ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

 

Ιερεύς Ευλογητός ο Θεός ημών, πάντοτε, νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

 

Ψαλμός 142

        Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου

        καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών

        ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος

        καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου

        εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων

        διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα

        ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον

        ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου

        εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον

        δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία

        ένεκα τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου

        καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ

 

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

 

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,

 

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

 

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

 

Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ.

Τη Θεοτόκω εκτενώς νύν προσδράμωμεν, αμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν εν μετανοία, κράζοντες εκ βάθους ψυχής, Δέσποινα, βοήθησον εφ' ημίν σπλαγχνισθείσα, σπεύσον, πολλύμεθα υπό πλήθους πταισμάτων, μή αποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ελπίδα κεκτήμεθα.

Δόξα... Καί νύν...

Ου σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι ειμή γάρ σύ προϊστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σού, σούς γάρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

 

Ν' Ψαλμός

        Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου

        επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με

        ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός

        σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε

        ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου

        ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι

        ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι

        ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα

        απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον

        καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου

        μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού

        απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με

        διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν

        ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου

        κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου

        ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις

        θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει

        αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ

        τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

 

Ήχος πλ. δ' Ωδή α' Ο Ειρμός

Αρματηλάτην Φαραώ εβύθισε, τερατουργούσα ποτέ, μωσαϊκή ράβδος, σταυροτύπως πλήξασα και διελούσα θάλασσαν Ισραήλ δε φυγάδα, πεζόν οδίτην διέσωσεν, άσμα τω Θεώ αναμέλποντα.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Των λυπηρών επαγωγαί χειμάζουσι την ταπεινήν μου ψυχήν, και συμφορών νέφη, την εμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε αλλ' η φως τετοκυία, το θείον και προαιώνιον, λάμψον μοι το φως το χαρμόσυνον.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εξ αμέτρητων αναγκών και θλίψεων, και εξ εχθρών δυσμενών, και συμφορών βίου, λυτρωθείς Πανάχραντε, τη κραταιά δυνάμει σου, ανυμνώ μεγαλώνω, την άμετρόν σου συμπάθειαν, και την εις εμέ σου παράκλησιν.

Δόξα...

Νυν πεποιθώς επί την σην κατέφυγον, αντίληψιν κραταιάν, και προς την σην σκέπην, ολοψύχως έδραμον, και γόνυ κλίνω Δέσποινα, και θρηνώ και στενάζω, μη με παρίδης τον άθλιον, των Χριστιανών καταφύγιον.

Καί νύν...

Ου σιωπήσω του βοάν τρανώτατα, τα μεγαλεία τα σα, ειμή γαρ συ Κόρη, πάντοτε προΐστασο, υπέρ εμού πρεσβεύουσα, τω Υιώ και Θεώ σου, τις εκ τοσούτου με κλύδωνος, και δεινών κινδύνων ερρύσατο.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ωδή γ' Ο Ειρμός

Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσον, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Απορήσας εκ πάντων, οδυνηρώς κράζω σοι πρόφθασον θερμή προστασία, και σην βοήθειαν, δός μοι τω δούλω σου, τω ταπεινώ και αθλίω, τω την σην αντίληψιν, επιζητούντι θερμώς.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Εθαυμάστωσας όντως, νυν επ' εμοί Δέσποινα, τας ευεργεσίας σου Κόρη, και τα ελέη σου όθεν δοξάζω σε, και ανυμνώ και γεραίρω, την πολλήν και άμετρον, κηδεμονίαν σου.

Καταιγίς με χειμάζει, των συμφορών Δέσποινα, και των λυπηρών τρικυμίαι, καταποντίζουσιν αλλά προφθάσασα, χείρα μοι δος βοηθείας, η θερμή αντίληψις, και προστασία μου.

Δόξα...

Αλήθη Θεοτόκον, ομολογώ Δέσποινα, σε την του θανάτου το κράτος, εξαφανίσασαν ως γαρ φυσίζωος, εκ των δεσμών των του άδου, προς ζωήν ανήγαγες, εις γην με ρεύσαντα.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Καί νύν....

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ιερεύς

        Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών και αφειρωτών του αγίου ναού τούτου. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

        Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

 

Κάθισμα Ήχος β'

Τά άνω ζητών

Πρεσβεία θερμή, καί τείχος απροσμάχητον, ελέους πηγή, τού κόσμου καταφύγιον, εκτενώς βοώμέν σοι, Θεοτόκε Δέσποινα, πρόφθασον, καί εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

 

Ωδή δ'

Συ μου ισχύς Κύριε, συ μου και δύναμις, συ Θεός μου, συ μου αγαλλίαμα, ο πατρικούς, κόλπους μη λιπών, και την ημετέραν, πτωχείαν επισκεψάμενος διό συν τω προφήτη, Αββακούμ σοι κραυγάζω Τη δυνάμει σου δόξα φιλάνθρωπε.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Και πού λοιπόν, άλλην ευρήσω αντίληψιν; πού προσφύγω; πού δε και σωθήσομαι; τίνα θερμήν έξω βοηθόν, θλίψεσι του βίου και ζάλαις οίμοι! κλονούμενος; Εις σε μόνην ελπίζω, και θαρρώ και καυχώμαι, και προστρέχω τη σκέπη σου σώσον με.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τον ποταμόν, τον γλυκερόν του ελέους σου, τον πλουσίαις δωρεαίς δροσίσαντα, την παναθλίαν και ταπεινήν, πάναγνε ψυχήν μου, των συμφορών και των θλίψεων, καμίνω φλογισθείσαν, μεγαλύνω κηρύττω, και προστρέχω τη σκέπη σου σώσον με.

Δόξα...

Σε την αγνήν, σε την Παρθένον και άσπιλον, μόνην φέρω, τείχος απροσμάχητον, καταφυγήν σκέπην κραταιάν, όπλον σωτηρίας μη με παρίδης τον άσωτον, ελπίς απηλπισμένων, ασθενών συμμαχία, θλιβομένων χαρά και αντίληψις.

Καί νύν...

Πώς εξειπείν, σου κατ' αξίαν δυνήσομαι, τους αμέτρους, οικτιρμούς ω Δέσποινα, τους την εμήν πάντοτε ψυχήν, δεινώς πυρουμένην, ως ύδωρ περιδροσίσαντας; Αλλ' ω της σης προνοίας, και της ευεργεσίας, ης αφθόνως αυτός παραπήλαυσα!

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ωδή ε'

Ίνα τι με απώσω, από του προσώπου σου το φως το άδυτον, και εκάλυψέ με, το αλλότριον σκότος τον δείλαιον; Αλλ' επίστρεψόν με, και προς το φως των εντολών σου, τας οδούς μου κατεύθυνον δέομαι.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ευχαρίστως βοώ σοι χαίρε Μητροπάρθενε, χαίρε Θεόνυμφε χαίρε θεία σκέπη, χαίρε όπλον και τείχος απόρθητον χαίρε προστασία, και βοηθέ και σωτηρία, των εις σε προστρεχόντων εκ πίστεως.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Οι μισούντες με μάτην, βέλεμνα και ξίφη και λάκκον ηυτρέπισαν, και επιζητούσι, το πανάθλιον σώμα σπαράξαι μου, και καταβιβάσαι, προς γην Αγνή επιζητούσιν αλλ' εκ τούτων προφθάσασα σώσον με.

Δόξα...

Από πάσης ανάγκης, θλίψεως και νόσου και βλάβης με λύτρωσαι, και τη ση δυνάμει, εν τη σκέπη σου φύλαξον άτρωτον, εκ παντός κινδύνου, και εξ εχθρών των πολεμούντων, και μισούντων με Κόρη πανύμνητε.

Καί νύν...

Τί σοι δώρον προσάξω, της ευχαριστίας ανθ' ώνπερ απήλαυσα, των σων δωρημάτων, και της σης αμέτρητου χρηστότητος; Τοιγαρούν δοξάζω, υμνολογώ και μεγαλύνω, σου την άμετρον προς με συμπάθειαν.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ωδή ς'

Την δέησιν, εκχεώ προς Κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω άδη προσήγγισε και δέομαι ως Ιωνάς Εκ φθοράς ο Θεός με ανάγαγε.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Τα νέφη, των λυπηρών εκάλυψαν, την αθλίαν μου ψυχήν και καρδίαν, και σκοτασμόν εμποιούσι μοι Κόρη αλλ' η γεννήσασα φως το απρόσιτον, απέλασον ταύτα μακράν, τη εμπνεύσει της θείας πρεσβείας σου.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Παράκλησιν, εν ταις θλίψεσιν οίδα, και των νόσων ιατρόν σε γινώσκω, και παντελή συντριμμόν του θανάτου, και ποταμόν της ζωής ανεξάντλητον, και πάντων των εν συμφοραίς, ταχινήν και οξείαν αντίληψιν.

Δόξα...

Ου κρύπτω σου, τον βυθόν του ελέους, και την βρύσιν των απείρων θαυμάτων, και την πηγήν την αέναον όντως, της προς εμέ συμπαθείας σου Δέσποινα, αλλ' άπασιν ομολογώ, και βοώ και κηρύττω και φθέγγομαι.

Καί νύν...

Εκύκλωσαν, αι του βίου με ζάλαι, ώσπερ μέλισσαι κηρίον Παρθένε, και την εμήν κατασχούσαι καρδίαν, κατατιτρώσκουσι βέλει των θλίψεων αλλ' εύροιμί σε βοηθόν, και διώκτην και ρύστην Πανάχραντε.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Άχραντε, η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ' εσχάτων τών ημερών τεκούσα, δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.

 

Ιερεύς

        Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δεινός) και πάσης της εν Χριστώ ημών αδελφότητος. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώνη, πόλη) ταύτη, των ενοριτών, επιτρόπων, συνδορομητών και αφειρωτών του αγίου ναού τούτου. Κύριε ελέησον (3)

        Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

        Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

 

Κοντάκιον Ήχος β'

Προστασία τών Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν αμετάθετε, Μή παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον, ώς αγαθή, εις τήν βοήθειαν ημών, τών πιστώς κραυγαζόντων σοι. Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, τών τιμώντων σε.

 

Α' Αντίφωνον

Ήχος δ'

Εκ νεότητός μου, πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον, Σωτήρ μου. (δίς)

 

Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ώς χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (δίς)

Δόξα...

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται τή Τριαδική μονάδι, ιεροκρυφίως.

Καί νύν...

Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα άπασαν τήν κτίσιν, πρός ζωογονίαν.

 

Προκείμενον

Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.

 

Στίχ. Άκουσον, θύγατερ, καί ίδε, καί κλίνον τό ούς σου, καί επιλάθου τού λαού σου, καί τού οίκου τού πατρός σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους σου.

 

Tού ονόματός σου εν πάση γενεά καί γενεά μνησθήσομαι.

 

Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Χορός Κύριε, ελέησον (γ').

Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.

Ιερεύς Ειρήνη πάσι.

Χορός Καί τώ Πνεύματί σου.

Ιερεύς Εκ τού κατά Λουκάν αγίου Ευαγγελίου...

Ιερεύς Πρόσχωμεν.

Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τω καιρώ εκείνω, εισήλθεν ο Ιησούς εις κώμην τινά γυνή δε τις, ονόματι Μάρθα, υπεδέξατο αυτόν εις τον οίκον αυτής. Και τήδε ην αδελφή, καλουμένη Μαρία, η και παρακαθήσασα παρά τους πόδας του Ιησού, ήκουε των λόγων αυτού η δε Μάρθα περιεσπάτο περί πολλήν διακονίαν επιστάσα δε είπε Κύριε, ου μέλει σοι, ότι η αδελφή μου μόνην με κατέλιπε διακονείν; ειπέ ουν αυτή ίνα μοι συναντιλάβηται. Αποκριθείς δε ο Ιησούς είπεν αυτή Μάρθα, Μάρθα, μεριμνάς και τυρβάζη περί πολλά ενός δε εστί χρεία Μαρία δε την αγαθήν μερίδα εξελέξατο, ήτις ουκ αφαιρεθήσεται απ' αυτής. Εγένετο δε εν τω λέγειν αυτόν ταύτα, επάρασά τις γυνή φωνήν εκ του όχλου είπεν αυτώ Μακαρία η κοιλία η βαστάσασά σε και μαστοί, ους εθήλασας. Αυτός δε είπε Μενούν γε, μακάριοι οι ακούοντες τον λόγον του Θεού και φυλάσσοντες αυτόν.

 

Δόξα... Ήχος β'

Πάτερ, Λόγε, Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν...

Ταίς τής Θεοτόκου, πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

 

Στίχ. Ελέησόν με, ο Θεός, κατά τό μέγα έλεός σου, καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

 

Ήχος πλ. β'

Όλην αποΘέμενοι

Μή καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία δέσποινα, αλλά δέξαι δέησιν, τού ικέτου σου, θλίψις γάρ έχει με, φέρειν ου δύναμαι, τών δαιμόνων τά τοξεύματα, σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν ουκ έχω πλήν σου, Δέσποινα τού κόσμου, ελπίς καί προστασία τών πιστών, μή μου παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.

 

Έτερα Θεοτοκία

Ουδείς προστρέχων επί σοί, κατησχυμένος από σού εκπορεύεται, αγνή Παρθένε Θεοτόκε, αλλ' αιτείται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τής αιτήσεως.

 

Μεταβολή τών θλιβομένων, απαλλαγή τών ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν καί λαόν, τών πολεμουμένων η ειρήνη, τών χειμαζομένων η γαλήνη, η μόνη προστασία τών πιστών.

 

Ιερεύς Σώσον, ο Θεός, τον λαόν σου, και ευλόγησον την κληρονομίαν σου: επίσκεψαι τον κόσμον σου εν ελέει και οιτιρμοίς: ύψωσον κέρας Χριστιανών Ορθοδόξων, και κατάπεμψον εφ ημάς τα ελέη σου τα πλούσια: πρεσβείαις της παναχράντου, Δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας: δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου προδρόμου και βαπτιστού Ιωάννου, των αγίων, ενδόξων, και πανευφήμων Αποστόλων. των εν αγίοις Πατέρων ημών, μεγάλων Ιεραρχών, και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας: Νικολάου του εν Μύροις της Λυκίας, Σπυρίδωνος επισκόπου Τριμυθούντος, και Νεκταρίου της Πενταπόλεως, των θαυματουργών. των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλύτου, Θεοδώρου του Τήρωνος, και Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυμαρτουργού, των ιερομαρτύρων Χαραλάμπους και Ελευθερίου: των αγίων, ενδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Αναστασίας, Κυριακής Φωτηνής, Μαρίνης: Παρασκευής και Ειρήνης: των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (ναού), των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (ημέρας), και πάντων σου των Αγίων. ικετεύομέν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.

 

Χορός Κύριε, ελέησον (ιβ')

 

Ιερεύς Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποίω σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Χορός Αμήν.

 

Ωδή ζ'

Παίδες Εβραίων εν καμίνω, κατεπάτησαν την φλόγα θαρσαλέως, και εις δρόσον το πυρ μετέβαλον βοώντες Ευλογητός ει Κύριε, ο Θεός εις τους αιώνας.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Φως η τεκούσα Θεοτόκε, σκοτισθέντα με νυκτί αμαρτημάτων, φωταγώγησον συ, φωτός ούσα δοχείον, το καθαρόν και άμωμον, ίνα ποθώ σε δοξάζω.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Σκέπη γενού και προστασία, και αντίληψις και καύχημα Παρθένε, γυμνωθέντι μοι νυν, απάσης βοηθείας, αβοήθητων δύναμις, και ελπίς απηλπισμένων.

Δόξα...

Όλη ψυχή και διανοία, και καρδία σε και χείλεσι δοξάζω, απολαύσας των σων, μεγάλων χαρισμάτων αλλ' ω της σης χρηστότητος, και απείρων σου θαυμάτων!

Καί νύν...

Βλέψον ιλέω όμματί σου, και επίσκεψαι την κάκωσιν ην έχω, και δεινών συμφορών, και βλάβης και κινδύνων, και πειρασμών με λύτρωσαι, αμετρήτω σου ελέει.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ωδή η'

Τον εν όρει αγίω δοξασθέντα, και εν βάτω πυρί το της Αειπαρθένου, τω Μωυσή μυστήριον γνωρίσαντα, Κύριον υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Δια σπλάγχνα ελέους σου Παρθένε, μη παρίδης σεμνή, ποντούμενόν με σάλω, βιωτικών κυμάτων, αλλά δίδου μοι χείρα βοηθείας, καταπονουμένω, κακώσεσι του βίου.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Περιστάσεις και θλίψεις και ανάγκαι, εύροσάν με Αγνή, και συμφοραί του βίου, και πειρασμοί με πάντοθεν εκύκλωσαν αλλά πρόστηθί μοι, και αντιλαβού μου, τη κραταιά σου σκέπη.

Δόξα...

Εν ταις ζάλαις εφεύρον σε λιμένα, εν ταις λύπαις χαράν και ευφροσύνην, και εν ταις νόσοις ταχινήν βοήθειαν, και εν τοις κινδύνοις, ρύστιν και προστάτιν, εν τοις πειρατηρίοις.

Καί νύν...

Χαίρε θρόνε πυρίμορφε Κυρίου, χαίρε θεία και μανναδόχε στάμνε, χαίρε χρυσή λυχνία, λαμπάς άσβεστος, χαίρε των παρθένων, δόξα και μητέρων, ωράισμα και κλέος.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Ωδή θ'

Εξέστη επί τούτω ο ουρανός, και της γης κατεπλάγη τα πέρατα, ότι Θεός, ώφθη τοις άνθρωποις σωματικώς, και η γαστήρ σου γέγονεν, ευρυχωροτέρα των ουρανών διό σε Θεοτόκε, Αγγέλων και ανθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Προς τίνα καταφύγω άλλην Αγνή; πού προσδράμω λοιπόν και σωθήσομαι; πού πορευθώ; ποίαν δε εφεύρω καταφυγήν; ποίαν θερμήν αντίληψιν; ποίον εν ταις θλίψεσι βοηθόν; Εις σε μόνην ελπίζω, εις σε μόνην καυχώμαι, και επί σε θαρρών κατέφυγον.

          Υπεραγία Θεοτόκε, σώσον ημάς.

Ουκ έστιν αριθμήσασθαι δυνατόν, μεγαλεία τα σα Θεονύμφευτε, και τον βυθόν, τον ανεξερεύνητον εξειπείν, των υπέρ νουν θαυμάτων σου, των τετελεσμένων διηνεκώς, τοις πόθω σε τιμώσι, και πίστει προσκυνούσιν, ως αληθή Θεού λοχεύτριαν.

Δόξα...

Εν ύμνοις ευχαρίστοις δοξολογώ, και γεραίρω το άμετρον έλεος, και την πολλήν, δύναμίν σου ομολογώ και τας ευεργεσίας σου, ας υπερεκένωσας εις εμέ, κηρύττω, μεγαλύνω, ψυχή τε και καρδία, και λογισμώ και γλώσση πάντοτε.

Καί νύν...

Την δέησίν μου δέξαι την πενιχράν, και κλαυθμόν μη παρίδης και δάκρυα, και στεναγμόν, αλλ' αντιλαβού μου ως αγαθή, και τας αιτήσεις πλήρωσον δύνασαι γαρ πάντα ως πανσθενούς, Δεσπότου Θεού Μήτηρ, ει νεύσεις έτι μόνον, προς την εμήν οικτράν ταπείνωσιν.

 

Διάσωσον, από κινδύνων, τούς δούλους σου, Θεοτόκε, ότι πάντες μετά Θεόν, εις σέ καταφεύγομεν, ώς άρρηκτον τείχος καί προστασίαν.

 

Eπίβλεψον, εν ευμενεία, πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

 

Μεγαλυνάρια

Άξιόν εστιν ώς αληθώς, μακαρίζειν σε τήν Θεοτόκον, τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών.

 

Τήν τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

 

Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσωμεν.

 

Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καί μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σών ικετών, ίνα μεσιτεύσης πρός τόν εκ σού τεχθέντα. Ώ Δέσποινα, τού κόσμου γενού μεσίτρια.

 

Ψάλλομεν προθύμως σοι τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς, μετά τού Προδρόμου, καί πάντων τών Αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.

 

Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων, τήν εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν, υπό τού αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.

 

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

 

Τρισάγιον

Άγιος ο Θεός, Άγιος ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (γ')

Δόξα... Καί νύν...

Παναγία Τριάς, ελέησον ημάς.

Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών.

Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.

Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,

ένεκεν τού ονόματός σου.

 

Κύριε, ελέησον. Κύριε, ελέησον, Κύριε, ελέησον.

Δόξα... Καί νύν...

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ιερεύς Ότι σού εστιν η βασιλεία... Αμήν.

 

Ήχος πλ. β'

Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι τήν ικεσίαν, ώς Δεσπότη, οι αμαρτωλοί προσφέρομεν, ελεήσον ημάς.

Δόξα...

Κύριε, ελέησον ημάς, επί σοί γάρ πεποίθαμεν, μή οργισθής ημίν σφόδρα, μηδέ μνησθής τών ανομιών ημών, αλλ' επίβλεψον καί νύν, ώς εύσπλαγχνος, καί λύτρωσαι ημάς εκ τών εχθρών ημών, σύ γάρ εί Θεός ημών, καί ημείς λαός σου, πάντες έργα χειρών σου, καί τό όνομά σου επικεκλήμεθα.

Καί νύν...

Τής ευσπλαγχνίας τήν πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε, ελπίζοντες εις σέ, μή αστοχήσωμεν, ρυσθείημεν διά σού τών περιστάσεων, σύ γάρ εί η σωτρηρία τού γένους τών χριστιανών.

 

        Ελέησον ημάς ο Θεός κατά το μέγα ελεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον. Κύριε, ελέησον. (3)

        Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών, (δεινός) και πάσης της εν χριστώ ημών αδελφότητος. Κύριε, ελέησον. (3)

        Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη πόλη ταύτη, επιτρόπων, συνδορομητών και αφειρωτών του αγίου ναού τούτου. Κύριε, ελέησον. (3)

        Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

        Έτι δεόμεθα υπέρ τού διαφυλαχθήναι τήν αγίαν Εκκλησίαν καί τήν πόλιν ταύτην, καί πάσαν πόλιν και χώραν από οργής, λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφιλίου πολέμου, καί αιφνιδίου θανάτου, υπέρ τον ίλεων, ευμενή καί ευδιάλακτον, γενέσθαι τόν αγαθόν και φιλάνθρωπον Θεόν ημών, τού αποστρέψαι καί, διασκεδάσαι πάσαν οργήν και νόσον, τήν καθ' ημών κινουμένην, καί ρύσασθαι ημάς εκ τής επικειμένης δικαίας αυτού απειλής, καί ελέησαι ημάς. Κύριε, ελέησον. (3)

        Έτι δεόμεθα καί υπέρ τού εισακούσαι Κύριον τόν Θεόν φωνής τής δεήσεως ημών τών αμαρτωλών, και ελέησαι ημάς. Κύριε, ελέησον. (3)

        Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων τών περάτων τής γής καί τών εν θαλάσση μακράν, καί ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταίς αμαρτίαις ημών, καί ελέησον ημάς. Κύριε, ελέησον. (3)

        Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

 

Δόξα σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.

 

Χριστός ο αληθινός Θεός ημών ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας Αυτού μητρός, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των οσίων και θεοφόρων Πατέρων ημών, (τού Ναού) των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, (τής ημέρας) και πάντων τον Αγίων, ελέησαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

 

Ήχος γ'

Ο ουρανόν τοίς άστροις

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τώ χωρίω, κηδεύσατέ μου τό σώμα, καί σύ, Υιέ καί Θεέ μου, παράλαβέ μου τό πνεύμα.

 

Ο γλυκασμός τών Αγγέλων, τών θλιβομένων η χαρά, χριστιανών η προστάτις, Παρθένε Μήτηρ Κυρίου, αντιλαβού μου καί ρύσαι, τών αιωνίων βασάνων.

 

Καί σέ μεσίτριαν έχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μου ελέγξη τάς πράξεις, ενώπιον τών Αγγέλων, παρακαλώ σε, Παρθένε, βοήθησόν μοι εν τάχει.

 

Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ηλιοστάλακτε θρόνε, καθέδρα τού Βασιλέως, ακατανόητον θαύμα, πώς γαλουχείς τόν Δεσπότην;

 

Ιερεύς Δι' ευχών τών Αγίων Πατέρων ημών.