ΤΗ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τής Αγίας Μεγαλομάρτυρος καί πανευφήμου Ευφημίας.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετά τόν Προοιμιακόν, στιχολογούμεν τήν α' στάσιν τού, Μακάριος ανήρ.

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια τά επόμενα.

 

Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Ώ τού παραδόξου θαύματος! η τού Κυρίου αμνάς, τήν αυτού εθελούσιον, μιμουμένη νέκρωσιν, διά πόνων αθλήσεως, κειμένη τάφω, αίματος πρόσχυσιν, αναπηγάζει σθένει τού Πνεύματος, ο αρυόμενοι, εις ψυχών καθάρσιον, τώ τού παντός, αίνεσιν προσάγομεν, Θεώ εκάστοτε.

 

Μάρτυς αληθώς πανεύφημε, θηρών επέσχες ορμάς, Δανιήλ ως τό πρότερον, καί πυρός εν χάριτι, ευχερώς κατετόλμησας, καί πάσαν άλλην, βάσανον στέρξασα, εδέξω στέφος, νίκης αμάραντον, καί ανελήλυθας, πρός τόν σοί ποθούμενον, περιχαρώς, όθεν σε γεραίρομεν, καί μακαρίζομεν.

 

Θείων Πατέρων συνάθροισμα, πίστεως Όρον τή σή, κορυφή επιτίθεται, όνπερ Παναοίδιμε, ηγκαλίσω φυλάττουσα, τήν θείαν πίστιν απαρασάλευτον, εκτρεπομένη, άπασαν αίρεσιν, καί καταισχύνουσα, τούς τού ψεύδους ένδοξε, προασπιστάς, όθεν σε γεραίρομεν, καί μακαρίζομεν.

 

Έτερα Στιχηρά

 

Ήχος δ'

Ως γενναίον εν μάρτυσι

Τήν σορόν τών λειψάνων σου, καθορώντες Πανεύφημε, ρώσιν αρυόμεθα αδαπάνητον, καί τάς ψυχάς φωτιζόμεθα, καί νούν ελλαμπόμεθα, καθαρθέντες νοητώς, ταίς ακτίσι τού Πνεύματος, μεσιτείαις σου, Ιεραίς Ευφημία, διά τούτο, μετά πόθου, ευφημούμεν, τήν Ιεράν σου πανήγυριν.

 

Καί πυρί προσωμίλησας, καί θηρίοις εκδέδοσαι, καί εν λάκκω βέβλησαι καλλιπάρθενε, καί τοίς τροχοίς επιτέθεισαι, εξ ών σε ερρύσατο, ο τών όλων ποιητής, καταισχύνας τόν ταύτά σοι, μηχανώμενον, καί δοξάσας σε Μάρτυς Ευφημία, τήν κηρύξασαν τόν ένα, Xριστόν εν δύο ταίς φύσεσιν.

 

Ευτυχή καί Διόσκορον, καί τούς τούτοις ομόφρονας, ακεφάλους άμα τε καί παράφρονας, τούς ανιάτως νοσήσαντας, εις τό τέλος κατήσχυνεν, Ευφημία η σεπτή, καί Χριστόν ανεκήρυξε, ταίς θελήσεσιν, ενεργείαις τε άμα διπλούν όντα, καθ' υπόστασιν δέ ένα, ως οι Πατέρες ετράνωσαν.

Δόξα... Ήχος πλ. β'

Εκ δεξιών τού Σωτήρος, παρέστη η παρθένος καί αθληφόρος καί Μάρτυς, περιβεβλημένη ταίς αρεταίς τό αήττητον, καί πεποικιλμένη ελαίω τής αγνείας, καί τώ αίματι τής αθλήσεως, καί βοώσα πρός αυτόν εν αγαλλιάσει, τήν λαμπάδα κατέχουσα, Εις οσμήν μύρου σου έδραμον, Χριστέ ο Θεός, ότι τέτρωμαι τής σής αγάπης εγώ, μή χωρίσης με νυμφίε επουράνιε, Αυτής ταίς ικεσίαις κατάπεμψον ημίν, παντοδύναμε Σωτήρ τά ελέη σου.

Καί νύν... Θεοτοκίον

Τίς μή μακαρίσει σε, Παναγία Παρθένε; τίς μή ανυμνήσει σου τόν αλόχευτον τόκον; ο γάρ αχρόνως εκ Πατρός εκλάμψας Υιός μονογενής, ο αυτός εκ σού τής Αγνής προήλθεν, αφράστως σαρκωθείς, φύσει Θεός υπάρχων, καί φύσει γενόμενος άνθρωπος δι' ημάς, ουκ εις δυάδα προσώπων τεμνόμενος, αλλ' εν δυάδι φύσεων, ασυγχύτως γνωριζόμενος, Αυτόν ικέτευε, σεμνή παμμακάριστε, ελεηθήναι τάς ψυχάς ημών.

 

Είσοδος. τό, Φώς ιλαρόν, καί τό Προκείμενον τής ημέρας. Ει βούλει ειπείν καί Αναγνώσματα.

 

Προφητείαις Ησαϊου τό Ανάγνωσμα

(Κεφ. 43, 9-14)

Τάδε λέγει Κύριος, Πάντα τά έθνη συνήχθησαν άμα καί συναχθήσονται άρχοντες εξ αυτών, Τίς αναγγελεί ταύτα εν αυτοίς; ή τά εξ αρχής, τίς ακουστά ποιήσει ημίν, Αγαγέτωσαν τούς μάρτυρας αυτών, καί δικαιωθήτωσαν, Καί ειπάτωσαν αληθή, Γίνεσθέ μοι μάρτυρες, καί εγώ μάρτυς Κύριος ο Θεός, καί ο παίς, όν εξελεξάμην, ίνα γνώτε καί Πιστεύσητε, καί συνήτε, ότι εγώ ειμι, Εμπροσθέν μου ουκ εγένετο άλλος Θεός, καί μετ εμέ ουκ έσται, Εγώ ειμι ο Θεός, καί ουκ έστι πάρεξ εμού ο σώζων. Εγώ ανήγγειλα καί έσωσα, ωνείδισα, καί ουκ ήν εν ημίν αλλότριος. Υμείς εμοί μάρτυρες, καί εγώ Κύριος ο Θεός, ότι απ' αρχής εγώ ειμι, καί ουκ έστιν ο εκ τών χειρών μου εξαιρούμενος. Ποιήσω, καί τίς αποστρέψει αυτό. Ούτω λέγει Κύριος ο Θεός, ο λυτρούμενος ημάς, ο Άγιος Ισραήλ.

Σοφίας Σολομώντος τό Ανάγνωσμα

(Κεφ. 3, 1-9)

Δικαίων ψυχαί εν χειρί Θεού, καί ου μή άψηται αυτών βάσανος. Έδοξαν εν οφθαλμοίς αφρόνων τεθνάναι. Καί ελογίσθη κάκωσις η έξοδος αυτών, καί η αφ' ημών πορεία σύντριμμα, οι δέ εισιν εν ειρήνη. Καί γάρ εν όψει ανθρώπων εάν κολασθώσιν, η ελπίς αυτών αθανασίας πλήρης. Καί ολίγα παιδευθέντες, μεγάλα ευεργετηθήσονται, ότι ο Θεός επείρασεν αυτούς, καί εύρεν αυτούς αξίους εαυτού. Ως χρυσόν εν χωνευτηρίω εδοκίμασεν αυτούς, καί ως ολοκάρπωμα θυσίας προσεδέξατο αυτούς. Καί εν καιρώ επισκοπής αυτών αναλάμψουσι, καί ως σπινθήρες εν καλάμη διαδραμούνται. Κρινούσιν έθνη, καί κρατήσουσι λαών καί βασιλεύσει αυτών Κύριος εις τούς αιώνας, οι πεποιθότες επ' αυτόν, συνήσουσιν αλήθειαν, καί οι πιστοί έν αγάπη προσμενούσιν αυτώ, ότι χάρις καί έλεος εν τοίς οσίοις αυτού, καί επισκοπή εν τοίς εκλεκτοίς αυτού.

Σοφίας Σολομώντος τό Ανάγνωσμα

(Κεφ. 5, 15-23 & 6, 1-3)

Δίκαιοι εις τόν αίωνα ζώσι, καί εν Κυρίω ο μισθός αυτών, καί η φροντίς αυτών παρά Υψίστω. Διά τούτο λήψονται τό βασίλειον τής ευπρεπείας, καί τό διάδημα τού κάλλους εκ χειρός Κυρίου, ότι τή δεξιά αυτού σκεπάσει αυτούς, καί τώ βραχίονι υπερασπιεί αυτών. Λήψεται πανοπλίαν, τόν ζήλον αυτού, καί οπλοποιήσει τήν κτίσιν εις άμυναν εχθρών. Ενδύσεται θώρακα, δικαιοσύνην, καί περιθήσεται κόρυθα, κρίσιν ανυπόκριτον. Λήψεται ασπίδα ακαταμάχητον, οσιότητα, οξυνεί δέ απότομον οργήν εις ρομφαίαν. Συνεκπολεμήσει αυτώ ο κόσμος επί τούς παράφρονας, πορεύσονται εύστοχοι βολίδες αστραπών, καί ως από ευκύκλου τόξου τών νεφών, επί σκοπόν αλούνται, καί εκ πετροβόλου θυμού πλήρεις ριφήσονται χάλαζαι. Αγανακτήσει κατ' αυτών ύδωρ θαλάσσης, ποταμοί δέ συγκλύσουσιν αποτόμως. Αντιστήσεται αυτοίς πνευμαδυνάμεως, καί ως λαίλαψ εκλικμήσει αυτούς, καί ερημώσει πάσαν τήν γήν ανομία, καί η κακοπραγία περιτρέψει θρόνους δυναστών. Ακούσατε ούν, Βασιλείς, καί σύνετε, μάθετε, δικασταί περάτων γής, ενωτίσασθε οι κρατούντες πλήθους, καί γεγαυρωμένοι επί όχλοις εθνών, ότι εδόθη παρά Κυρίου η κράτησις υμίν, καί η δυναστεία παρά Υψίστου.

 

Εις τήν Λιτήν, Στιχηρά Ιδιόμελα.

 

Ήχος α'

Δεύτε πάντες οι πιστοί, τήν ετήσιον μνήμην, τής πανευφήμου Ευφημίας, μετ' εγκωμίων υμνήσωμεν, λέγοντες, χαίροις αθληφόρε καί Μάρτυς, η τών τυράννων τά θράση καταργήσασα, καί τών κακοδόξων τήν άνοιαν απελάγξασα, Χαίροις, τής Χαλκηδόνος τό κάλλιστον.

 

Θρέμμα, καί τών ορθοδόξων τό άσειστον έρεισμα, Χαίροις, η διά Χριστόν τόν νυμφίον σου, τήν μέν ακμήν τού σώματος ταίς βασάνοις Καταναλώσασα, τήν δέ ψυχήν ταίς ακτίσι τού Πνεύματος εκλαμπρύνασα, Χαίροις, η πρεσβεύουσα πάντοτε, υπέρ τών πίστει καί πόθω τελούντων σου τά μνημόσυνα.

Ήχος β'

Ώ τού παραδόξου θαύματος! ώσπερ ζώσα η Μάρτυς, καί θανούσα εν λάρνακι, ταίς τιμίαις αυτής χερσί, τόν ημέτερον Τόμον επέφερε, τόν δέ τών αιρετικών τοίς ποσί κατεπάτησεν, εκφαυλίζουσα τούτον τό κακόνουν καί βλάσφημον, τών δέ πιστών κρατύνουσα τό ορθόν καί ακίβδηλον, ένα μέν καθ' υπόστασιν τόν Χριστόν κηρυττόντων, διπλούν δέ κατά φύσιν καί θέλησιν, Ής ταίςπρεσβείαις, Χριστέ ο Θεός, ειρήνην ταίς εκκλησίαις σου δώρησαι, καί ταίς ψυχαίς ημών τό μέγα έλεος.

Ήχος γ'

Τούς τής αθλήσεως Μάρτυς αγώνας καί τής πίστεως, ούς υπέρ Χριστού ηγωνίσω, εν ασθενεί τού θήλεος φύσει, επαξίως τίς διηγήσεται; ή τίς εξειπείν κατισχύσει τών αρετών σου τά προτερήματα, καί τών σών θαυμάτων τά πλήθη, Ευφημία πανεύφημε; τό τε στερρόν τών ορθών δογμάτων, καί ορθοδοξίας τό μόνιμον, διό καί υπό τών θείων Πατέρων, τόν τής πίστεως Όρον, ως ζηλωτής ταύτης πεπίστευσαι, όν καί φυλάττεις διά παντός απαράτρεπτον, καί πρεσβεύεις υπέρ τών ψυχών ημών.

Ήχος δ'

Μαρτυρικήν πανήγυριν, επί γής τελουμένην κατοπτεύοντες σήμερον, ευφρανθώμεν τώ πνεύματι, καί σκιρτήσωμεν αγαλλόμενοι, συνεκάλεσε γάρ ημάς Eυφημία η σεπτή, διά τού Ιερού καί καλού τής εκκλησίας ποιμένος, καί προθείσα ημίν εαυτήν, συγχωρεί εκάστω τόν αγιασμόν απαρύσασθαι, Προσέλθωμεν δή εν πίστει, καί αδιστάκτω διανοία, μηδέν υφορώμενοι, ίνα εκ τής αγίας σορού απαντλήσωμεν, αφθόνως τών νοσημάτων τήν ίασιν, αιτούμενοι συγχώρησιν παρά Χριστού τού Θεού, καί τό μέγα έλεος.

Δόξα... Ήχος πλ. α'

Σήμερον τού επουρανίου Βασιλέως η αμίαντος νύμφη, συγκαλείται ημάς πρός εστίασιν πνευματικήν, Ευφημία η πάνσεπτος, Δεύτε ούν φιλέορτοι πάντες, μυστικώς ευφρανθώμεν, εν τή πανσέπτω αυτής καί λαμπρά πανδαισία, καθαρθέντες τώ νοϊ, εν φαιδραίς ταίς στολαίς κατηγλαϊσμένοι τού θείου Πνεύματος, αύτη γάρ ως αγνή περιστερά, τώ τής παρθενίας κάλλει, τώ Υιώ νυμφευθείσα, ολικώς τήν αγίαν Τριάδα εν εαυτή εισωκίσατο, Πατέρα καί Υιόν καί Πνεύμα Άγιον, τόν ένα Θεόν, όν καί ποθούσα καί ζητούσα ενήθλησε, διό καί συμβασιλεύει αυτώ εις τούς αιώνας, εν τοίς επουρανίοις σκηνώμασι.

Καί νύν... Θεοτοκίον

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καί δοξάζομέν σε, οι πιστοί κατά χρέος, τήν πόλιν τήν άσειστον, τό τείχος τό άρρηκτον, τήν αρραγή προστασίαν, καί καταφυγήν τών ψυχών ημών.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος β'

Ότε, εκ τού ξύλου σε νεκρόν

Δεύτε, καθαρθώμεν άδελφοί, χείλεσι ψυχή καί καρδία, καί αρυσώμεθα, πλούτον αδαπάνητον εκ τής αγίας σορού, δωρεάν προχεόμενον νύν τής Πανευφήμου, μέσον προκειμένης τε, καί ορωμένης τρανώς, ήν περ μακαρίζοντες πόθω, καί, πιστώς γεραίροντες πάντες, θείοις εγκωμίοις καταστέψωμεν.

 

Στίχ. Υπομένων υπέμεινα τόν Κύριον, καί προσέσχε μοι.

 

Έστης, πρό βημάτων καρτερώς, δυσσεβών τυράννων ως άκμων, πόνοις ανάλωτος, Μάρτυς καλλιπάρθενε, Χριστόν κηρύττουσα, Θεόν είναι παντέλειον, καί σάρκα λαβόντα, εν δυσί ταίς φύσεσι, καί ταίς θελήσεσιν, όθεν εις σούς πόδας τόν τόμον, τών αιρετικών απορρίπτεις, ζήλω τόν ημέτερον κατέχουσα.

 

Στίχ. Καί έστησεν επί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.

 

Μάρτυς, Ευφημία τού Χριστού, πάντες ευφημούμεν εν πίστει, καί μακαρίζομεν, Ιερείς εν άσμασι καί μελωδήμασι, τήν σεπτήν σου πανήγυριν, εις έν συνελθόντες, ούς τό νύν συνήθροισεν ο Βυζαντίων ποιμήν, όνπερ φρούρει φύλαττε σκέπε, καί ημάς παντοίας εκ βλάβης, λύτρωσαι πρεσβείαις σου πανεύφημε.

Δόξα... Ήχος πλ. β'

Η διηνθισμένη ταίς αρεταίς, καί πεφωτισμένη τόν λογισμόν, η μύρα προχέουσα εν ταίς καρδίαις τών πιστών, η εκ τής εώας ανατείλασα ως αστήρ φαεινός, καί αθροισμόν ποιήσασα, διά τής τού Αγίου Πνεύματος επιφοιτήσεως τών θείων Πατέρων, μή διαλίπης υπέρ ημών δυσωπούσα πρός Κύριον, Ευφημία πανεύφημε, σωθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Θεοτόκε σύ εί η άμπελος η αληθινή, η βλαστήσασα τόν καρπόν τής ζωής, σέ ικετεύομεν, Πρέσβευε Δέσποινα, μετά τών Αναργύρων, καί πάντων τών Αγίων, ελεηθήναι τάς ψυχάς ημών.

 

Απολυτίκιον Ήχος γ'

Θείας πίστεως

Λίαν εύφρανας τούς ορθοδόξους, καί κατήσχυνας τούς κακοδόξους, Ευφημία Χριστού καλλιπάρθενε, τής γάρ Τετάρτης Συνόδου εκύρωσας, ά οι Πατέρες καλώς εδογμάτισαν, Μάρτυς ένδοξε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

Δόξα... Καί νύν... Θεοτοκίον

Σέ τήν μεσιτεύσασαν τήν σωτηρίαν τού γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τή σαρκί γάρ τή εκ σού προσληφθείση, ο Υιός σου καί Θεός ημών, τό διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.

 

Ε ΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Η νύμφη καί αμνάς, τετρωμένη τώ πόθω, Χριστέ τού εαυτής, ουρανίου νυμφίου, οπίσω σου έδραμε, τήν λαμπάδα κατέχουσα, τήν δι' έλαιον, τών αρετών ανημμένην. Ταύτης άπαντας, ρύσαι παντοίων κινδύνων, πρεσβείαις ως εύσπλαγχνος.

Θεοτοκίον

Ελπίς Χριστιανών, Παναγία Παρθένε, όν έτεκες Θεόν, υπέρ νούν τε καί λόγον, απαύστως ικέτευε, σύν ταίς άνω Δυνάμεσι, δούναι άφεσιν, αμαρτιών ημίν πάσι, καί διόρθωσιν, βίου τοίς πίστει καί πόθω αεί σε δοξάζουσι.

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Kατεπλάγη Ιωσήφ

Κατησχύνθησαν αισχρώς, αιρετιζόντων η πληθύς, καί τά πρόσωπα αυτών, ύβρεως πέπλησται πολλής, ότε εώρων ποσί σου κατερριμμένον, τόν Τόμον εαυτών, τόν δέ ημέτερον, τιμίαις σου χερσί, κατεχόμενον, κατηγορούντα άνοιαν ενδίκως, τών κακοδόξων, καί κράζοντα, Χριστός ετέχθη, διπλούς τή φύσει, διπλούς δέ καί ταίς θελήσεσι.

Θεοτοκίον

Κατεπλάγη, Ιωσήφ, τό υπέρ φύσιν θεωρών, καί ελάμβανεν εις νούν, τόν επί πόκον υετόν, εν τή ασπόρω συλλήψει σου Θεοτόκε, βάτον εν πυρί, ακατάφλεκτον, ράβδον Ααρών τήν βλαστήσασαν, καί μαρτυρών ο μνήστωρ σου καί φύλαξ, τοίς ιερεύσιν εκραύγαζε, Παρθένος τίκτει, καί μετά τόκον, πάλιν μένει Παρθένος.

 

Μετά τόν Πολυέλεον

 

Κάθισμα Ήχος πλ. δ'

Τό προσταχθέν μυστικώς

Εν τή ευσήμω εορτή τής Πανευφήμου, μετ' εγκωμίων ψαλμικώς πιστών ο δήμος, ευφημήσωμεν πόθω Χριστού τήν παρθένον, δογμάτων γάρ ανεδείχθη τών πατρικών, προστάτις, καί μετά τέλος θαύμα φρικτόν! Ευτυχή καί Διόσκορον, ελέγξασα τούς κακώς, νοσήσαντας εις δόγμα Χριστού, όν ομνούντες δοξάζομεν.

Θεοτοκίον

Ευχαριστούμέν σοι αεί Θεοτόκε, καί μεγαλύνομεν Αγνή καί προσκυνούμεν ανυμνούντες τόν τόκον σου κεχαριτωμένη, βοώντες ακαταπαύστως, σώσον ημάς, Παρθένε Παντελεήμον, ως αγαθή, καί δαιμόνων εξάρπασον, λογοθεσίου φοβερού, έν ώρα τής ετάσεως, μή αισχυνθώμεν οι δούλοί σου.

 

Οι Αναβαθμοί, τό α' Αντίφωνον τού δ' Ήχου.

 

Οι Αναβαθμοί Αντίφωνον Α'

            Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.

            Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.

Δόξα... Καί νύν...

Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

 

Προκείμενον Ήχος δ'

Υπομένων υπέμεινα τόν Κύριον, καί προσέσχε μοι.

Στίχ. Δίκαιος ως φοίνιξ ανθήσει καί ωσεί κέδρος η εν τώ Λιβάνω πληθυνθήσεται.

 

Ευαγγέλιον κατά Μάρκον

Τώ καιρώ εκείνω ηκολούθειτώ lησού όχλος πολύς, καί συνέθλιβον αυτόν...

Ζήτει Νοεμβ. ΚΕ'

 

Ο Ν'

 

Δόξα... Ταίς τής Αθληφόρου...

Καί νύν... Ταίς τής Θεοτοκου...

 

Στίχ. Ελέησόν με ο Θεός...

 

Ήχος πλ. β'

Εκ δεξιών τού Σωτήρος, παρέστη η παρθένος καί αθληφόρος καί Μάρτυς, περιβεβλημένη ταίς αρεταίς τό αήττητον, καί πεποικιλμένη ελαίω τής αγνείας, καί τώ αίματι τής αθλήσεως, καί βοώσα πρός αυτόν εν αγαλλιάσει, τήν λαμπάδα κατέχουσα, Εις οσμήν μύρου σου έδραμον, Χριστέ ο Θεός, ότι τέτρωμαι τής σής αγάπης εγώ, μή χωρίσης με νυμφίε επουράνιε, Αυτής ταίς ικεσίαις κατάπεμψον ημίν, παντοδύναμε Σωτήρ τά ελέη σου.

 

Ο Κανών τής Θεοτόκου.

Υγράν διοδεύσας.

 

Καί τής Αγίας, ο παρών.

 

Ωδή α' Ήχος δ'

Ανοίξω τό στόμα μου

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί άσω μελώδημα, τή Αθληφόρω Χριστού, καί οφθήσομαι, φαιδρώς ανακηρύττων, τούς πόνους ούς ήνεγκε, καί τά παλαίσματα.

 

Ιάσεων άφθονα, ημίν προχέεις χαρίσματα, τοίς πίστει προστρέχουσιν, έν τώ ναώ σου Σεμνή, καί αιτούσί σε, εκ βάθους καρδίας, καί πόθω τήν μνήμην σου, πανηγυρίζουσι.

 

Ναός εχρημάτισας, κατά τόν θείον Απόστολον, εν ώπερ ηυδόκησε, Χριστός ο Κύριος, ενοικήσαί τε, καί εμπεριπατήσαι, ψυχής καθαρότητι, Μάρτυς πολύαθλε.

Θεοτοκίον

Ου κρύπτομεν Δέσποινα, τού σού ελέους τήν άβυσσον, καί βρύσιν τήν άφθονον, τών τεραστίων σου, καί τό πέλαγος, τών ευεργεσιών σου, ών πάσι δι' έλεον πολύν εξέχεας.

 

Ωδή γ'

Τούς σούς υμνολόγους Θεοτόκε

Ω! πώς εν τώ μέσω τού σταδίου, αθλούσα η Μάρτυς τού Χριστού, τόν τύραννον εξέστησε, δι' άκραν καρτερότητα, ανδρείως γάρ υπήνεγκε, τά τών δεινών κολαστήρια.

 

Πανεύφημε μάρτυς Ευφημία, ευφήμοις εν άσμασιν αεί, σήν μνήμην σου γεραίρομεν, τήν σήν πλουτούντες λάρνακα, τό λείψανόν σου φέρουσαν, τό ιερόν καί σεβάσμιον.

 

Ανδρείως κατέβαλες τόν όφιν, τόν μέγαν Σεμνή τόν νοητόν, δυναμωθείσα χάριτι, Πατρός Υιού καί Πνεύματος, τής ασυγχύτου φύσεως, καί τρισηλίου θεότητος.

Θεοτοκίον

Υμνήσωμεν πάντες κατά χρέος, Μαρίαν τήν Δέσποιναν αγνήν, τήν μόνην αειπάρθενον, αύτη γάρ τό κεφάλαιον, τής σωτηρίας γέγονεν, ημών δι' άκραν καθαρότητα.

 

Κάθισμα Ήχος δ'

Ο υψωθείς εν τώ Σταυρώ

Τόν νυμφίον σου Χριστόν αγαπήσασα, τήν λαμπάδα σου φαιδρώς ευτρεπίσασα, ταίς αρεταίς διέλαμψας Πανεύφημε, όθεν εισελήλυθας, σύν αυτώ εις τούς γάμους, στέφος τής αθλήσεως, παρ αυτού δεξαμένη. Αλλ' εκ κινδύνων λύτρωσαι ημάς, τούς εκτελούντας εν πίστει τήν μνήμην σου.

Δόξα... Καί νύν... Θεοτοκίον

Τή Θεοτόκω εκτενώς νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής, Δέσποινα βοήθησον, εφ' ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα, υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.

 

Ήχος δ'

Τήν ανεξιχνίαστον

Όλβον εθησαύρισας τόν αληθή, όν περ σής καί βρώσις ού δύναται, εξαφανίσαι, Καλλιπάρθενε σεμνή, ού γάρ εν γή κατέκρυψας, τοίς δεομένοις δέ εσκόρπισας.

 

Θάμβους επληρώθησαν καί χαρμονής, όντως τών Πατέρων ο σύλλογος, εν ταίς χερσί σου, καθορώντες ώ Σεμνή, τόν τόμον τόν ορθόδοξον, ενδέ τοίς ποσί τόν αλλότριον.

 

Ύβρεως επλήσθησαν σφόδρα πολλής, οι περί Διόσκορον άπαντες, καί, Ευτυχέα, οι νοσήσαντες κακώς, ούς επί τέλους ήσχυνας, μάρτυς Ευφημία πανεύφημε.

Θεοτοκίον

Νόες επουρανιοι τό επί σοί, όντως Θεοτόκε μυστήριον, κατανοούντες, εξεπλάγησαν, διό, ιλιγγιώσι Δέσποινα, ύμνον κατ' αξίαν προσφέρειν σοι.

 

Ωδή ε'

Εξέστη τά συμπαντα

Μερίδα Πανεύφημε, τήν αγαθήν προέκρινας, πάντα παριδούσα τά τού βίου, δόξαν καί πλούτον, ενός γάρ χρεία εστί, μέριμναν καί τύρβην τών πολλών, σύ απεσκοράκισας, τήν Μαρίαν ζηλώσασα.

 

Ω ξένον τεράστιον! νεκρά μέν εν τώ μνήματι, θαυματα τελεί δ' ώσπερ τίς ζώσα, κρείττονα λίαν ή κατά άνθρωπον, αιμάτων εκβλύζουσα κρουνούς, εις ένδειξιν μείζονα, ότι ζώσιν οι δίκαιοι.

 

Συνούσα τώ Κτίστη σου, εν ουρανοίς πανεύφημε, έντευξιν ποιού υπέρ τών πίστει, ανευφημούντων τήν θείαν μνήμην σου, μάρτυς Ευφημία τού Χριστού, υπέρ ού τό αίμά σου, ώσπερ θύμα εξέχεας.

Θεοτοκίον

Ανύμφευτε Δέσποινα, τών Προφητών η πρόρρησις, όντως επί σοί πέρας λαωβάνει, καί γάρ συνέλαβες εν τή μήτρα τή σή, τόν Λόγον τόν άναρχον Πατρός, ως ο θείος σύλλογος, τουτωνί προεκήρυξε.

 

Ωδή ς'

Τήν θείαν ταύτην

Ως άνθος χόρτου η πάνσεμνος, ορώσα Ευφημία ρεόμενα, πάντα τά γήϊνα, δίκην σκυβάλων κατέπτυσεν, ίνα Χριστόν κερδήση, όνπερ επόθησε.

 

Καθείλες Κόρη τόν δράκοντα, τόν μέγαν καί πολλά επαιρόμενον, καί κατεβύθισας, εν τοίς κρουνοίς τών αιμάτων σου, τόν καθ' ημών δολίως μηχανευόμενον.

 

Ορώντες Μάρτυς ως ήδυσμα, εν μέσω σου τό λείψανον κείμενον, τό ιερώτατον, πνευματικώς ευωχούμεθα, αγιασμόν καί ρώσιν απαρυόμενοι.

Θεοτοκίον

Ξενίζεις πάντας τώ τόκω σου, Παρθένε Παναγία Θεόνυμφε, ώ! πώς απείρανδρος, ούσα πρό τόκου γεγέννηκας, καί μετά τόκον πάλιν έμεινας άφθορος.

 

Kοντάκιον Ήχος β'

Αγώνας εν αθλήσει, αγώνας εν τή πίστει κατεβάλου θερμώς υπέρ Χριστού τού νυμφίου σου, αλλά καί νύν, ως τάς αιρέσεις, καί τών εχθρών τό φρύαγμα, εν τοίς ποσί τών βασιλέων ημών υποταγήναι πρέσβευε διά τής Θεοτόκου, η υπό εξακοσίων τριάκοντα θεοφόρων Πατέρων Όρον λαβούσα, καί φυλάττουσα πανεύφημε.

Ο Οίκος

Τί τών σών αθλημάτων, ή τί τών σών κατορθωμάτων, ή τί τής σής παρθενίας, ή τού βίου τού αμέμπτου σου θαυμάσειέ τις πρότερον; σύ γάρ εύφρανας τόν Πατέρα, ως τώ Υιώ νυμφευθείσα, τώ Πνεύματι τώ Αγίω σαυτήν κατακοσμήσασα, Τίς ικανοί πρός ταύτα, τίς λέγειν νύν ισχύσειεν, όσαι σε περιλάμπουσιν αρεταί μή υποδύουσαι; ως εξ ανατολής γάρ εκ τάφου ανατέλλουσα, παντί φαίνεις, καί ακτινοβολείς εν γή καί θαλάσση, καί επί πάσαν ήπειρον αγιάζεις καί μυρίζεις τά πέρατα, διό Τόμον πεπίστευσαι, υπό εξακοσίων τριάκοντα θεοφόρων Πατέρων Όρον λαβούσα, καί φυλάττουσα Πανεύφημε.

 

Συναξάριον

Τή ΙΑ' τού αυτού μηνός, Μνήμη τής Αγίας Μεγαλομάρτυρος καί πανευφήμου Eυφημίας.

Στίχοι

               Δίκαζε μάρτυς τοίς όροις, καί κειμένη,

               Κυρούσα πίστιν, ής ενήθλησας πόθω.

               θέσκελον ενδεκάτη Όρον εμπεδοί Ευφημίη.

 

Τή αυτή ημέρα, Μνήμη τού αγίου μάρτυρος Κινδέου τού πρεσβυτέρου.

 

Ο όσιος Λέων, ο εν τή μάνδρα, εν ειρήνη τελειούται.

 

Οι άγιοι μάρτυρες Μαρκιανός καί Μαρτυροκλής ο μέν μαχαίρα, ο δέ τοξευθείς τελειούνται.

 

Ο όσιος Νικόδημος, ο εν τοίς Ορίοις τής τού Βατοπεδίου Ιεράς μονής ασκήσας, καί διδασκαλος τού θείου Γρηγορίου τού Παλαμά χρηματίσας, διά τής κατά Χριστόν φιλοσοφίας εν ειρήνη τελειούται.

 

Ων ταίς πρεσβείαις είημεν άπαντες περιφρουρούμενοι. Αμήν.

 

Ωδή ζ'

Ουκ ελάτρευσαν

Ράον έφερες, βασάνων τήν δριμύτητα, Μάρτυς πανεύφημε, εν στερροτάτω νοϊ, εξ ύψους λαμβάνουσα θείαν βοήθειαν, όθεν έψαλλες, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Η πανεύφημος, Αμνάς καί καλλιπάρθενος, πάντας εκάλεσε, πρός ευωχίαν αυτής, διό καί ευφράνθητε πανηγυρίζοντες, καί κραυγάσατε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Σύ διήλεγξας, τού Ευτυχούς τήν άνοιαν, τού δυστηχήσαντος, περί το σέβας κακώς, δεινού Διοσκόρου τε Μάρτυς πανεύφημε, αναμέλπουσα, Ο τών Πατέρων Κύριος, καί Θεός ευλογητος εί.

Θεοτοκίον

Ιλεών μοι, τον Υιόν σου Παναμώμητε, ποίησον δέομαι, καί μή παρίδης σεμνή, δεήσεις καί δάκρυα θερμώς προχέοντι, καί κραυγάζοντι, Ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Ωδή η'

Παίδας ευαγείς

Έστης πρό βημάτων Ευφημία, τυράννων παρανομούντων ανδρικώτατα, τόν Χριστόν κηρύττουσα, Θεόν τε καί άνθρωπον, διπλούν εν ταίς θελήσεσιν άμα καί φύσεσι, καί κράζουσα, Υμνείτε τά έργα, καί υπερυψούτε, αυτόν εις τούς αιώνας.

 

Ύλην γεηράν απεποιήσω, Χριστόν τον νυμφίον σου επιποθήσασα, ούτινος τοίς ίχνεσι, Μάρτυς ηκολούθησας, διό καί συναγάλλη νύν, αυτώ κραυγάζουσα, τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Φρίττω κατά νούν αναλαμβάνων, τούς πόνους σου τούς δεινούς καί τά παλαίσματα, οίς ενεκαρτέρησας, γυναικείω σώματι, διά πολλήν αγάπησιν, Μάρτυς πανεύφημε, Πατρός τε καί Υιού καί τού θείου, Πνεύματος τού μόνου, Θεού τρισυποστάτου.

Θεοτοκίον

Όρμος γαληνός μόνη εδείχθης, Παρθένε χειμαζομένων καί προσφύγιον, ένθα καταφεύγοντες, οι κλυδωνιζόμενοι, εν τώ τού βίου κλύδωνι περισωζόμεθα, διό σε κατά χρέος υμνούμεν, καί δοξολογούμεν, εις πάντας τούς αιώνας.

 

Ωδή θ'

Άπας γηγενής

Νούς ουκ εξαρκεί, καί λόγος ανθρώπινος εκδιηγήσασθαι, τάς υπερφυείς τιμάς, καί δόξας Μάρτυς άσπερ απείληφας, συμβασιλεύειν άληκτα Χριστώ πανεύφημε, κατ' αξίαν, άθλων δέ κεκλήρωσαι, ακηράτου τρυφής απολαύουσα.

 

Μύρω νοητώ, εχρίσθης Πανεύφημε του θείου Πνεύματος, καί μυρίζεις πάντοτε, τών προσιόντων σοι μετά πίστεως, ψυχάς ομού καί σώματα, καί πάσαν αίσθησιν, δι' ής πόρρω, αποσκορακίζεται, ο δυσώδης εχθρός καί παμπόνηρος.

 

Ιεροπρεπώς, τήν σήν αξιάγαστον πανηγυρίζομεν, καί φαιδράν πανήγυριν, εν τώ πανσέπτωναώσου σήμερον, εν ώπερ συνηθροίσθημεν, χειραγωγία πολλή, τού ποιμένος, τού καλού πανεύφημε, υπέρ ού εκδυσώπει τόν Κύριον.

 

Άναρχε Τριάς, τούς θεολογούντάς σε σκέπε καί φύλαττε, έχεις γάρ πρεσβεύουσαν, περί τήν δόξαν τής σής λαμπρότητος, μετά Μαρτύρων πάντοτε, τήν καλλιπάρθενον, Ευφημίαν ήσπερ τά μνημόσυνα, εκτελούντες πιστώς ευφραινόμεθα.

Θεοτοκίον

Φωνήν σοι αγνή, προσάγομεν Δέσποινα, πόθω βοώντές σοι, Χαίρε θρόνε πύρινε, υψίστου χαίρε Θεού παλάτιον, ό ο Δαυϊδ προέγραψεν, όρος πιώτατον, Αποστόλων, χαίρε η ευπρέπεια, καί ημών τών ψυχών τό διάσωσμα.

 

Εξαποστειλάριον

Επεσκέψατο ημάς

Καί θανούσα ζωηρόν, αιμάτων μύρον έβλυσας, ως εν Θεώ ζώντι ζώσα, καί τών δογμάτων τού Χριστού, τάς πλάκας ταίς αγκάλαις σου, Ευφημία κατέχεις, διό ευφημούμέν σε.

Θεοτοκίον

Ο Θεός ημών Αγνή, καταφυγήν καί δύναμιν, καί βοηθον σε παρέσχεν, εν ταίς θλίψεσιν ημών, καί εν ταίς περιστάσεσι, πάντας ούν ημάς ρύσαι, εκ τών αναγκών ημών.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια γ', δευτερούντες τό α'.

 

Ήχος πλ. α'

Χαίροις ασκητικών αληθώς

Χαίροις παρθενομάρτυς Χριστού, η εξ Εώας ωςαστήρ ανατείλασα, καί πάσαν τήν οικουμένην φωταγωγούσα φαιδρώς, ψυχής διαυγεία καί φαιδρότητι, δι' ής θείον θέσπισμα, τών Πατέρων κεκύρωται, καί κατηργήθη, Ευτυχούς γλώσσα βλάσφημος Διοσκόρου τε, τού δεινού καί παράφρονος, Χαίροις η αποστάζουσα, κρουνούς τών αιμάτων σου, καθαρτικούς μολυσμάτων, εκ τών αγίων λειψάνων σου, Χριστού τή δυνάμει, τού παρέχοντος τώ κόσμω, τό μέγα έλεος. (Δίς)

 

Δεύτε τής Αθλοφόρου Χριστού, μετ' εγκωμίων τελουμένην πανήγυριν, ορώντες συνευφρανθώμεν, πνευματικώς εν χαρά, καί πανευφροσύνως εορτάσωμεν, αυτή γάρ κατέβαλε, τό αγέρωχον φρόνημα, τών τυραννούντων, τή δυνάμει τού Πνεύματος, όθεν ήρατο, κατ' αυτών μέγα τρόπαιον, Ταύτην γούν ευφημήσωμεν, ευφήμοις εν άσμασι, τήν καλλιπάρθενον κόρην, τής ευφημίας φερώνυμον, Χριστόν δυσωπούντες, τού δωρήσασθαι τώ κόσμω, τό μέγα έλεος.

 

Όρους παραλαβούσα σεμνή, ένδον τού τάφου, ευσεβών κακοδόξων τε, κατείχες εν ταίς χερσί σου, όν οι Πατέρες καλώς, άνωθεν πνευσθέντες συνεξέθεντο, τόν δέ κατεπάτησας, ως ψευδή καί αντίθεον, τών κακοδόξων, ούς εις τέλος κατήσχυνας, όθεν άπαντες, ευσεβώς ευφημούμέν σε, χαίροντες εν τή μνήμη σου, ούς μάρτυς ο πρόεδρος, ο Ιερός Βυζαντίων, επισυνήγαγε σήμερον, διό τόν Σωτήρα, εκδυσώπησον δοθήναι, τό μέγα έλεος.

Δόξα... Ήχος πλ. δ'

Πάσα γλώσσα κινείσθω πρός ευφημίαν, τής πανευφήμου Ευφημίας, άπαν γένος καί ηλικία πάσα, νεανίσκοι καί παρθένοι, τήν Χριστού παρθενομάρτυρα, εγκωμίοις καταστέψωμεν, νομίμως γάρ ανδρισαμένη, καί τό χαύνον τού θήλεος απορρίψασα, δι' αθλητικών πόνων, τόν τύρανον εχθρόν καταβέβληκεν, ουρανίω δέ καί θείω στέφει κοσμηθείσα, αιτείται τω νυμφίω καί Θεώ, δωρηθήναι ημίν τό μέγα έλεος.

Καί νύν... Θεοτοκίον

Ήχος πλ. δ

Δέσποιvα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

 

Δοξολογία μεγάλη καί Απόλυσις

 

Εις τήν Λειτουργίαν, τά Τυπικά, καί εκ τού Κανόνος η γ' καί ς' Ωδή.

 

Ο Απόστολος

Αδελφοί, συνεργούντες παρακαλούμεν...

Ζήτει τή δεκάτη έκτη Κυριακή

 

Ευαγγέλιον κατά Λουκάν

Τώ καιρώ εκείνω, ηρώτα τις τών Φαρισαίων τόν Ιησούν, ίνα φάγη μετ' αυτού...

Ζήτει τή Δευτέρα τής Δ' Εβδομάδος

 

Κοινωνικόν

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος. Αλληλούια.