώμην, γυναικεία εν φύσει, στερρώς αντεχομένην της εις Χριστόν, ευσεβείας καί πίστεως, καί καταβάλλουσαν τύραννον δυσσεβή, σύν αθέω τώ φρονήματι.

Δόξα... Ήχος πλ. δ'

Ο τριετής τήν Τριάδα εκήρυττε, καί γαλουχών τήν μητέρα εστήριζε, Παύσον ώ μήτέρ μου, τόν Οδυρμόν τών δακρύων, άνωθεν ο Κτίστης βλέπει, καί σώζει τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Δέσποιvα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

 

Aπολυτίκιoν Ποίημα Πατριάρχου Κωνσταντινουπόλεως Κυρίλλου ς'.

 

Ήχος δ'

Ο υψωθείς εν τώ Σταυρώ

Η λογική Χριστού αμνάς, Ιουλίττα, σύν Τριετεί αμνώ αυτής τώ Κηρύκω, δικαστικού πρό βήματος παρέστησαν, ευθαρσώς κηρύττοντες, τήν Xριστώνυμον κλήσιν, ουδόλως επτοήθησαν απειλάς τών τυράννων, καί στεφηφόροι νύν εν ουρανοίς, αγγαλιώνται Χριστώ παριστάμενοι.

Δόξα... Καί νύν... Θεοτοκίον

Τό απ' αιώνος απόκρυφον, καί αγγέλοις άγνωστον Μυστύριον, διά σού Θεοτόκε τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι ού αναστήσας τόν Πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Εξέστη η πληθύς, τών αϋλων Αγγέλων, ορώσα τήν λαμπράν, ήν ετέλεσας νίκην, αήττητε Κήρυκε, νηπιάζοντι σώματι, πώς τώ δράκοντι, τώ νοητώ συνεπλάκης, καί Κατέρραξας, τούτου συνθλάσας τήν κάραν, τή πέτρα τής πίστεως.

Δόξα... Καί νύν... Θεοτοκίον

Μαρία τό σεπτόν, τού Δεσπότου δοχείον, ανάστησον ημάς, πεπτωκότας είς χάος, δεινής απογνώσεως, καί πταισμάτων καί θλίψεων, σύ γάρ πέφυκας, αμαρτωλών σωτηρία, καί βοήθεια, καί κραταιά προστασία, καί σώζεις τούς δούλους σου.

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος γ'

Τήν ωραιότητα

Πώς τούς αγώνάς σου, Μάρτυς υμνήσωμεν, πώς τάς οδύνας σου, επαίνοις στέψωμεν, ούς, Ιουλίττα καρτερώς, ανέτλης υπέρ τού Κτίστου; τό γάρ σώμα είασας, αικισμοίς καταξαίνεσθαι, τήν ψυχήν δέ βέλεσι, συμπαθείας εμπείρεσθαι, τήν θλάσιν τού υιού σου ορώσα, μεθ' ού σωθήναι ημάς ικέτευε.

Δόξα... Καί νύν... Θεοτοκίον

Τήν ωραιότητα τής παρθενίας σου, καί τό υπέρλαμπρον τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον, τί δέ ονομάσω σε; απορώ, καί εξίσταμαι, διό ως προσετάγην βοώ σοι, Χαίρε η Κεχαριτωμένη.

 

Ο Ν' καί Οι Κανόνες

 

Κανών τής Θεοτόκου

 

Ήχος πλ. δ' Ωδή α'

Ο Ειρμός

Υγράν διοδεύσας ωσεί ξηράν, καί τήν αιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή καί Θεώ ημών άσωμεν.

 

Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σέ καταφεύγω, σωτηρίαν επιζητών, Ώ Μήτερ τού Λόγου καί Παρθένε, τών δυσχερών καί δεινών με διάσωσον.

 

Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας, εμπιπλώσαί μου τήν ψυχήν, ειρήνευσον, Κόρη, τή γαλήνη, τή τού Υιού καί Θεού σου, Πανάμωμε.

Δόξα...

Σωτήρα τεκούσάν σε καί Θεόν, δυσωπώ, Παρθένε, λυτρωθήναί με τών δεινών, σοί γάρ νύν προσφεύγων ανατείνω, καί τήν ψυχήν καί τήν διάνοιαν.

Καί νύν...

Νοσούντα τό σώμα καί τήν ψυχήν, επισκοπής θείας, καί προνοίας τής παρά σού, αξίωσον, μόνη Θεομήτορ, ώς αγαθή αγαθού τε λοχεύτρια.

 

Τών Αγίων ο παρών, ού η Ακροστιχίς.

 

Κήρυκον υμνώ σύν τή τεκούση προφρόνως. Ιωσήφ.

 

Ωδή α' Ήχος πλ. δ'

Υγράν διοδεύσας

Κηρύξαντες Λόγον τόν εκ Πατρός, σαφώς γεννηθέντα, σαρκωθέντα τε εκ μητρός, μάρτυρες τών τούτου παθημάτων, διά παθών καί θανάτου γεγόνατε.

 

Η ένθεος Μάρτυς ως φωταυγής, σελήνη συνούσα, τώ Ηλίω τώ εξ αυτής, τεχθέντι Κηρύκω πάσαν κτίσιν, ταίς τών θαυμάτων ακτίσι φωτίζουσι.

 

Ρεόντων ηλλάξω τά μηδαμώς, Κινούμενα Mάρτυς, καί αγκάλαις τόν σόν υιόν, φέρουσα συν τούτω τών ανόμων, καί διαβόλου την πλάνην ημαύρωσας.

 

Υπάρχουσα γένους περιφανούς, διά μαρτυρίου, καί βασάνων πολυειδών, μάρτυς Ιουλίττα Βασιλέως, τού αθανάτου θυγάτηρ γεγένησαι.

Θεοτοκίον

Kατήργηται θάνατος διά σού, καί Αδου τό κέντρον, ηφανίσθη Μήτηρ αγνή, σύ γάρ τόν αθάνατον Δεσπότην, θανατωθέντα σαρκί απεκύησας.

 

Τής Θεοτόκου

 

Ωδή γ' Ο Ειρμός

Ουρανίας αψίδος, οροφουργέ Κύριε, καί τής Εκκλησίας δομήτορ, σύ με στερέωσον, εν τή αγάπη τή σή, τών εφετών η ακρότης, τών πιστών τό στήριγμα, μόνε φιλάνθρωπε.

 

Προστασίαν καί σκέπην, ζωής εμής τίθημι, Σέ, Θεογεννήτορ, Παρθένε, σύ με κυβέρνησον, πρός τόν λιμένα σου, τών αγαθών η αιτία, τών πιστών τό στήριγμα, μόνη πανύμνητε.

 

Ικετεύω, Παρθένε, τόν ψυχικόν τάραχον, καί τής αθυμίας τήν ζάλην, διασκεδάσαι μου, σύ γάρ, Θεόνυμφε, τόν αρχηγόν τής γαλήνης, τόν Χριστόν εκύησας, μόνη πανάχραντε.

Δόξα...

Ευεργέτην τεκούσα, τόν τών καλών αίτιον, τής ευεργεσίας τόν πλούτον, πάσιν ανάβλυσον, πάντα γάρ δύνασαι, ώς δυνατόν εν Ισχύϊ, τόν Χριστόν κυήσασα, Θεομακάριστε.

Καί νύν....

Χαλεπαίς αρρωστίαις, καί νοσεροίς πάθεσιν, εξεταζομένω, Παρθένε, σύ μοι βοήθησον, τών Ιαμάτων γάρ, ανελλιπή σε γινώσκω, θησαυρόν, Πανάμωμε, τόν αδαπάνητον.

 

Τών Αγίων

 

Ωδή γ'

Ουρανίας αψϊδος

Ουρανίων θαλάμων, καί φωταυγούς λήξεως, διαιωνιζούσης τε δόξης κατηξιώθητε, Μάρτυρες ένδοξοι, τού διαβόλου τά κέντρα, πόνοις τής αθλήσεως, εξαφανίσαντες.

 

Νεοττός ως ωραίος, περιστεράς σώφρονος, ταύτην εμιμήσω, τώ πλάνω αντιταττόμενος, ένδοξε Κήρυκε, θυπευτικώς προσελθόντι, καί συλήσαι σπεύδοντι, σέ τόν αήττητον.

 

Υπερήφανον όφιν, εις Ουρανούς θέμενον, στόμα καί τήν γήν εξαλείφειν κατακαυχώμενον, νήπιον άκακον, τή τού Σταυρού πανοπλία, παντελώς ηδάφισε, καί εξηφάνισε.

Θεοτοκίον

Μή κενώσας τούς κόλπους τούς πατρικούς, Άχραντε, Λόγος ό τό πάν ουσιώσας, σού τήν πανάμωμον, γαστέρα ώκησε, καί σάρξ ατρέπτως ωράθη, καί βροτoύς εθέωσεν, ο υπερούσιος

Ο Ειρμός

Ουρανίας αψίδος, οροφουργέ Κύριε, καί τής Εκκλησίας δομήτoρ, σύ με στερέωσoν, εν τή αγάπη τή σή, τών εφετών η ακρότης, τών πιστών τό στήριγμα, μόνε φιλάνθρωπε.

 

Κάθισμα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Φιλομάρτυρες δεύτε τούς νοητούς, μαργαρίτας Κυρίου καί αθλητάς, Kήρυκον υμνήσωμεν, καί τήν τούτου μητέρα, τή τριετεί γάρ τούτον εκθρέψασα γάλακτι, τώ Θεώ θυσίαν, προσήγαγεν άμωμον, όθεν καί τής νίκης, σύν αυτώ τούς στεφάνους, εδέξατο άνωθεν, καί Xριστώ συναγάλλονται, πρός ούς πίστει βοήσωμεν, Πρεσβεύσατε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς ερτάζουσι πόθω, τήν αγίαν μνήμην υμών.

Θεοτοκίον

Πειρασμοίς πολυπλόκοις περιπεσών, εξ εχθρών αοράτων καί ορατών, τώ σάλω συνέχομαι, τών αμέτρων πταισμάτων μου, καί ως θερμήν αντίληψιν, καί σκέπην γινώσκων σε, τώ λιμένι προστρέχω, τής σής αγαθότητος, όθεν Παναγία, τόν εκ σού σαρκωθέντα, ασπόρως ικέτευε, υπέρ πάντων τών δούλων σου, τών απαύστως υμνούντων σε, πρεσβεύουσα αυτώ εκτενώς, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς προσκυνούσιν εν πίστει, τόν άχραντον τόκον σου.

Η Σταυροθεοτοκίον

Τόν αμνόν καί ποιμένα καί λυτρωτήν, η αμνάς θεωρούσα εν τώ Σταυρώ, ωλόλυζε δακρύουσα, καί πικρώς εκβοώσα, ο μέν κόσμος αγάλλεται, δεχόμενος τήν λύτρωσιν, τά δέ σπλάγχνα μου φλέγονται, ορώσης σου τήν σταύρωσιν, ήνπερ υπομένεις, διά σπλάγχνα ελέους, Μακρόθυμε Κύριε, τού ελέους η άβυσσος, καί πηγή αγαθότητος, σπλαγχνίσθητι καί δώρησαι ούν, τών πταισμάτων άφεσιν τοίς δούλοις σου, τοίς ανυμνούσί σου πίστει, τά θεία παθήματα.

 

Τής Θεοτόκου

 

Ωδή δ'

Εισακήκοα, Κύριε, τής οικονομίας σου τό μυστήριον, κατενόησα τά έργα σου, καί εδόξασά σου τήν θεόητα.

 

Tών παθών μου τόν τάραχον, η τόν κυβερνήτην τεκούσα Κύριον, καί τόν κλύδωνα κατεύνασον, τών εμών πταισμάτων, Θεονύμφευτε.

 

Ευσπλαγχνίας τήν άβυσσον, επικαλουμένω τής σής παράσχου μοι, η τόν εύσπλαγχνον κυήσασα, καί Σωτήρα πάντων, τών υμνούντων σε.

Δόξα...

Απολαύοντες, Πάναγνε, τών σών δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.

Καί νύν...

Οι ελπίδα καί στήριγμα, καί τής σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, εκλυτρούμεθα.

 

Τών Αγίων

 

Ωδή δ'

Eισακήκοα Κύριε

Νηπιάζοντι σώματι, καί τελειοτάτω Μάρτυς φρονήματι, τόν αρχέκακον κατέβαλες, τόν τήν πονηρίαν κακουργήσαντα.

 

Ως κατάκαρπος άμπελος, μάρτυς, Ιουλίττα βότρυν εξήνθησας, τόν γενναίον όντως Κήρυκον, μαρτυρίου γλεύκος αποστάζοντα.

 

Συμπαθώς ενητένιζες, οιά περ αμνάς αρνίω τώ Μάρτυρι, Ιουλίττα αξιάγαστε, σφαγιαζομένη μάρτυς ένδοξε.

 

Υπερήφανον τύραννον, θεία ταπεινώσει περιφραττόμενοι, Αθλοφόροι κατεβάλετε, καί στεφάνους νίκης εκομίσασθε.

Θεοτοκίον

Νόμοι φύσεως Πάναγνε, εν τή υπέρ φύσιν κυοφορία σου, εναλλάττονται, τόν Πλάστην γάρ, υπέρ νούν λόγον απεκύησας.

 

Τής Θεοτόκου

 

Ωδή ε'

Φώτισον ημάς, τοίς προστάγμασί σου, Κύριε, καί τώ βραχίονί σου τώ υψηλώ, τήν σήν ειρήνην, παράσχου ημίν, φιλάνθρωπε.

 

Eμπλησον, Aγνή, ευφροσύνης τήν καρδίαν μου, τήν σήν ακήρατον διδούσα χαράν, τής ευφροσύνης, η γεννήσασα τόν αίτιον.

 

Λύτρωσαι ημάς, εκ κινδύνων, Θεοτόκε Αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, καί τήν ειρήνην, τήν πάντα νούν υπερέχουσαν.

Δόξα...

Λύσον τήν αχλύν, τών πταισμάτων μου, Θεόνυμφε, τώ φωτισμώ τής σής λαμπρότητος, η φώς τεκούσα, τό θείον καί προαιώνιον.

Καί νύν...

Ίασαι Αγνή, τών παθών μου τήν ασθένειαν, επισκοπής σου αξιώσασα, καί τήν υγείαν, τή πρεσβεία σου παράσχου μοι.

 

Τών Αγίων

 

Ωδή ε'

Ίνα τί με απώσω

Τεινομένη θεόφρον, μάστιξι τό σώμά σου δαπανωμένη τε, τής φθοράς τό πάχος εξεδύσω, στολήν ενεδύσω δέ, ήν ο εκ Παρθένου, Μονογενής σάρκα φορέσας, τούς ανθρώπους θεώσας ενέδυσεν.

 

Εγθμνώθης τό σώμα, Μάρτυς παναοίδιμε Καταφρονήσασα, σαρκικής αισχύνης, καί εχθρόν τόν τήν Εύαν γυμνώσαντα, Ιουλίττα πάλαι, καρτερικώς ανδρισαμένη, αιωνίαν αισχύνην ενέδυσας.

 

Κεφαλήν εκτμηθείσα, κάραν τήν τού όφεως Μάρτυς συνέθλασας, στερηθείσα πλούτου, τόν ουράνιον όλβον κεκλήρωσαι, μή σαλευομένην, παραλαβούσα βασιλείαν, μετά πάντων Μαρτύρων Πανεύφημε.

Θεοτοκίον

Ο Θεού Θεός Λόγος, σάρκα ανελάβετο έννουν καί έμψυχον, εκ σού Παναγία, καί δι' οίκτον εγένετο άνθρωπος, καί εθέωσέ με, τόν παραβάσει απωσθέντα, όν ικέτευε σώσαι τά σύμπαντα.

 

Τής Θεοτόκου

 

Ωδή ς'

Την δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ώς Iωνάς, Εκ φθοράς, ο Θεός με ανάγαγε.

 

Θανάτου καί τής φθοράς ώς έσωσεν, εαυτόν εκδεδωκώς τώ θανάτω, τήν τή φθορά καί θανάτω μου φύσιν, κατασχεθείσαν, Παρθένε, δυσώπησον, τόν Κύριόν σου καί Υιόν, τής εχθρών κακουργίας με ρύσασθαι.

 

Προστάτιν σε τής ζωής επίσταμαι, καί φρουράν ασφαλεστάτην, Παρθένε, τών πειρασμών διαλύουσαν όχλον, καί επηρείας δαιμόνων ελαύνουσαν, καί δέομαι διαπαντός, εκ φθοράς τών παθών μου ρυσθήναί με.

Δόξα...

Ως τείχος καταφυγής κεκτήμεθα, καί ψυχών σε παντελή σωτηρίαν, καί πλατυσμόν εν ταίς θλίψεσι, Κόρη, καί τώ φωτί σου αεί αγαλλόμεθα. Ώ Δέσποινα, καί νύν ημάς, τών παθών καί κινδύνων διάσωσον.

Καί νύν...

Εν κλίνη νύν ασθενών κατάκειμαι, καί ουκ έστιν ίασις τή σαρκί μου, αλλ' η Θεόν καί Σωτήρα τού κόσμου, καί τόν λυτήρα τών νόσων κυήσασα, σού δέομαι τής αγαθής, εκ φθοράς νοσημάτων ανάστησον.

 

Τών Αγίων

 

Ωδή ς'

Τήν δέησιν εκχεώ

Υπέπλευσαν τών απείρων βασάνων, οι πανεύφημοι τό άστατον ύδωρ, τή τού Σταυρού, κυβερνήσει καί όρμω, γαληνοτάτω σαφώς προσωρμίσθησαν, βυθίσαντες τόν Φαραώ, τόν αόρατον αίματος ρεύμασι.

 

Σκιρτά σε, Ικονιέων η πόλις, θρεψαμένη, καί κομπάζει τή μνήμη, σού τή σεπτή, η Ταραός Ιουλίττα, τού μαρτυρίου εν ταύτη γάρ ήνυσας, τό στάδιον σύν τώ υιώ, καί στέφανων τής νίκης ηξίωσαι.

 

Η λόγησας πολυπλόκων βασάνων, καί τρυγών ωραιοτάτη εδείχθης, σύν νεοττώ, αναπτάσα καί πάντων, υπεραρθείσα παγίδων τού όφεως, Πανεύφημε καί εις μονάς, ουρανίους πανσόφως κατέπαυσας.

Θεοτοκίον

Προρρίζους τώ τμητικώ σου δρεπάνω τής πρεσβείας εναπόκοψον Κόρη, τούς πονηρούς, λογισμούς τής ψυχής μου, καί καρποφόρον ανάδειξον δέομαι, απάντων γάρ τόν φυτουργόν, τόν Θεόν καί Σωτήρα εκύησας.

Ο Ειρμός

Τήν δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών, η ψυχή μου επλήσθη, καί η ζωή μου τώ Άδη προσήγγισε, καί δέομαι ως Ιωνάς, Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Κοντάκιον Ήχος δ'

Επεφάνης σήμερον

Εν αγκάλαις φέρουσα, η χριστομάρτυς, Ιουλίττα Κήρυκον, εν τώ σταδίω μητρικώς, αγαλλομένη εκραύγαζε, Σύ τών Μαρτύρων, Χριστέ το κραταίωμα.

Ο Οίκος

Τόν νούν μου φώτισον, Χριστέ φωτί τών εντολών σου, όπως επαξίως εξισχύσω υμνήσαι τούς Αγίους σου, καί τούς αγώνας εξειπείν, Ποία δέ γλώσσα εκλαλήσαι δυνήσεται τούς άθλους, ούς υπέμειναν, καί τά έπαθλα; Διό ούν σοι προσπίπτω φιλάνθρωπε, Άνεσιν παράσχου τή αθλία νύν ψυχή μου, δωρούμενός μοι καιρόν μετανοίας, εις τούτο γάρ εκών έλαβες σάρκα, ίνα πάντας πρός ζωήν επαναγάγης, ής οι Αθληταί τυχόντες, απαύστως μέλπουσι, Συ τών μαρτύρων Χριστέ τό κραταίωμα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΙΕ' τού αυτού μηνός, Μνήμη τών Αγίων Μαρτύρων Κηρύκου καί Ιουλίττης.

Στίχοι

          Ιουλίττα συναθλος υιώ Κηρύκω,

          Η λαιμότμητος τώ κάραν τεθλασμενω, Πέμπτη.

          Ιουλίτταν δεκάτη τάμον, υία δ' έαξαν.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου μάρτυρος Λολλιανού.

Στίχοι

          Ποσί προθύμοις έδραμε τρίβον τέλους.

          Ο Λολλιανός, ού ποσίκρουστον τέλους,

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Αβουδίμου.

Στίχοι

          Aβουδίμω μάχαιρα πρόξενος τέλους,

          Αύτη δέ τούτω πρόξενος καί τού στέφους.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Aμήν.

 

Τής Θεοτόκου

 

Ωδή ζ'

Οι εκ τής ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τή πίστει τής Τριάδος, τήν φλόγα τής καμίνου, κατεπάτησαν ψάλλοντες, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

 

Τήν ημών σωτηρίαν, ώς ηθέλησας Σώτερ, οικονομήσασθαι, εν μήτρα τής Παρθένου, κατώ κησας τώ κόσμω, ήν προστάτιν ανέδειξας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

 

Θελητήν τού ελέους, όν εγέννησας, Μήτερ αγνή δυσώπησον, ρυσθήναι τών πταισμάτων, ψυχής τε μολυσμάτων, τούς εν πίστει κραυγάζοντας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

Δόξα...

Θησαυρόν σωτηρίας, καί πηγήν αφθαρσίας, τήν σέ κυήσασαν, καί πύργον ασφαλείας, καί θύραν μετανοίας, τοίς κραυγάζουσιν έδειξας, Ο τών Πατέρων ημών Θεός, ευλογητός εί.

Καί νύν...

Σωμάτων μαλακίας, καί ψυχών αρρωστίας, Θεογεννήτρια, τών πόθω προσιόντων, τή σκέπη σου τή θεία, θεραπεύειν αξίωσον, η τόν Σωτήρα Χριστόν, ημίν αποτεκούσα.

 

Τών Αγίων

 

Ωδή ζ'

Παίδες Εβραίων

Ράβδοις συντρίβων σου τό σώμα, ο παράνομος θεόφρον Ιουλίττα, λογισμού τό στερρόν, εσάλευσεν ουδόλως, ράβδον καί γάρ δυνάμεως, τόν Σταυρόν Χριστούκατείχες.

 

Όμβροις αιμάτων εκχυθείσιν, εγκατέσβεσαν τό πύρ τής αθεϊας, οι Χριστού Αθληταί, κραυγάζοντες προθύμως, Ευλογητός εί Κύριε, ο Θεός εις τούς αιώνας.

 

Φέρουσα Μάρτυς εν αγκάλαις, όν εκύησας επέστης τώ σταδίω, καί διπλούν τόν καλόν, ετέλεσας αγώνα, αναβοώσα, Κύριε, ο Θεός ευλογητός εί.

Θεοτοκίoν

Ρήμασι σοίς ακoλουθούντες, μακαρίζομεν γενεαί πάσαι Κόρη, μακαρίου Θεού, Μητέρα σε δειχθείσαν, τούς εις αυτόν πιστεύοντας, μακαρίους εκτελούντα.

 

Τής Θεοτόκου

 

Ωδή η'

Τόν Βασιλέα τών ουρανών, όν υμνούσι στρατιαί τών Αγγέλων, υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

 

Τούς βοηθείας τής παρά σού δεομένους, μή παρίδης Παρθένε, υμνούντας, καί υπερυψούντάς σε, Κόρη, εις αιώνας.

Τών Ιαμάτων τό δαψιλές, επιχέεις τοίς πιστώς υμνούσί σε Παρθένε, καί υπερυψούσι τόν άφραστόν σου τόκον.

Δόξα...

Τάς ασθενείας μου τής ψυχής ιατρεύεις, καί σαρκός τάς οδύνας, Παρθένε, ίνα σέ δοξάζω τήν Κεχαριτωμένην.

Καί νύν...

Τών πειρασμών σύ τάς προσβολάς εκδιώκεις, καί παθών τάς εφόδους Παρθένε, όθεν σε υμνούμεν εις πάντας τούς αιώνας.

 

Τών Αγίων

 

Ωδή η'

Νικηταί τυράννου

Οι φαιδροί αστέρες, εν τώ στερεώματι τής Εκκλησίας, απλανώς πηχθέντες, καί τήν γήν τοίς θαύμασι φωταγωγούντες, ευσεβώς τιμώνται, υπό πάντων σήμερον, τών υμνολογούντων, Χριστόν εις τούς αιώνας.

 

Νέον ώσπερ κλάδον, ρίζα θεοφύτευτος ούσα θεόφρον, τόν σεπτόν σου γονον, φέρουσα, εμάρανας τής ασεβείας, τά φυτά βοώσα, σύν αυτώ καί λέγουσα, Σέ υπερυψούμεν, Χριστέ εις τούς αιώνας.

 

Ώσπερ μόσχον νέον, δάμαλις υπάρχουσα ωραιοτάτη, Ιουλίττα φέρεις, Κήρυκον τόν ένδοξον θυσίαν ζώσαν, τώ εκ τής Παρθένου αμνώ ανατείλαντι, καί αφαγιασθέντι, δι' άκραν ευσπλαγχνίαν.

Θεοτοκίον

Σαρκωθείς ο Λόγος, εκ τών Παναχράντων σου αιμάτων Κόρη, τούς προνενευκότας, πρός τά αλογώτατα τής σαρκός πάθη, επιγνώσει θεία, εθέωσεν άχραντε, Όν υπερυψούμεν, εις πάντας τούς αιώνας.

Ο Ειρμός

Νικηταί τυράννου, καί φλογός τή χάριτί σου γεγονότες, οι τών εντολών σου, σφόδρα αντεχόμενοι, Παίδες εβόων, Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τής Θεοτόκου

 

Ωδή θ'

Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι, Παρθένε αγνή, σύν Ασωμάτων χορείαις, σέ μεγαλύνοντες.

 

Ροήν μου τών δακρύων, μή αποποιήσης, η τόν παντός εκ προσώπου πάν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

 

Χαράς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, η τής χαράς δεξαμένη τό πλήρωμα, τής αμαρτίας τήν λύπην, εξαφανίσασα.

 

Λιμήν καί προστασία, τών σοί προσφευγόντων, γενού Παρθένε, καί τείχος ακράδαντον, καταφυγή τε καί σκέπη, καί αγαλλίαμα.

Δόξα...

Φωτός σου ταίς ακτίσι, λάμπρυνον, Παρθένε, τό ζοφερόν τής αγνοίας διώκουσα, τούς ευσεβώς Θεοτόκον, σέ καταγγέλλοντας.

Καί νύν...

Κακώσεως εν τόπω, τώ τής ασθενείας, ταπεινωθέντα, Παρθένε, θεράπευσον, εξ αρρωστίας εις ρώσιν, μετασκευάζουσα.

 

Τών Αγίων

 

Ωδή θ'

Έφριξε πάσα ακοή

Ίαμα φέρει η σορός, τών ενδόξων, Αθλοφόρων τή χάριτι, τού θείου Πνεύματος, επαρδομένη, δεύτε αρύσασθε, καί αγιάσθητε ψυχάς, καί νόσων καθάρθητε, οι φιλομάρτυρες, τόν δοτήρα τών καλών μεγαλύνοντες.

 

Ως ρόδα ταίς μαρτυρικαίς, εξηνθήσατε κοιλάσι Μακάριοι, ως κρίνα εύοσμα, ως Παραδείσου θεία βλαστήματα, μυρεψικήν ως αληθώς, στάζοντα τερπνότητα, καί τών πιστών τάς ψυχάς, ευωδία μυστική κατευφραίνοντα.

 

Στίγμασι τοίς μαρτυρικοίς, ωραιώθητε καλλίνικοι Μάρτυρες, καί τοίς Αγγέλοις σαφώς, όμοιωθέντες Θεώ παρίστασθε, νίκης διάδημα Τερπνόν, λαμπρώς περικείμενοι, καί τοίς τιμώσιν υμάς, ιλασμόν αμαρτιών εξαιτούμενοι.

 

Η Μάρτυς οίά περ αμνάς, ώσπερ άρνα τόν υιόν αυτής φέρουσα, λύκων ανάλωτος, μέσον διήλθε, καί εις ουράνιον, μάνδραν εσκήνωσεν αεί, Τούτων παρακλήσεσι, Κύριε σώσον ημάς, τούς αυτών τήν ιεράν μνήμην σέβοντας.

Θεοτοκίον

Φώτισον πύλη τού φωτός, τήν τυφλώττουσαν ψυχήν μου τοίς πάθεσι, καί πονηροίς λογισμοίς, αμαυρωθείσαν καί κινδυνεύουσαν, καί εξελού με πειρασμών, κινδύνων καί θλίψεων, ίνα δοξάζω σε, τήν ελπίδα τών πιστών καί κραταίωμα.

Ο Ειρμός

Έφριξε πάσα ακοή, τήν απόρρητόν Θεού συγκατάβασιν, όπως ο ύψιστος εκών, κατήλθε μέχρι καί σώματος, Παρθενικής από γαστρός, γενόμενος άνθρωπος, διό τήν άχραντον Θεοτόκον οι πιστοί μεγαλύνoμεν.

 

Εξαποστειλάριον

Εν πνεύματι τώ Ιερώ

Τήν ηλικίαν ατελής, εν φρονήσει τελεία, υπήρξας θαυμαστότατα, Κήρυκε Αθλοφόρε, σύν μητρί τε γαλουχώ, Iουλίττη ήρασθε, τό τής αθλήσεως στέφος, μετά πάντων Αγίων, ών ταίς πρεσβείαις καί ημείς, τύχοιμεν τού ελέους.

Θεοτοκίον

Χαίρε παλάτιον τερπνόν, Χαίρε θρόνε Κυρίου, Χαίρε σκήπτρον πανθαύμαστον, Χαίρε κούφη νεφέλη, χρυσούν θυμιατήριον, Χαίρε Μήτηρ άχραντε, τού Βασιλέως καθέδρα, Χαίρε εύδιε λιμήν, καί προστάτις απάντων, Θεοκυήτορ Παρθένε.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά προσόμοια γ', δευτερούντες τό α'.

 

Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Ώ τού παραδόξου θαύματος! τόν υπερήφανον νούν, καί αρχέκακον δράκοντα, εις χούν καταβέβληκε, καί εις κόνιν ελέπτυνε, τριετές βρέφος μητροφορούμενον, δυνάμει θεία, Χριστού ρωννύμενον, καί εξουθένησεν, ανδρικώ φρονήματι, ως αδρανές, στρουθίον παιζόμενον, τόν πολυμήχανον. (Δίς)

 

Μάρτυς Ιουλίττα ένδοξε, σύ ταίς μητράσι λαμπρόν, ευσεβείας προβέβλησαι, ακραιφνούς υπόδειγμα, καί γάρ έφερες ήδιστα, τόν εκ λαγόνων σου συναθλούντά σοι, οράν τώ αίματι βαπτιζόμενον, εγκαρτερήσασα, μητρικά σπαράγματα, διά Χριστόν, ώ συμβασιλεύουσα, ημών μνημόνευε.

 

Μάρτυρες Χριστού αήττητοι, τήν καρτερίαν υμών, κατεπλάγησαν Άγγελοι, δαίμονες κατέπτηξαν, καί ειδώλων οι πρόμαχοι, θεομαχούντες υμίν αντέστησαν, καί εκλυθέντες, αισχρώς ηττήθησαν, όθεν εγείραντες, ευσεβείας τρόπαιον, παρά Χριστού, νίκης διαδήματι, λαμπρώς εστέφθητε.

Δόξα... Ήχος δ'

Ανατολίου

Αγάλλου τέρπου καί ευφραίνου, ικονιέων η πόλις, ότι εκ σού ανεβλάστησε καρπός ευκλεής, Ιουλίττα η πανεύφημος καί καλλίνικος μάρτυς, καί εξ αυτής ο τίμιος παίς, Κήρυκoς ο φερώνυμος, πάσαν γάρ μηχανήν, τού τυράννου Βελίαρ, ανδρικώς καταπατήσαντες, τούς στεφάνους τής νίκης αξίως εκομίσαντο, κηρύξαντες λαοίς, σέβεσθαι καί προσκυνείν τήν Αγίαν Τριάδα, Όθεν καί ημείς παρρησία βοώμεν, τώ τούτους δοξάσαντι Χριστώ τώ Θεώ ημών, ειρηνεύσαι τόν κόσμον, καί σώσαι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Εκ παντοίων κινδύνων τους δούλους σου φύλαττε, ευλογημενη Θεοτόκε, ίνα σε δοξάζωμεν, τήν ελπίδα τών ψυχών ημών.

 

Καί η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.

 

Εις τήν Λειτουργίαν. Τά Τυπικά, οι Μαλαρισμοί, καί εκ τού Κανόνος τών Aγίων η γ' καί ς'. Ωδή, κλπ.

 

Ο Απόστολος

Πρός Κορινθίους α' Επιστολής

Aδελφοί, ότε ήμην νήπιος...

 

Ευαγγέλιον κατά Λoυκάν

Ζήτει Σάββατον ι'

 

Κοινωνικόν

Αγαλλιάσθε δίκαιοι εν Κυρίω, τοίς ευθέσι πρέπει αίνεσις. Αλληλούϊα.