ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού εν Αγίοις Πατρός ημών Γρηγορίου, Aρχιεπισκόπου Κωνσταντινουπόλεως, τού Θεολόγου.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

Εις τό Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ'

Ως γενναίον εν Μάρτυσιν

Θεολόγω σου στόματι, Θεολόγε Γρηγόριε, Θεολόγω γλώττη τε εφανέρωσας, τόν εν Τριάδι υμνούμενoν, Θεόν ομοούσιον, τόν Πατέρα καί Υιόν, καί τό Πνεύμα τό Άγιον, καί εξήρανας, τήν μωρίαν τών Ελλήνων καί τό ψεύδος, τήν αλήθειαν κηρύττων, τοίς θεοφθόγγοις σου ρήμασι.

 

Καί τό ειδός σου τίμιον, η μορφή τε αιδέσιμος, Ιερέ Γρηγόριε, διά τούτό σε, χαρμονικοίς μελωδήμασι, τιμώμεν καί λέγoμεν. Χαίροις άστρον νοητόν, καταυγάζον τά πέρατα, τή λαμπρότητι, τών σοφών σου ρημάτων, χαίροις σάλπιγξ, η κηρύττουσα τώ κόσμω, τού Ιησού τά εντάλματα.

 

Τό πολύφωνoν όργανον, τήν κιθάραν τήν έμμουσον, λιγυράν κινύραν τε τήν ηδύπνοον, Ιεραρχών τόν υπέρτατον, τόν μέγαν Διδάσκαλον, Εκκλησίας τού Χριστού, επαινέσωμεν μέλποντες. Χαίροις χάριτος, τής ενθέου τό βάθος, χαίροις ύψος, ουρανίων νoημάτων, Πατήρ Πατέρων Γρηγόριε.

 

Τή σφενδόνη τών λόγων σου τών ενθέων θεόπνευστε, κραταιώς πανένδοξε εσφενδόνησας, καθάπερ λύκον τόν Άρειον, καί πόρρω εδίωξας, εκ τής ποίμνης τού Χριστού, ο Ποιμήν ο πανάριστος, τά σά πρόβατα, περιθάλπων τή χλόη τής Τριάδος, διά τούτό σε τιμώμεν Ποιμήν Ποιμένων Γρηγόριε.

 

Ποίοις λόγοις Ισάγγελε, εγκωμίων σε στέψωμεν, τόν εν γή βιώσαντα, υπέρ άνθρωπον, τού Θεού Λόγου τόν κήρυκα, τόν φίλον τόν γνήσιον, τής Παρθένου καί Αγνής, Αποστόλων τόν σύνθρονον, τών Μαρτύρων τε, καλλονήν καί Οσίων, θείον λάτριν τής ανάρχου θεαρχίας, Αρχιερεύ αγιώτατε;

 

Εις τά άνω βασίλεια, ανελθών ώς επόθησας, αμοιβάς τών πόνων σου νύν απέλαβες, παρά Χριστού τού Παντάνακτος, παμμάκαρ Γρηγόριε, ού ενώπιον εστώς, ημών Πάτερ μνημόνευε, τών τελούντων σου, τήν υπέρλαμπρον, μνήμην, όπως τούτων, καί ημείς αξιωθώμεν, οι τόν Χριστόν Θεόν σέβοντες.

Δόξα... Ήχος πλ. β'

Ιεραρχών τόν αρχηγόν, Πατριαρχών τό γέρας, τόν μύστην τών δογμάτων, καί εννοιών Xριστού, νούν τόν ακρότατον, συνελθόντες ώ θεόφρονες, πνευματικοίς εγκωμίοις, αινέσωμεν λέγοντες. Χαίρoις θεολογίας πηγή, σοφίας ποταμέ, καί βρύσις θείας γνώσεως, Χαίροις αστήρ φαεινότατε, ότι τόν κόσμον άπαντα, καταυγάζεις σοίς δόγμασι, Χαίροις τής ευσεβείας, υπέρμαχος ο μέγας, καί τής ασεβείας, διώκτης ο γενναίος. Αλλ' ώ πάνσοφε Θεολόγε Γρηγόριε, μή παύση πρεσβεύων Xριστώ τώ Θεώ, υπέρ τών πίστει καί πόθω τελούντων αεί, τήν θεάρεστον καί σεβάσμιον μνήμην σου.

Καί νύν... Θεοτοκίον

Θεοτόκε, σύ εί η άμπελος η αληθινή, η βλαστήσασα τόν καρπόν τής ζωής. Σέ ικετεύομεν, πρέσβευε, Δέσποινα, μετά τών Αποστόλων, καί πάντων τών Αγίων, ελεηθήναι τάς ψυχάς ημών.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος β'

Οίκος τού Εφραθά

Δεύτε οι ερασταί, σοφίας τής ενθέου, τόν θείον Θεολόγον, υμνήσωμεν βοώντες. Χαίροις σοφέ Γρηγοριε.

 

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί η μελέτη τής καρδίας μου σύνεσιν

 

Στόμα τό ιερόν, τήν θεολόγον γλώσσαν, τόν νούν τόν θείον πάντες, τού σοφού Γρηγορίου, αινέσωμεν θεόφρονες.

 

Στίχος. Ακούσατε ταύτα, πάντα τά Έθνη, ενωτίσασθε πάντες οι κατοικούντες τήν οικουμένη.

 

Τράπεζαν μυστικήν, ηυτρέπισε τοίς πάσι, τών θείων αυτού λόγων, Γρηγόριος ο μέγας, δεύτε πιστοί τρυφήσωμεν.

Δόξα...

Τριάδα τήν σεπτήν, Πατέρα Λόγον Πνεύμα, ο θείος Θεολόγος, εδίδαξε πιστεύειν, ένα Θεόν αχώριστον.

Καί νύν... Θεοτοκίον

Μητέρα σε Θεού, Θεόν δέ τόν Υιόν σου, ο μέγας Θεολόγος, εδίδαξε Πστεύειν, Μαρία Mητροπάρθενε.

 

Απολυτίκιον Ήχος α'

Ο ποιμενικός αυλός τής θεολογίας σου, τάς τών ρητόρων ενίκησε σάλπιγγας, ως γάρ τά βάθη τού Πνεύματος εκζητήσαντι, καί τά κάλλη τού φθέγματος προσετέθη σοι. Αλλά πρέσβευε Χριστώ τώ Θεώ, Πάτερ Γρηγόριε, σωθήναι τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

 

Στιχολογούμεν τήν α' στάσιν τού, Μακάριος ανήρ.

 

Εις δέ τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος α'

Πανεύφημοι Μάρτυρες

Πάτερ Γρηγόριε τά σά, χείλη ουχ ο πρόξενος, τής λήθης τάφος εκάλυψε, θεολογίας γάρ, ανεδείχθης στόμα, ιεόσεβείας δόγματα, καί νύν τή οικουμένη φθεγγόμενος, διό ικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ Γρηγόριε σοφώς, τής σαρκός εξέκλινας, τό δυσμενές καί επίβουλον, ουρανοδρόμω τε, επιβάς τεθρίππω, αρετών οχήματι, ανέπτης πρός τό κάλλος τό άρρητον, ού εμφορούμενος, νύν βραβεύεις ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Πάτερ Γρηγόριε Θεού, καί ανθρώπων γέγονας, πιστός μεσίτης τή χάριτι, καί νύν ευϊλατον, ευπαρρησιάστοις, προσευχαίς τιθείς ημίν, Χριστόν μή διαλίπης πρός Κύριον, πρεσβεύων Όσιε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

Έτερα Στιχηρά Προσόμοια

Ήχος β'

Ποίοις ευφημιών

Δεύτε, εν ιεροίς μέλεσιν, ευφημήσωμεν τόν θεηγόρον, τό γρήγορον όμμα τής χάριτος, καί πάνσοφον στόμα τού Πνεύματος, τόν λαμπρόν φωστήρα οικουμένης, τό μέγα τής Εκκλησίας περιήχημα, τό κλέος ορθοδοξίας τό πανθαύμαστον, θεολογίας τήν βρύσιν, τών θείων δογμάτων, τόν αέναον ποταμόν, τήν πηγήν τήν βρύουσαν, αμβροσίας θεία νάματα.

 

Πόθω, πνευματικώ σήμερον, ανυμνήσωμεν τόν Ιεράρχην, τόν τών Αποστόλων ομότροπον, καί τής ευσεβείας υπέρμαχον, τής θεηγορίας τήν πλημμύραν, τό ρεύμα τής διδασκαλίας τό ηδύτατον, τών λόγων τών υψηγόρων τήν ασφάλειαν, τά ουρανόβροντα χείλη, τήν πυρίπνουν γλώσσαν, τής σοφίας τόν θησαυρόν, τού Λόγου τόν κήρυκα, τών Πιστών τό εγκαλλώπισμα.

 

Ύμνοις χρεωστικοίς άπαντες, επαινέσωμεν τόν θεολόγoν, τού Χριστού τής ποίμνης τόν φύλακα, αγρευτήν τών λύκων δέ πάνσοφον, ζιζανίων νόθων ελατήρα, σπορέα ορθών δογμάτων τόν πανθαύμαστον, διώκτην αιρετιζόντων ισχυρότατον, τόν επαυξήσαντα όντως, εγρηγόρσει θεία, τού Χριστού τά τάλαντα ώς εικός, καί κόσμον φωτίσαντα, διδαχών θείαις λαμπρότησι.

Δόξα... Ήχος πλ. δ'

Η γρήγορος γλώσσά σου πρός διδασκαλίαν, εν τοίς ωσί τών καρδιών ενηχούσα, τάς τών ραθύμων ψυχάς διανίστησι, καί θεοφθόγγοις ρήμασι, κλίμαξ ευρίσκεται τούς εκ γής πρός ουρανόν αναφέρουσα. Διό Γρηγόριε Θεολόγε, μή παύση πρεσβεύων Χριστώ τώ Θεώ, εκ κινδύνων σωθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Ο Βασιλεύς τών ουρανών, διά φιλανθρωπίαν, επί τής γής ώφθη καί τοίς ανθρώποις συνανεστράφη, εκ Παρθένου γάρ αγνής, σάρκα προσλαβόμενος, καί εκ ταύτης προελθών, μετά τής προσλήψεως, είς εστιν Υιός, διπλούς τήν φύσιν, αλλ' ού τήν υπόστασιν. Διό τέλειον αυτόν Θεόν, καί τέλειον άνθρωπον, αληθώς κηρύττοντες, ομολογούμεν Χριστόν τόν Θεόν ημών όν ικέτευε Μήτηρ ανύμφευτε, ελεηθήναι τάς ψυχάς ημών.

 

Είσοδος, τό Προκείμενον τής ημέρας, καί τά Αναγνώσματα.

 

Παροιμιών τό Ανάγνωσμα

(Κεφ. 10, 6-7 & 3, 13-16 & 8,... )

Μνήμη δικαίου μετ' εγκωμίων, καί ευλογία Κυρίου επί κεφαλήν αυτού. Μακάριος άνθρωπος, ός εύρε σοφίαν, καί θνητός ός είδε φρόνησιν. Κρείσσον γάρ αυτήν εμπορεύεσθαι, ή χρυσίου καί αργυρίου θησαυρούς. Τιμιωτέρα δέ εστι λίθων πολυτελών, πάν δέ τίμιον, ουκ άξιον αυτής εστιν. Εκ γάρ τού στόματος αυτής εκπορεύεται δικαιοσύνη, νόμον δέ καί έλεον επί γλώσσης φορεί. Τοιγαρούν ακούσατέ μου, ώ τέκνα, σεμνά γάρ ερώ. Καί μακάριος άνθρωπος, ός τάς εμάς οδούς φυλάξει. Αι γάρ έξοδοί μου, έξοδοι ζωής, καί ετοιμάζεται θέλησις παρά Κυρίου. Διό τούτο παρακαλώ υμάς, καί πρoϊεμαι εμήν φωνήν υιοίς ανθρώπων. Ότι έγω η σοφία κατεσκεύασα βουλήν, καί γνώσιν καί έννοιαν, εγώ επεκαλεσάμην. Εμή βουλή καί ασφάλεια, εμή φρόνησις, εμή δέ ισχύς. Εγώ τούς εμέ φιλούντας αγαπώ, οι δέ εμέ ζητούντες ευρήσουσι χάριν. Νοήσατε τοίνυν άκακοι πανουργίαν, οι δέ απαίδευτοι ένθεσθε καρδίαν. Εισακούσατέ μου καί πάλιν, σεμνά γάρ ερώ, καί ανοίγω από χειλέων ορθά. Ότι αλήθειαν μελετήσει ο λάρυγξ μου, εβδελυγμένα δέ εναντίον εμού χείλη ψευδή. Μετά δικαιοσύνης πάντα τά ρήματα τού στόματός μου, ουδέν εν αυτοίς σκολιόν, ουδέ στραγγαλιώδες. Πάντα ευθέα εστί τοίς νοούσι καί ορθά τοίς ευρίσκουσι γνώσιν. Διδάσκω γάρ υμίν αληθή, ίνα γένηται εν Κυρίω η ελπίς υμών, πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομώντος τό Ανάγνωσμα

(Κεφ. 4, 7-15)

Δίκαιος, εάν φθάση τελευτήσαι, εν αναπαύσει έσται. Γήρας γάρ τίμιον ού τό πολυχρόνιον, ουδέ αριθμώ ετών μεμέτρηται. Πολιά δέ εστι φρόνησις ανθρώποις, καί ηλικία γήρως βίος ακηλίδωτος. Ευάρεστος Θεώ γενόμενoς, ηγαπήθη, καί ζών μεταξύ αμαρτωλών, μετετέθη. Ηρπάγη, μή κακία αλλάξη σύνεσιν αυτού, ή δόλος απατήση ψυχήν αυτού, βασκανία γάρ φαυλότητος αμαυροί τά καλά, καί ρεμβασμός επιθυμίας μεταλλεύει νούν άκακον. Τελειωθείς εν ολίγω, επλήρωσε χρόνους μακρούς, αρεστή γάρ ήν Κυρίω η ψυχή αυτού, διά τούτο έσπευσεν εκ μέσου πονηρίας. Οι δέ λαοί ιδόντες καί μή νοήσαντες, μηδέ θέντες επί διανοία τό τοιούτον, ότι χάρις καί έλεος εν τοίς οσίοις αυτού, καί επισκοπή εν τοίς εκλεκτοίς αυτού.

Σοφίας Σολομώντος τό Ανάγνωσμα

(Εκλογή)

Στόμα δικαίου αποστάζει σοφίαν, χείλη δέ ανδρών επίστανται χάριτας, στόμα σοφών μελετά σοφίαν. Δικαιοσύνη δέ ρύεται αυτούς εκ θανάτου. Τελευτήσαντος ανδρός δικαίου, ουκ όλλυται ελπίς, υιός γάρ δίκαιος γεννάται εις ζωήν, καί εν αγαθοίς αυτού καρπόν δικαιοσύνης τρυγήσει. Φώς δικαίοις διά Παντός, καί παρά Κυρίου ευρήσουσι χάριν καί δόξαν. Γλώσσα σοφών καλά επίσταται, καί εν καρδία αυτών αναπαύσεται σοφία. Αγαπά Κύριος οσίας καρδίας, δεκτοί δέ αυτώ πάντες άμωμοι εν οδώ. Σοφία Κυρίου φωτιεί πρόσωπον συνετού, φθάνει γάρ τούς επιθυμούντας αυτήν, πρό τού γνωσθήναι, καί ευχερώς θεωρείται υπό τών αγαπώντων αυτήν, ο ορθρίσας πρός αυτήν, ου κοπιάσει, καί ο αγρυπνήσας δι' αυτήν, ταχέως αμέριμνος έσται. Ότι τούς αξίους αυτής αυτή περιέρχεται ζητούσα, καί εν ταίς τρίβοις φαντάζεται αυτοίς ευμενώς. Σοφίας ου κατισχύσει ποτέ κακία. Διά ταύτα καί εραστής εγενόμην τού κάλλους αυτής, καί εφίλησα ταύτην, καί εξεζήτησα εκ νεότητός μου, καί εζήτησα νύμφην αγαγέσθαι εμαυτώ, ότι ο πάντων Δεσπότης ηγάπησεν αυτήν, μύστις γάρ εστι τής τού Θεού επιστήμης, καί αιρέτις τών έργων αυτού. Οι πόνοι αυτής εισιν αρεταί, σωφροσύνην δέ καί φρόνησιν αύτη διδάσκει, δικαιοσύνην καί ανδρείαν, ών χρησιμώτερον ουδέν εστιν εν βίω ανθρώποις. Ει δέ καί πολυπειρίαν ποθεί τις, οίδε τά αρχαία καί τά μέλλοντα εικάζειν, επίσταται στροφάς λόγων, καί λύσεις αινιγμάτων, σημεία καί τέρατα προγινώσκει, καί εκβάσεις καιρών καί χρόνων. Καί πάσι σύμβουλός εστιν αγαθή, ότι αθανασία εστίν εν αυτή, καί εύκλεια έν κοινωνία λόγων αυτής. Διά τούτο ενέτυχον τώ Κυρίω, καί εδεήθην αυτού, καί είπον εξ όλης μου τής καρδίας. Θεέ πατέρων, καί Κύριε τού ελέους, ο ποιήσας τά πάντα εν λόγω σου, καί τή σοφία σου κατασκευάσας τόν άνθρωπον, ίνα δεσπόζη τών υπό σού γενομένων κτισμάτων, καί διέπη τόν Κόσμον εν οσιότητι καί δικαιοσύνη, δός μοι τήν τών σών θρόνων πάρεδρον σοφίαν, καί μή με αποδοκιμάσης εκ παίδων σου, ότι εγώ δούλος σός, καί υιός τής παιδίσκης σου. Εξαπόστειλον αυτήν εξ αγίου κατοικητηρίου σου, καί από θρόνου δόξης σου, ίνα συμπαρούσά μοι διδάξη με, τί ευάρεστόν εστι παρά σοί, καί οδηγήση με εν γνώσει, καί φυλάξη με εν τή δόξη αυτής. Λογισμοί γάρ θνητών πάντες δειλοί, καί επισφαλείς αι επίνοιαι αυτών.

 

Εις τήν Λιτήν, Στιχηρά, ιδιομελα.

 

Ήχος α' Ανατολίου

Ενθέοις πράξεσι, τό σώμα σύν τή ψυχή, νομίμως προκαθηράμενος, τώ τής θεολογίας όρει προσέβης, τά θεία μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε, καί τόν άδυτον υπελθών γνόφον, τήν θεοτύπωτον εδέξω νομοθεσίαν, ομοούσιον, εγγεγραμμένην Τριάδα, ήν προσκυνούντες διά σού, ανυμνούντες λέγομεν, Η εν Τριάδι γιινωσκομένη Μονάς ελέησον ημάς.

Ο αυτός

Λόγω Θεού ανοίξας τό στόμα σου, τό τής σοφίας είλκυσας Πνεύμα, καί πλήρης χάριτος γενόμενος, τά θεία εβρόντηισας δόγματα, τρισμάκαρ Γρηγόριε, καί ταίς Αγγελικαίς συμμυηθείς δυνάμεσι, τό τρισσόν εκήρυξας φάος καί αμέριστον, διό ταίς σαίς ελλαμφθέντες θεηγορίαις, Τριάδα προσκυνούμεν, εν μιά θεότητι γνωριζομένην, εις σωτηρίαν τών ψυχών ημών.

Ο αυτός

Τή πυρίνη γλώσση σου θεορρήμον Γρηγόριε, τάς θεομάχους ενέπρησας, τών αιρετιζόντων γλωσσαλγίας, θείον ως αληθώς ανεδείχθης στόμα, εν Πνεύματι λαλήσαν, τά μεγαλεία τού Θεού, καί γράμμασι διατυπώσαν, τήν τής κρυφιομύστου Τριάδος, ομοδύναμον ουσίαν, καί τό τρισήλιον φώς, κατέλαμψας τόν Περίγειον κόσμον, καί πρεσβεύεις απαύστως, υπέρ τών ψυχών ημών.

Δόξα... Ήχος α'

Ενθέοις πράξεσι, τό σώμα σύν τή ψυχή, νομίμως προκαθηράμενος, τώ τής θεολογίας όρει προσέβης, τά θεία μυσταγωγούμενος, Θεοφάντορ Γρηγόριε, καί τόν άδυτον υπελθών γνόφον, τήν θεοτύπωτον εδέξω νομοθεσίαν, ομοούσιον, εγγεγραμμένην Τριάδα, ήν προσκυνούντες διά σού, ανυμνούντες λέγομεν, Η εν Τριάδι γιινωσκομένη Μονάς ελέησον ημάς.

Καί νύν... Θεοτοκίον

Αμαρτωλών τάς δεήσεις προσδεχομένη, καί θλιβομένων στεναγμόν μή παρορώσα, πρέσβευε τώ εξ αγνών λαγόνων σου, σωθήναι ημάς, Παναγία Παρθένε.

 

Εις τόν Στίχον, Στιχ. Προσόμοια.

 

Ήχος πλ. α'

Χαίροις ασκητικών αληθώς

Χαίροις θεολογίας πηγή, καί θεωρίας υψηλής ενδιαίτημα, τόν άνω βυθόν γάρ Πάτερ, μετ' ευσεβούς λογισμού, ερευνήσας πάσι διετράνωσας, τρισίν εν Ηλίοις, μίαν φωτός είναι σύγκρασιν, ενιζομένην, τώ ταυτώ τής θεότητος, τρισσουμένην δέ, ταίς σεπταίς υποστάσεσι, βίου μέν καθαρότητι, λαμπρότητι λόγων δέ, σέβειν διδάσκων Τριάδα, τήν παναγίαν θεόπνευστε, παρ' ής εκπεμφθήναι ταίς ψυχαίς ημών δυσώπει, τό μέγα έλεος.

 

Στίχ. Τό στόμα μου λαλήσει σοφίαν καί η μελέτη τής καρδίας μου σύνεσιν

 

Αίγλη θεολογίας τής σής, τήν τών αιρέσεων σκοτόμαιναν έλυσας, πηγήν γάρ απαυγασμάτων, θεοσεβεί λογισμώ, Θεολόγε φθάσας καί θεόφρονι, αυγαίς ταίς εκείθεν, εκδιδομέναις ωμίλησας, διαφανές γάρ, τόν σόν νούν ώσπερ έσοπτρον, εργασάμενος, τό τρισσόν τής θεότητος, Πάτερ φώς καί αμέριστον, εδέξω λαμπρότατα, καί τήν ακτίνα πλουσίως, τήν ενιαίαν εχώρησας, ήν νύν εκδυσώπει, ταίς ψυχαίς ημών δοθήναι, τό μέγα έλεος.

 

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καί η γλώσσα αυτού λαλήσει κρίσιν.

 

Χαίροις ο ποταμός τού Θεού, ο αεί πλήρης τών υδάτων τής χάριτος, ο πάσαν ευφραίνων πόλιν, τού Βασιλέως Χριστού, τοίς ενθέοις λόγοις καί διδάγμασι, τρυφής ο χειμάρρους, τό ανεξάντλητον πέλαγος, ο τών δογμάτων, ακριβής φύλαξ έννομος, ο θερμότατος, τής Τριάδος υπέρμαχoς, όργανον τό τού Πνεύματος, ο νούς ο εγρήγορος, εύηχος γλώσσα τό βάθος, τό τών Γραφών ερμηνεύουσα, Χριστόν νύν δυσώπει, ταίς ψυχαίς ημών δοθήναι, τό μέγα έλεος.

Δόξα... Ήχος πλ. δ'

Τάς καρδίας τών πιστών, γεηπονών τή γλώσση σου Γρηγόριε, ευσεβείας εν αυταίς, αειθαλείς εβλάστησας καρπούς τώ Θεώ, τάς ακανθώδεις αιρέσεις πρόρριζον εκτεμών, καί κοσμών τούς λογισμούς καθαρότητι. Διό δεχόμενος ημών τά εγκώμια, η θεία λύρα, ο γρήγορος οφθαλμός, τών ποιμένων ο Ποιμήν, ο τών λύκων αγρευτής, πρέσβευε εκτενώς, Θεολόγε τώ Λόγω, υπέρ τών ψυχών ημών.

Καί νύν... Θεοτοκίον

Τί υμάς καλέσωμεν

Πάντων η αντίληψις Δέσποινα, κλονουμένω μοι Παρθένε, εκ τού σκότους τών δεινών, ταίς τού βίου τρικυμίαις, πoντουμένω τε αεί, ρανίδα, τού ελέους σου κατάπεμψον, καί χείρα, βοηθείας σου παράσχου μοι, καί τής μερίδος αξίωσον, τών εκλεκτών, καί δικαίων με, ως άβυσσον, τετοκυία τού ελέους Αγνή.

 

Απολυτίκιον Ήχος α'

Ο ποιμενικός αυλός τής θεολογίας σου, τάς τών ρητόρων ενίκησε σάλπιγγας, ως γάρ τά βάθη τού Πνεύματος εκζητήσαντι, καί τά κάλλη τού φθέγματος προσετέθη σοι. Αλλά πρέσβευε Χριστώ τώ Θεώ, Πάτερ Γρηγόριε, σωθήναι τάς ψυχάς ημών.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Θείας Πίστεως

Θείαν έλλαμψιν κεκληρωμένος, βίον άϋλον εξησκημένος, ομωνύμω ιερατεία διέπρεψας, υπερφυώς γάρ τρανώσας τά δόγματα, ορθοδοξία τήν πίστιν εστήριξας, Πάτερ Όσιε, Χριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

 

Δόξα... τό αυτό

 

Καί νύν... Θεοτοκίον

Θείας φύσεως ουκ εχωρίσθη, σάρξ γενόμενος εν τή γαστρί σου, αλλά Θεός ενανθρωπήσας μεμένηκεν, ο μετά τόκον Μητέρα Παρθένον σε, ως πρό τού τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αυτόν εκτενώς ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος πλ. α'

Τόν συνάναρχον Λόγον

Γρηγορήσας τώ λόγω τής αληθείας Χριστού, τής Τριάδος τό κράτος εθεολόγησας, τήν Αρείου δυσσεβή καί παράνομον, κακοδοξίαν καθελών, ως ευσεβείας αριστεύς, καί πρόμαχος Ιεράρχα, εφώτισας τούς εν σκότει, τής αγνωσίας καθεύδοντας.

 

Δόξα... τό αυτό

 

Καί νύν... Θεοτοκίον

Τής ψυχής μου τά πάθη τά πoλυώδυνα, καί σαρκός μου τάς νόσους εν τάχει ίασαι, τάς τού νοός μου εκτροπάς, στήσον Πανάμωμε, καί εν γαλήνη λογισμών, ευχάς προσφέρειν καθαράς, τώ Βασιλεί τών απάντων, αξίωσον Θεοτόκε, καί εξαιτείσθαι πταισμάτων άφεσιν.

 

Μετά τόν Πολυέλεον

 

Κάθισμα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λογον

Στηλιτεύων τήν πλάνην τών δυσσεβών, τάς Γραφάς διανοίγων θεοπρεπώς, εξέπεμψας δογματα, υπέρ μέλι ηδύνοντα, τών πιστών τάς καρδίας, σαφώς αξιάγαστε, τή Τριάδι λατρεύειν, εν Μονάδι θεότητος, όθεν τού Σωτήρος, τήν μορφήν εν εικόνι προέστησας ασπάζεσθαι, σχετικώς τό ανθρώπινον. Θεολόγε Γρηγοριε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

 

Δόξα... τό αυτό

 

Καί νύν... Θεοτοκίον

Δεύτε πάντα τά Έθνη θεοπρεπώς, τήν Μητέρα τού πάντων Δημιουργού, υμνήσωμεν λέγοντες. Χαίρε θρόνε πυρίμορφε, τού τών όλων δεσπόζοντος, Ιησού τού Παντάνακτος, χαίρε μόνη Κυρία, τού κόαμου πανάχραντε, χαίρε τό δοχείον, τής αγίας Τριάδος, Πατρός Υιού τε καί Πνεύματος, τό λαμπρόν καί ακήπατον, Μαριάμ Αειπάρθενε, Θεότοκε πανύμνητε, χαίρε πάνσεμνε Νύμφη ηλιοστόλιστε, χαίρε πάντων χαρά τών υμνούντων σε.

 

Οι Αναβαθμοί, τό α' Αντίφωνον τού δ' Ήχου.

 

Οι Αναβαθμοί Αντίφωνον Α'

        Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.

        Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.

Δόξα...

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

Καί νύν...

Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα, άπασαν τήν κτίσιν πρός ζωογονίαν.

 

Προκείμενον Ήχος δ'

Τό ατόμα μου λαλήσει σοφίαν, καί η μελέτη τής καρδίας μου σύνεσιν.

Στίχος. Ακούσατε ταύτα, πάντα τά Έθνη, ενωτίσασθε πάντες οι κατοικούντες τήν οικουμένη.

 

Ευαγγέλιον, ο Ν'

 

Δόξα... Ταίς τού Ιεράρχου...

Καί νύν... Ταίς τής Θεοτόκου...

 

Είτα τό ιδιόμελον

Ήχος πλ. β'

Όσιε τρισμάκαρ, αγιώτατε Πάτερ, ο Ποιμήν ο καλός, καί τού Αρχιποίμενος Xριστού Μαθητής, ο τιθείς τήν ψυχήν υπέρ τών προβάτων, αυτός καί νύν Πανεύφημε, Θεολόγε Γρηγόριε, αίτησαι πρεσβείαις σου, δωρηθήναι ημίν τό μέγα έλεος.

 

Ο Κανών τής Θεοτόκου καί τού Αγίου, ού η ακροστιχίς.

 

Τόν θεορήμονα Γρηγόριον τόν αοίδιμον άδω.

 

Ποίημα Θεοφάνους.

 

Ωδή α' Ήχος α'

Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών, απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

 

Τόν θεολόγον τόν δευτερον, τόν στύλον τού φωτός τόν ουράνιον, σοφίας Θεού τήν σάλπιγγα, δεύτε τών τούτου λόγων οι ερασταί, πόθω συνελθόντες, ευφημήσωμεν αυτόν ώς θεοκήρυκα.

 

Ο Λόγος Πάτερ ο άναρχος, ο πάντων ως Θεός προμηθούμενος, προνοητική δυνάμει σε, μάκαρ τή Εκκλησία, οία Μητρί, λόγω καί σοφία, χαριτώσας σου τόν νούν, δώρον χαρίζεται.

 

Νούν ηγεμόνα ποιούμενος, παθών τών τής σαρκός κετεκράτησας, καί χωρητικός γενόμενος, θείων απαυγασμάτων, ένα Θεόν, έν τρισί προσώποις, κατεφώτισας ημάς, σέβειν Γρηγόριε.

Θεοτοκίον

Θεού Σοφία πανάμωμε, τόν οίκον εαυτής ωκοδόμησεν, εν τή σή γαστρί σκηνώσασα, τή κεχαριτωμένη, καί υπέρ νούν, τούτω ενωθείσα, καθ' υπόστασιν Αγνή, ώφθη ώς άνθρωπος.

 

Έτερος Κανών, ποιηθείς παρά τού Αγίου Κοσμά.

 

Ωδή α' Ήχος ο αυτός

Ο Ειρμός

Επαινον ο θεόπτης, Μωϋσής τού Ισραήλ προανακρούεται, άρχει Μαριάμ δέ σοφών γυναικών. Ωδήν επινίκιον, τώ λυτρωτήθεώ πάντες άσωμεν.

 

Ρύσιον αρχεγόνου, ημετέρων τε παθών αίμα θεόρρυτον, ίστασο προσπένδων, καί νύν τών Πιστών, Γρηγόριε πάνσοφε, Θεόν διδούς ημίν ευδιάλλακτον.

 

Πλάκας θεοχαράκτους, υπό γνόφον Μωϋσής είλεν εισδύνας ποτέ, σύ δέ ταίς φρεσίν ενστησάμενος, θεοδόχον τράπεζαν, ολοσχερώς Θεού αντεβόλησας.

Θεοτοκίον

Θέλων δι ευσπλαγχνίαν, εκ θανάτου καί φθοράς, ανακαλέσασθαι, φύσιν τών βροτών ο Υπέρθεος, Παρθένε πανάμωμε, τήν καθαράν νηδύν σου Κατώκησεν.

Καταβασία

Χέρσον αβυσσοτόκον πέδον ήλιος, επεπόλευσέ ποτε, ωσεί τείχος γάρ επάγη, εκατέρωθεν ύδωρ, λαώ πεζοποντοπορούντι, καί θεαρέστως μέλποντι. Άσωμεν τώ Κυρίω, ενδόξως γάρ δεδόξασται.

 

Ωδή γ'

Τώ πρό τών αιώνων, εκ Πατρός γεννηθέντι αρρεύστως Υιώ, καί επ' εσχάτων εκ Παρθένου, σαρκωθέντι ασπόρως, Χριστώ τώ Θεώ βοήσωμεν, Ο ανυψώσας τό κέρας ημών, Άγιος εί Κύριε.

 

Έχων τής σοφίας, τήν πηγήν αενάως βλυστάνουσαν, τών θεοσόφων διδαγμάτων, τήν Χριστού Εκκλησίαν, Παμμάκαρ επλήρωσας, τώ επί πάντων βοώσαν Θεώ, Άγιος εί Κύριε.

 

Ο τής ευσεβείας, μεγαλόφωνος κήρυξ καί εύσημος, θεολογίας θεολόγος, θησαυρόν θεωρίας, αφθόνως προβάλλεται, καί διανέμει πλουσίως ημίν, πλούτον αναφαίρετον.

 

Ρήτωρ ο πυρίπνους, η θεόφθογγος λύρα τής χάριτος, τή θεολόγω επιπνοία, καί φθογγή θεοπνεύστω, ηχήσας λαμπρότατα, τρισυποστάτου ουσίας ημίν, μέλος εμελώδησεν.

Θεοτοκίον

Η Θεογεννήτωρ, η Bασίλισσα πάσης τής κτίσεως, τόν Βασιλέα τών απάντων, δυσωπούσα μή παύση, Χριστόν, όν ημίν εγέννησας, εις σωτηρίαν τών επί γής, σώσαι τούς υμνούντάς σε.

 

Έτερος Κανών

 

Ο Ειρμός

Η τόν πρό συλλήψεως αγνόν Σαμουήλ, αδιστάκτως τώ Θεώ καθυποσχομένη, ιερομήτωρ Άννα νύν γηθομένη, άδει σύν ημίν. Εστερεώθη, εν Κυρίω η καρδία μου.

 

Ο δι' ολισθήσεως προδήλου γαστρός, τή Τεκούση προφανείς Όσιε Πάτερ, επωνυμίαν φέρων, τήν επαξίαν όρχαμε σοφών, ενδιαθέτως, Χαίροις Πάτερ σοι κραυγάζομεν.

 

Ο πρό τού ελέσθαι πονηρά συζυγή, καί συνέριθον λαβών φάσμασι θείοις, θεοειδή αγνείαν, καί σωφροσύνην πρόμαχε πιστών, αγαλλιώντες, χαίροις Πάτερ σοι κραυγάζομεν.

Θεοτοκίον

Εύας τής προμήτορος ανώρθωσας, τό ολίσθημα τό πρίν υποδεξαμένη, τόν τούς κατερραγμένους επανορθούντα, Λόγον τού Πατρός, τή αηττήτω, δυναστεία Μητροπάρθενε.

Καταβασία

Τό στερέωμα, τών επί σοί πεποιθότων, στερέωσον Κύριε τήν Εκκλησίαν, ήν εκτήσω, τώ τιμίω σου αίματι.

 

Κάθισμα Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Εξανοίξας τό στόμα λόγω Θεού, εξηρεύξω σοφίαν Κήρυξ φωτός, καί φρόνημα ένθεον, τή οικουμένη κατέσπειρας, τών Πατέρων όντως, κυρώσας τά δόγματα, κατά Παύλον ώφθης, τής Πίστεως πρόμαχος, όθεν καί Αγγέλων, συμπολίτης υπάρχεις, καί τούτων συνόμιλος, ανεδείχθης μακάριε, Θεολόγε Γρηγόριε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

Δόξα... Καί νύν... Θεοτοκίον

Όταν έλθη τού κρίναι πάσαν τήν γήν, ο τών όλων Δεσπότης καί Ποιητής, προβάτοις με σύνταξον δεξιοίς τόν κατάκριτον, καί εξωτέρου σκότους, καί πάσης κολάσεως, τόν σόν αχρείον δούλον, εξάρπασον Άχραντε, ίνα ευχαρίστως, μεγαλύνω τόν πλούτον, τής σής αγαθότητος, Θεοτόκε πανύμνητε, καί βοώ σοι γηθόμενος. Πρέσβευε τώ σώ Υιώ καί Θεώ τών πταισμάτων άφεσιν δοθήναί μοι, σέ γάρ έχω ελπίδα, ο ανάξιος δούλός σου.

 

Ωδή δ'

Ράβδος εκ τής ρίζης Ιεσσαί, καί άνθος εξ αυτής Χριστέ, εκ τής Παρθένου ανεβλάστησας, εξ όρους ο αινετός, κατασκίου δασέος, ήλθες σαρκωθείς εξ απειράνδρου, ο άυλος καί Θεός, Δόξα τή δυνάμει σου, Κύριε.

 

Μύστης τής Τριάδος γεγονώς, τή ταύτης κατελάμπρυνας, τήν οικουμένην επιγνώσει σοφέ, δογμάτων μαρμαρυγάς, εξαστράπτων Όσιε, τής σής ακριβούς διδασκαλίας, ήν μελετώντες αεί, πάντες ευσεβώς ανυμνούμέν σε.

 

Όρθρος ευσεβείας φαεινός, ακτίνα τήν τρισήλιον, εισδεδεγμένος εξανέτειλας, καί νύκτα τήν ζοφεράν, δυσσεβών αιρέσεων, αίγλη τών σοφών σου διδαγμάτων, εδίωξας καί ψυχάς, Πάτερ τών πιστών κατεφαίδρυνας.

 

Νούν τόν υπερούσιον πηγήν, τού Λόγου καί τού Πνεύματος, εξ αϊδίου θεολόγω βροντή, Παμμάκαρ θεολογών, ευσεβώς εδίδαξας, τούτο παρ' αυτής μεμυημένος, τής όντως θεαρχικής, καί τής αρχιφώτου θεότητος.

 

Ανήλθες εις όρος αρετών, τών κάτω μεθιστάμενος, καί νεκρών έργων αφιστάμενος, καί πλάκας χειρί Θεού, γεγραμμένας δόγματα, τής σής ακραιφνούς θεολογίας, εδέξω μυσταγωγέ, τών υπερκοσμίων Γρηγόριε.

Θεοτοκίον

Γνώμη πρίν πεσόντα τόν Αδάμ, ανέστησας Πανάμωμε, τήν ενυπόστατον τεκούσα ζωήν, εκ μήτρας παρθενικής, αγνισθείσης Πνεύματι, καί πρός απαθή καί θειοτέραν ακήρατόν τε φυγήν, τούτον επανήγαγες Δέσποινα.

 

Έτερος Κανών

 

Ο Ειρμός

Σύν τώ θαυμασίω στάς, Αββακούμ, επί τής θείας φυλακής σου Γρηγόριε, καί τόν επ ώμων Χερουβίμ κατανοήσας, τής παγκοσμίου γέγονας μυητής σωτηρίας, αεί κραυγάζων, Κύριε, δόξα τή δυνάμει σου.

 

Τάς πλησιφαείς καί πέλας Θεού ταξιαρχίας εκμιμούμενος Πάνσοφε, τά υπέρ ταύτας ταίς φρεσί περιπολεύων, πρός τόν βυθόν κατείληφας, τήν υπέρτατον στάσιν, εντεύθεν πλούτον φέρων, ανθρώποις αναφαίρετον.

 

Ο τόν ου ληπτόν εισδύνας γνόφον, καί ως εκ πέτρας επαθρήσας Οπίσθια, συγκεκραμένην υλική άϋλον φύσιν, καί ασυγχύτου μίξεως, χρηματίσας σημάντωρ, Χριστού θεράπον, τούτον τοίς δούλοις φέροις ίλεων.

Θεοτοκίον

Όρος ανεδείχθης σύ νοητόν, όθεν ετμήθη απορρήτως ο έντιμος Λίθος, λεπτύνων ζοφεράς πλάνης εικόνα, καί φωτισμώ τής χάριτος, καταυγάζων τούς πίστει, αναβοώντας, Κύριε, δόξα τή δυνάμει σου.

Καταβασία

Εκάλυψεν ουρανούς, η αρετή σου Χριστέ, τής κιβωτού γάρ προελθών,τού αγιάσματός σου, τής αφθόρου Μητρός, εν τώ ναώ τής δόξης σου, ώφθης ώς βρέφος, αγκαλοφορούμενος, καί επληρώθη τά πάντα τής σής αι νέσεως.

 

Ωδή ε'

Θεός ών ειρήνης, Πατήρ οικτιρμών, τής μεγάλης Βουλής σου τόν Άγγελον, ειρήνην παρεχόμενον, απέστειλας ημίν, όθεν θεογνωσίας, πρός φώς οδηγηθέντες, εκ νυκτός ορθρίζοντες, δοξολογούμέν σε, Φιλάνθρωπε.

 

Ρημάτων ο φθόγγος, ο θείος τών σών, καί δογμάπων, η χάρις η ένθεος, ως τάχος αστραπής, πάσαν επέδραμε τήν γήν, Τριάδα εν Μονάδι, Μονάδα εν Τριάδι, προσκυνείν Θεολόγε, θεολογών καί εκδιδάσκων ημάς.

 

Η ράσθης τής όντως, σοφίας Θεού, καί τών λόγων τό κάλλος ηγάπησας, καί πάντων προτετίμηκας, τερπνών τών επί γής, διό σε τώ στεφάνω, Παμμάκαρ τών χαρίτων, ευπρεπώς εκόσμησε, καί θεολόγον απειργάσατο.

 

Γνωστώς σύ τόν Όντα, ως πάλαι Μωσής, Καθοράν θεορρήμον επόθησας, καί τούτου τά οπίσθια, τή πέτρα σκεπασθείς, ιδείν κατηξιώθης, καί πέλαγος τής θείας, εμυήθης ουσίας, ακαταλήπτως φανερούμενον.

Θεοτοκίον

Ο πάλαι τήν Εύαν, μητέρα τήν σήν, διαπλάσας εκ σού σεισωμάτωται, εκείνης τό κατάκριμα, καί την Παρακοήν, προδήλως θεραπεύων, καί λύων ως οικτίρμον, καί Δεσπότης τών όλων, Θεογεννήτορ Μητροπάρθενε.

 

Έτερος Κανών

 

Ο Ειρμός

Ανθρακα πυρός τών Ησαϊου, Σεραφίμ θίγει χειλέων ποτέ, τή λαβίδι αφελόμενον καί περιθέν, ο δέ, καθηράμενος, Δικαιοσύνην μάθετε, πάσαν εκήρυττε.

 

Ολωτώ πυρί τής θεοπτίας, Παμμακάριστε Γρηγόριε, προσερπύσας καθαρότητι νού καί ψυχής, απλήστως αυτοχερσί, τό τριλαμπές εξήντλησας φώς ισσθέατον.

 

Ταίς μαρμαρυγαίς περιπαρείς, τού Τρισηλίου αμαρύγματος, εκ τής αίγλης πυρωθείς δέ, καί θείαις βολαίς τόν νούν ελλαμπόμενος, αντανακλώσας ακτίνας, πάσιν εξέλαμψας.

Θεοτοκίον

Φώς τό εκ φωτός τόν τού Πατρός, μονογενή Λόγον τόν άναρχον, δεξαμένη Μητροπάρθενε, πύλη φωτός, σαφώς εχρημάτισας, δικαιοσύνης Ήλιον, πάσιν αστράψασα.

Καταβασία

Ως είδεν Ησαίας συμβολικώς, εν θρόνω επηρμένω Θεόν, υπ' Αγγέλων δόξης δορυφορούμενον, ώ τάλας! εβόα, εγώ, πρό γάρ είδον σωματούμενον Θεόν, φωτός ανεσπέρου, καί ειρήνης δεσπόζοντα.

 

Ωδή ς'

Σπλάγχνων Ιωνάν, έμβρυον απήμεσεν, ενάλιος θήρ, οίον εδέξατο, τή Παρθένω δέ, ενοικήσας ο Λόγος καί σάρκα λαβών, διελήλυθε φυλάξας αδιάφθορον, ής γάρ, ουχ υπέστη ρεύσεως, τήν τεκούσαν, κατέσχεν απήμαντον.

 

Ρείθροις τών σοφών, δογμάτων σου Πάνσοφε, Αρείου τόν νoύν τόν θολερώτατον κατεξήρανας, εν γαλήνη φυλάττων τήν ποίμνην σου, απερίκλυστον, καθάπερ λογικήν κιβωτόν, ήπερ ευσεβείας σπέρματα, εναπέθου τό κάλλος τών λόγων σου.

 

Ίνα τής σεπτής, Τριάδος τήν έλλαμψιν, πλoυτήσης τόν νούν, Πάτερ εστίλβωσας ακηλίδωτον, ως καινόν καί νεόσμηκτον έσοπτρον, δι' ασκήσεως αρίστης εργασάμενος, ένθεν καί θεοειδέστατος, ανεδείχθης ταίς θείαις εμφάσεσιν.

 

Όλος συγκραθείς, τή αίγλη τού Πνεύματος, εγένου φωστήρ, Πάτερ ολόφωτος, τή λαμπρότητι, τών σών λόγων φωτίζων τά πέρατα, καί τή τής θεολογίας καθαρότητι, τέρπων τήν τερπνήν ομήγυριν, τών πιστών Θεολόγε Γρηγόριε.

 

Νέος Σαμουήλ, θεόσδοτος πέφηνας, δοθείς τώ Θεώ καί πρό συλλήψεως, Παμμακάριστε, σωφροσύνη αγνεία κοσμούμενος, καί τή τής ιερωσύνης παναγία στολή, Πάτερ, καθωραϊζόμενος, μεσιτεύων τώ Πλάστη καί πλάσματι.

Θεοτοκίον

Τόμος καθαρός τόν Λόγον δεχόμενος, γραφόμενον νύν, τόν απερίγραπτον, τή θεότητι, εγνωρίσθης Προφήταις καί πρότερον, Μητροπάρθενε Μαρία Θεονύμφευτε, σύ γάρ, τόν απεριόριστον, εν γαστρί σου αφράστως εχώρησας.

 

Έτερος Κανών

 

Ο Ειρμός

Ο διαπόντιον, υπομείνας συμφοράν, φυγή κλύδωνος, κλήρου φορά, καί λαγόσι συσχεθείς, αλίου θηρός, ου διεφθάρη, αλλ' εβόα Ιωνάς, Πρός σέ η ζωή μου αναβήτω Χριστέ.

 

Ο υποβρύχιος, ταίς φρεσίν ου γεγονώς, κευθμώνας, θείου ερευνήσας βυθού, εκ δέ τούτων, μαργαρίτην αρυσάμενος, σύ τώ Δεσπότη, καί σιγήν ώς περ λόγον, Γρηγόριε τέθεικας πανάριστε.

 

Ο δι' εντεύξεως, καθαράς αγριουμένην κατευνάσας, άλα καί τών ξένων αποπτύσας λόγων άλμην, σύ τώ Δεσπότη ως ουράνιος σταγών, λαόν πιστόν ήρμοσας Γρηγόριε.

Θεοτοκίον

Απερινόητον, ανθρωπίνοις λογισμοίς, τό μυστήριον Μήτηρ Θεού, τής αρρήτου καί φρικτής λοχείας τής σής, σύ γάρ Παρθένε τόν τών όλων Ποιητήν, τεκούσα Παρθένος διετέλεσας.

Καταβασία

Εβόησέ σοι, ιδών ο Πρέσβυς, τοίς οφθαλμοίς τό σωτήριον, ό λαοίς επέστη. Εκ Θεού Χριστέ σύ Θεός μου.

 

Κοντάκιον Ήχος γ'

Η Παρθένος σήμερον

Θεολόγω γλώττη σου, τάς συμπλοκάς τών ρητόρων, διαλύσας ένδοξε, ορθοδοξίας χιτώνα, άνωθεν εξυφανθέντα τήν Εκκλησίαν, εστόλισας, όν καί φορούσα, ισύν ημίν κράζει, τοίς σοίς τέκνοις. Χαίροις Πάτερ, θεολογίας ο νούς ο ακρότατος.

Ο Οίκος

Εκ τής θεολογικής, καί υψηλής σοφίας σου έμπλησόν μου τόν νούν, τόν πτωχόν καί ταλαίπωρον, όπως ανυμνήσω τόν βίον σου Πάτερ, ου γάρ ισχύσω λόγον προσάξαι σοι, ειμή σύ παράσχης μοι λόγον καί γνώσιν, ισχύν καί σύνεσιν, όπως εκ τών σών τά σά προσφέρω σοι, καί εκ τού πλούτου τών αρετών σου, εκείθεν έχω αφορμάς, καί στεφανώσω τήν σεπτήν καί αγίαν κορυφήν σου, σύν τοίς πιστοίς ανακράζων. Χαίροις Πάτερ, θεολογiας ο νούς ο ακρότατος.

 

Συναξάριον

Τή ΚΕ' τού αυτού μηνός, Μνήμη τού εν αγίοις Πατρός ημών Γρηγορίου Αρχιεπισκόπου Κωνσταντινουπόλεως τού Θεολόγου.

Στίχοι

        Θεού γινώσκειν ορθοδόξως ουσίαν,

        Χριστιανοίς λεγάτον εκ Γρηγορίου.

        Εικάδι Γρηγόριος θεορήμων εκθανεπέμπτη.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ηιμών Πουπλίου.

Στίχοι

        Ζωήν ένυλον Πούπλιος καπαστρέφει

        Καί τήν άϋλον καί νοητήν λαμβάνει.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Μάρη.

Στίχοι

        Πάσης αποστάς αγάπης κόσμου Μάρης

        Ει θείον ύψος ήκε θείας αγάπης.

 

Τή αυτή ημέρα η αγία Μεδούλη, σύν τή συνοδία αυτής, πυρί τελειούται.

Στίχοι

        Σεπτή Μεδούλη, τού Θεού Λόγου δούλη,

        Δούλοις Θεού σύναθλος εις πύρ ωράθη.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Δημητρίου τού σκευοφύλακος.

 

Τή αυτή ημέρα, ο Όσιος Απολλώς εν ειρήνη τελειούται.

Στίχοι

        Χριστόν βιώσας μέχρι καί τέλους βίον,

        Θραύει πονηρού πάν Απολλώς τό θράσος.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ'

Οι Παίδες ευσεβεία συντραφέντες, δυσσεβούς προστάγματος καταφρονήσαντες, πυρός απειλήν ουκ επτοήθήσαν, αλλ' εν μέσω τής φλογός, εστώτες έψαλλον, Ο τών Πατέρων Θεός ευλογητός εί.

 

Όλος επιθυμία γλυκασμός τε, προφανώς ο λόγος σου, όλος Γρηγόριε μεστός, ευφρoσύνης καί φαιδρότητος, θυμηδίας εμπιπλών, τούς πίστει ψάλλοντας, ο τών Πατέρων Θεός ευλογητός εί.

 

Νοϊ πεφωτισμένω τήν πηγήν, τών φωτισμάτων έφθασας, καί ταίς εκείθεν αστραπαίς, Πυρπολούμενος κατέφλεξας, Ευνομίου γλωσσαλγίας τή Τριάδι βοών, ο τών Πατέρων Θεός ευλογητός εί.

 

Ανοίξας καταρράκτας τής αβύσσου, τών σοφών δογμάτων σου, αναστομώσας τε πηγάς τής σοφίας σου, κατέκλυσας τούς τής πλάνης αρχηγούς, καταστραπτόμενος τώ ενιαίω φωτί καί τρισηλίω.

Θεοτοκίον

Όμβρος ώς επί πόκον Καταβάς, εν σή γαστρί σεσάρκωται, ο τής ειρήνης ποταμός, η πηγή τής αγαθότητος, ο σταγόνας υετού εξαριθμούμενος, ο τών Πατέρων Θεός Ευλογημένος.

 

Έτερος Κανών

 

Ο Ειρμός

Υπήλθον ως νυμφώνα, τής καμίνου τήν φλόγα τήν άστεκτον, οι δι' ευσέβειαν ποτέ, Παίδες Άγιοι δειχθέντες σαφώς, καί συμφώνως ανυμνούντες, ύμνον έμελπον. Ο τών Πατέρων Θεός ευλογητός εί.

 

Αδίκων Ηγεμόνων, πρό βημάτων εστηκως Γρηγόριε, τούς αιρετίζοντας πυρός, χαλεπώτερον φυσώντας φορά, ευσεβεία κατεπίμπρας τή Τριάδι βοών. Ο τών Πατέρων Θεός ευλογητός εί.

 

Τριάδος επιπνοία, τήν δογμάτων ευσεβών Γρηγόριε, ανεπιθόλωτον πηγήν, εκ χειλέων αναβλύσας τή γή, ανθοφόρον τήν τραχείαν άρδων έδειξας. Ο τών Πατέρων Θεός ευλογητός εί.

Θεοτοκίον

Νεκρούται ο Προπάτωρ, ως ακαίρως τού φυτού γευσάμενος, σύ δέ τήν άληκτον ζωήν, ώ Παρθένε εκβλαστήσασα, τόν Παράδεισον οικείν τούτον ανέστησας, Θεογεννήτορ Αγνή ευλογημένη.

Καταβασία

Σέ τόν εν πυρί δροσίσαντα, Παίδας θεολογήσαντας, καί Παρθένω, ακηράτω, ενοικήσαντα, Θεόν Λόγον υμνούμεν, ευσεβώς μελωδούντες. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Ωδή η'

Θαύματος υπερφυούς η δροσοβόλος, εξεικόνισε κάμινος τύπον, ου γάρ ούς εδέξατο φλέγει Νέους, ώς ουδέ πύρ τής θεότητος, Παρθένου ήν υπέδυ νηδύν, διό ανυμνούντες αναμέλψωμεν, Ευλογείτω η Κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Ίσον τώ Πατρί τόν Λόγον καί τό Πνεύμα, αγαθότητι καί βασιλεία, ευσεβώς εδίδαξας, ουσιώδη καί φυσικήν, τήν ταυτότητα γινώσκων καί τήν ένωσιν, διό ανεβόας αγαλλόμενος, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Δόξης τής αγγελικής κατηξιώθης, ως γάρ Άγγελος έλαμψας κόσμω, τή Τριάδι Πάνσοφε, καθαγνίσας επιμελώς, τήν ψυχήν τε καί τό σώμα καί διάνοιαν, ή νύν αναμέλπεις ευφραινόμενος. Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Ίλεων ταίς προσευχαίς σου τόν Δεσπότην, εργασάμενος αίτησαι Πάτερ, τών πταισμάτων άφεσιν, τοίς εν πίστει τήν ιεράν, καί πανέορτόν σου μνήμην εορτάζουσιν, εν ή γεγηθότες αναμέλπομεν. Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Μύστης τής τρισυποστάτου Μοναρχίας, καί θεότητος τής εν Τριάδι, αρετών ασκήσεσι, χρηματίσας Τριαδικός, Θεολόγος ανεδείχθης Παμμακάριστε, καί νύν αναμέλπεις αγαλλόμενος. Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Ο ταίς αρχαγγελικαίς υμνολογίαις, δοξαζόμενος πλούσιος Λόγος, δι' η, μάς επτώχευσε, σέ Μητέρα τήν καλλονήν, Ιακώβ, ευλογημένην εκλεξάμενος, διό ανυμνούντες αναμέλπομεν. Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Έτερος Κανών

 

Ο Ειρμός

Οι μή τή τροφή χρανθέντες Παίδες, βασιλικής τραπέζης, εις πύρ χαίροντες έβησαν ποτέ, καί εν φλογί δροσίζομενοι, προθύμως έψαλλον. Ευλογείτε τά έργα Κυρίου τόν Κύριον.

 

Τής Βαβυλωνίας Πάτερ φλογός, υπεραρθείς καί μάλλον, αυτή τή ευσεβεία, πυρσωθείς Τριαδικός, μυστιπόλος εκφανθείς, καί κήρυξ βοάς. Ευλογείτε τά έργα Κυρίου τόν Κύριον.

 

Τής πειραστικής ποικίλως Πάτερ, καί σιδηράς καμίνου, τό πύρ κατασβεννύων ευμαρώς, τών πειρασμων υπεκδύς, πρός ουρανόν ανέπτης βοών. Ευλογείτε τά έργα Κυρίου τόν Κύριον.

Θεοτοκίον

Η χρυσοφαής λυχνία τήν σήν, συμβολικώς εδήλου, θείαν γέννησιν, Άχραντε σεμνή, σύ γάρ τό Φώς τό απρόσιτον, τώ κόσμω έλαμψας, ώ βοώμεν. Ευλογείτε τά έργα Κυρίου τόν Κύριον.

Kαταβασία

Αστέκτω πυρί ενωθέντες, οι θεοσεβείας προεστώτες Νεανίαι, τή φλογί δέ μή λωβηθέντες, θείον ύμνον έμελπον. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Ωδή θ'

Τύπον τής αγνής λοχείας σου, πυρπολουμένη βάτος, έδειξεν άφλεκτος, καί νύν καθ' ημών, τών πειρασμών αγριαίνουσαν, κατασβέσαι αιτούμεν τήν κάμινον, ίνα σε Θεοτόκε, ακαταπαύστως μεγαλύνωμεν.

 

Νέμει σοι ζωήν ακήρατον, ή αρχική Τριάς, ήν εθεολόγησας, δεξαμένη σου, τά δι' αυτήν αγωνίσματα, καί τά δόγματα, καί τά παλαίσματα, ή νύν Πάτερ παρέστης, υπέρ τού κόσμου πρέσβυς άριστος.

 

Αίγλη τριφεγγούς λαμπρότητος, τής εκ μιάς προερχομένης θεότητος, ελλαμπόμενος, ιερομύστα Γρηγόριε, τούς υμνούντάς σε πίστει περίσωζε, καί τή τών σών δογμάτων, θεολογία φωταγώγησον.

 

Δρόμον τόν καλόν τετέλεκας, τής αρχικής Τριάδος υπεραγωνισάμενος, καί θεώσεως, ως θεολόγος τετύχηκας, καί τού θείου σου πόθου πληρώσεως, μετείληφας αξίως, Εκκλησιών η σεμνοπρέπεια.

Θεοτοκίον

Ω τού φοβερού σου θαύματος! σύ γάρ Παρθένε Θεοτόκε μυστήριον, τό πρό γενεών, καί πρό αιώνων απόκ ρυφον, εν Θεώ τώ τά σύμπαντα κτίσαντι, τεκούσα Θεόν Λόγον, ανερμηνεύτως εφανέρωσας.

 

Έτερος Κανών

 

Ο Ειρμός

Ο τόν άνω βυθόν τής θείας ακαταληψίας, ευσεβώς ανανηξάμενος, καί τόν νούν ώς εκ πέτρας απεριλήπτου, τής θεαρχικής απαιωρήσας Τριάδος, παμμακάριστε Πάτερ, σέ μεγαλύνομεν.

 

Ο τό ευτελές ένδυμα, τού νομικού περιρρήξας γράμματος, καί τό έν αυτώ θείον κάλλος, καί μυστικόν τών θείων τού Πνεύματος, ημίν αναπτύξας Γραφών, παμμακάριστε Πάτερ, σέ μεγαλύνομεν.

 

Ο ταίς άνω χορείαις, συναρίθμιος υπάρχων, Όσιε Πάτερ (καί γάρ σύν αυταίς, εις αιώνα συναγελάζη ), υπέρ τής σής Ποίμνης, τάς εντεύξεις ποιού πρός Θεόν. Παμμακάριστε Πάτερ, σέ μεγαλύνομεν.

 

Ο τά θεία μαθών, εκ θείας καί υπέρ νούν επιπνοίας, Όσιε Πάτερ, καί πρός τήν αυτών, μυστικώς αποτελεσθείς αδίδακτον ένωσιν, ασχέτω σου έρωτι, παμμακάριστε Πάτερ, σέ μεγαλύνομεν.

Θεοτοκίον

Σύ χωρίον Αγνή, τής θείας απεριληψίας, υπέρ φύσιν εχρημάτισας, ως Θεώ τήν σάρκα δανεισαμένη, τώ σού τήν παρθενικήν, μή διαρρήξαντι μήτραν, εν τώ τίκτειν ασπόρως, σέ μεγαλύνομεν.

Καταβασία

Εν νόμω, σκιά καί γράμματι, τύπον κατίδωμεν οι πιστοί, πάν άρσεν τό τήν μήτραν διανοίγον, άγιον Θεώ, διό πρωτότοκον Λόγον, Πατρός ανάρχου Υιόν, πρωτοτοκούμενον Μητρί, απειράνδρω, μεγαλύνομεν.

 

Εξαποστειλάριον

Τοίς Μαθηταίς

Μονάδα τρισυπόστατον, καί Τριάδα τελείαν, εν μιά τή θεότητι, πάνσοφε Θεολόγε, εδίδαξας προσκυνείσθαι, φώς είπων τόν Πατέρα, καί τόν Υιόν φώς αύθις τε, φώς τό Άγιον Πνεύμα, αλλά έν φώς, αμερές ασύγχυτον, είς Θεός γάρ, τρανών τό ομοούσιον, ώ Γρηγόριε μάκαρ.

Έτερον όμοιον

Υψηγορία χρώμενoς, σών δογμάτων πανσόφως, τρανώς εθεολόγησας, τό απόρρητον βάθος, τών τού Χριστού μυστηρίων, άθλους τε τών Αγίων, καί βίους ερρητόρευσας, ώ Γρηγόριε μάκαρ, καί νύν Θεός, εν μεθέξει πέλων τή πρός τό θείον, σώζεις κάμέ καί δέχοιο, σαίς σκηναίς Θεολόγε.

Θεοτοκίον όμοιον

Μετά τής Θεομήτορος, καί Παρθένου Μαρίας, καί Βασιλείου πάνσοφε, παρεστως τού Μεγάλου, τή απροσίτω Τριάδι, τήν ειρήνην τώ κόσμω, τώ Βασιλεί τά τρόπαια, καί ημίν σωτηρίαν, πρέσβευε, νύν τοίς ανευφημούσί σε Θεολόγε, Αρχιερεύ Γρηγόριε, Ρήτορ τής Εκκλησίας.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ'

Ο εξ υψίστου κληθείς

Διατεμών τόν τού γράμματος σύ γνόφον, εισέδυς τώ πνεύματι πρός φώς υπέρτερον, καί τήν εκείθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας επλούτισας, Γρηγόριε πάνσοφε, τής Εκκλησίας φωστήρ, ταίς αστραπαίς δέ τών λόγων σου, σκοτώδη νέφη, τά τών αιρέσεων απεμείωσας, όθεν αυλίζη ένθα ήχος, εορταζόντων Αγγέλοις συνόμιλος, ικετεύων απαύστως τού σωθήναι τάς ψυχάς ημών.

 

Ο Θεολόγος ο δεύτερος καί μύστης, τής θείας ελλάμψεως, ο τής Τριάδος φαιδρός, υπογραφεύς ο τήν άρρητον, καί θείαν φύσιν, υπερφυώς διδάσκων Γρηγόριε, καί νύν τηλαυγέστερον, επαπολαύων Θεού, τών σέ τιμώντων μνημόνευε, καί υπερμάχει, τής Εκκλησίας, ήν συνεκρότησας, σού γάρ ο φθόγγος επί πάντα, τής οικουμένης διήλθε τά πέρατα, εκδιδάσκων δοξάζειν, τήν Τριάδα ομοούσιον.

 

Γεωπονήσας τή γλώσση Θεηγόρε, καρδίας ταίς αύλαξι σπόρον τόν ένθεον, θεολογίας επλούτισας, τής ανωτάτω, τής Εκκλησίας άπαν τό πλήρωμα, εντεύθεν ζιζάνια πυρί τού Πνεύματος, τά τών αιρέσεων έφλεξας, φιλοσοφίας, τής θεϊκής τρεφόμενος έρωτι, Πάτερ Πατέρων, καί Ποιμήν Ποιμένων καί δόξα Πιστών, lερέων φωστήρ, οικουμένης τό κλέος, παμμακάριστε Γρηγόριε.

 

Τώ τής σοφίας κρατήρι προσπελάσας, τό τίμιον στόμα σου, Πάτερ Γρηγόριε, θεολογίας εξήντλησας, τό θείον νάμα, καί τοίς πιστοίς αφθόνως μετέδωκας, αιρέσεων έφραξας, ρούν τόν ψυχόλεθρον, τόν βλασφημίας ανάμεστον, ως κυβερνήτην, εύρε καί γάρ σε Πνεύμα τό Άγιον, αποσοβούντα καί ελαύνοντα, ως ανέμων πνοάς, δυσσεβών τάς ορμάς, εν Μονάδι ουσίας, τήν Τριάδα καταγγέλλοντα.

Δόξα... Ήχος α' Ανατολίου

Τήν λύραν τού Πνεύματος, τό τών αιρέσεων θέριστρον, καί ορθοδόξων ήδυσμα, τόν δεύτερον Επιστήθιον, τόν τού Λόγου αυτόπτην, τοίς δόγμασι γενόμενον, τόν σοφόν Αρχιποίμενα, τής Εκκλησίας τά θρέμματα, θολογικοίς ύμνοις Προσείπωμεν. Σύ εί ο Ποιμήν ο καλός, ο δούς σεαυτόν Γρηγόριε, ως ο Διδάσκαλος Χριστός, υπέρ ημών, καί σύν Παύλω χορεύεις, καί πρεσβεύεις υπέρ τών ψυχών ημών.

Καί νύν... Θεοτοκίον

Αμαρτωλών τάς δεήσεις προσδεχομένη, καί θλιβομένων στεναγμόν μή παρορώσα, πρέσβευε τώ εξ αγνών λαγόνων σου, σωθήναι ημάς Παναγία Παρθένε.

 

Δοξολογία μεγάλη, καί Απόλυσις.

 

Εις τήν Λειτουργίαν, Τυπικά, καί εκ τών Κανόνων Ωδή γ' καί ς'.

 

Απόστολον καί Ευαγγέλιον Ζήτει εις τό Μηνολόγιον αυτών.

 

Κοινωνικόν

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος. Αλληλούια.