ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

 

Μνήμην επιτελούμεν τών Αγίων καί δικαίων, Ιωσήφ τού Μνήστορος, Δαυϊδ τού Βασιλέως, καί Ιακώβου τού Αδελφοθέου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετά τόν Προιμιακόν, καί τήν συνήθη Στιχολογίαν, Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ι' καί ψάλλομεν Στιχηρά Αναστάσιμα δ' τής Εορτής γ' καί των Αγίων γ'.

 

Στιχηρά Προσόμοια τών Αγίων.

 

Ήχος α'

Τών ουρανίων ταγμάτων

Τόν Θεοπάτορα πάντες ανευφημήσωμεν, Δαυϊδ τόν Βασιλέα, εκ γάρ τούτου προήλθε, ράβδος ηπαρθένος, καί εξ αυτής, ανατέταλκεν άνθος Χριστός, καί τόν Αδάμ σύν τή Εύα εκ τής φθοράς, ανεπλάσατο ως εύσπλαγχνος.

 

Τών Προφητών τάς προρρήσεις είδεν εν γήρα σαφώς, ο Ιωσήφ ο Μνήστωρ, εμφανώς πληρουμένας, μνηστείας λαχών ξένης, χρηματισμούς, τών Αγγέλων δεξάμενος, Δόξα Θεώ εκβοώντων, ότι εν γή, τήν ειρήνην εδωρήσατο.

 

Τόν Αδελφόθεον πάντες ανευφημήσωμεν, ως ιεράρχην όντα, μαρτυρίω δέ πάλιν, εμπρέψαντα γενναίως, ού ταίς ευχαίς, Ιησού ο Θεός ημών, ο εν σπηλαίω καί φάτνη, σπαργανωθείς, σώσον πάντας τούς υμνούντάς σε.

Δόξα... Ήχος πλ. β'

Μνήμην επιτελούμεν, Δαυϊδ καί Ιακώβου, ευσεβούς Βασιλέως Προφήτου, καί Αποστόλου πρώτου Επισκόπου, αυτών γάρ τοίς διδάγμασι, πλάνης απαλλαγέντες, Χριστόν δοξολογούμεν, τόν εκ Παρθένου ανατείλαντα, τόν καί σαρκωθέντα, σώσαι τάς ψυχάς ημών.

 

Καί νύν... Θεοτοκίον, τό τού Ήχου.

 

Εις τόν Στίχον, Στιχηρά τής Οκτωήχου.

 

Δόξα... Ήχος πλ. β'

Ιερέων μνήμη καί Βασιλέων κράτος τε, καί ευφροσύνη, γέγονεν ο τόκος σου, καί εν αυτώ καυχώμενοι, λέγομεν, Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου φιλάνθρωπε.

Καί νύν... ο αυτός

Χορεύουσιν Άγγελοι πάντες έν ουρανώ, καί αγάλλονται σήμερον, σκιρτά δέ πάσα η κτίσις, διά τόν γεννηθέντα εν Βηθλεέμ Σωτήρα Κύριον, ότι πάσα πλάνη τών ειδώλων πέπαυται, καί βασιλεύει Χριστός εις τούς αιώνας.

 

Απολυτίκιον Αναστάσιμον

 

Δόξα... τών Αγίων Ήχος β'

Ευαγγελίζου Ιωσήφ, τώ Δαυϊδ τά θαύματα τώ Θεοπάτορι, Παρθένον είδες κυοφορήσασαν, μετά Mάγων προσεκύνησας, μετά Ποιμένων εδοξολόγησας, δι' Αγγέλου χρηματισθείς, lκέτευε Χριστόν τόν Θεόν, σωθήναι τάς ψυχάς ημών.

Καί νύν... Ήχος δ'

Η γέννησίς σου Χριστέ ο Θεός ημών, ανέτειλε τώ κόσμω, τό φώς τό τής γνώσεως, εν αυτή γάρ οι τοίς άστροις λατρεύοντες, υπό αστέρος εδιδάσκοντο, σέ προσκυνείν, τόν Ήλιον τής δικαιοσύνης, καί σέ γινώσκειν εξ ύψους ανατολήν, Κύριε δόξα σοι.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Κανών τού Μνήστορος, ού η Ακροστιχίς.

 

Χριστού σε μέλπω δεξιόν παραστάτην. Ιωσήφ.

 

Ωδή α' Ήχος α'

Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

 

Χριστού θεράπον μακάριε, Χριστού τού σαρκωθέντος διάκονε, Χριστού πατήρ νομιζόμενος, τούτω σύν παρρησία, παρεστηκώς, αίτησαι ειρήνην, καί δεινών απαλλαγήν, τοίς ευφημούσί σε.

 

Ρημάτων θείων υπήκοος, πραγμάτων παραδόξων διάκονος, Παρθένου Μνήστωρ θεόπαιδος, δίκαιος κατά πάντα καί αληθής, Ιωσήφ εδείχθης, καί δικαίων, εν σκηναίς επαναπέπαυσαι.

 

Ιδείν Xριστόν κατηξίωσαι, μορφή τή καθ' ημάς νηπιάσαντα, καί τούτου Πατήρ ωνόμασαι, μεγίστη σου η δόξα, ως αληθώς! μέγα υπέρ πάντας, τό αξίωμα! διό ανευφημούμέν σε.

Θεοτοκίον

Σαρκί Χριστόν απεκύησας, αγνή εν Βηθλεέμ Απειρόγαμε, σπαργάνοις αυτόν ειλήσασα, ού τήν επιδημίαν καταπλαγείς, Ιωσήφ σύν φόβω, μεγαλύνει προσκυνεί τήν τούτου δύναμιν.

 

Κανών τών Αγίων Δαυϊδ καί Iακώβου.

 

Ποίημα Κοσμά Μοναχού

 

Ωδή α' Ήχος δ'

Άσομαί σοι Κύριε ο Θεός μου, ότι εξήγαγες λαόν, δουλείας Αιγύπτου, εκάλυψας δέ άρματα, Φαραώ καί τήν δύναμιν.

 

Άσομαί σοι Κύριε ο Θεός μου, ότι εκ μήτρας Αγίας Παρθένου, τόν άνθρωπον αφράστως ενδυσάμενος, ανέπλασας ως εύσπλαγχνος.

 

Σήμερον Ποιμένες θεολογούσι, σύν Ασωμάτοις τόν ύμνον, λαμπρώς αναμέλποντες, καί Μάγοι δώρα φέρουσι, τώ σαρκί νηπιάσαντι.

 

Δόξα εν υψίστοις χοροί Αγγέλων, εν Βηθλεέμ τοίς Ποιμέσιν, επέστησαν λέγοντες, μεθ' ών τόν ευδοκήσαντα, σαρκωθήναι υμνήσωμεν.

 

Όσοι τό Γενέθλιον εκτελούμεν, τού σαρκωθέντος δι' ημάς, χαρά ανυμνήσωμεν, Ιάκωβον θεάδελφον, καί Δαυϊδ Θεοπάτορα.

 

Δαυϊδ Θεοπάτορ σύν τή κινύρα, τόν εκ τής ρίζης Ιεσσαί, σαρκούμενον Λόγον, Ιάκωβον τόν δίκαιον, εφελκόμενος ύμνησον.

 

Τού Μνήστορος

 

Ωδή γ'

Τώ πρό τών αιώνων, εκ Πατρός γεννηθέντι αρρεύστως Yιώ, καί επ' εσχάτων εκ Παρθένου, σαρκωθέντι ασπόρως, Χριστώ τώ Θεώ βοήσωμεν, ο ανυψώσας τό κέρας ημών, άγιος εί Κύριε.

 

Τού πρό τών αιώνων, εκ Πατρός απορρήτως εκλάμψαντος, καί εκ Παρθένου επ' εσχάτων, σαρκωθέντος αφράστως, Πατήρ ωνομάσθης ένδοξε, καί μυστηρίου φρικτού θεωρός, Μάκαρ εχρημάτισας.

 

Ον αι άνω τάξεις, ως Θεόν απερίγραπτον τρέμουσι, τούτον τεχθέντα εκ Παρθένου, Ιωσήφ ταίς χερσί σου, κρατείς καθαγιαζόμενος, τή επαφή τή φρικώδει σοφέ, όθεν σε γεραίρομεν.

 

Ύψος μυστηρίου, γενεαίς μή γνωσθέντος ταίς πρώην Σοφέ, κατεπιστεύθης τή καρδία, καθαρός δεδειγμένος, δι' ού άπαντες εσώθημεν, οι την φωσφόρον καί θείαν πιστώς, μνήμην σου δοξάζοντες.

Θεοτοκίον

Σάρκα ειληφότα, εξ αγνών σου αιμάτων Παρθένε Αγνή, καί εν σπηλαίω γεννηθέντα, καί εν φάτνη τεθέντα, ιδών Ιωσήφ ο δίκαιος, τόν καθ' ημάς οραθέντα Θεόν, ύμνοις εμεγάλυνε.

 

Τών Αγίων

 

Τό στερέωμα τών επί σοί

Τόν τεχθέντα σαρκί, εκ τής Παρθένου Μαρίας, ασπόρως Χριστόν, σύν Αγγέλοις πάντες υμνήσωμεν, Δόξα εν υψίστοις κραυγάζοντες.

 

Αγραυλούντες πιστοί, τόν αληθή οι Ποιμένες, Ποιμένα Χριστόν, υπ' Αγγέλων ευηγγελίσθησαν, Δόξα εν υψίστοις κραυγάζοντες.

 

Ευφραινέσθωσαν οι ουρανοί, χορευέτω δέ πάσα η γή, τώ τεχθέντι σήμερον άδοντες, Δόξα εν υψίστοις Χριστώ τώ Θεώ.

 

Τήν πανέορτον τού δι' ημάς, κενωθέντος πιστοί εορτήν, σύν Δαυϊδ τε καί Ιακώβω, ύμνοις επαξίως τιμήσωμεν.

 

Ως Nυμφίον Δαυϊδ εκ παστού, τής μητρώας νηδύος φησί, νύν τόν Κύριον πορεύσεσθαι, όν σύν Ιακώβω υμνήσωμεν.

 

Κάθισμα Ήχος α'

Χορός Αγγελικός

Πατρός ως αληθώς, ουρανίου θεράπων, εγένου Ιωσήφ, καί Πατήρ τού ανάρχου, Υιού σύ νενόμισαι, τού σαρκί νηπιάσαντος, όθεν σήμερον, τήν παναγίαν σου μνήμην, εορτάζομεν, εν ευφροσύνη καρδίας, πιστώς ανυμνούντές σε.

Δόξα... Καί νύν... όμοιον

Χορός τών Προφητών, εορτάζει ενθέως, το θαύμα τό εν σοί, γεγονός ώ Παρθένε, Θεόν σεσαρκωμένον γάρ, επί γής απεκύησας, Μάγοι πίστει δέ, σύν Ιωσήφ εκβοώσι, τώ Δαυϊδ τά θαύματα τώ Θεοπάτορι.

 

Τού Μνήστορος

 

Ωδή δ'

Ράβδος εκ τής ρίζης Ιεσσαί, καί άνθος εξ αυτής Χριστέ, εκ τής Παρθένου ανεβλάστησας, εξ όρους ο αινετός, κατασκίου δασέος, ήλθες σαρκωθείς εξ απειράνδρου, ο άϋλος καί Θεός, Δόξα τή δυνάμει σου Κύριε.

 

Έχων λογισμόν ταίς θεϊκαίς, υπείκοντα προστάξεσι, καί καθαρός όλος γενόμενος, τήν μόνην εν γυναιξί, καθαράν καί άμωμον, μάκαρ Ιωσήφ σύ εμνηστεύσω, τηρών Παρθένον αγνήν, πρός υποδοχήν τού Ποιήσαντος.

 

Μόνω Γαβριήλ εν ουρανώ, καί μόνω σοι αοίδιμε, μετά τήν μόνην Απειρόγαμον, τό μόνον υπερβολή, φοβερόν μυστήριον, μάκαρ Ιωσήφ ενεπιστεύθη, τόν μόνον φθοροποιόν, άρχοντα τού σκότος τροπούμενον.

 

Έμψυχος ναός φωτοειδής, υπάρχων τού Ποιήσαντος, επιμελεία θείων πράξεων, εκ τού αγίου Ναού, τόν Ναόν τόν άγιον, σύ παραλαβείν κατηξιώθης, τήν μόνην εν γυναιξί, μάκαρ Ιωσήφ Αειπάρθενον.

Θεοτοκίον

Λύων τού νοός σου προφανώς, επέστη ο αόρατος, αμφιβολίαν πάσαν, λέγων σοι, Μή φοβηθής Ιωσήφ, Μαριάμ τήν Άχραντον, νύν παραλαβείν, γαστρί γάρ φέρει, τόν φέροντα τή αυτού, θεϊκή δυνάμει τά σύμπαντα.

 

Τών Αγίων

 

Τούς ουρανους η αρετή σου

Τήν άφραστον, τού Θεού Λόγου συγκατάβασιν, νοητοίς προθεωρήσας Αββακούμ οφθαλμοίς, Από θαιμάν εκραύγαζεν, ήξει ο Θεός ο Σωτήρ ημών.

 

Τή φάτνη σου, τή θεοδοχω περιέστησαν, στρατιαί τών Ασωμάτων, Υιέ τού Θεού, τόν υπέρ λόγον τόκον σου, τρόμω καί εκπλήξει δοξάζουσαι.

 

Μετά τών Mάγων, τόν Δεσπότην προσκυνήσωμεν, καί μετ' Αγγέλων καί Ποιμένων χορεύσωμεν, θεοπρεπώς κραυγάζοντες, Δόξα εν υψίστοις Χριστώ τώ Θεώ.

 

Ο βασιλεύων, τών απάντων Βασιλέων Χριστός, κατά σάρκα εκ σπέρματος Δαυϊδ γεννηθείς, τόν εκλεκτόν Ιάκωβον προσήκατο, αδελφόν ως ηυδοκησεν.

Θεοτοκίον

Ο εκ Παρθένου, Θεός Κύριος φανείς εν σαρκί, συνεδόξασε τήν μνήμην υμών Άγιοι, τών Αποστολων πρόκριτε Ιάκωβε, καί Δαυϊδ παμμακάριστε.

 

Τού Μνήστορος

 

Ωδή ε'

Θεός ών ειρήνης, πατήρ οικτιρμών, τής μεγάλης βουλής σου τόν Άγγελον, ειρήνην παρεχόμενον, απέστειλας ημίν, όθεν θεογνωσίας, πρός φώς οδηγηθέντες, εκ νυκτός ορθρίζοντες, δοξολογούμέν σε φιλάνθρωπε.

 

Πραότητι λάμπων, σοφέ Ιωσήφ, εν τή γή τών πραέων εσκήνωσας, Χριστού τού πράου ρήματι, Πατήρ ονομασθείς, όν εν ταίς σαίς αγκάλαις, κρατήσας ηγιάσθης, καί ιδών εδοξάσθης, σάρκα βροτείαν περικείμενον.

 

Ως θείαν Nεφέλην, τήν μόνην Αγνήν, εν τοίς κόλποις τόν Ήλιον κρύπτουσαν, εις Αίγυπτον μετήγαγες, εκ πόλεως Δαυϊδ, τό ταύτης λύσαι σκότος, τής ειδωλομανίας, Ιωσήφ μυστηρίου, υπέρ κατάληψιν διάκονε.

 

Δίκαιος υπάρχων, δικαίαις οδοίς, τού δικαίου Δεσπότου πεπόρευσαι, τού κρίναντος δικαίως σε, τοιούτω φοβερώ, Παμμάκαρ μυστηρίω, πιστώς καθυπουργήσαι, τής αρρήτου λοχείας, δι' ής βροτοί εδικαιώθημεν.

Θεοτοκίον

Ευρέθη ως έφη, Προφήτης Δαυϊδ, εν γαστρί η Παρθένος χωρήσασα, τόν φύσει απερίγραπτον, Θεόν Εμμανουήλ, όπερ μή εννοήσας, ο θείος εδιδάχθη, Ιωσήφ υπ' Αγγέλου, νυκτί καθεύδων ο αοίδιμος.

 

Τών Αγίων

 

Ο ανατείλας ημίν

Ο ανατείλας ημίν, τοίς εν σκότει τό φέγγος, τής σης θεοφανείας, δόξα σοι δόξα σοι, Ιησού Υιέ τού Θεού.

 

Ο εκ Παρθένου Αγνής, ευδοκήσας τεχθήναι, Θεός σεσαρκωμένος, δόξα σοι δόξα σοι, Ιησού Υιέ τού Θεού.

 

Ο εκ Παρθένου τεχθείς, καί τήν μνήμην φαιδρύνας, Δαυϊδ καί Ιακώβου, δόξα σοι, δόξα σοι Ιησού Υιέ τού Θεού.

 

Ον ο Προφήτης Δαυϊδ, υετόν επί πόκον, εκάλει θεοπνεύστως, Ιάκωβος εκήρυξεν, Ιησούν τόν Yιόν τού Θεού.

 

Ο τήν τού δούλου μορφήν, ενδυσάμενος Λόγε, εκ μήτρας παναγίας, δόξα σοι, δόξα σοι, Υιέ τού Θεού.

Θεοτοκίον

Τήν τού Αγγέλου φωνήν, ασιγήτως η Κτίσις, προσφέρει σοι Παρθένε, Χαίρε Μήτηρ Άχραντε, lησού Υιού τού Θεού.

 

Τού Μνήστορος

 

Ωδή ς'

Σπλάγχνων Ιωνάν, έμβρυον απήμεσεν, ενάλιος θήροιον εδέξατο, τή Παρθένω δέ, ενοικήσας ο Λόγος καί σάρκα λαβών, διελήλυθε φυλάξας αδιάφθορον, ής γάρ ουχ υπέστη ρεύσεως, τήν τεκούσαν κατέσχεν απήμαντον.

 

Ξένω τοκετώ, εκ Κόρης θεόπαιδος, τοίς ξένοις ημίν επιδημήσαντα, τόν αϊδιον τού Πατρός Θεόν λόγον, λαβων Ιωσήφ, τήν πρός Αίγυπτον παμμάκαρ ξένην κάθοδον, χαίρων, σύν αυτώ πεποίησαι, καθυπείκων τοίς θείοις προστάγμασιν.

 

Ίστασο Θεώ, σαρκί νηπιάσαντι, σοφέ Ιωσήφ διακονούμενος, ώσπερ Άγγελος, καί αμέσως πρός; τούτου ηύγασθης σαφώς, τάς ακτίνας τάς αϋλους εισδεχόμενος, μάκαρ, καί φωτοειδέστατος, καί ψυχή καί καρδία δεικνύμενος.

 

Όλος επαφή, τή θεία πανεύφημε, καθαγιασθείς ψυχή καί σώματι, μεταβέβηκας, πρός αϋλους μονάς αγιάζων νυνί, τούς τελούντάς σου τήν μνήμην Δίκαιε, όντως, Ιωσήφ πανάγιε, παναγίας μνηστήρ Θεομήτορος.

Θεοτοκίον

Νέον επί γής, παιδίον εώρακας, Παρθένου Αγνής αποτικτόμενον, τόν προτέλειον, καί πρό πάντων αιώνων εκφύντα Πατρός, καί Αγγέλων ανυμνούντων τούτον ήκουσας, ένδον τού σπηλαίου κείμενον, Ιωσήφ επί φάτνης πανεύφημε.

 

Τών Αγίων

 

Εβόησε, προτυπών

Εβόησαν, παραδόξως τού τόκου σου Κύριε, τό φρικώδες μυστήριον, οι χοροί τών Αγγέλων Θεώμενοι, Εν υψίστοις δόξα τώ Θεώ, επί γής νύν γάρ τίκτεται.

 

Ευδόκησας, εκ Παρθένου τεχθήναι ως άνθρωπος, επ' εσχάτων, εκ Πατρός πρό αιώνων τεχθείς ως Θεός, ίνα τόν φθαρέντα, αναπλάσης Αδάμ ως φιλάνθρωπος.

 

Εκάθισας, επί θρόνου ως ώμοσας Κύριε, τού Προφήτου σου Δαυϊδ, εκ καρπού τής κοιλίας αυτού προελθών, Ιακώβω δέ, τής Εκκλησίας τόν θρόνον παρέθου Χριστέ.

 

Επέστησαν, εκπληττόμεναι τάξεις ουράνιαι, εν σπηλαίω, καί τόν τόκον τόν άχραντον ύμνησαν, ασιγήτως, Δόξα, εν υψίστοις Θεώ αναμέλπουσαι.

 

Βασιλεύς μέν, ο Δαυϊδ καί Προφήτης θεσπέσιος, καί Προπάτωρ, ανεδείχθη τής θείας σαρκώσεως, Πρωτεπίσκοπος δέ, μαθητής ο Ιάκωβος δείκνυται.

Θεοτοκίον

Δεόμεθα, υπέρ τών οικετών σου αλόχευτε, Θεοτόκε, τόν εκ σού σαρκωθέντα δυσώπησον, ότι σέ καί μόνην, προστασίαν ημών επιστάμεθα.

 

Κοντάκιον Ήχος γ'

Η Παρθένος σήμερον

Ευφροσύνης σήμερον, Δαυϊδ πληρούται ο θείος, Ιωσήφ τε αίνεσιν, σύν Ιακώβω προσφέρει στέφος γάρ τή συγγενεία Χριστού λαβόντες, χαίρουσι, καί τόν αφράστως εν γή τεχθέντα, ανυμνούσι καί βοώσιν, Οικτίρμον σώζε τούς σέ γεραίροντας.

Ο Οίκος

Απορρήτω βουλή, τίκτεται σαρκί ο άσαρκος, περιγράφεται νύν σώματι, ο απερίγραπτος, καί σώζει ατρέπτως τάς άμφω ουσίας, αρχήν λαμβάνει ο φύσει άναρχος, καί μόνος υπέρχρονος, οράται βρέφος, ο υπερτέλειος, φέρεται χερσίν, ο φέρων τά σύμπαντα, Διό τούς τούτου συγγενεία σεμνυνομένους, ως Θεός στέφει τώ εαυτού τοκετώ, ούς δοξάζοντες πίστει, ασιγήτως εκβοώμεν, Οικτίρμον σώζε τούς σέ γεραίροντας.

 

Κυριακή Μετά τήν Χριστού Γέννησιν

Μνήμη τών Αγίων καί δικαίων Θεοπατόρων, Ιωσήφ τού Μνήστορος τής Αγίας Παρθένου Δεσποίνης ημών Θεοτόκου, Ιακώβου τού Αδελφού τού Κυρίου, καί Δαυϊδ τού Προφήτου καί Βασιλέως.

Στίχοι

        Τιμώ Ιωσήφ Μνήστορα τής Παρθένου,

        Ως εκλεγέντα φύλακα ταύτης μόνον.

        Σύ τέκτονος παίς, αλλ' αδελφός Κυρίου,

        Τού πάντα τεκτήναντος έν λόγω Μάκαρ.

        Εγώ τί φήσω, μαρτυρούντος Κυρίου,

        Τόν Δαυϊδ εύρον, ως εμαυτού καρδίαν.

 

Ταίς τών Αγίων σου πρεσβείαις, ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

 

Τού Μνήστορος

 

Ωδή ζ'

Οι Παίδες ευσεβεία συντραφέντες, δυσσεβούς, προστάγματος καταφρονήσαντες, πυρός απειλήν ουκ επτοήθησαν, αλλ' εν μέσω τής φλογός, εστώτες έψαλλον, Ο τών Πατέρων Θεός ευλογητός εί.

 

Προρρήσεων τό πέρας τών ενθέων Προφητών, εώρακας, όν γάρ εκήρυξαν Χριστόν, ελευσόμενον εκ Κόρης αγνής, εψηλάφησας, καί βρέφος κατενόησας, ως καθαρός τήν ψυχήν, Χριστού θεράπων.

 

Αμέμπτω πολιτεία, Ιωσήφ κεκοσμημένος ένδοξε, φύλαξ αμέμπτου αληθώς, παρθενίας εχρημάτισας, καί Πατήρ τού τικτομένου Παιδός κέκλησαι, μεγαλυνθείς τή σεπτή προσηγορία.

 

Ρήματι ο τεκταίνων ουρανόν καί τήν γήν καί τήν θάλασσαν, κέκληται τέκτονος Υιός, σού Παμμάκαρ αξιάγαστε, τού ανάρχου σε, πατρός όντως δοξάσαντος, ως ιερόν υπουργόν τών υπέρ λόγον.

 

Αγίως σου τόν βίον, διανύσας Ιωσήφ πανάριστε, εν ταίς λαμπρότησι νυνί τών Αγίων κατεσκήνωσας, αγιάζων τούς πιστώς τήν παναγίαν σου, εκτελούντας αεί καί θείαν μνήμην.

Θεοτοκίον

Συμβόλοις ιεροίς σε, τυπουμένην Ιωσήφ ο δίκαιος, θεοχαρίτωτε αγνή, εγνωκώς ράβδω κληρούταί σου, τήν μνηστείαν τήν σεπτήν, επιμνησθείς Ααρών, τής βλαστησάσης ποτέ αγίας Ράβδου.

 

Τών Αγίων

 

Αβραμιαίοι ποτέ

Εν Βηθλεέμ Ποιμένες, τόν τής Παρθένου τόκον, δοξολογούντες κατεμήνυον, Σωτήρα καί Κύριον, τόν επί γής οφθέντα, ανθρώπων σώσαι γένος.

 

Τόν υπέρ λόγον τόκον, τής Θεοτόκου Μαρίας, χοροί Αγγέλων εκπληττόμενοι, Εν τοίς υψίστοις εκραύγαζον, τώ Θεώ ημών δόξα, καί επί γής ειρήνη.

 

Τών Χερουβίμ εδείχθης, υψηλοτέρα Παρθένε, εν ταίς αγκάλαις σου βαστάσασα, τόν τούτοις οχούμενον, όν δυσωπούσα σώσαι, ημάς αεί μή παύση.

 

Νυμφαγωγός μέν Δαυϊδ, θαλαμηπόλος δέ θείος, τής Εκκλησίας ο Ιάκωβος, γενόμενοι έλεγον, ο σαρκωθείς δι' ημάς, Χριστέ ευλογητός εί.

 

Ο εν Προφήταις Άναξ, καί εν Βασιλεύσι Προφήτης, σύν Ιακώβω τώ θεόφρονι, ημίν εμελώδησαν, Ο σαρκωθείς δι' ημάς, Χριστέ ευλογητός εί.

Θεοτοκίον

Εν τή αφλέκτω βάτω, καί δροσοβόλω καμίνω σύ προγραφείσα Μήτηρ Άχραντε, ασπόρως εκύησας, σεσαρκωμένον Θεόν, Αγνή ευλογημένη.

 

Τού Μνήστορος

 

Ωδή η'

Θαύματος υπερφυούς η δροσοβόλος, εξεικόνισε κάμινος τύπον, ου γάρ ούς εδέξατο φλέγει Νέους, ως ουδέ πύρ τής θεότητος Παρθένου ήν υπέδυ νηδύν, Διό ανυμνούντες αναμέλψωμεν, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Τίμιος ως αληθώς ο θάνατός σου, κατενώπιον ώφθη Κυρίου, Ιωσήφ πανόλβιε, σύ γάρ όλως οσιωθείς, από βρέφους ιερός φύλαξ γεγένησαι, τής ευλογημένης, μεθ' ής έμελπες, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Άπαντες χοροί τών Ασωμάτων όνπερ τρέμουσι Θεόν καί Κτίστην Ιωσήφ ο δίκαιος, παρρησία πανευλαβώς, περιπτύσσεται ως βρέφος καί ασπάζεται, καί φώς νοητόν βοών κομίζεται, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Τέτρωσαι τώ γλυκυτάτω Μάκαρ πόθω, καί ως Άγγελος τώ σαρκωθέντι, παρεστώς προστάξεσι, καθυπείκεις ταίς θεϊκαίς, δι' Αγγέλου εξ Αιγύπτου μηνυόμενος, πρός γήν Ισραήλ επανελεύσεσθαι, μετ' αυτού τού Παιδίου καί τής Μητρός αυτού, οίς συνεπανήλθες, τόν Κύριον δοξάζων.

Θεοτοκίον

Νόμου τάς σκιάς είδες λυθείσας, τή τής χάριτος φωτοχυσία, φωτεινήν νεφέλην τε τήν Παρθένον τον νοητόν, ανατέλλουσαν σαρκί, Ήλιον έβλεψας, καί ώσπερ αστήρ πάντας εφώτισας, τούς βοώντας σοφέ Ιωσήφ εκάστοτε, Σέ υπερυψούμεν, Χριστέ εις τούς αιώνας.

 

Τών Αγίων

 

Τόν βασιλέα Χριστόν

Τόν Βασιλέα Χριστόν, όν κατεμήνυσαν εν Βηθλεέμ οι Ποιμένες, καί αστήρ εφανέρωσεν, εν δούλου μορφή, πάντα τά έργα υμνείτε καί υπερυψούτε, είς πάντας τούς αιώνας.

 

Τόν γεννηθέντα Χριστόν, όν προσεκύτησαν μετά δώρων οι Μάγοι, καί εθεολόγησαν τών Αγγέλων αι στρατιαί, πάντα τά έργα υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τόν σαρκωθέντα Χριστόν, όν εδοξολόγησαν ουρανών αι Δυνάμεις, καί τά Πολυόμματα απαύστως ανυμνεί, πάντα τά έργα υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τόν σαρκωθέντα Χριστόν, όν προεφήτευσε Δαυϊδ ο Θεοπάτωρ, καί τοίς λαοίς εκήρυξεν Ιάκωβος, πάντα τά έργα υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Τόν Βασιλέα Χριστόν, όν ημίν έτεκεν, η Παρθένος Μαρία, καί μετά τόκον έμεινε Παρθένος Αγνή, πάντα τά έργα υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τού Μνήστορος

 

Ωδή θ'

Mυστήριον ξένον, ορώ καί παράδοξον, ουρανόν τό σπήλαιον, θρόνον χερουβικόν, τήν Παρθένον, τήν φάτνην χωρίον, εν ώ ανεκλίθη ο αχώρητος, Χριστός ο Θεός, όν ανυμνούντες μεγαλύνομεν.

 

Ισότιμος πάντων, Αγγέλων γεγένησαι, Προφητών Μαρτύρων τε, Mάκαρ καί τών σοφών, Αποστόλων συνόμιλος όντως, διό σύν αυτοίς σε μακαρίζοντες, σοφέ Ιωσήφ, τήν ιεράν σου μνήμην σέβομεν.

 

Ως εκ γένους, βασιλικού καταγόμενος, τήν Αγνήν Βασίλισσαν, μέλλουσαν Ιησούν Βασιλέα, τίκτειν απορρήτως, σοφέ εμνηστεύσω, υπέρ άπαντας εν γή προκριθείς, τούς γηγενείς μακαριώτατε.

 

Σθενούμενος, τή δυναστεία τού Πνεύματος, αρεταίς κεκόσμησαι μάκαρ, εν βαθυτάτω τε γήρα, πρός τούς σούς μετέβης λαμπρώς Ιωσήφ πατέρας, μέγιστος πατήρ νομισθείς, τού εκ Θεού Πατρός εκλάμψαντος.

 

Η μνήμη σου, πρός ευφροσύνην τά πέρατα, συγκαλεί καί αίνεσιν, Λόγου τού σέ δοξάσαντος Μάκαρ, ώ σύν παρρησία αεί παρεστώς, απαύστως πρέσβευε, ημάς λυτρωθήναι, πειρασμών τούς ευφημούντάς σε.

Θεοτοκίον

Φυλάττουσαν, τήν παρθενίαν ακήρατον, τήν Αγνήν εφύλαξας, Λόγος εξ ής Θεός εσαρκώθη, φυλάξας Παρθένον αυτήν, μετά γέννησιν απόρρητον, μεθ' ής θεοφορε, Iωσηφ ημών μνημόνευε.

 

Τών Αγίων

 

Μωϋσής εν τώ όρει

Τόν αρρήτως πρό αιώνων, φύντα Λόγον, καί Υιόν εκ Πατρός, τόν αυτόν επ' εσχάτων σαρκί, σήμερον Παρθένος εκύησεν, όν υμνούσι Ποιμένες, Αγγέλων βοώντων, Δόξα εν υψίστοις Χριστώ τώ Θεώ.

 

Τόν Αστέρα οι Μάγοι ιδόντες, τρόπω ξένω, τούτω παρείποντο, τόν τεχθέντα επιζητούντες, όν ευρόντες δώροις ετίμησαν, χρυσώ καί λιβάνω, καί σμύρνη βοώντες, Δόξα εν υψίστοις τώ τεχθέντι Θεώ.

 

Βηθλεέμ νύν ευφραίνου, Πόλις γενομένη τού Νέου Δαυϊδ, καί Σιων επαγάλλου, τών Εκκλησιών η ακρόπολις, κοινήν ευωχίαν τού Παμβασιλέως, καί τών αυτού θεραπόντων νύν δεξάμεναι.

 

Τώ τεχθέντι εκ Παρθένου Θεώ, πάσα η Κτίσις τρόμω υπούργησεν, ουρανοί μέν τόν Αστέρα, η γή τήν φάτνην, όρος τό σπήλαιον, οι Μάγοι τά δώρα, Ποιμένες τό θαύμα, Άγγελοι τόν ύμνον αυτώ προσφέροντες.

 

Βασιλεύς εκ ποιμένων, πάλαι μέν Δαυϊδ εχρημάτισεν, εκ φυλής δέ Ιούδα, σύ τής Βασιλίδος Ιάκωβε, Ποιμήν ανεδείχθης, τής τού σαρκωθέντος ποίμνης, Αμνού τού υψίστου καί Υιού τού Θεού.

Θεοτοκίον

Τών Αγγέλων οι δήμοι, σέ Θεοκυήτορ δοξάζουσι, καί ανθρώπων τό γένος, σέ ακαταπαύστως εν ύμνοις τιμά, σύ γάρ τώ θείω τόκω, βροτούς ουρανίοις ήνωσας, όθεν σε γεραίρομεν.

 

Εξαποστειλάριον Αναστάσιμον

 

καί τών Αγίων

Τοίς Μαθηταίς συνέλθωμεν

Σύν Ιακώβω μέλψωμεν, τώ κλεινώ θεαδέλφω, Δαυϊδ τόν Θεοπάτορα, Ιωσήφ τε τόν θείον, τής Θεοτόκου Μνήστορα, τού Χριστού γάρ τή θεία γεννήσει καθυπούργησαν, Βηθλεέμ εν τή πολει, θεοπρεπώς, μετ' Αγγέλων Μάγων τε καί ποιμένων, αυτώ τόν ύμνον άδοντες, ως Θεώ καί Δεσπότη.

Καί τής Εορτής Αυτόμελον

Επεσκέψατο ημάς, εξ ύψους ο Σωτήρ ημών, ανατολή ανατολών, καί οι εν σκότει καί σκιά, εύρομεν τήν αλήθειαν, καί γάρ εκ τής Παρθένου ετέχθη ο Κύριος.

 

Εις τούς Αίνους, Στιχηρά Αναστάσιμα δ'.

 

Είτα τής Εορτής Ήχος δ'

Ευφραίνεσθε δίκαιοι, ουρανοί άγαλλιάσθε, σκιρτήσατε τά όρη, Χριστού γεννηθέντος, Παρθένος καθέζεται, τά Χερουβίμ μιμουμένη, βαστάζουσα εν κόλποις, Θεόν Λόγον σαρκωθέντα, ποιμένες τόν τεχθέντα δοξάζουσι, Μάγοι τώ Δεσπότη δώρα προσφέρουσιν, Άγγελοι ανυμνούντες λέγουσιν, Ακατάληπτε Κύριε δόξα σοι.

 

Θεοτόκε Παρθένε, η τεκούσα τόν Σωτήρα, ανέτρεψας τήν πρώτην κατάραν τής Εύας, ότι Μήτηρ γέγονας, τής ευδοκίας τού Πατρός, βαστάζουσα εν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ού φέρει τό μυστήριον έρευναν, πίστει μόνη τούτο πάντες δοξάζομεν, κράζοντες μετά σού καί λέγοντες, Ανερμήνευτε Κύριε δόξα σοι.

 

Στίχ. Είπεν ο Κύριος τώ Κυρίω μου κάθου εκ δεξιών μου έως άν θώ τούς εχθρούς σου υποπόδιον τών ποδών σου

 

Δεύτε ανυμνήσωμεν, τήν Μητέρα τού Σωτήρος, τήν μετά τόκον πάλιν οφθείσαν Παρθένον, Χαίροις Πόλις έμψυχε, τού Βασιλέως καί Θεού, εν ή Χριστός οικήσας, σωτηρίαν ειργάσατο, Μετά τού Γαβριήλ ανυμνούμέν σε, μετά τών ποιμένων δοξάζομεν κράζοντες, Θεοτόκε πρέσβευε, τώ εκ σού σαρκωθέντι, σωθήναι ημάς.

 

Στίχ. Εκ γαστρός πρό Εωσφόρου εγέννησά σε, ώμοσε Κύριος, καί ου μεταμεληθήσεται, Σύ ιερεύς εις τόν αιώνα, κατά τήν τάξιν Μελχισεδέκ.

 

Ο πατήρ ευδόκησεν, ο Λόγος σάρξ εγένετο, καί η Παρθένος έτεκε, Θεόν ενανθρωπήσαντα, Αστήρ μηνύει, Μάγοι προσκυνούσι, Ποιμένες θαυμάζουσι, καί η κτίσις αγάλλεται.

Δόξα... Ήχος πλ. δ' Ανατολίου

Αίμα καί πύρ, καί ατμίδα Καπνού, τέρατα γής, ά προείδεν Ιωήλ, αίμα τήν Σάρκωσιν, πύρ τήν θεότητα, ατμίδα δέ καπνού, τό Πνεύμα τό Άγιον, τό επελθόν τή Παρθένω, καί κόσμον ευωδιάσαν, Μέγα τό μυστήριον, τής σής ενανθρωπήσεως, Κύριε δόξα σοι.

 

Καί νύν... Υπερευλογημένη...

 

Δοξολογία μεγάλη, καί Απόλυσις

 

Εις τήν Λειτουργίαν, ως διατέτακται