ΤΗ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Προεόρτια τών Φώτων, καί μνήμη τού εν Αγίοις Πατρός ημών Σιλβέστρου, Πάπα Ρώμης.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια Προεόρτια.

 

Ήχος δ'

Ως γενναίον εν Μάρτυσιν

Προεόρτια άσματα, ευσεβώς προηχήσωμεν, τού σεπτού Βαπτίσματος, τού Θεού ημών. Ιδού γάρ μέλλει ως άνθρωπος, σαρκί παραγίνεσθαι, πρός τόν Πρόδρομον αυτού, καί αιτείσθαι τό Βάπτισμα, τό σωτήριον, εις ανάπλασιν πάντων τών εν πίστει, ιερώς φωτιζομένων, καί μετεχόντων τού Πνεύματος.

 

Ο Χριστός αναδείκνυται, ο Θεός επιφαίνεται, ο Δαυϊδ προέγραψεν εμφανέστατα, καί πρός τόν δούλον τό Βάπτισμα, αιτούμενος έρχεται, Ιορδάνη ποταμέ, ευφροσύνης πληρώθητι. Γή καί θάλασσα, οι βουνοί καί τά όρη, καί ανθρώπων, νύν σκιρτήσατε καρδίαι, φώς νοητόν εισδεχόμεναι.

 

Ποταμόν τής ειρήνης σε, καί χειμάρρουν ως γέγραπται, τής τρυφής υπάρχοντα παντοδύναμε, πώς σε ποτάμια ρεύματα, εισδέξονται Κύριε, επιβαίνοντα γυμνόν, ουρανούς τόν τοίς νέφεσι, περιβάλλοντα, καί γυμνώσαντα πάσαν τήν κακίαν, τού εχθρού καί αφθαρσίαν, τούς γηγενείς επενδύσαντα;

 

Έτερα Στιχηρά Προσόμοια τού Αγίου.

 

Ήχος πλ. δ'

Ώ τού παραδόξου θαύματος

Πάτερ Ιεράρχα Σίλβεστρε, Ιερωσύνης φωτί, Ιερώς φωτιζόμενος, τούς πιστούς εφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τήν τρισυπόστατον, ουσίαν σέβειν, καί απεδίωξας, σκότος αιρέσεων, τήν φωσφόρον σήμερον, όθεν φαιδρώς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

 

Πάτερ θεοφόρε Σίλβεστρε, στύλος ωράθης πυρός, ιερώς προηγούμενος, Ιερού συστήματος, καί νεφέλη σκιάζουσα, Αιγύπτου πλάνης πιστούς εξαίρουσα, καί πρός τήν θείαν γήν μεταφέρουσα, ταίς απλανέσι σου, διδαχαίς εκάστοτε, τήν ευκλεή, όθεν καί πανίερον, μνήμην σου σέβομεν.

 

Πάτερ θεηγόρε Σίλβεστρε, ρείθροις τών σών προσευχών, τόν πολύμορφον δράκοντα, ασφαλώς απέπνιξας, ιερώς θαυμαζόμενος. Ελλήνων πλήθη, Θεώ προσήγαγες, Εβραίων θράσος δέ εταπείνωσας, θαύματα μέγιστα, εκτελών ενώπιον, τούτων σαφώς, όθεν σε γεραίρομεν, καί μακαρίζομεν.

Δόξα... Καί νύν... Ήχος πλ. β'

Έρχεται πρός Ιορδάνην, Χριστός η αλήθεια, τού βαπτισθήναι υπό Ιωάννου, καί φησί πρός αυτόν. Εγώ χρείαν έχω υπό σού βαπτισθήναι, καί σύ έρχη πρός με; ού τολμώ ο χόρτος προσψαύσαι τώ πυρί, σύ με αγίασον Δέσποτα, τή θεία επιφανεία σου.

 

Εις τόν Στίχον Στιχηρά Ιδιόμελα.

 

Ιωάννου Μοναχού

Ήχος α'

Λαμπρά μέν ή παρελθούσα Εορτή, λαμπροτέρα δέ Σωτήρ η επερχομένη. Εκείνη Άγγελον έσχεν ευαγγελιστήν, καί αύτη Πρόδρομον εύρε προετοιμαστήν. Εν εκείνη, αιμάτων εκχεομένων, ως άτεκνος ώδύρετο η Βηθλεέμ, εν ταύτη, υδάτων ευλογουμένων, πολύτεκνος γνωρίζεται η Κολυμβήθρα. Τότε Αστήρ τούς Μάγους εμήνυσε, νύν δέ Πατήρ κόσμω σε υπέδειξεν, ο σαρκωθείς, καί πάλιν ερχόμενος εμφανώς, Κύριε δόξα σοι.

 

Στίχ. Διά τούτο μνησθήσομαί σου εκ γής Ιορδάνου καί Ερμωνιιμ.

Ανδρέου Ιεροσολυμίτου

Ήχος β'

Πάλιν Ιησούς ο εμός καθαίρεται εν τώ Ιορδάνη, μάλλον δέ καθαίρει τάς αμαρτίας ημών, έρχεται γάρ αληθώς επί τό Βάπτισμα, εκπλύναι θέλων τού Αδάμ τό χειρόγραφον, καί φησί πρός τόν Ιωάννην. Δεύρο υπηρέτησον ώ Βαπτιστά, μυστηρίου ξένου τό κεφάλαιον, δεύρο, έκτεινον τήν σήν χείρα ταχύ, καί άψαι τής κορυφής, τού συντρίψαντος τήν κάραν τού δράκοντος, καί ανοίξαντος τόν Παράδεισον, όν έκλεισεν η παράβασις, απάτη τού όφεως, τή γεύσει τού ξύλου ποτέ.

 

Στίχ. Είδοσάν σε ύδατα ο Θεός, είδοσάν σε ύδατα καί εφοβήθησαν.

Ήχος γ'

Φαιδρά μέν η παρελθούσα Εορτή, ένδοξος η παρούσα ημέρα. Εν εκείνη, τώ Σωτήρι Μάγοι προσεκύνησαν, εν ταύτη δέ τόν Δεσπότην δούλος κλητός εβάπτισεν. Εκεί Ποιμένες αγραυλούντες, είδον καί εθαύμαζον, ώδε φωνή τού Πατρός, τόν μονογενή Υιόν εκήρυττε.

Δόξα... Καί νύν... ο αυτός

Δεύτε άπαντες πιστοί, τήν Ιουδαίαν αφέντες, διέλθωμεν τήν έρημον τού Ιορδάνου, καί θεασώμεθα σήμερον εκεί, τόν δι' ημάς επιφανέντα σαρκί, τό Βάπτισμα αιτούντα, εν τοίς ρείθροις τού Ιορδάνου, τόν Βαπτιστήν παραιτούμενον, καί βοώντα τώ φόβω. Ου τολμώ χειροθετήσαι τή πηλίνη παλάμη τό πύρ. Ο Ιορδάνης καί η θάλασσα έφυγον, Σωτήρ, καί απεστράφησαν, κάγω πώς επιθήσω επί τήν κορυφήν σου χείρα, ήν τρέμει τά Σεραφίμ; Ανεχώρησεν ο Ιορδάνης, ώς εδέξατο τήν Ηλιού, δι' Ελισσαίου μηλωτήν πώς μή δύη εις χάος καί βάθος, βλέπων γυμνόν σε εν τοίς ρείθροις; πώς δέ μή φλέξη με, όλος εκ σού πυρούμενος; Τί βραδύνεις Βαπτιστά, τού βαπτίσαι τόν Κύριόν μου; ο Ιορδάνης βοά πρός, Ιωάννην. Τί τών πολλών κωλύεις τήν κάθαρσιν, πάσαν την κτίσιν ηγίασεν, άφες αγιάσαι καμέ καί τών υδάτων τήν φύσιν, ότι εις τούτο επεφάνη.

 

Απολυτίκιον Ήχος δ'

Ετοιμάζου Zαβουλών, καί ευτρεπίζου Νεφθαλείμ. Ιορδάνη ποταμέ, στήθι υπόδεξαι σκιρτών, τού βαπτισθήναι ερχόμενον τόν Δεσπότην. Αγάλλου ο Αδάμ σύν τή Προμήτορι, μή κρύπτετε εαυτούς, ως εν Παραδείσω τό πρίν, καί γάρ γυμνούς ιδών υμάς επέφανεν, ίνα ενδύση τήν πρώτην στολήν, Χριστός εφάνη, τήν πάσαν κτίσιν, θέλων ανακαινίσαι.

Εκ τρίτου

 

Εν τοίς Αποδείπνοις ψάλλομεν τό παρόν Τριώδιον, ού η Ακροστιχίς τή δευτέρα

 

Ωδή α' Ήχος β'

Ο Ειρμός

Τώ τήν άβατον, κυμαινομένην θάλασσαν, θείω αυτού προστάγματι, αναξηράναντι, καί πεζεύσαι δι' αυτής, τόν Ισραηλίτην λαόν καθοδηγήσαντι, Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Η απόρρητος, τού Κτίστου συγκατάβασις, πρίν εκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αυτός πάλιν ο Χριστός, άλλο νύν μυστήριον, τελέσων έρχεται, εν lορδάνη βροτών, εις ξένην αναγέννησιν.

 

Διακονήσων, έργω φρικτώ προέρχεται, πρός Ιορδάνην Πρόδρομος, νύν η τού Λόγου φωνή, τόν πτωχεύσαντα Αδάμ, ο πλουτών θεότητι, διά τού Πνεύματος γάρ, πλουτήσων ήκει Χριστός, τώ δώρω τού Βαπτίσματος.

 

Ωδή η' Ο Ειρμός

Έφριξε παίδων ευαγών, τό ομόστολον ψυχής άσπιλον σώμα, καί είξε τό τραφέν, εν απείρω ύλη ακάματον πύρ, αειζώου δέ εκμαρανθείσης φλογός, διαιωνίζων ύμνος ανεμέλπετο. Τόν Κύριον, πάντα τά έργα υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Υμάς μου σκεύη εκλεκτά, επιγνώσομαι, εί τής εμής δωρεάς, σφραγίς ενσημανθή, εν υμίν τρισσόν φώς απαστράπτουσα, πρός τό Βάπτισμα Χριστός, ο Λόγος φησί, τοίς ραθυμίας όκνω διαμένουσιν, εν τούτω γάρ νέαν οδόν σωτηρίας, καί ελευθερίας, ζωήν ήκω δωρούμενος.

 

Τάξεως έμπαλιν εν σοί, φυσικής εστι πράγμα τελούμενον νύν, τό έλαττον καί γάρ, γνώμη ευλογείται τού, κρείττονος, όθεν δέδοικα σήν χειραπτήσαι κάραν, τώ Λυτρωτή εβόησεν ο Πρόδρομος, ου θέμις γάρ χόρτον πυρί προσεγγίζειν, σύ με μάλλον, αγίασον σόν δούλον.

 

Έτερον Διώδιον, Ήχος ο αυτός

Ού η Ακροστιχίς

Τρίτη τε

Τώ δόγματι τώ τυραννικώ

Ραθυμίας ύπνον ψυχικόν, τινάξαντες καρδίας εγρηγόρσει, τώ ερχομένω καθάραι ψυχάς εν ρείθροις βοήσωμεν. Ευλογείτε τά έργα, Κυρίου τόν Κύριον.

 

Ικανούσθω πράξις εν ημίν, ψυχής εν υψηλή θεωρία όπως κατ' άμφω φανέντες φαιδροί, τώ πάντας καθαίροντι, Ευλογείτε τά έργα, βοώμεν τόν Κύριον.

 

Τό τάλαντον λόγω πρακτικώ, κοσμήσαντες εν διπλή εργασία, πίστει τώ δόντι Δεσπότη πιστοί, ως δούλοι προσάξωμεν, βαπτισθήναι μολούντι, ψυχών εις ανάπλασιν.

Ο Ειρμός

Τώ δόγματι τώ τυραννικώ, οι Όσιοι τρείς Παίδες μή πεισθέντες, εν τή καμίνω βληθέντες Θεόν, ωμολόγουν ψάλλοντες. Ευλογείτε τά έργα, Κυρίου τόν Κύριον.

 

Ωδή θ' Ο Ειρμός

Εμεγάλυνας Χριστέ, τήν τεκούσάν σε Θεοτόκον, αφ ής ο Πλάστης ημών, όμοιοπαθές περιέθου σώμα, τό τών ημετέρων λυτήριον αμπλακημάτων, ταύτην μακαρίζοντες, πάσαι γενεαί σέ μεγαλύνομεν.

 

Ρύπον πάντα εμπαθή, απωσάμενοι επαξίως, Βαπτίσματος τού θείου, γνώμην αναλάβωμεν έμφρονα, ήκει γάρ ο Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ρείθροις βαπτιζόμενος, πάσί τε καινήν δείξαι αλλοίωσιν.

 

Αφορώντες είς Χριστόν, ταπεινούμενον εκουσίως, μέχρι καί δούλου μορφής, υπό τήν αυτού χείρα τήν κραταιάν, νύν ταπεινωθώμεν, πνεύματι συνεπαρθέντες, όπως βαπτιζόμενον, τούτον καθαροίς έργοις τιμήσωμεν.

 

Έτερος

 

Η τόν αχώρητον Θεόν

Τής αμαρτίας τόν βαρύν, ρύπον απορρίψαντες, καθαροί τώ πάντας Καθαίροντι, ρείθροις θείοις, εποφθώμεν Δεσπότη.

 

Εν Ιορδάνη ποταμώ, βαπτισθήναι ήκοντι, τώ Χριστώ δεύτε προσεγγίσωμεν, τών δακρύων, καθαρθέντες τοίς ρείθροις.

 

Εν τή Γεννήσει σου Σωτήρ, ημάς εορτάσαντας, μετά Μάγων καί Ποιμένων, νύν πρόσδεξαι, σέ τιμώντας, βαπτισθήναι μολούντα.

Ο Ειρμός

Η τόν αχώρητον Θεόν, εν γαστρί χωρήσασα, καί χαράν τώ κόσμω

κυήσασα, σέ υμνούμεν, Παναγία Παρθένε

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Φορέσας την εμήν, Ιησού μου πτωχείαν, προέρχη σεαυτόν, τοίς οικέταις μιγνύων, καί Βάπτισμα αιτούμενος, υπό δούλου φιλάνθρωπε, όθεν βλέπων σε, ο Ιωάννης εβόα. Πώς βαπτίσω σε, ρύπον μή έχοντα όλως, Θεέ υπεράγαθε;

Δόξα... Καί νύν... όμοιον

Προέρχεσθαι Χριστός, αγαθότητι μέλλει, πρός ρείθρα ποταμού, Ιορδάνου εν τούτοις, ημών τήν ανάπλασιν, απεργάσασθαι χάριτι, θείε Πρόδρομε, τούτον υπόδεξαι χαίρων, καί τοίς ύδασι, τούτον θελήσαντα λούσον, τόν μόνον φιλάνθρωπον.

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Ταχύ προκατάλαβε

Πτωχεύσας ο πλούσιος, δι' ευσπλαγχνίαν πολλήν, ημάς τούς πτωχεύσαντας, δι' ακρασίαν ποτέ, πλουτίσαι βουλόμενος, έρχεται επιβήναι, Ιορδάνου τοίς ρείθροις, καί υπό Ιωάννου, προφανώς βαπτισθήναι. Υμνήσωμεν πιστοί, τήν αυτού άκραν ταπείνωσιν.

Δόξα... Καί νύν... όμοιον

Πεπλήρωται σήμερον, τού Ησαϊου φωνή, βοώντος. Ετοιμάσατε, τήν τού Κυρίου οδόν, καί τρίβους ποιήσατε, ήχησε γάρ ως έφη, η φιλέρημος σάλπιγξ, άπαντας συγκαλούσα, Ιωάννης ο πάνυ, διό συνδράμωμεν άμα, καί παράδοξα ίδωμεν.

 

Ο Προεόρτιος Κανών, ού η Ακροστιχίς.

 

Κατά Αλφάβητον, άνευ τών Ειρμών.

 

Ποίημα Ιωσήφ

 

Ωδή α' Ήχος β'

Ο Ειρμός

Τώ τήν άβατον, κυμαινομένην θάλασσαν, θείω αυτού προστάγματι αναξηράναντι, καί πεζεύσαι δι' αυτής, τόν Ισραηλίτην λαόν καθοδηγήσαντι, Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Αισθανόμενος, τήν τού Κυρίου έλευσιν, εκ τής ερήμου πρόεισιν, ο θείος Πρόδρομος, εκβοών περιφανώς, Ήγγικεν επέφανεν, η απολύτρωσις, μετανοήσατε, καί ύδατι καθάρθητε.

 

Βαπτιζόμενον, αμαρτιών με κλύδωνι, Λόγε Πατρί συνάναρχε, όλον καθάρισον, μετανοίας ραντισμώ, ο τώ βαπτισμώ σου πιστοίς, τήν απολύτρωσιν αεί δωρούμενος, δι' ευσπλαγχνίαν άμετρον.

 

Γή ως γέγραπται, τού Zαβουλών τό άδυτον, βλέπουσα φώς αυγάσθητι. Ιδού γάρ πάρεστιν, Ιορδάνου ταίς ροαίς, καί τόν επί πάντων Θεόν, ύμνει κραυγάζουσα, Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Δήμον άπαντα, ο θεηγόρος Πρόδρομος, βλέπων παραγενόμενον, τούτοις εφθέγγετο, Τίς υπέδειξεν υμίν, από τής μελλούσης οργής φυγείν, ποιήσατε τής μετανοίας καρπούς, εν χάριτι σωζόμενοι.

 

Έτερος κανών τού Αγίου, ού η Ακροστιχίς.

 

Υμνείν σε πίστει τήν χάριν δίδου μάκαρ. Ιωσήφ.

 

Ωδή α' Ήχος πλ. δ'

Η κεκομμένη τήν άτομον έτεμε, καί είδεν ήλιος γήν, ήν ουκ εθεάσατο, αλάστορα εχθρόν τό ύδωρ κατεπόντισε, καί άβατον διήλθεν Ισραήλ, ωδή δέ ανεμέλπετο. Τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Υιοθετήθης εν χάριτι Σίλβεστρε, Θεώ Πατρί καθαρόν, βίον ασπασάμενος, καί θείαις αστραπαίς, ψυχήν φωτοειδέστατος, γενόμενος μετήλθες πρός τό φώς, κραυγάζων τό ανέσπερον. Τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Μεγαλοφρόνως παθών κατεκράτησας, καί σάρκα ασκητικαίς, αγωγαίς υπέταξας, τώ Πνεύματι σοφέ, θείον καταγώγιον, Τριάδος γεγονώς περιφανώς, τής πονηρίας τά πνεύματα, ψάλλων εταπείνωσας. Ενδόξως γάρ δεδόξασται.

 

Νόμω τώ θείω ενθέως πειθόμενος, καί θεοπνεύστου Γραφής, γνώσει καλλυνόμενος, Ελλήνων τούς σοφούς, αλήθειαν επαίδευσας, Χριστόν ομολογείν σύν τώ Πατρί, βοώντας καί τώ τώ Πνεύματι, Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Εν υποστάσει μιά γνωριζόμενoν, τόν σαρκωθέντα Χριστόν, μάκαρ ανεκήρυξας, θελήσεσι διτταίς, καί ενεργείαις Σίλβεστρε, νοούμενον, καί πίστει τούς αυτώ, Θεώσαντα κραυγάζοντας. Τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

Θεοτοκίον

Ίνα τούς κάτω τοίς άνω συνάψειεν, ο μόνος πάντων Θεός, μήτραν απειρόγαμον, υπέδυ καί σαρκός, φανείς εν ομοιώματι, τής έχθρας τό μεσότοιχον ελών, ειρήνην εμεσίτευσε, καί ζωήν εβράβευσε, καί θείαν απολύτρωσιν.

 

Ωδή γ' Ο Ειρμός

Στερέωσον ημάς εν σοί Κύριε, ο ξύλω νεκρώσας τήν αμαρτίαν, καί τόν φόβον σου εμφύτευσον, εις τάς καρδίας ημών τών υμνούντων σε.

 

Επέφανε Χριστός βοά ο Πρόδρομος, καί ρείθροις επιβαίνει τού, Ιορδάνου, υπαντή σαι τούτω σπεύσωμεν, καθαραίς διανοίαις φωτιζόμενοι.

 

Ζητών ανοδίαις τόν πλανώμενον, Θεέ μου πτωχείαν πλουσιωτάτην, ενδυσάμενος εφίστασαι, βαπτισθήναι η απάντων απολύτρωσις.

 

Η γή καί ουρανός νύν χορευέτωσαν, ο πάντων βαπτίζεται ευεργέτης, εν τοίς ύδασι βυθίζων ημών, τήν πληθύν τών αμέτρων παραπτώσεων.

 

Τού Αγίου

 

Τόν φοβον σου Κύριε

Νοός καθαρότητα, κτησάμενος Ιεράρχης γεγένησαι, χρίσμα άγιον δεξάμενος, διό σε θεοφόρε Πάτερ ευφημούμεν.

 

Σταυρώ τόν τανύσαντα, παλάμας σαρκί Θεόν ετράνωσας, λογικαίς σου αποδείξεσι, καί Ιουδαίων θράσος, ώλεσας παμμάκαρ.

 

Εν θαύμασι μέγιστος, γενόμενος φυγαδεύεις τά πταίσματα, καί καθαίρεις τά νοσήματα, τών πίστει αιτουμένων, Σίλβεστρε θεόφρον.

Θεοτοκίον

Παρθένος Αγνή, μετά τήν κύησιν Παναγία διέμεινας, Θεόν Λόγον γάρ εγέννησας, ημίν ομοιωθέντα, χωρίς αμαρτίας.

Ο Ειρμός

Τόν φόβον σου Κύριε, εμφύτευσον ταίς καρδίαις τών δούλων σου, καί γενού ημίν στερέωμα, τοίς σέ εν αληθεία επικαλουμένοις.

 

Κάθισμα τού Αγίου

Ήχος πλ. δ'

Τήν Σοφίαν καί Λόγον

Ποταμός ευσεβείας αναδειχθείς, τών δογμάτων σου ρείθροις πάσαν τήν γήν, κατήρδευσας Σίλβεστρε, Ιεράρχης ως ένθεος, καί θαυμάτων όμβροις, παθών ρύπον έπλυνας, καί τρυφής χειμάρρουν, αξίως κεκλήρωσαι, όθεν συνελθόντες, ευσεβώς σε τιμώμεν, εν άσμασι σήμερον, καί πιστώς εκβοώμέν σοι, Ιεράρχα Θεσπέσιε, πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν Αγίαν μνήμην σου.

Δόξα... Καί νύν... τής Εορτής

Ήχος πλ. δ'

Ανέστης εκ νεκρών

Αόρατε Θεέ, ακατάληπτε Λόγε, ετέχθης εκ Πατρός, υπέρ φύσιν καί λόγον, πάλιν δέ επ' εσχάτων, εκ τής Παρθένου ουκ αλλοιώσας ο ής, έρχη καί εν τοίς ρείθροις, τού Ιορδάνου νύν βαπτισθήναι σαρκί, ο ευδοκήσας σώσαι ως Θεός, τό γένος τών ανθρώπων.

 

Ωδή δ' Ο Ειρμός

Ελήλυθας, εκ Παρθένου ου πρέσβυς ουκ Άγγελος, αλλ' αυτός ο Κύριος σεσαρκωμένος, καί έσωσας, όλον, με τόν άνθρωπον, διό κραυγάζω σοι, Δόξα τή δυνάμει σου Κύριε.

 

Θαυμάζει σου, Ιησού ευεργέτα τήν άφιξιν, ο μέγιστος Πρόδρομος, καί συστελλόμενος κράζει σοι, Πύρ υπάρχων Δέσποτα, μή καταφλέξης με, χόρτον χρηματίζοντα Κύριε

 

ιστάμενον, εν τοίς ύδασι τούτοις θελήματι, ορών με νύν πρόσελθε, ώ Ιωάννη καί βάπτισον, όπως τήν δι' ύδατος, χάριν ανθρώπων, τώ γένει απεργάσωμαι.

 

Κρυπτόμενον, ως νεφέλη σε έγνωκα Ήλιον, Θεέ μου τώ σώματι, πώς ούν γυμνούσαι τά ύδατα, νύν περιβαλλόμενος; ο Ιωάννης εβόα εκπληττόμενος.

 

Λαμπρύνεται, τών ανθρώπων η φύσις καί λύτρωσιν, τού σκότους εισδέχεται, τής αμαρτίας καί άνωθεν, θείον περιβάλλεται, τής αφθαρσίας χιτώνα γυμνουμένου μου.

 

Τού Αγίου

 

Εισακήκοα Κύριε

Ιεράρχης θεόληπτος, χρίων Ιερέας θείω εν Πνεύματι, ανεδείχθης Πάτερ Σίλβεστρε, καί λαούς φωτίζων Ιερώτατε.

 

Συνεργεία τού Πνεύματος, νόσους απελαύνων πάθη ανίατα, εθεράπευσας πανόλβιε, επιστρέφων πλάνης τούς παράφρονας.

 

Τών αιρέσεων Σίλβεστρε, πλάνην εκδιώξας, ποίμνην εποίμανας, ευσεβείας βρύων ύδατα, επί χλόην θείας επιγνώσεως.

 

Εξεχύθη σου χείλεσι, χάρις θείου Πνεύματος, διά τούτό σε, lερέα τού λαού αυτού, ο Θεός παμμάκαρ Πάτερ έχρισεν.

Θεοτοκίον

Ιασαί μου τά τραύματα, Κόρη τής καρδίας, καί κατευόδωσον, τής ψυχής μου τά κινήματα, εις Θεού Παρθένε τά θελήματα.

 

Ωδή ε' Ο Ειρμός

Ο τού φωτός χορηγός, καί τών αιώνων ποιητής Κύριος, εν τώ φωτί τών σών προσταγμάτων, οδήγησον ημάς, εκτός σου γάρ άλλον, Θεόν ου γινώσκομεν.

 

Μετανοείτε βοών, η Βασιλεία τού Θεού ήγγικεν, ο Ιερός Πρόδρομος εφάνη, εκ τής ερημίας, τούς ερημωθέντας ημάς ανακτώμενος.

 

Νόμος ο πάλαι φησί, καί προφητών ο ιερός σύλλογος. Ήλθε Χριστός ημάς αναπλάττων, τώ θείω βαπτισμώ, τούς παλαιωθέντας, πολλοίς παραπτώμασι.

 

Ξένα φησί καί φρικτά, ο Ιωάννης καθορώ σήμερον! Nύν η πηγή, τής αθανασίας, προήλθεν εκ μικράς, ρανίδος τό θείον, αιτήσασθαι βάπτισμα.

 

Τού Αγίου

 

Ίνα τί με απώσω

Ταίς πλοκαίς τών σών λόγων, άπαντα διέλυσας μάταιον σύνδεσμον, καί πρός θείαν Πίστιν, τούς τή πλάνη δεθέντας συνέδησας, διανοίγων Πάτερ, τούτων τόν νούν τή αναπτύξει, τών Γραφών Ιεράρχα μακάριε.

 

Η καρδία σου Πάτερ, άμωμος γεγένηται τοίς δικαιώμασι, τού κοινού Δεσπότου, όν ποθήσας σαρκός κατεκράτησας, καί θαυμάτων χάριν, πεπλουτηκώς νόσους ιάσαι, καί ψυχών χαλεπώτατα τραύματα.

 

Νεμομένης καρδίας, νόσον ψυχολέτειραν δεινής αιρέσεως, τού πικρώς μανέντος, δραστηρίοις φαρμάκοις τών λόγων σου, θεοφόρε στήσας, ως ιατρός χάριτι θεία τού σεπτού εφυγάδευσας Πνεύματος.

Θεοτοκίον

Χαίρε μόνη τεκούσα, τόν Απειροδύναμον σάρκα πτωχεύσαντα. Χαίρε τού πεσόντος, επανόρθωσις κόσμου Πανάμωμε. Χαίρε λύπης λύσις, χαίρε πιστών η σωτηρία, χαίρε θρόνε Θεού υψηλότατε.

 

Ωδή ς' Ο Ειρμός

Άβυσσος αμαρτημάτων, εκύκλωσέ με εσχάτη, αλλ' ως τόν Προφήτην Ιωνάν, ανάγαγε Κύριε, Κύριε, εκ φθοράς τήν ζωήν μου.

 

Όμβρησον αμαρτημάτων, ημίν φιλάνθρωπε λύσιν, ο τού Ιορδάνου ταίς ροαίς, βυθίσας τά πταίσματα, τών γηγενών, διά έλεος μέγα.

 

Πέλαγος Χριστέ υπάρχων, δικαιοσύνης προέρχη, νύν εν Ιορδάνη ποταμώ, βυθίσαι τόν δράκοντα, καί τού Αδάμ, τήν παράβασιν πλύναι.

 

Ρείθρόν σε τής αφθαρσίας, Χριστέ υπάρχοντα όντως, ρείθρα πώς χωρήσει ποταμού; εβόα ο Πρόδρομος, δοξάζων σου, τήν πολλήν ευσπλαγχνίαν.

 

Τού Αγίου

 

Τήν δέησιν εκχεώ

Απρόϊτον καί φρουρά αιωνία, συγκλειόμενον ειργάσω ευχαίς σου, τόν πονηρόν, λυμαινόμενον φθόνω, τούς προσιόντας μακάριε δράκοντα, ως θύρας τε, καί ως μοχλούς, τού Σταυρού τήν σφραγίδα ενθέμενος.

 

Ρημάτων σου μελιρρύτων ο φθόγγος, εις τήν σύμπασαν εξήλθε Παμμάκαρ, καί διδαχών, εις τά πέρατα πάντα, τής οικουμένης τό φέγγος εξέλαμψε, θαυμάτων τε τό διαυγές, καί τών έργων η θεία επίδειξις.

 

Ιάματα καί χαρίσματα θεία, επομβρίαις αναβλύζων πλουσίως, τού παντουργού, Ιεράρχα παμμάκαρ, καί Παναγίου εκάστοτε Πνεύματος, τούς πίστει σοι ειλικρινεί, προσιόντας ιάσαι εν χάριτι.

Θεοτοκίον

Νοήσαντες θεηγόροι Προφήται, Μυστηρίου σου Παρθένε τό βάθος, προφητικώς, προκατήγγειλαν τούτο, φωταγωγούμενοι θείω εν Πνεύματι, καί νύν ημείς περιχαρώς, τάς εμφάσεις ορώντες πιστεύομεν.

Ο Ειρμός

Tήν δέησιν εκχεώ πρός Κύριον, καί αυτώ απαγγελώ μου τάς θλίψεις, ότι κακών, η ψυχή μου επλήσθη, καί η ζωή μου τώ άδη προσήγγισε, καί δέομαι ως Ιωνάς. Εκ φθοράς ο Θεός με ανάγαγε.

 

Κοντάκιον Προεόρτιον

Ήχος δ' Επεφάνης σήμερον

Εν τοίς ρείθροις σήμερον τού Ιορδάνου, γεγονώς ο Κύριος, τώ Ιωάννη εκβοά. Μή δειλιάσης βαπτίσαι με, σώσαι γάρ ήκω, Αδάμ τόν πρωτόπλαστον.

Ο Οίκος

Ουκ απαιτώ σε, Βαπτιστά, τούς όρους υπερβήναι, ού λέγω σοι. Ειπέ μοι ά λέγεις τοίς ανόμοις, καί παραινείς αμαρτωλοίς, μόνον βάπτισόν με σιωπών, καί προσδοκών τά υπό τού Βαπτίσματος, έξεις γάρ διά τούτο αξίωμα, όπερ ουχ υπήρξε τοίς Αγγέλοις, καί γάρ πάντων τών Προφητών μείζονά σε ποιήσω, εκείνων μέν ουδείς σαφώς με κατείδεν, αλλ' εν τύποις καί σκιαίς καί ενυπνίοις, σύ δέ, επί σού ιστάμενον κατά γνώμην, σώσαι γάρ ήκω, Αδάμ τόν πρωτόπλαστον.

Έτερον τού Αγίου

Ήχος δ' Τά άνω ζητών

Σοφίας Θεού, εμπλήσας τό στόμα σου, Τριάδος ημίν, τήν γνώσιν ετράνωσας, καί τήν αθεότητα τών τυράννων, κατέβαλες Σίλβεστρε, τή σφεδόνι τών λόγων σου, διό υπέρ ημών δυσώπει τόν Κύριον.

Ο Οίκος

Τού Κορυφαίου τών Αποστόλων τήν καθέδραν πλουτήσας, τού Θεού Λειτουργός εδείχθης θαυμασιώτατος, ωραϊζων, στηρίζων, καί μεγαλύνων δόγμασι θείοις τήν Εκκλησίαν, ως αστήρ δέ φωτοβόλος, φωτίζων φωτί αρετών, Τριάδα σέβειν διδάσκεις, ως αμέριστον μίαν θεότητα, καί τάς αιρέσεις τών δυσμενών απεδίωξας, Σίλβεστρε πάνσοφε, διό υπέρ ημών δυσώπει τόν Κύριον.

 

Συναξάριον

Τή Β' τού αυτού μηνός, Μνήμη τού εν Αγίοις Πατρός ημών Σιλβέστρου Πάπα Ρώμης.

Στίχοι

        Ζωοί νεκρόν βούν, αισχύνων Ζαμβρήν Μάγον,

        Ο καί νεκρός ζών, Σίλβεστρος Ρώμης Πάπας.

        Θυμόν αποπνείει Σίλβεστρος δευτέρη ηοί.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Ιερομάρτυρος Θεαγένους.

Στίχοι

        Θεάγενες, βλήθητι τού πόντου μέσον,

        Ώ κάν βυθισθής, ένδον εκνήξη πόλου.

 

Τή αυτή ημέρα, οι Άγιοι Θεόπεμπτος καί Θεοδότη, η μήτηρ τών Aγίων Αναργύρων, εν ειρήνη τελειούνται.

Στίχοι

        Τόν Θεόπεμπτον σαρκικής λύσαι πέδης,

        Ήλθον, Θεού πέμψαντος, έμπυροι Νόες.

        Νόσω παρήλθε τόν βίον Θεοδότη,

        Νόσων λυτήρας η τεκούσα τώ βίω.

 

Τή αυτή ημέρα ο Όσιος Μάρκος ο κωφός, εν ειρήνη τελειούται.

Στίχοι

        Ο Μάρκος ουκ ήκουσε γηϊνων λόγων,

        Καί πρίν λιπείν γήν, ώτα γήθεν εξάγων.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Βασιλείου τού εξ Αγκύρας.

Στίχοι

        Βρύχημα, χάσμα, δήγμα θηρών αγρίων.

        Βασιλείου τό πράον ού κατεπτόει.

 

Τή αυτή ημέρα, ο Άγιος Σέργιος ξίφει τελειούται.

Στίχοι

        Ούχ οίον ειπείν, ουδέ γνώσιν φέρειν,

        Οση χαρά Σέργιος ετμήθη κάραν.

 

Τή αυτή ημέρα, ο Άγιος Θεόπιστος, λιθοβoληθείς τελειούται.

Στίχοι

        Κτείνει σε Θεόπιστε πιστέ τοίς λίθοις,

        Η τών απίστων πληθύς εκ δυσβουλίας.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Κοσμά, Αρχιεπισκόπου Κωνσταντινουπόλεως τού θαυματουργού, τού εν τή σεβασμία Μονή τής Χώρας.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς.

 

Ωδή ζ' Ο Ειρμός

Εικόνος χρυσής εν πεδίω Δεηρά λατρευομένης, οι τρείς σου Παίδες κατεπάτησαν, αθεωτάτου προστάγματος, μέσον δέ πυρός εμβληθέντες, δροσιζόμενοι έψαλλoν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Στολήν ιεράν, επενδύων με Χριστέ τόν γυμνωθέντα, τή συμβουλία τού αλάστορος, γυμνός προβήναι τοίς ύδασιν, είλου αγαθότητος πλούτω, ανυμνώ σου τό εύσπλαγχνον, καί προσκυνώ τήν θαυμαστήν οικονομίαν σου.

 

Τίς αύτη Χριστέ, η πολλή σου πρός ημάς οικονομία; τίς η πτωχεία; τίς η άφατος καί υπέρ νούν συγκατάβασις; έφη οπηνίκα σε είδεν, ο Ιωάννης γυμνούμενον, καί βαπτισθήναι υπ' αυτού εγκελευόμενον.

 

Υφήψας Χριστέ, ώς περ λύχνον τήν σεπτήν σάρκα σου μέσον, τού Ιορδάνου καί εζήτησας, τήν συγχωσθείσαν τοίς πάθεσι, καί τή άμαρτία εικόνα, καί ευρών κατεκάλλυνας, τώ Βαπτισμώ σου αγαθέ, όθεν υμνούμέν σε.

 

Τού Αγίου

 

Οι εκ τής Ιουδαίας

Δίκαιος ώσπερ φοίνιξ, εν τώ οίκω Κυρίου Πάτερ εξήνθησας, καρπούς δικαιοσύνης, εξ ών οι σέ τιμώντες, διατρέφονται ψάλλοντες, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Ισχυραίς τών σών λόγων, αποδείξεσιν είλες τούς ματαιόφρονας, νοσούντας απιστίαν, καί χαίρων εμελώδεις, παναοίδιμε Σίλβεστρε, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Διαμένει η δόξα, εις αιώνάς σου Πάτερ καί τό μνημόσυνον, σύν πάσι τοίς Δικαίοις, μεθ' ών ημών τών πίστει, μελωδούντων μνημόνευε. Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Ο κλεινός Ιεράρχης, τή τού Πνεύματος αίγλη καταλαμπόμενος, τό σκότος τής κακίας, διέλυσε καί πάντας, τούς βοώντας εφώτισεν. Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

Θεοτοκίον

Υπερθαύμαστε Κόρη, τόν πρό πάντων αιώνων εκυοφόρησας, ημίν Ομοιωθέντα, δι' άκραν ευσπλαγχνίαν, ίνα σώση τούς ψάλλοντας. ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Ωδή η' Ο Ειρμός

Τόν εν καμίνω τού πυρός, τών Εβραίων τοίς Παισί συγκαταβάντα καί τήν φλόγα εις δρόσον μεταβαλόντα Θεόν, υμνείτε τά έργα ως Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Φωνή βοώντος εμφανώς, εν ερήμω επιστάς ο Ιωάννης, επιστρέφων καρδίας, μετανοούσας θερμώς δοξάζειν τόν επιφαι νόμενον, εν τώ Ιορδάνη, Σωτήρα καί Δεσπότην.

 

Χειμάρρους πέφυκας τρυφής, ο θαλάσσας καί πηγάς δημιουργήσας, καί πώς ύδασι βαίνεις; τί αποπλύναι ζητών, η πάντων έκπλυσις καί κάθαρσις, τών υμνολογούντων, Χριστέ σε εις αιώνας.

 

Ψύξαι τά ρεύματα ζητών, τής κακίας τού εχθρού καί τάς θαλάσκιιιιας σας, τών παθών αναστείλαι, καί τοίς πιστοίς ιλασμόν, πηγάσαι καί άφεσιν Δέσποτα, έρχη βαπτισθήναι, εν ρείθροις, Ιορδάνου.

 

Ωρών καί χρόνων Ποιητά, υπό χρόνον γεγονως δι' ευσπλαγχνίαν, ο αχρόνως εκλάμψας, εκ προανάρχου Πατρός, επέστης τά χρόνια πταίσματα πάντων αποπλύναι, εν ρείθροις Ιορδάνου.

 

Τού Αγίου

 

Νικηταί Τυράννου

Μίαν φύσιν Πάτερ, τής μιάς θεότητος θεολογήσας, εν τρισί προσώποις, νοουμένης έμελπες ακαταπαύστως. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Αληθείας Πάτερ, αληθής διδάσκαλος ανηγορεύθης, ψευδωνύμου πλάνης όθεν εστηλίτευσας απάτην μέλπων. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Κορυφαίος ώφθης, ιερού συστήματος Ιερομύστα, καί τού Κορυφαίου, Μαθητών εκόσμησας βοών τόν θρόνον. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Αρεταίς ενθέοις, Πάτερ τήν καρδίαν σου κατακαλλύνας, όλος ωραιώθης, καί ταίς άνω τάξεσι βοών συνήφθης. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Ρήμασί σου θείοις, γενεαί επόμεναι αι τών ανθρώπων, μακαρίζομέν σε τήν άειιιιμακάριστον καί μελωδούμεν. Ευλογειτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ειρμός

Νικηταί τυράννου, καί φλογός τή χάριτί σου γεγονότες, οι τών εντολών σου, σφόδρα αντεχόμενοι Παίδες εβόων. Ευλογείτε πάντα τά έργα τόν Κύριον, καί υπερυψούτε εις πάντας τούς αιώνας.

 

Ωδή θ' Ο Ειρμός

Τόν εκ Θεού Θεόν Λόγον, τόν αρρήτω σοφία, ήκοντα καινουργήσαι τόν Αδάμ, βρώσει φθορά πεπτωκότα δεινώς, εξ αγίας Παρθένου, αφράστως σαρκωθέντα δι' ημάς, οι πιστοί ομοφώνως, εν ύμνοις μεγαλύνομεν.

 

Ιδών σε ο Ιωάννης, πρός αυτόν Ευεργέτα, ελθοντα καί αιτούντα παρ' αυτού, εν ταπεινώσει τό Βάπτισμα, εκπλαγείς συνεστάλη, μηδόλως χειραπτήσαί σε τολμών, τόν απτόμενον πάντα, ορέων καί καπνίζονται.

 

Ως χελιδών σεμνοτάπη, προμηνύουσα έαρ, επέστη νοητόν ο Βαπτιστής, τοίς εν χειμώνι υπάρχουσι, τών αμέτρων πταισμάτων, καί ζάλην υπομένουσιν αεί, εναντίων πνευμάτων, πονηροτάτοις πάθεσι.

 

Σέ τό απαύγασμα δόξης, τού Πατρός επιλάμψαν, τοίς σκότει καθημένοις τών δεινών, άδυτε Ήλιε Κύριε, καί ερχόμενον πάντας, φωτίσαι ιερώ σου Βαπτισμώ ως Θεόν καί Σωτήρα, εν ύμνοις μεγαλύνομεν.

 

Η τού θανάτου αξίνη, εν τή ρίζη κειμένη, ως δένδρω απειλεί τήν εκτομήν, τήν ακαρπίαν σου βλέπουσα, μή ούν άκαρπος μείνης, ψυχή μου, αλλά βόησον Θεώ, εν θερμή μετανοία. Ημάρτηκά σοι, σώσόν με.

 

Φωνή βοώντος ηκούσθη, εν ερήμοις καρδίαις. Ευφράνθητε, επέστη ο Χριστός, άφεσιν πάσι δωρούμενoς, αγιάσθητε πάσα, η θάλασσα πηγαί καί ποταμοί, καί κοιλάδες καί νάπαι, καί πάσα η υφήλιος.

 

Τού Αγίου

 

Κυρίως Θεοτόκον

Ιέρευσας προθύμως, σεαυτόν Παμμάκαρ, τών ηδονών τή νεκρώσει καί γέγονας, τού δι' ημάς νεκρωθέντος, θύμα ευπρόσδεκτον.

 

Ως θείος Κορυφαίος, ιερών Πατέρων, ιερώτατον δόγμα εκράτυνας, αιρετικών αποφράξας, άθεα στόματα.

 

Συνήφθης ταίς χορείαις, ταίς τών Ασωμάτων, τούς ασωμάτους εχθρούς τροπωσάμενος, περιφανώς Ιεράρχα, θεόφρον Σίλβεστρε.

 

Η μνήμη σου τώ κόσμω, Πάτερ Ιεράρχα, ως φωταυγής εξανέτειλεν ήλιος, φωταγωγούσα τούς πίστει, ανευφημούντάς σε.

Θεοτοκίον

Φιλάγαθε Παρθένε, τήν κεκακωμένην, τή αμαρτία ψυχήν μου αγάθυνον, τόν αγαθόν η τεκούσα, Θεόν καί Κύριον.

Ο Ειρμός

Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι Παρθένε Aγνή, σύν Ασωμάτοις χορείαις, σέ μεγαλύνοντες.

 

Εξαποστειλάριον

Γυναίκες ακουτίσθητε

Φωνή βοώντος ήχησε καί οι βουνοί σκιρτήσατε, χόρευσον γένος ανθρώπων, ο γάρ προάναρχος Λόγος, σάρκα λαβών ως άνθρωπος, ήκει βαπτισθησόμενος, υπό χειρών ών έπλασεν, εν Ιορδάνη και λύσων, τού κόσμου τήν άμαρτίαν.

Όμοιον

Πώς ρείθρά σε ποτάμια, εισδέξονται Φιλάνθρωπε, τόν ποταμούς καί θαλάσσας, ποιήσαντα εκ μή όντων; πώς κορυφήν τήν άχραντον, τήν σήν τολμήσει Πρόδρομος, χειροθετήσαι Δέσποτα; υμνούμεν φρίττοντες Λόγε, τής σής πτωχείας τό ύψος.

 

Εις τούς Αίνους ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια, ών η ακροστιχίς μέχρι τών τής Ε' τού παρόντος μηνός. Άσμα Θεοφάνους εις τά Φώτα.

 

Ήχος πλ. β' Αι Αγγελικαί

Αι Αγγελικαί, προπορεύεσθε Δυνάμεις, εκ τής Βηθλεέμ, πρός τά ρείθρα Ιορδάνου. Προέρχου Ιωάννη, καταλείψας τήν έρημον. Χαίρε ποταμέ καί ευτρεπίζου. Πάσα δέ γή αγαλλιάσθω. Χριστός έρχεται, τήν αμαρτίαν τού Αδάμ, καθάραι ως εύσπλαγχνος.

 

Στόμασιν αγνοίς, καί ψυχαίς κεκαθαρμέναις, δεύτε μυστικώς, Βηθλεέμ μεταχωρούντες, καί πρός τόν Ιορδάνην, σύν Χριστώ επειγόμενοι, άσωμεν αυτώ μετ' ευφροσύνης, αι πατριαί τής γής νύν πάσαι, πιστώς λέγουσαι. Ευλογημένος ο ελθών, Θεός ημών δόξα σοι.

 

Μέγα καί φρικτόν, τό μυστήριον υπάρχει! ότι ο Θεός, τοίς ανθρώποις ωμοιώθη, καί αμαρτίαν όλως, μή ειδως ο ανεύθυνος, υπό Ιωάννου βαπτισθήναι, εν ποταμώ τώ Ιορδάνη, αιτεί σήμερον. Ευλογημένος ο φανείς, Θεός ημών δόξα σοι.

 

Άνθος εκ Δαυϊδ, ανατείλας τής Παρθένου, ήλθεν ο Χριστός, πρός τά ρείθρα Ιορδάνου, τάς αμαρτίας πλύναι, τού Προπάτορος ύδασι. Χόρευσον Αδάμ, ευφραίνου Εύα, ο ουρανός αγαλλιάσθω, λαοί είπωμεν. Ευλογημένος ο ελθών, Θεός ημών δόξα σοι.

Δόξα... όμοιον

Τρέμει τή χειρί, δειλιών χειροθετήσαι, χαίρει τή ψυχή, εννοών ο Ιωάννης, ότι τήν κορυφήν σου, υποκλίναι ηυδόκησας, δούλου τήν μoρφήν ενδεδυμένος, ίνα βροτούς δουλείας ρύση, εχθρού κράζοντας. Ευλογημένος ο ελθών, Θεός ημών δόξα σοι.

Καί νύν... όμοιον

Άπασα η γή, μυστικώς αγαλλιάσθω, νύν προφητικώς, καί τά όρη σκιρτησάτω, ανάστρεψον τό ρείθρον, Ιορδάνη ως γέγραπται, φρίξον εκ προσώπου τού Δεσπότου, ότι Θεός ενανθρωπήσας, βροτούς άπαντας, τής αμαρτίας τού Αδάμ, καθάραι ελήλυθεν.

 

Απόστιχα Στιχηρά Ιδιομελα.

 

Ήχος πλ. β'

Φαιδροτέρα ηλίου γέγονεν, η παρελθούσα εορτή τών Γενεθλίων Χριστού, λαμπρά καί επίφωτος δείκνυται η επερχομένη, τής θείας Επιφανείας αυτού. Εν εκείνη Ποιμένες, μετ' Αγγέλων δοξολογούντες, προσεκύνησαν Θεόν ενανθρωπήσαντα, εν ταύτη δέ τού Δεσπότου ο Ιωάννης αψάμενος τή δεξιά χειρί, σύν τρόμω έλεγεν. Αγίασον εμέ καί τά ύδατα, ο μόνος έχων τό μέγα έλεος.

 

Στίχ. Διά τούτο μνησθήσομαί σου εκ γής Ιορδάνου καί Ερμωνιιμ.

 

Ετοιμάζου Ιορδάνη ποταμέ. Ιδού γάρ παραγίνεται Χριστός ο Θεός, βαπτισθήναι υπό Ιωάννου, ίνα τών δρακόντων αοράτους κεφαλάς συνθλάση τή θεότητι, εν τοίς ύδασι τοίς σοίς. Αγάλλου η έρημος, Ιορδάνου, τά όρη σκιρτήσατε μετ' ευφροσύνης, ήκει γάρ η αιώνιος ζωή, ανακαλέσαι τόν Αδάμ. Φωνή βοώντος βόησον, ώ Ιωάννη Πρόδρομε. Ετοιμάσατε οδούς τού Κυρίου, καί τάς τρίβους αυτού ευθείας απεργάσασθε.

 

Στίχ. Είδοσάν σε ύδατα ο Θεός, είδοσάν σε ύδατα καί εφοβήθησαν.

 

Αγαλλιάσθω η έρημος τού Ιορδάνου, καί ανθείτω ως κρίνον, φωνή γάρ βοώντος ηκούσθη εν αυτή. Ετοιμάσατε την οδόν τού Κυρίου, ο γάρ τά όρη στήσας σταθμώ, καί τάς νάπας ζυγώ, ο τά πάντα πληρώνω Θεός, βαπτίζεται υπό δούλου, πτωχεύειν ήρξατο, ο τά πλούσια δώρα χαριζόμενος. Ήκουσεν Εύα, εν λύπαις τέξη τέκνα, νύν δέ ήκουσεν η Παρθένος, Χαίρε κεχαριτωμένη, ο Κύριος μετά σού, ο έχων τό μέγα έλεος.

Δόξα... Καί νύν...

Ήχος πλ. δ' Ανατολίου

Ιωάννη Βαπτιστά, ο εν μήτρα γνωρίσας με τόν αμνόν, εν ποταμώ μοι διακόνησον, μετ' Αγγέλων μοι λειτούργησον, εκτείνας άψαι τή παλάμη, τής κορυφής μου τής αχράντου, καί όταν. ίδης τά όρη τρέμοντα, καί τόν Ιορδάνην επαναστραφέντα, σύν τούτοις βόησον, ο σαρκωθείς εκ Παρθένου, εις ημών σωτηρίαν, Κύριε δόξα σοι.

 

Η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.