ΤΗ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Η Σύναξις τού τιμίου ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε, εκέκραξα, ιστώμεν στίχους ς' καί ψάλλομεν Στιχηρά ιδιόμελα τής Εορτής τρία.

 

Ήχος β'

Τόν φωτισμόν ημών, τόν φωτίσαντα πάντα άνθρωπον, ιδων ο Πρόδρομος, βαπτισθήναι παραγενόμενον, χαίρει τή ψυχή, καί τρέμει τή χειρί, δείκνυσιν αυτόν, καί λέγει τοίς λαοίς, ίδε ο λυτρούμενος τόν Ισραήλ, ο ελευθερών ημάς εκ τής φθοράς. Ώ αναμάρτητε, Χριστέ ο Θεός ημών, δόξα σοι.

 

Τού Λυτρωτού ημών, υπό δούλου βαπτιζομένου, καί τή τού Πνεύματος παρουσία μαρτυρουμένου, έφριξαν ορώσαι Αγγέλων στρατιαί, φωνή δέ ουρανόθεν ηνέχθη εκ Πατρός. Ούτος όν ο Πρόδρομος χειροθετεί, Υιός μου υπάρχει ο αγαπητός, εν ώ ηυδόκησα, Χριστέ ο Θεός ημών, δόξα σοι.

 

Τά Ιορδάνια ρείθρα, σέ τήν πηγήν εδέξαντο, καί ο Παράκλητος, εν είδει περιστεράς κατήρχετο, κλίνει κορυφήν, ο κλίνας ουρανούς, κράζει Καί βοά, πηλός τώ Πλαστουργώ. Τί μοι επιτάττεις τά υπέρ εμέ; εγώ χρείαν έχω τού σού βαπτισμού. Ώ αναμάρτητε, Χριστέ ο Θεός ημών, δόξα σοι.

Έτερα Στιχηρά Προσόμοια τού Προδρόμου

Ήχος α'

Πανεύφημοι Mάρτυρες υμάς

Πανεύφημε Πρόδρομε Χριστού, Βαπτιστά θεόληπτε σέ ευσεβώς μακαρίζοντες, Χριστόν δοξάζομεν, τόν εν lορδάνη, κλίναντα τήν κάραν σοι, καί φύσιν τών βροτών αγιάσαντα. Αυτόν ούν πρέσβευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

 

Υψόθεν προσέβλεψας σοφέ, Ιωάννη Πρόδρομε, Πατρός τήν δόξαν τήν άρρητον, Υιόν εν ύδατι, καί τό Πνεύμα είδες, απελθόν ως πέλειαν, καθαίρον καί φωτίζον τά πέρατα, διό Τριάδος σε, μυστιπόλον αναμέλποντες, σού τιμώμεν, τήν θείαν πανήγυριν.

 

Ρωσθείς θεία χάριτι Χριστού, Βαπτιστά καί Πρόδρομε, σύ τόν, Αμνόν ημίν έδειξας, τόν κόσμου αίροντα, αμαρτίας πάσας, καί αυτώ προσήρμοσας, ιδυάδα Μαθητών χαίρων σήμερον, όν καθικέτευε, δωρηθήναι ταίς ψυχαίς ημών, τήν ειρήνην, καί τό μέγα έλεος.

Δόξα... Ήχος πλ. β'

Ένσαρκε Λύχνε, Πρόδρομε τού Σωτήρος, βλάστημα Στείρας, φίλε τού εκ Παρθένου, όν σκιρτήμασι νηδύος προσεκύνησας, καί εβάπτισας νάμασι τού Ιορδάνου, τούτω πρέσβευε δεόμεθα Προφήτα, τάς τών μελλόντων ημάς εκφυγείν τρικυμίας.

Καί νύν... ο αυτός

Θεός Λόγος επεφάνη εν σαρκί, τώ γένει τών ανθρώπων, ίστατο βαπτισθήναι εν Ιορδάνη, καί έλεγε πρός αυτόν ο Πρόδρομος. Πώς εκτείνω χείρα, καί άψωμαι κορυφής κρατούσης τά σύμπαντα; Εί καί εκ Μαρίας υπάρχεις βρέφος, αλλ' οίδά σε Θεόν προαιώνιον, επί τής γής βαδίζεις, ο υμνούμενος υπό τών Σεραφίμ καί δούλος Δεσπότην, βαπτίζειν ου μεμάθηκα. Ακατάληπτε Κύριε, δόξα σοι.

 

Προκείμενον Ήχος βαρύς

Ο Θεός ημών εν τώ ουρανώ καί εν τή γή, πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν.

 

Στίχ. Εν εξόδω Ισραήλ εξ Αιγύπτου, οίκου Ιακώβ.

 

Ο Θεός ημών εν τώ ουρανώ καί εν τή γή, πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν.

 

Στίχ. Η θάλασσα είδε καί έφυγεν, ο Ιορδάνης εστράφη εις τά οπίσω.

 

Ο Θεός ημών εν τώ ουρανώ καί εν τή γή, πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν.

 

Στίχ. Τί σοί εστι θάλασσα, ότι έφυγες; καί σοί Ιορδάνη, ότι εστράφης εις τά οπίσω;

 

Ο Θεός ημών εν τώ ουρανώ καί εν τή γή, πάντα όσα ηθέλησεν ο Κύριος εποίησεν.

 

Εις τόν Στίχον Στιχηρά Προσόμοια.

 

Ήχος δ'

Έδωκας σημείωσιν

Ως είδέ σε Δέσποτα, ο Ιωάννης ο Πρόδρομος, πρός αυτόν αφικόμενον, έκθαμβος γενόμενος, ως ευγνώμων δούλος, σύν φόβω εβόα. Τίς η ταπείνωσις Σωτήρ; τίς ή πτωχεία, ήν περιβέβλησαι; ο πλούτω αγαθότητος, ταπειθωνέντα τόν άνθρωπον, ανυψώσας ως εύσπλαγχνος, ως αυτόν ενδυσάμενος.

 

Στίχ. Η θάλασσα είδε καί έφυγεν, ο Ιορδάνης εστάφη εις οπίσω.

 

Δεύρο δή μοι σήμερον, επιτελούντι μυστήριον, τώ Προδρόμω αντέφησε, φρικτώς διακόνησον, ο Σωτήρ τών όλων, καί μή δειλιάσης, τόν συντριβέντα γάρ Αδάμ, τή αμαρτία καινοποιούμενος, βαπτίζομαι ως άνθρωπος, ο κατά φύσιν αμόλυντος, Ιορδάνου τοίς ύδασιν, εν οίς βλέπεις παρόντα με.

 

Στίχ. Τί σοί εστι θάλασσα, ότι έφυγες; καί σοί Ιοράνη ότι ανεχώρησας εις τά οπίσω;

 

Ήλιον ρυπτόμενον, τίς γηγενών εθεάσατο; Ιωάννης αντέφησε, καί τόν επενδύοντα, ουρανόν νεφέλαις, γυμνούμενον όλον; καί τόν πηγάς καί ποταμούς, δημιουργούντα ύδασι βαίνοντα; εκπλήττομαι την άφατον, οικονομίαν σου Δέσποτα! μή βαρύνης τόν δούλόν σου, φοβεροίς επιτάγμασιν.

Δόξα... Ήχος δ' Βύζαντος

Ως τού Πνεύματος εραστής, καί τής χάριτος θεόφθογγος χελιδών, τρανώς τήν οικονομίαν τού Βασιλέως, βροτών τώ γένει εξ Αγνής φαεινώς ανατείλαντος, εις μερόπων ανάκλησιν, κατεμήνυσας Πρόδρομε, τών σκυθρωπών ηθών, απελαύνων τό τέρμα, καί ζωής αϊδίου επιβαλέσθαι ιθύνων, τάς καρδίας τών εν μετανοία βαπτιζομένων, μάκαρ θεόληπτε.

Καί νύν... ο αυτός

Δεύτε μιμησώμεθα τάς φρονίμους Παρθένους, δεύτε υπαντήσωμεν τώ φανέντι Δεσπότη, ότι προήλθεν ως νυμφίος πρός τόν Ιωάννην, ο Ιορδάνης ιδών σε έπτηξε καί έμεινεν, ο Ιωάννης εβόα. Ου τολμώ κρατήσαι κορυφής αθανάτου, τό Πνεύμα κατήρχετο, εν είδει περιστεράς, αγιάσαι τά ύδατα, καί φωνή ουρανόθεν. Ούτός εστιν ο Υιός μου, ο ελθών εις τόν κόσμoν, σώσαι γένος ανθρώπων, Κύριε δόξα σοι.

 

Απολυτίκιον τού Αγίου

Ήχος δ'

Μνήμη δικαίου μετ' εγκωμίων, σοί δέ αρκέσει η μαρτυρία τού Κυρίου Πρόδρομε, ανεδείχθης γάρ όντως καί Προφητών σεβασμιώτερος, ότι καί εν ρείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον. Όθεν τής αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω καί τοίς εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τόν αίροντα τήν αμαρτίαν τού κόσμου, καί παρέχοντα ημίν τό μέγα έλεος.

Απολυτίκιον τής εορτής Ήχος α'

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η τής Τριάδος εφανερώθη προσκύνησις, τού γάρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, καί τό Πνεύμα εν είδει περιστεράς, εβεβαίου τού λόγου τό ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Τού λίθου σφραγισθέντος

Τού Ιησού γεννηθέντος εκ Παρθένου Μαρίας, καί εν Ιορδάνη βαπτισθέντος υπό Ιωάννου, τό πνεύμα κατήλθεν επ' αυτόν, ορώμενον εν είδει περιστεράς, διά τούτο ο Προφήτης, σύν τοίς Αγγέλοις έλεγε κραυγάζων. Δόξα τή παρουσία σου Χριστέ, δόξα τή βασιλεία σου, δόξα τή οικονομία σου, μόνε φιλάνθρωπε.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Επεφάνης σήμερον

Εν τοίς ρείθροις βλέψας σε τού Ιορδάνου, βαπτισθήναι θέλοντα, ο μέγας Πρόδρομος Χριστέ, εν ευφροσύνη εκραύγαζεν. Ήλθες εφάνης τό φώς τό απρόσιτον.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Ο Πεντηκοστός. Ο Κανών τής Εορτής.

 

Βυθού ανεκάλυψε πυθμένα, εις η' καί τού Αγίου εις ς' ού η ακροστιχίς.

 

Βαπτιστά Χριστού, τούς επαίνους μου δέχου

Θεοφάνους

 

Ωδή α' Ήχος β'

Τώ τήν άβατον, κυμαινομένην θάλασσαν, θείω αυτού προστάγματι, αναξηράναντι, καί πεζεύσαι δι' αυτής, τόν Ισραηλίτην λαόν καθοδηγήσαντι, Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Βαπτιζόμενον, τώ τών παθών μου κλύδωνι, Πρόδρομε ταίς πρεσβείαις σου, φθάσας διάσωσον, απαθείας γάρ αυτός, γέγονας δοχείον σεπτόν, καί καθαρώτατον, Κυρίω άνωθεν, εκ βρέφους ανακείμενος.

 

Αγαλλόμενος, ο Θεώ παριστάμενος, Άγγελος τόν ισάγγελον, ευηγγελίσατο, Ζαχαρία τώ σεπτώ, σού ιεραρχούντι Πατρί, σέ παμμακάριστε, Κυρίου Πρόδρομον, καί φίλον γενησόμενον.

 

Πλήρης γέγονας, τού Παναγίου Πνεύματος, έτι κοιλία σής Μητρός, ένδον φερόμενος, καί σκιρτήματι τερπνώ, τόν τής Παρθενίας καρπόν, χαίρων εμήνυσας, καί προσεκύνησας, Προφήτα πανσεβάσμιε.

 

Τόν τήν άβατον, πάσιν ανθρώποις πρότερον, ξένην οδόν βιώσεως, αποτεμόμενον, καί βαπτίσαντα Χριστόν, εν ταίς Ιορδάνου ροαίς, ανευφημήσωμεν, Κυρίου Πρόδρομον, τόν θείον καί θεόφρονα.

Θεοτοκίον

Ιερώτατον, τής Παρθενίας τέμενος, η εν γαστρί Θεόν Λόγον, κυοφορήσασα, τούς προστρέχοντας εις σέ, καί προσκαλουμένους Αγνή, σώζε πρεσβείαις σου, κινδύνων λύουσα, τήν έφοδον πανάμωμε.

Καταβασία

Στείβει θαλάσσης, κυματούμενον σάλον, Ήπειρον αύθις, Ισραήλ δεδειγμένον, Μέλας δέ πόντος, τριστάτας Αιγυπτίων, Έκρυψεν άρδην, υδατόστρωτος τάφος, Ρώμη κραταιά δεξιάς τού Δεσπότου.

 

Ωδή γ'

Εν πέτρα με τής Πίστεως στερεώσας, επλάτυνας τό στόμα μου επ' εχθρούς μου, ηυφράνθη γάρ τό πνεύμά μου εν τώ ψάλλειν. Ουκ έστιν άγιος, ως ο Θεός ημών, καί ουκ έστι δίκαιος πλήν σου Κύριε.

 

Στειρώσεως τό όνειδος διαλύσας, επέγνως τής Παρθένου τόν θείον Tόκον, σκιρτήσας αγαλλόμενος εν κοιλία, Μητρός πανεύφημε, Αγγέλων σύσκηνε, τού Κυρίου Πρόδρομε, μύστα τής χάριτος.

 

Τάς τρίβους προητοίμασας τού Κυρίου, βαδίσας πρό προσώπου αυτού Προφήτα, ως λύχνος πάσι φαίνων γάρ τό τής δοξης, Πατρός απαύγασμα, φανέν σώματι, δι' ύδατος υπέδειξας, πάντων πρόκριτε.

 

Ανέτειλας ως όρθρος δικαιοσύνης, τόν Ήλιον μηνύων τοίς εν τώ σκότει, τής πάντων σωτηρίας σύ γάρ εγένου, κήρυξ καί Προδρομος, καί πάσιν έλεγες. Τώ Χριστώ προσέλθετε, πίστει καί σώζεσθε.

Θεοτοκίον

Χαράν τήν ανεκλάλητον δεξαμένη, συνέλαβες ασπόρως τόν σόν Δεσπότην, τόν πάσαν τήν υφήλιον Θεομήτορ, ανακαλούμενον, ώ καί κραυγάζομεν. Ως ουκ έστιν Άγιος, πλήν σου Κύριε.

Καταβασία

Ο σοι παλαιών εκλελύμεθα βρόχων, Bορών λεόντων, συντεθλασμένων μύλας, Αγαλλιώμεν καί πλατύνωμεν στόμα, Λόγω πλέκοντες εκ λόγων μελωδίας, Ώ τών πρός ημάς ήδεται δωρημάτων.

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Ο μέγας υετός, πρός ποτάμια ρείθρα, προέρχεται σαρκί, βαπτισθήναι θελήσας, πρός όν ο θείος Πρόδρομος, εκθαμβούμενος έλεγε. Πώς βαπτίσω σε, ρύπον μή έχοντα όλως; πώς εκτείνω μου, τήν δεξιάν επί κάραν, ήν τρέμει τά σύμπαντα;

Δόξα... Καί νύν... Ήχος δ'

Κατεπλάγη Ιωσήφ

Έκων κατήλθε επί γής, καί εσαρκώθη δι' ημάς, ως ηυδόκησεν αυτός, ο ακατάληπτος Θεός, καί βαπτισθήναι ηνέσχετο ο φωτισμός ημών, όθεν πρός αυτόν απεφθέγγετο, ο Πρόδρομος βοών. Ου τολμώ σου Σωτήρ, τής κορυφής εφάψασθαι, ορών σου, τό ακατάληπτον Κύριε, ο πάντα Λόγε, πρός τό συμφέρον, οικονομήσας δόξα σοι.

 

Ωδή δ'

Υμνώ σε ακοή γάρ Κύριε, εισακήκοα καί εξέστην, έως εμού ήκεις γάρ, εμέ ζητών τόν πλανηθέντα. Διό τήν πολλήν σου συγκατάβασιν, τήν εις εμέ δοξάζω Πολυέλεε.

 

Ρυπώντας αποπλυνειν ύδατι, απεστάλης πρός τού Δεσπότου, ευτρεπίζων δέχεσθαι, τόν αίροντα τήν αμαρτίαν Χριστόν, καί τήν πλάνην απελαύνοντα, θεογνωσίας αίγλη πανσεβάσμιε.

 

Ιού με δρακοντίου δήγματος, ιαθήναι μάκαρ δυσώπει, ο τόν Χριστόν νάμασι, βαπτίσας τοίς τού, Ιορδάνου, εν ώ τών δρακόντων εμφωλεύουσαν, τήν πονηρίαν ο Σωτήρ συνέθλασε.

 

Σοφία τού Θεού κοσμούμενος, προελήλυθας Χριστοκήρυξ, βοώντος γάρ γέγονας, κραυγάζουσα Μετανοείτε φωνή, ως Προφήτης προηγόρευσας, τόν υπέρ πάντας ανθρώπους σε δεικνύοντα.

 

Τήν ξένην καί ανθρώποις άτριπτον, επαγόμενος πολιτείαν, επέστης τοίς ύδασι, πανάριστε τού Ιορδάνου, φωνής τού Πατρός ακροασόμενος, καί παρουσίαν Πνεύματος οψόμενος.

Θεοτοκίον

Ο πάντα πλαστουργήσας Κύριος, καθ' ημάς αυτός πλαστουργείται, υποδύς γάρ Πάναγνε τήν μήτραν σου τήν Παναγίαν, μορφήν τών ανθρώπων ημφιάσατο, καί τήν αυτού εικόνα διεσώσατο.

Καταβασία

Πυρσώ καθαρθείς, μυστικής θερίας, Υμνών Προφήτης τήν βροτών καινουργίαν, Pήγνυσι γήρυν, Πνεύματι κροτουμένην, Σάρκωσιν εμφαίνουσαν αρρήτου Λόγου, Ώ τών δυναστών, τά κράτη συνετρίβη.

 

Ωδή ε'

Ο φωτισμός, τών εν σκότει κειμένων η σωτηρία, τών απεγνωσμένων Χριστέ Σωτήρ μου, πρός σέ ορθρίζω Βασιλεύ τής ειρήνης, φώτισόν με τή επιλάμψει σου, άλλον γάρ εκτός σου, Θεόν ουκ επίσταμαι.

 

Υπερφυούς, αρετής λαμπηδόσιν ηγλαϊσμένος, ως εξ ουρανίου μυσταγωγίας, ρείθροις επέστης,, Ιορδάνου βαπτίζων, καί καθαίρων διά τού ύδατος, Πρόδρομε τούς πίστει, ψυχής προσιόντας σοι.

 

Τό καθαρόν, καί ακήρατον φέγγος μέλλων βαπτίζειν, σκεύος καθαρότητος ανεδείχθης, μείζων γάρ πάντων, υπ' αυτού προεκρίθης. Προφητών τε σεβασμιώτερος, τόν προφητευθέντα, ιδείν γάρ ηξίωσαι.

 

Ο προσταλείς, πρό προσώπου Κυρίου καί τάς ευθείας, τρίβους τοίς ανθρώποις υποδεικνύων, άπτεται τρέμων κορυφής τού Δεσπότου, καί βαπτίζει λέγων ο Πρόδρομος. Έτερoν εκτός σου, Θεόν ουκ επίσταμαι.

Θεοτοκίον

Υιός Θεού, ο Υιός σου Παρθένε σαφώς εδείχθη, έργα ως Θεός τελών βουλήσει μόνη, όθεν σε πάντες αληθώς Θεοτόκον, καί κυρίως επονομάζομεν, άλλην γάρ Μητέρα, Θεού ού γινώσκομεν.

Καταβασία

Εχθρού ζοφώδους καί βεβορβορωμένου, Ιόν καθάρσει, Πνεύματος λελουμένοι, Νέαν προσωρμίσθημεν, απλανή τρίβoν, Άγουσαν απρόσιτον εις θυμηδίαν, Μόνοις προσιτήν, οίς Θεός κατηλλάγη.

 

Ωδή ς'

Εν αβύσσω πταισμάτων κυκλούμενος, τήν ανεξιχνίαστον τής ευσπλαγχνίας σου επικαλούμαι άβυσσον. Εκ φθοράς ο Θεός με ανάγαγε

 

Σύ τού Λόγου φωνή προελήλυθας, καί ως Εωσφόρος αστήρ ανατέταλκας, προκαταγγέλλων Πρόδρομε, σαφώς Δικαιοσυνης τόν Ήλιον.

 

Επιγείους φροντίδας ηγνόησας, καί τάς ουρανίους ελπίδας επλούτησας, επί τής γής ως Άγγελος, τήν ζωήν διανύσας πανόλβιε.

 

Προφητών σε σφραγίδα γινώσκομεν, ως τή Παλαιά καί Καινή μεσιτεύσαντα, καί Bαπτιστήν καί Πρόδρομον, τού Σωτήρος Χριστού καταγγέλλομεν.

Θεοτοκίον

Ανερμήνευτος όντως η σύλληψις, άφραστος ο τόκος σου καί ακατάληπτος, πάσι πιστοίς γνωρίζεται, καί πιστεύεται μόνη Θεόνυμφε.

Καταβασία

Ιμερτόν εξέφηνε σύν πανοβλίω, Ήχω Πατήρ, όν γαστρός εξηρεύξατο. Ναί φησιν, Ούτος συμφυής γόνος πέλων, Φώταυγος εξώρουσεν ανθρώπων γένους, Λόγος τέ μου ζών, καί βροτός προμηθεία.

 

Κοντάκιον αυτόμελον

Ήχος πλ. β'

Τήν σωματικήν σου παρουσίαν δεδοικώς ο Ιορδάνης, τρόμω υπεστρέφετο, τήν πνευματικήν δέ λειτουργίαν εκπληρών ο Ιωάννης, φόβω υπεστέλλετο, τών Αγγέλων αι τάξεις εξεπλήττοντο, ορώσαί σε εν ρείθροις σαρκί βαπτιζόμενον, καί πάντες οι εν τώ σκότει κατηυγάζοντο, ανυμνούντές σε τόν φανέντα, καί φωτίσαντα τά πάντα.

Ο Οίκος

Τώ τυφλωθέντι Αδάμ εν Εδέμ, εφάνη Ήλιος εν Βηθλεέμ, καί ήνοιξεν αυτού τάς κόρας, αποπλύνας αυτάς Ιορδάνου τοίς ύδασι τώ μεμελανωμένω καί συνεσκοτισμένω φώς ανέτειλεν άσβεστον, ουκ έτι αυτώ νυξ, αλλά πάντα ημέρα, τό πρός πρωϊ πρωϊ, δι' αυτόν εγεννήθη, δειλινόν γάρ εκρύβη ως γέγραπται, εύρεν αυγήν, εγείρουσαν αυτόν, ο πρός εσπέραν πεσών, απηλλάγη τού γνόφου, καί έφθασε πρός Όρθρoν τόν φανέντα, καί φωτίσαντα τά πάντα.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Ζ' τού αυτού μηνός, Η Σύναξις τού Αγίου ενδόξου Προφήτου, Προδρόμου καί Βαπτιστού Ιωάννου. Συνέδραμε δέ καί η τής παντίμου καί αγίας αυτού Χειρός πρός τήν Βασιλεύουσαν μετένεξις.

Στίχοι

          Εμή σε γλώσσα Κήρυξ πώς άν αινέση,

          Όν γλώσσα Χριστού γηγενών μείζω λέγει;

          Μνήμη εβδομάτη Προδρόμου λάχεν αιδοίοιο.

 

Ταίς τού σού Προδρόμου πρεσβείαις, Χριστέ ο Θεός ημών, ελέησον καί σώσον ημάς. Αμήν.

 

Ωδή ζ'

Βάτος εν όρει πυράφλεκτος, καί δροσοβόλος κάμινος Χαλδαϊκή, σαφώς προγράφει σε Θεόνυμφε, τό γάρ θείον άϋλον, εν υλική γαστρί, πύρ αφλέκτως εδέξω, διό τώ εκ σού τεχθέντι ψάλλομεν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Ιερουργήσας τό Βάπτισμα, καί τελειώσας Πρόδρομε τά πρός Θεόν, σαφώς δοθέντα σοι Μυστήρια, ως αρνίον άκακον Ιερουργούμενος, προσηνέχθης θυσία, διό μετά σού συμφώνως ψάλλομεν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Νέος Ηλίας γενόμενος, σύν παρρησία Πρόδρομε καί βασιλείς σαφώς ελέγχεις ανομήσαντας, σού τόν βίον άϋλον επιδεικνύμενος, ως εκείνος τρισμάκαρ, διό μετά σού Προφήτα ψάλλομεν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Ο προφητών περισσότερος, καί Αποστόλων Πρόδρομε τών τού Χριστού, τό θείον γέρας κληρωσάμενος, σύ τού Νόμου πλήρωμα, καί απαρχή σαφώς, νέας χάριτος ώφθης, διό μετά σού τρισμάκαρ ψάλλομεν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Υμνολογίαις τήν πανάγιον, καί θεοδόχον Δέσποιναν πανευσεβώς, αξίως πάντες ανυμνήσωμεν, ως Θεόν κυήσασαν, μονογενή ημίν, τοίς ανθρώποις οφθέντα, πρός όν οι πιστοί συμφώνως ψάλλομεν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Καταβασία

Έφλεξε ρείθρω τών δρακόντων τάς κάρας, ο τής καμίνου, τήν μετάρσιον φλόγα, Νέους φέρουσαν ευσεβείς κατευνάσας, Τήν δυσκάθεκτον, αχλύν εξ αμαρτίας, Όλνη πλύνει δέ, τή δρόσω τού Πνεύματος

 

Ωδή η'

Κάμινος ποτέ, πυρός έν Βαβυλώνι, τάς ενεργείας διεμέριζε, τώ θείω προστάγματι, τούς Χαλδαίους καταφλέγουσα, τούς δέ πιστούς δροσίζουσα ψάλλοντας, ευλογείτε, πάντα τά έργα τόν Κύριον.

 

Σέ τόν επί γής, ισάγγελον φανέντα, παρηλλαγμένω πολιτευματι, καί πάντων ανώτερον, Ιωάννη παμμακάριστε, χαρμονικώς γεραίρομεν, κράζοντες. Ευλογείτε, πάντα τά έργα τόν Κύριον.

 

Μίαν εν τρισί, θεότητος ουσίαν, ομοουσίοις υποστάσεσι, Προφήτα μεμύησαι, τή φωνή γάρ τού Γεννήτορος, καί παρουσία Πνεύματος, έγνως τόν βαπτισθέντα, Λόγον Θεού τόν αϊδιον.

 

Όρθρος νοητός, τόν Ήλιον μηνύων, τόν εκ Παρθένου ανατείλαντα, εκ στείρας προέδραμες, Ιωάννη πανσεβάσμιε, καί τόν Αμνόν εκήρυξας, κόσμου τήν αμαρτίαν, φιλανθρωπία τόν αίροντα,

 

Ύπερθεν ημάς, νύν μάκαρ εποπτεύων, ταίς σαίς πρεσβείαις διαφύλαξον, τώ θείω κηρύγματι, επομένους σου πανόβλιε, καί διδαχαίς εμμένοντας, Πρόδρομε τοίς ενθέοις, καί σωτηρίοις σου δόγμασι.

Θεοτοκίον

Δόξης τού Πατρός, συνέλαβες αφράστως, τό προαιώνιον απαύγασμα, καί Λόγον τόν άναρχον, εν αρχή όντα νοούμενον, καί νύν εκ σού πρωτότοκον, Πάναγνε γεγονότα, αναλλοιώτως τής κτίσεως.

Καταβασία

Ελευθέρα μέν η κτίσις γνωρίζεται. Υιοί δέ φωτός, οι πρίν εσκοτισμένοι. Μόνος στενάζει τού σκότους ο προστάτης. Νύν ευλογείτω συντόνως τόν Αίτιον, Η πρίν τάλαινα τών Εθνών παγκληρία

 

Ωδή θ'

Η τιμιωτέρα ου στιχολογείται, αλλά ψάλλεται η θ' Ωδή τής Εορτής μετά τών Μεγαλυναρίων, καί η τού Αγίου, εν ή λέγομεν Στίχον, Άγιε τού Θεού, ή, Bαπτιστά τού Χριστού πρέσβευε υπέρ ημών.

 

Η τόν πρό Ηλίου φωστήρα

Εκ τής ερημίας, η Πρόδρομος φωνή, τόν Λόγον δείκνυσι, σωματικώς ημίν επιδημήσαντα, καί παρόντα περιχαρώς, βαπτίζειν ευτρεπίζεται, τόν τάς ψυχάς καθαίροντα, τής αμαρτίας διά πίστεως.

 

Χάρις τε καί Νόμος, μεσίτην σε σεπτόν, σαφώς προβάλλεται, τόν μέν σφραγίζοντα, τής δέ αρχόμενον, τόν απάντων τών Προφητών, τώ Λόγω προτιμώμενον, τόν υπέρ τά ορώμενα, νύν βεβηκότα Πανσεβάσμιε.

 

Ο τοίς ασωμάτοις, εφάμιλλον ζωήν επιδειξάμενος, Αγγελικαίς χορείαις συνευφραίνεται, καί τώ θρόνω παρεστηκώς, τού Δεσπότου αγάλλεται, τοίς ευφημούσιν άφεσιν, καί σωτηρίαν εξαιτούμενος

Θεοτοκίον

Υπέρ ευσπλαγχνίαν, ο πάντων Λυτρωτής, άνθρωπος γίνεται, καί σαρκικήν καταδέχεται γέννησιν, φιλάνθρωπος υπέρ ανθρώπων, ο φύσει ών φιλάνθρωπος, παρθενικής εκ μήτρας σου, Θεογεννήτορ παμμακάριστε.

Καταβασία

Ώ τών υπέρ νούν τού τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μήτερ ευλογημένη. Δι' ής τυχόντες, παντελούς σωτηρίας, Επάξιον κροτούμεν, ως ευεργέτη, Δώρον φέροντες, ύμνον ευχαριστίας.

 

Εξαποστειλάριον

Γυναίκες ακουτίσθητε

Προφήτην σε προέφησε, τών Προφητών υπέρτερον, εν γεννητοίς ο Δεσπότης, γυναικών μείζονα πάντων, όν γάρ Προφήται άπαντες, καί Νόμος προκατήγγειλαν, Χριστόν σαρκί εώρακας, όν καί βαπτίσας εδείχθης, σεβασμιώτερος πάντων.

Καί τής Εορτής

Επεσκέψατο ημάς

Επεφάνη ο Σωτήρ, η χάρις η αλήθεια, εν ρείθροις τού Ιορδάνου, καί τούς εν σκότει καί σκιά, καθεύδοντας εφώτισε, καί γάρ ήλθεν εφάνη, τό φώς τό απρόσιτον.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Ιδιόμελα.

 

Ήχος α'

Φώς εκ φωτός, έλαμψε τώ κόσμω, Χριστός ο Θεός ημών, ο επιφανείς Θεός, τούτον λαοί προσκυνήσωμεν. (Δίς)

 

Πώς σε Χριστέ, δούλοι τόν Δεσπότην, αξίως τιμήσωμεν; ότι εν τοίς ύδασι, πάντας ημάς ανεκαίνισας.

 

Σύ εν Ιορδάνη, βαπτισθείς ο Σωτήρ ημών, τά ρείθρα ηγίασας, τή παλάμη τού δούλου χειροθετούμενος, καί τά πάθη τού κόσμου ιώμενος. Μέγα τό μυστήριον τής οικονομίας σου! φιλάνθρωπε Κύριε, δόξα σοι.

 

Τό αληθινόν φώς επεφάνη, καί πάσι τόν φωτισμόν δωρείται, βαπτίζεται Χριστός μεθ' ημών, ο πάσης επέκεινα καθαρότητος, ενίησι τόν αγιασμόν τώ ύδατι, καί Ψυχών τούτο καθάρσιον γίνεται, επίγειον τό φαινόμενον, καί υπέρ τούς ουρανούς τό νοούμενον, διά λουτρού σωτηρία, δι' ύδατος τό Πνεύμα, διά καταδύσεως, η πρός Θεόν ημών άνοδος γίνεται, θαυμάσια τά έργα σου Κύριε! δόξα σοι.

 

Ο περιβάλλων τόν ουρανόν εν νεφέλαις, ρείθρα περιβάλλεται σήμερον τά Ιορδάνια, καί τήν εμήν καθαίρεται κάθαρσιν, ο τού κόσμου αίρων τήν αμαρτίαν, καί υπό τού συγγενούς άνωθεν μαρτυρείται Πνεύματος, Υιός μονογενής υπάρχων τού υψίστου Πατρός, πρός όν βοήσωμεν. Ο επιφανείς καί σώσας ημάς, Χριστέ, ο Θεός ημών, δόξα σοι.

Δόξα... Ήχος πλ. β'

Άγγελος εκ στειρωτικών ωδίνων, προήλθες Βαπτιστά, εξ αυτών τών σπαργάνων τήν έρημον οικήσας, σφραγίς τε πάντων τών Προφητών εδείχθης, όν γάρ εκείνοι πολυτρόπως εθεάσαντο, καί αινιγματωδώς προεκήρυξαν, τούτον βαπτίσαι εν Ιορδάνη κατηξιώθης, φωνής τε ακήκοας, Πατρικής ουρανόθεν, μαρτυρούσης αυτού τήν Υιότητα, καί τό Πνεύμα είδες περιστεράς εν είδει, τήν φωνήν έλκον επί τόν βαπτιζόμενον. Αλλ' ώ πάντων τών Προφητών υπέρτερε, μή διαλίπης πρεσβεύειν υπέρ ημών, τών πιστώς σου τελουντων τά μνημόσυνα.

Καί νύν... Ήχος β'

Σήμερον ο Χριστός, εν Ιορδάνη ήλθε βαπτισθήναι. Σήμερον Ιωάννης άπτεται κορυφής τού Δεσπότου. Αι Δυνάμεις τών ουρανών εξέστησαν, τό παράδοξον ορώσαι μυστήριον. Η θάλασσα είδε καί έφυγεν, ο Ιορδάνης ίδων ανεστρέφετο. Ημείς δέ οι φωτισθέντες βοώμεν. Δόξα τώ φανέντι Θεώ, καί επί γής ογθέντι, καί φωτίσαντι τόν Κοσμον.

 

Δοξολογία μεγάλη, καί Απόλυσις

 

Εις τήν Λειτουργίαν ψάλλομεν, αντί τών Τυπικών, τά Αντίφωνα.

 

Αντίφωνον Α'

Ήχος β'

Στίχ. α'. Εν εξόδω Ισραήλ εξ Αιγύπτου, οίκου Ιακώβ.

 

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ, σώσον ημάς.

 

Στίχ. β'. Εγενήθη Ιουδαία αγίασμα αυτού, εκ λαού βαρβάρου.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχ. γ'. Η θάλασσα είδε, καί έφυγεν, ο Ιορδάνης εστράφη εις τά οπίσω.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχ. δ'. Τί σοί εστι θάλασσα ότι έφυγες; καί σοί Ιορδάνη, ότι εστράφης εις τά οπίσω;

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Αντίφωνον Β'

Ήχος β'

Στίχ. α'. Ηγάπησα, ότι εισακούσεται Κύριος τής φωνής τής δεήσεώς μου.

 

Σώσον ημάς Υιέ Θεού, ο εν Ιορδάνη υπό Ιωάννου βαπτισθείς, ψάλλοντάς σοι, Αλληλούϊα.

 

Στιχ. β'. Ότι έκλινε τό ούς αυτού εμοί, καί εν ταίς η μέραις μου επικαλέσομαι.

 

Σώσον ημάς Υιέ Θεού...

 

Στίχ. γ'. Περιέσχον μοι ωδίνες θανάτου, κίνδυνοι άδου ευροσάν με.

 

Σώσον ημάς Υιέ Θεού...

 

Στίχ. δ'. Ελεήμων ο Κύριος καί δίκαιος, καί ο Θεός ημών ελεεί.

 

Σώσον ημάς Υιέ Θεού...

Δόξα... Καί νύν...

Ο μονογενής Υιός καί Λόγος τού Θεού...

 

Αντίφωνον Γ'

Ήχος α'

Στίχ. α'. Εξομολογείσθε τώ Κυρίω, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

Ήχος α'

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η τής Τριάδος εφανερώθη προσκύνησις, τού γάρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, καί τό Πνεύμα εν είδει περιστεράς, εβεβαίου τού λόγου τό ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.

 

Στίχ. β'. Ειπάτω δή οίκος Ισραήλ, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

 

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε...

 

Στίχ. γ'. Ειπάτω δή οίκος Ααρών, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

 

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε...

 

Στίχ. δ'. Ειπάτωσαν δή πάντες οι φοβούμενοι τό Κύριον, ότι αγαθός, ότι εις τόν αιώνα τό έλεος αυτού.

 

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε...

 

Ε ι σ ο δ ι κ ό ν

Ευλογημένος ο ερχόμενος εν Ονόματι Κυρίου, Θεός Κύριος καί επέφανεν ημίν. Σώσον ημάς Υιέ Θεού, ο εν Ιορδάνη υπό Ιωάννου βαπτισθείς, ψάλλοντάς σοι, Αλληλούϊα.

Ήχος α'

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η τής Τριάδος εφανερώθη προσκύνησις, τού γάρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, καί τό Πνεύμα εν είδει περιστεράς, εβεβαίου τού λόγου τό ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.

Δόξα...

Απολυτίκιον τού Αγίου

Ήχος δ'

Μνήμη δικαίου μετ' εγκωμίων, σοί δέ αρκέσει η μαρτυρία τού Κυρίου Πρόδρομε, ανεδείχθης γάρ όντως καί Προφητών σεβασμιώτερος, ότι καί εν ρείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον. Όθεν τής αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω καί τοίς εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τόν αίροντα τήν αμαρτίαν τού κόσμου, καί παρέχοντα ημίν τό μέγα έλεος.

Καί νύν...

Κοντάκιον Ήχος δ'

Επεφάνης σήμερον τή οικουμένη, καί τό φώς σου Κύριε, εσημειώθη εφ' ημάς, έν επιγνώσει υμνούντάς σε. Ήλθες εφάνης τό Φώς τό απρόσιτον.

 

Αντί δέ τού Τρισαγίου

Όσοι εις Χριστόν εβαπτίσθητε, Xριστόν ενεδύσασθε. Αλληλούϊα.

 

Εις τό, Εξαιρέτως

Ήχος β'

Ώ τών υπέρ νούν τού τόκου σου θαυμάτων! Νύμφη Πάναγνε, Μήτερ ευλογημένη. Δι' ής τυχόντες, παντελούς σωτηρίας, Επάξιον κροτούμεν, ως ευεργέτη, Δώρον φέροντες, ύμνον ευχαριστίας.

 

Κοινωνικόν

Εις μνημόσυνον αιώνιον έσται Δίκαιος. Αλληλούια.

καί μετ' αυτό

Απολυτίκιον τής εορτής Ήχος α'

Εν Ιορδάνη βαπτιζομένου σου Κύριε, η τής Τριάδος εφανερώθη προσκύνησις, τού γάρ Γεννήτορος η φωνή προσεμαρτύρει σοι, αγαπητόν σε Υιόν ονομάζουσα, καί τό Πνεύμα εν είδει περιστεράς, εβεβαίου τού λόγου τό ασφαλές. Ο επιφανείς Χριστέ ο Θεός, καί τόν κόσμον φωτίσας δόξα σοι.