ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τών Αγίων δέκα Μαρτύρων τών εν Κρήτη.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ'

Ο εξ υψίστου κληθείς

Τού Ησαϊου φωνή αποπληρούται, ιδού η Παρθένος γάρ, τόν απερίληπτον, περιγραφόμενον σώματι, εν μήτρα φέρει, καί παραδόξως τεκείν επείγεται, θεόδεκτον Σπήλαιον προευτρεπίσθητι, η Βηθλεέμ ετοιμάσθητι, ο Βασιλεύς γάρ, σέ ηρετίσατο εις κατοίκησιν. Δέχου η φάτνη σπαργανούμενον, βρέφος Χριστόν λύειν μέλλοντα, τάς σειράς τών πταισμάτων, τών ανθρώπων αγαθότητι.

 

Η φωτεινή τε καί έμψυχος νεφέλη, τόν όμβρον βαστάζουσα τόν επουράνιον, τούτον εν γή νύν προέρχεται, εναποστάξαι, όπως αρδεύση ταύτης τό πρόσωπον. Τό έαρ τής χάριτος, η νοητή χελιδών, ένδον εν σπλάγχνοις κατέχουσα, αρρήτω λόγω, εναποτίκτει χειμώνα άθεον, διασκεδάζον, τό Παλάτιον, τό καθαρόν καί αμίαντον, Βασιλέα Σπηλαίω, επεισάγει σωματούμενον.

 

Συναπεγράφης τοίς δούλοις ο Δεσπότης, πταισμάτων χειρόγραφον, σχίσαι βουλόμενος, καί απογράψασθαι άπαντας, εν βίβλω ζώντων, θανατωθέντας κλοπή τού δφεως, Παρθένος δέ φέρει σε, τόν πάντα φέροντα, σάρκα θνητήν περικείμενον, καί καταλύειν, σμικρώ Σπηλαίω επευδοκήσαντα, όν γεννηθέντα, τάξεις άνωθεν, Αγγελικαί ανυμνήσουσι, μετά θείων Ποιμένων, εκπληττόμεναι τό κράτος σου.

 

Στιχηρά Προσόμοια τών Αγίων.

 

Ήχος ο αυτός

Ως γενναίον εν Μάρτυσιν

Η δεκάς η θεόλεκτος, καί λαμπάς η δεκάπυρσος, η ταίς θείαις λάμψεσι καταυγάζουσα, τής Εκκλησίας τό πλήρωμα, οι στύλοι οι άσειστοι, οι αστέρες οι φαιδροί, οι τήν γήν ουρανώσαντες, ταίς λαμπρότησι, τών μεγίστων αγώνων εγκωμίοις, ιεροίς μεγαλοφώνως, ανευφημείσθωσαν σήμερον.

 

Ευφημείσθω θεόδουλος, Ζωτικός τε καί Πόμπιος, Βασιλείδης Εύπορος, Αγαθόπους τε, καί Σατορνίνος Γελάσιος, και θείος Ευάρεστος, μεθ' ών Ευνικιανός, νύν τιμάσθωσαν άσμασιν, οι πανεύδιοι, τών εν ζάλη λιμένες, οι τήν πλάνην, στηλιτεύσαντες καί στέφος, νικητικόν κομισάμενοι.

 

Τά τής Κρήτης βλαστήματα, Εκκλησίας ερείσματα, καί πιστών αμάραντα ωραϊσματα, τού Παραδείσου ηδύπνοα, τά άνθη τά τίμια, τά ευπρόσδεκτα Χριστού, καί τερπνότατα σφάγια, αναθήματα, ουρανίου ναού τε τήν δεκάδα, τής Τριάδος τήν Αγίαν, τούς Αθλοφόρους υμνήσωμεν.

Δόξα... Τών Αγίων

Ήχος β' Κυπριανού

Κρήτη προεορτάζει σήμερον, τά Γενέθλια Χριστού, εν τή μνήμη τών Αθλοφόρων, διό ευχαίς αυτών Κύριε, σώσον τάς ψυχάς ημών.

Καί νύν... Προεόρτιον

Ο αυτός, τού αυτού

Βηθλεέμ γή Ιούδα, τό κατά σάρκα πολίτευμα, φαιδρώς ευτρέπισον τό θείον Σπήλαιον, εν ώ Χριστός σαρκί τίκτεται, εξ απειράνδρου αγίας Παρθένου, εις τό σώσαι τό γένος ημών.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια Προεόρτια.

 

Ήχος πλ. β'

Τριήμερος ανέστης Χριστέ

Η άπειρος σοφία Θεού, τόν οίκον εαυτής υπέρ νούν, εκ Παρθένου, ώ κοδόμησε Χριστός, καί έρχεται εν φάτνη αλόγων καί Σπηλαίω, σαρκί τεχθήναι υπέρ έννοιαν.

 

Στίχ. Ο Θεός από θαιμάν ήξει.

 

Ωράθης τοίς Προφήταις Χριστέ, ώς θέμις ήν θεάσασθαι, σέ τόν Κτίστην, εν εσχάτοις δέ καιροίς, τοίς πάσιν επεφάνης, ανθρώποις εν τή πόλει, τή Βηθλεέμ βροτός γενόμενος.

 

Στίχ. Κύριε εισακήκοα τήν ακοήν σου.

 

Διέδραμε μηνύων αστήρ, τόν Ήλιον τής δόξης Χριστόν, Αστρολόγους εν τή πόλει Βηθλεέμ, καί Άγγελοι Ποιμένας, νύν ευαγγελιούνται, μεθ' ών συνδράμωμεν θεόφρονες.

Δόξα... Τών Αγίων Ήχος γ'

Προεόρτιος σήμερον, η τών Μαρτύρων επέστη εορτή, τήν Γενέθλιον ημίν, προϋπογράφουσα ημέραν, τόν εξ Ηλίου Ήλιον, τόν εκ τής Παρθένoυ, Θεόν επιφανέντα, σαρκί ανακηρύττουσα, Δεκάς Μαρτύρων εν Κρήτη, στερρώς αθλήσασα, τούς στεφάνους τής νίκης εξ ουρανού εδέξαντο, πρός ούς βοήσωμεν, Χορός αγιόλεκτος ικετεύσατε Χριστόν, Άγιοι Μάρτυρες, υπέρ τών πίστει τελούντων, τήν πάνσεπτον μνήμην υμών.

Καί νύν... Προεόρτιον ο αυτός

Ανατολίου

Ευτρεπίζου Βηθλεέμ, ήνοικται γάρ η Εδέμ, ετοιμάζου Εφραθά, ανανεούται γάρ ο Αδάμ, καί η Εύα σύν αυτώ, η κατάρα γάρ λέλυται, η σωτηρία εν κόσμω εξήνθησε, καί ψυχαί τών Δικαίων ευτρεπίζονται, ως προίκα δωροφορίας, αντί μύρου τόν ύμνον προσάγουσαι, σωτηρίαν ψυχής, καί αφθαρσίαν κομιζόμεναι. Ιδού γάρ εν φάτνη ανακείμενος, προτρέπει υμνωδίαν πνευματικήν επιτελέσαι, τους βοώντας απαύστως, Κύριε δόξα σοι.

 

Απολυτίκιον, Προεόρτιον

Ήχος δ' Κατεπλάγη Ιωσήφ

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

Δόξα... Τών Αγίων Ήχος γ'

Τήν ωραιότητα

Τήν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τήν εξανθήσασαν άνθη τά τίμια, τούς μαργαρίτας τού Χριστού, Μαρτύρων τούς ακρέμονας. Δέκα γάρ υπάρχοντες, αριθμώ οι μακάριοι, δύναμιν μυρίοπλον τών δαιμόνων κατήσχυναν, διό καί τούς στεφάνους εδέξαντο, Μάρτυρες Χριστού οι καρτερόψυχοι.

Καί νύν... Τό Προεόρτιον πάλιν

Ήχος δ' Κατεπλάγη Ιωσήφ

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

 

Καί Απόλυσις

 

Εν δέ τοίς αποδείπνοις ψάλλομεν τό Τριώδιον, ού η Ακροστιχίς.

Προσάββατόν τε

 

Ωδή ε' Ήχος πλ. β'

Ο Ειρμός

Πρός σέ ορθρίζω, τόν δι' ευσπλαγχνίαν, σεαυτόν τώ πεσόντι, κενώσαντα ατρέπτως, καί δούλου μορφήν, εκ Παρθένου φορέσαντα, Λόγε Θεού, τήν ειρήνην παράσχου μοι φιλάνθρωπε.

 

Ρυφθέντες φρένας, καί προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτής οικονομίας, σώμα καί ψυχήν, Βηθλεέμ πρός τήν πόλιν ανέλθωμεν, τόν Δεσπότην τικτόμενον οψόμενοι.

 

Οράτε φίλοι, μάτην μή θροείσθε, ο γάρ άφρων Ηρώδης, θρασύνεται τόν Κτίστην, κτείναι τεχθέντα, αλλ' αυτός ως ζωής καί θανάτου κρατών, ζή καί σώζει, τόν κόσμον ως φιλάνθρωπος.

 

Ωδή η' Ο Ειρμός

Στήλην κακίας αντιθέου, Παίδες θείοι παρεδειγμάτισαν, κατά Χριστού δέ φρυαττόμενος, Ηρώδης θρασύνεται, βουλεύεται κενά, κτείναι μελετά, τόν ζωής κρατούντα παλάμη, όν πάσα Κτίσις ευλογεί, δοξάζουσα εις τούς αιώνας.

 

Από βλεφάρων ραθυμίας, ύπνον πάντα πιστοί τινάξωμεν, εν προσευχή δέ γρηγορώμεν, πειρασμούς αποτρέποντες τούς εκ τού πονηρού, καί σύν Ποιμέσι, θεαταί τής δόξης δειχθώμεν, Χριστού τεχθέντος, όν υμνεί δοξάζουσα πάσα η κτίσις.

 

Βέβηλον έπος εκ χειλέων, προϊέναι πιστοί κωλύσωμεν, λόγους ευφήμους μελετήσαντες, Χριστώ δέ προσάξωμεν, τώ λύσαντι ημάς τής αλογίας, εν αλόγοις κειμένω φάτνη όν πάσα κτίσις ευλογεί, δοξάζουσα εις τούς αιώνας.

 

Βάθος σοφίας, καί τής γνώσεως τού Κτίστου, τίς ερευνήσει βροτών, Θεού κριμάτων τίς τήν άβυσσον, σοφός καταλήψεται; δι' ών τούς ουρανούς κλίνας, τοίς βροτοίς σαρκοφόρος συνανεστράφη, όν πάσα κτίσις ευλογεί, δοξάζουσα εις τούς αιώνας.

 

Απαγορεύειν σαρκικών παθών, καί κόσμου τερπνών σπουδάσωμεν, πνευματικών δέ αντισχώμεθα, φροντίδων θεόφρονες, αξίους εαυτούς τώ τικτομένω, παριστώντες εξ έργων Δεσπότη, όν πάσα κτίσις ευλογεί, δοξάζουσα εις τούς αιώνας.

 

Ωδή θ'

Τήν τιμιωτέραν τών Χερουβίμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον σέ μεγαλύνομεν.

 

Ο λέθριον δόγμα τού δυσμενούς, συνταραττομένου, τή Γεννήσει τού Ιησού, Νηπίων ακάκων, απειργάσατο φόνον, ημείς δέ τόν τεχθέντα, πιστοί τιμήσωμεν.

 

Νόμους τούς τής φύσεως αδικών, καί θεσμούς τούς θείους, αθετών Ηρώδης δεινός, μητέρας ανόμως, ητέκνωσε καί βρέφη, ανείλεν αναιτίως, διά τήν πάντων Ζωήν.

 

Τοίς έθνεσιν ήνοικται τής Εδέμ, πύλη τικτομένου, εν Σπηλαίω τού Λυτρωτού, πηγή τε διψώσιν, αθανασίας βλύζει, ο Κύριος τής δόξης, όν μεγαλύνομεν.

 

Εκύκλουν ως θρόνον χερουβικόν, Άγγελοι τήν φάτνην, τό γάρ Σπήλαιον ουρανόν, εώρων κειμένου, εν αυτώ τού Δεσπότου, καί, Δόξα εν υψίστοις, Θεώ εκραύγαζον.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν.

 

Κάθισμα Ήχος πλ. α'

Τόν συνάναρχον Λογον

Βηθλεέμ ετοιμάζου τά πρός υπάντησιν, τής Παρθένου Μαρίας καί Θεομήτορος, ιδού γάρ έρχεται πρός σέ, έμβρυον φέρουσα, τόν συνάναρχον Πατρί, καί τώ Πνεύματι αεί, Χριστόν όν έν τώ Σπηλαίω, γεννήσει καί μετά τόκον, αεί Παρθένος οφθήσεται.

 

Δόξα... Καί νύν... τό αυτό

 

Μετά τήν β' Στιχολογίαν.

 

Κάθισμα Ήχος πλ. β'

Ελπίς τού κόσμου αγαθή

Εκ τής Περσίδος Βασιλείς, χρυσόν σμύρναν καί λίβανον, τώ κυηθέντι Βασιλεί, καί Θεώ προσήξαν πάλαι, ημείς δέ νύν προεορτάζοντες αυτού τήν Γέννησιν, ευσεβοφρόνως εκ ψυχής, πίστιν ελπίδα αγάπην, προσφέρωμεν αυτώ, τήν Παρθένον υμνούντες.

 

Δόξα... Καί νύν... τό αυτό

 

Είτα ο Ν' καί οι Κανόνες

 

Κανών Προεόρτιος, ού η ακροστιχίς, κατά Αλφάβητον.

 

Ποίημα Ιωσήφ

 

Ωδή α' Ήχος β' Ο Ειρμός

Άριπτον ασυνήθη, αβρόχως θαλαττίαν ανύσας τρίβον, ο εκλεκτός εβόα Ισραήλ, Τώ Κυρίω άσωμεν, ότι δεδόξασται.

 

Άναρχος ών τή φύσει, αρχήν ο πρό αιώνων λαμβάνει Λόγος, εν Βηθλεέμ τικτόμενος σαρκί, τούτου τά Γενέθλια προεορτάσωμεν.

 

Βλέψωμεν διανοίας, τοίς όμμασι πρός πόλιν τής Ιουδαίας, πορευομένην τέξαι τήν Αγνήν, ής τόν τόκον πόρρωθεν αστήρ εμήνυσε.

 

Γνόντες σε Βασιλέα, εν γή αποτικτόμενον εκ Παρθένου, οι Βασιλείς Περσών Λόγε Θεού, μετά δώρων σπεύδουσι τού προσκυνήσαί σε.

 

Έτερος Κανών Προεόρτιος

 

Ωδή α' Ήχος πλ. β'

Ως εν ηπείρω πεζεύσας ο Ισραήλ, εν αβύσσω ίχνεσι τόν διώκτην Φαραώ, καθορών ποντούμενον, Θεώ επινίκιον ωδήν εβόα άσωμεν.

 

Παρθενικής εκ Νεφέλης μέγας ημίν, ανατέλλει Ήλιος, Ιησούς ο φωτισμός, οι εν σκότει άσωμεν αυτώ, αυγαζόμενοι φαιδρώς, ταίς τούτου λάμψεσιν.

 

Η τών εθνών προσδοκία, ο Βασιλεύς, τής ειρήνης έρχεται, τόν πολέμιον ελείν, Υπαντήσαι σπεύσωμεν αυτώ, τικτομένω Βηθλεέμ, εις σωτηρίαν ημών.

 

Προφητικαί περαιούνται θείαι φωναί, τήν φρικτήν ανάδειξιν, προσημαίνουσαι Χριστού, η Αμνάς εγγίζει γάρ τεκείν, τόν Αμνόν καί Λυτρωτήν, καί πάντων Κύριον.

Θεοτοκίον

Σέ τήν Αγνήν τού Δεσπότου Περιστεράν, τήν σεμνήν καί άμωμον, καί καλήν εν γυναιξίν, ως τών όλων τέξασαν Θεόν, μακαρίζομεν πιστώς, Θεομακάριστε.

 

Κανών τών Αγίων

 

Ωδή α' Ήχος γ'

Άσωμεν τώ Κυρίω, τώ ποιήσαν τι θαυμαστά τέρατα, εν ερυθρά θαλάσση, πόντω γάρ εκάλυψε τούς υπεναντίους, καί έσωσε τόν Ισραήλ, αυτώ μόνω άσωμεν, ότι δεδόξασται.

 

Άσωμεν τώ Κυρίω, τώ συνάψαντι τούς αγίους Μάρτυρας, τή αμωμήτω πίστει, καί τούτους οπλίσαντι, εν μιά τή ελπίδι, κατά τού αρχεκάκου εχθρού, καί τώ συνδέσμω πάντας αυτούς, τής αγάπης ενώσαντι.

 

Οι απλανείς αστέρες, τού νοητού Ηλίου, ως εξ Εώας λάμψαντες, τόν τού αστέρος δρόμον, πιστώς προηγήσαντο, τού Χριστού γεννηθέντος, εορτήν προεισόδιον, τήν μνήμην τής αυτών τελευτής, φαιδρώς προσενέγκαντες.

 

Οι εκ Περσίδος Μάγοι, εν Βηθλεέμ τεχθέντι, δώρα Χριστώ προσήγαγον, νύν δέ οι Αθλοφόροι, ως σμύρναν τά αίματα, ως χρυσόν δέ τήν πίστιν, ως λίβανον τά πνεύματα, θυσίαν προεόρτιον, τώ τεχθέντι προσήνεγκαν.

 

Τή Θεοδούλου πίστει, καί Ζωτικού αγάπη, συνεκράθη Πόμπιος, καί Σατορνίνος άμα, καί συνεστεφάνωται Εύπορος, Αγαθόπους, Γελάσιος, Ευάρεστος καί Ευνικιανός, σύν αυτοίς καί Βασιλείδης ο σύναθλος.

Τριαδικόν

Η υπέρ νούν ουσία, καί αμέριστος τρισίν Υποστάσεσι, διαιρετώς υμνείται, μιά δέ θεότητι, απλώς αδιαιρέτως, Τριάς γάρ η αυτή καί Μονάς, απλή καί αδιαίρετος, εστί καί ονομάζεται.

Θεοτοκίον

Εν Βηθλεέμ γεννάται, καί τήν Εδέμ ανοίγει, ο εκ Παρθένου Κύριος, τεχθείς ανερμηνεύτως. Φάτνη ετοιμάζεται, καί Σπήλαιον τώ Κτίστη, Μάγοι ευτρεπίζουσι τά δώρα, τώ Δεσπότη Θεώ, καί Αστήρ προκηρύττει τό φώς.

 

Προεόρτιος

 

Ωδή γ' Ο Ειρμός

Τόξον συνετρίβη δυναστών, τώ κράτει σου Χριστέ, καί δύναμιν ασθενείς, σέ περιεζώσαντο.

 

Δεύτε διανοία καθαρά, ηχήσωμεν φαιδρώς, τών Γενεθλίων Χριστού, νύν τά Προεόρτια.

 

Έρχη καταλύσαι εν σμικρώ, Σπηλαίω Βασιλεύ, πλουτίζων με Ιησού, τή πολλή πτωχεία σου.

 

Ζόφου εξαιρούμενος ημάς, κακίας ο Χριστός, προέρχεται σαρκί, τεχθήναι ως άνθρωπος.

 

Έτερος

 

Ουκ έστιν Άγιος ως σύ

Ο λόγω τείνας ουρανόν, υπεισέρχη Σπηλαίω, καί αλόγων εν φάτνη, ανακέκλισαι Χριστέ, τής αλογίας ημάς, διά σπλάγχνα, θέλων εκλυτρώσασθαι.

 

Βοά Προφήτης εμφανώς, ο Θεός ημων ούτος, λογισθήσεται ουδείς, έτερός τις πρός αυτόν, εξεύρε πάσαν οδόν, επιστήμης, τοίς βροτοίς ενούμενος.

 

Ου φέρει βλέπειν Χερουβίμ, καί πώς φέρει σε φάτνη, τόν αχώρητον φύσει, διά έλεος πολύ, τικτόμενον δι' ημάς, εκ Παρθένου, Κύριε φιλάνθρωπε;

Θεοτοκίον

Προείδεν Όρος σε ποτέ, Δανιήλ ο Προφήτης, εξ ού λίθος ετμήθη, Θεοτόκε τούς βωμούς, λεπτύνας καί καθελών, τών ειδώλων, πάναγνε Θεόνυμφε.

 

Τών Αγίων

 

Εστερεώθη η καρδία μου

Αθλητικόν παγκράτιον οι γενναίοι, τού Χριστού διήνυσαν Αθλοφόροι, τών διωκτών τήν απόνοιαν καταπαλαίσαντες.

 

Οι νοεροί φωστήρες τής Εκκλησίας, λογικάς αστράπτοντες λαμπηδόνας, τήν αβλεψίαν φωτίζουσι τών καρδιών ημών.

 

Ο στερεώσας Κύριε τούς Αγίους, ενεγκείν αφόβως τάς αλγηδόνας, ρύσαι κινδύνων καί θλίψεων τούς υμνούντάς σε.

Τριαδικόν

Σεραφικώς υμνήσωμεν τήν Τριάδα, σύν Αγγέλοις κράζοντες ασιγήτως, Άγιος, Άγιος, Άγιος, η Τριάς καί Μονάς ο Θεός.

Θεοτοκίον

Τόν τής Τριάδος ένα τή γαστρί σου, δεξαμένη Άχραντε Θεοτόκε, ανερμηνεύτως εκύησας, ως οίδε μόνος αυτός.

Ο Ειρμός

Εστερεώθη η καρδία μου εν Κυρίω, υψώθη κέρας μου εν Θεώ μου, επλατύνθη επ' εχθρούς μου τό στόμα μου.

 

Κάθισμα Ήχος α'

Τόν τάφον σου Σωτήρ

Τής Κρήτης οι λαμπροί, καί σεπτοί πολιούχοι, αθλήσαντες στερρώς, ετροπώσαντο πίστει, τόν όφιν τόν αρχέκακον, καί νομίμως εστέφθησαν, τούτων σήμερον, τήν αξιέπαινον μνήμην, εορτάζοντες, μεγαλοφώνως τόν πάντων, δοξάζομεν Κύριον.

Δόξα... Καί νύν...

Προεόρτιον, όμοιον

Αγάλλου η Σιών, Βηθλεέμ ευτρεπίζου, ο πάντων συνοχεύς, τόν αστέρα προπέμψας, εμήνυσε τήν άμετρον, εαυτού συγκατάβασιν, όν γάρ τρέμουσι, τών ουρανών αι Δυναμεις, όντως τίκτεται, εκ τής Παρθένου ατρέπτως, ο μόνος Θεός ημών.

 

Προεόρτιος

 

Ωδή δ' Ο Ειρμός

Υμνώ σε, ακοή γάρ Κύριε εισακήκοα καί εξέστην, έως εμού ήκεις γάρ, εμέ ζητών τόν πλανηθέντα, διο τήν πολλήν σου συγκατάβασιν, τήν εις εμέ δοξάζω Πολυέλεε.

 

Η Κτίσις ευφραινέσθω άπασα, ο γάρ Κτίστης ιδού γεννάται, εν Βηθλεέμ νήπιος, ορώμενος ο πρό αιώνων σαρκί, καί σπαργάνοις ενειλίσσεται, σειράς πταισμάτων λύων ως φιλάνθρωπος.

 

Θαμβείται εννοών πάς άνθρωπος, πώς ο πλούσιος εν ελέει, πτωχεύσαι νύν έρχεται, καί καταλύσαι εν Σπηλαίω, ημάς τούς κλοπή δεινώς πτωχεύσαντας, καταπλουτίσαι θέλων αγαθότητι.

 

Ιλύϊ εμπαγέντας Κύριε, αμαρτίας κακοφροσύνη, ηλέησας, ώκτειρας, καί επεσκέψω, καί εισέδυς Αγνής, Παναγίας μήτραν Άγιε, ήτις σε εν Σπηλαίω τίκτειν έρχεται.

Θεοτοκίον

Κατάρας παλαιάς λυτρούμενος, τό ανθρώπινον ο Δεσπότης, εκ σού σαρκί τίκτεται, Πανάχραντε ευλογημένη, διό εν αινέσει σε δοξάζομεν, δόξαν ημών, καί καύχημα τυγχάνουσαν.

 

Τών Αγίων

 

Χριστός μου δύναμις

Ιδού ανέτειλε, τό άστρον πόρρωθεν, ο προήγγελται πάλαι εξ Ιακώβ, άνθρωπος γενόμενος, ο απερίληπτος Θεός, καί οράται σπαργανούμενος.

 

Ο πάντων Κύριος, η απολύτρωσις, οραθήσεται βρέφος, Παρθενικοίς, κόλποις καθεζόμενος, ο εν τοίς κόλποις τού Πατρός, ως Υιός αναπαυόμενος.

 

Εδέμ κλεισθείσά μοι, κλαπέντι βρώσει ποτέ, διανοίχθητι, νύν γάρ έν Βηθλεέμ, τίκτεται φορέσας με, ο αφορίσας με τής σής, ανωδύνου απολαύσεως.

Θεοτοκίον

Προφήτης Πνεύματι, προεθεάσατο, Αββακούμ σε Παρθένε, Όρος Θεού, αρεταίς κατάσκιον, εξ ού επέφανεν ημίν, ο φωτίζων τάς ψυχάς ημών.

 

Άλλος

 

Εισακήκοα τήν ακοήν

Προεόρτιος, τών Μαρτύρων επέστη μνήμη, τήν Γενέθλιον προγράφουσα, εορτήν τού Σωτήρος.

 

Τά προαύλια, τής τού Σωτήρος επιφανείας, τών Μαρτύρων η ετήσιος, προανέω ξε μνήμη.

 

Η δεκάπυρσος, τών Αθλοφόρων λαμπάς ανήφθη, τόν αστέρα προμηνύουσα, τού Χριστού γεννηθέντος.

 

Υπερόβρυζοι, εν τή χωνεία τών αλγηδόνων, ανεδείχθησαν οι Άγιοι, ως χρυσός εν καμίνω.

Θεοτοκίον

Μήτηρ Άχραντε, ευλογημένη Αγνή Παρθένε, τούς υμνούντάς σε περίσωζε, από πάσης ανάγκης.

 

Προεόρτιος

 

Ωδή ε' Ο Ειρμός

Ο άνθραξ τώ Ησαϊα προοφθείς, Ήλιος παρθενικής από γαστρός ανέτειλε, τοίς εν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμόν δωρούμενος.

 

Λυτρούσαι τών αμετρήτων με κακών Κύριε, υπερβολή ως αγαθός χρηστότητος, εν Σπηλαίω εκ τής Παρθένου εν Βηθλεέμ, αποτεχθείς ως άνθρωπος.

 

Μετά σαρκός νύν προελθών ο Κύριος, δι' ευσπλαγχνίαν τούς βροτούς ρυσάμενος, δυναστείας τού αρχεκάκου, εις ουρανούς αναγαγών εθέωσε.

 

Νύν ήκει εν αλλοτρίω, ο Χριστός σώματι, εν τοίς ιδίοις, ξενωθώμεν άπαντες, τών ατίμων παθών, καί τούτον δεξώμεθα, σαρκί τικτόμενον.

 

Έτερος

 

Τώ θείω φέγγει σου Αγαθέ

Τού Εφραθά οίκος Βηθλεέμ, Άρχων εξελεύσεται εκ σού, εν Ισραήλ προσκαλούμενος, Έθνη απωσμένα, ως προηγόρευσεν, εν Πνεύματι Μιχαίας, καταυγαζόμενος.

 

Ποιμάναι ποίμνιον εαυτού, μόνος εν ισχύϊ Ιησούς, εκ τής Παρθένου τεχθήσεται, άκρων έως γής δέ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε.

 

Θεός ανθρώποις ομοιωθείς, πτωχεύει σαρκί, ίνα ημάς, καταπλουτίση τή δόξη αυτού, καί Σπηλαίω τίκτεται ο αχώρητος, τούτον ευθεία γνώμη υποδεξώμεθα.

Θεοτοκίον

Ρομφαίαι πάσαι τού δυσμενούς, άχραντε πανάμωμε Αγνή, όντως εις τέλος εξέλιπον, Σύ γάρ τόν απάντων Θεόν εκύησας, τόν λόγχη καθελόντα τούτου τό φρύαγμα.

 

Τών Αγίων

 

Τήν σήν ειρήνην

Τόν εξ Ηλίου Ήλιον, Xριστόν οι Μάρτυρες, εκ τής Παρθένου ημίν επιφανέντα σαρκί, κηρύττουσι τώ κόσμω, τή αθλήσει τής σεπτής ομολογίας αυτών.

 

Τίτου καί Κάρπου κλήματα, ώφθητε Μάρτυρες, ως εκ τής Παύλου φυτείας αναθάλλοντες, καρπούς ομολογίας, εκ χειλέων τώ Χριστώ προσενέγκαντες.

 

Οι τής ειρήνης τρόφιμοι, καί πολεμίων εχθροί, ταίς ικεσίαις υμών, άγιοι Μάρτυρες, πρεσβεύσατε ειρήνην, καί κακών απαλλαγήν δοθήναι πάσιν ημίν.

 

Νυκτομαχούσης άγιοι, τής Εκκλησίας Χριστού, ως φαεινοί τοίς εν γή, φωστήρες ώφθητε, τήν νύκτα τής αγνοίας, απελαύνοντες τή αίγλη τών θαυμάτων υμών.

Θεοτοκίον

Eν Βηθλεέμ ανέτειλε, Χριστός η πάντων αυγή, εκ τής Παρθένου Μητρός, λάμψας τώ κόσμω τό φώς, καί ώσπερ εν ημέρα, καταλάμπει τοίς πιστοίς, ως τοίς Μάγοις αστήρ.

 

Προεόρτιος

 

Ωδή ς' Ο Ειρμός

Πρός Κύριον, εκ κήτους ο Ιωνάς εβόησε, Σύ με ανάγαγε, εκ πυθμένος άδου δέομαι, ίνα ως Λυτρωτή, έν φωνή αινέσεως, αληθείας τε πνεύματι θύσω σοι.

 

Ξενίζεται ακοή τού πράγματος τό μέγεθος, πώς ο αχώρητος, χωρηθείς εν μήτρα έρχεται, τεχθήναι δι' ημάς, εκ Μητρός νεάνιδος, ού τόν τόκον ανύμνησαν Άγγελοι.

 

Ο Ήλιος, φωτεινή εν Νεφέλη κρυπτόμενος, τεχθήναι έρχεται, εν Σπηλαίω φανερούμενος, αστήρ γάρ φαεινός, εις αυτού προσκύνησιν, Βασιλείς εκ Περσίδος συνήγαγε.

 

Πώς δέξεται, Βασιλεύ σε σμικρότατον Σπήλαιον, γνώμη πτωχεύσαντα, τόν πλουτίζοντα τά σύμπαντα; πώς βλέψει σε βροτών, φύσις σωματούμενον; Προσκυνούμεν τήν σήν συγκατάβασιν.

 

Έτερος

 

Τού βίου τήν θάλασσαν

Ιδού εις τά ίδια, παραγίνεται Χριστός, Οικειωθώμεν χάριτι, δι' αρετών ενθέων αυτώ πιστοί, καί τού τόν δεξώμεθα, καί ψυχή καί καρδία φωτιζόμενοι.

 

Η ρίζα εβλάστησεν, Ιεσσαί καί εξ αυτής, ο προελθων Θεός ημών, ελπίς εθνών ανάπαυσις καί τιμή, ως πάλαι προέφησεν, Ησαϊας ενθέως φωτιζόμενος.

 

Σειράς διαλύων μου, τών πολλών αμαρτιών, εγκατειλίσση σπάργανα, καταπλουτίζων δέ με τόν χαλεπώς, κακία πτωχεύσαντα, Ιησού μου πτωχεύεις σωματούμενος.

Θεοτοκίον

Χειμάζει κλυδώνιον, εναντίων λογισμών, τήν ταπεινήν καρδίαν μου, τών πονηρών πνευμάτων επιβουλαίς, φιλάγαθε Δέσποινα, καταπράϋνον τούτο μεσιτείαις σου.

 

Τών Αγίων

 

Τούς εις τά τέλη τών αιώνων

Μάγοι τά δώρά σοι προσήγον, οι δέ Μάρτυρες τά αίματα, τώ γεννηθέντι επί γής εκ Παρθένου, εν τή πόλει Δαυϊδ, καί πάσχοντες εβόων. Σώσον Σωτήρ, ως έσωσας, τού θηρός τόν Προφήτην.

 

Κυμαινομένης ως θαλάσσης, κατά τής ομολογίας Χριστού, τής τυραννίδος τού εχθρού, ως φιλεύδιοι λιμένες αυτή, επέστησαν αθρόως οι Αθληταί, ως ναύν τήν πίστιν αυτών συναιρούντες.

 

Η Θεοδούλου παρρησία, τήν Ομόζηλον ανδρείαν, τών συνομίλων Aθλητών, στερροτέραν απειργάσατο, διό καί ανεβόων, Σώσον Σωτήρ, ως έσωσας, τού θηρός τόν Προφήτην.

Θεοτοκίον

Εν Βηθλεέμ αστήρ εφάνη, οδηγών τούς εκ Περσίδος, δώρα κομίζοντας Χριστώ, τώ τεχθέντι εκ Παρθένου Μητρός, αυτώ πάσα η κτίσις, καί προσκυνεί καί ως Θεόν, ανυμνεί καί δοξάζει.

Ο Ειρμός

Τούς εις τά τέλη τών αιώνων, καταντήσαντας Φιλάνθρωπε, καί τρικυμίαις πειρασμών, απολέσθαι κινδυνεύοντας, βοώντας μή παρίδης, Σώσον Σωτήρ, ως έσωσας, τού θηρός τόν Προφήτην.

 

Κοντάκιον τών Αγίων

Ήχος δ' Επεφάνης σήμερον

Εωσφόρος έλαμψεν, η τών Μαρτύρων, σεβασμία άθλησις, προκαταυγάζουσα ημίν, τόν εν Σπηλαίω τικτόμενον, όν η Παρθένος, ασπόρως εκύησεν.

Ο Οίκος

Τόν εν Σπηλαίω δι' ημάς τεχθέντα εκ Παρθένου, Χριστόν τόν ζωοδότην, ποθούντες οι οπλίται, χορείαν ήγειραν φαιδράν κατά τού Βελίαρ, καί νικήσαντες σαφώς, εις γήν αυτόν κατέρραξαν, άμετρα πάλαι τούτον καυχώμενον, όθεν δαδουχούσι τοίς εν σκότει, ως φωστήρες υπάρχοντες τού νοητού Ηλίου, αστήρ μέν γάρ τό πρίν τοίς Μάγοις επέστη, οδηγών εν Βηθλεέμ, πόλει Ιούδα, ούτοι δέ ημίν κηρύττουσιν εν βασάνοις, όν η Παρθένος ασπόρως εκύησεν.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΓ' τού αυτού μηνός, Μνήμη τών Αγίων δέκα Μαρτύρων, τών εν Κρήτη μαρτυρησάντων.

Στίχοι

        Τού ποιμενάρχου θρέμματα Χριστού δέκα,

        Εισηλάθη τμηθέντα μάνδρα Μαρτύρων.

        Εικάδι τή τριτάτη δέκα εν Κρήτη τάμον άνδρας.

 

Τή αυτή ημέρα, Μνήμη του Οσίου Πατρός ημών Παύλου, Αρχιεπισκόπου Νεοκαισαρείας, ενός τών τριακοσίων δέκα καί οκτώ Αγίων Πατέρων τών εν Νικαία.

 

Τή αυτή ημέρα, Τά εγκαίνια τής Αγίας τού Θεού μεγάλης Εκκλησίας.

Στίχοι

        Εγκαινίοις καλοίς σε τοίς εγκωμίοις,

        Τιμώ καλών κάλλιστε γής Ναών όλων.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου καί Θεοφόρου πατρός ημών Ναούμ τού θαυματουργού, τού φωτιστού καί ιεροκήρυκος Βουλγαρίας.

 

Ο Άγιος Μάρτυς Σχίνων ξίφει τελειούται.

 

Ταίς τών σών Αγίων πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Προεόρτιος

 

Ωδή ζ' Ο Ειρμός

Ρήτορες ανεδείχθησαν Παίδες, φιλοσοφώτατοι ποτέ, εκ θεολήπτου ψυχής γάρ, θεολογούντες χείλεσιν έμελπον, Ο υπέρθεος τών Πατέρων καί ημών, Θεός ευλογητός εί.

 

Ρήματα εκπληρών Θεού Λόγε, ιερωτάτων Προφητών, έρχη τεχθήναι Σπηλαίω σπαργανωθήναί τε ώσπερ νήπιον, όπως λύση μου, τάς σειράς ως αγαθός, τών πολλών εγκλημάτων.

 

Στόματι ουρανός κεχρημένος, άστρω μεγίστω εκβοά, τήν επί γής παρουσίαν, τού δι' ημάς αρρήτως πτωχεύσαντος, ώ χρησάμενοι οδηγώ οι εκ Περσών, αφίκοντο σπουδαίως.

 

Τάγματα τών Αγγέλων υμνήσαι, μέλλοντα τίκτεσθαι Xριστόν, νύν ευτρεπίζονται φόβω, από μακράν δέ Μάγρι, αφικέσθαι τού θεάσασθαι, ξένον θέαμα εν γή, Θεόν σωματωθέντα.

Θεοτοκίον

Υμνούμέν σε τήν πάντων αιτίαν, τών αγαθών μόνη Αγνή, σωματοφόρον γάρ Λόγον υπερβολή χρηστότητος τέτοκας, ού τήν γέννησιν προεμήνυσεν αστήρ, εν Βηθλεέμ τή πόλει.

 

Έτερος

 

Δροσοβόλον μέν τήν κάμινον

Ο παντέλειος τεχθήσεται ως νήπιον, σπαργάνοις ενειλούμενος, καί ο άναρχος, εκ Παρθένου λήψεται αρχήν, Θεώσαι τό πρόσλημμα ζητών, αγαλλιάσθω ουρανός, καί ευφραινέσθω η γή.

 

Μεθ' ημών Θεός οφθήσεται σαρκούμενος, γνώτε έθνη τά πολέμια, καί ηττηθέντα, τής ημών μακρύνθητε ζωής, ιδού η ανάκλησις ημών, βρέφος εν φάτνη Βηθλεέμ προσανακλίνεται.

 

Ως βασίλειον πορφύραν περικείμενος, τήν σάρκα νύν προέρχεται, εκ λαγόνων σου, τής ειρήνης Κόρη Βασιλεύς, συντρίψαι εχθρούς ως δυνατός, καί ειρηνεύσαι τήν ημών, πολεμηθείσαν ζωήν.

Θεοτοκίον

Γενεών από πασών σε εξελέξατο, παλάτιον αμόλυντον, ο οικήσας σου, τήν γαστέρα Κόρη Βασιλεύς, ώ νύν μελωδούμεν ευσεβώς, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Τών Αγίων

 

Τρείς Παίδες εν καμίνω

Εφέστηκεν η μνήμη, τών Μαρτύρων κηρύττουσα, τήν Γενέθλιον ημέραν τού Σωτήρος, καί τή τούτων αθλήσει, προοιμιάζεται ημίν, Δεσποτική εορτή.

 

Μή κάμψαντες τό γόνυ, τοίς ξοάνοις οι Μάρτυρες, τών βασάνων τώ πυρί επειράθησαν, ευσεβώς εκβοώντες, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

 

Εν μέσω τού σταδίου, εναθλούντες οι Μάρτυρες, στεφηφοροι Ομαδόν συγχορεύοντες, ως οι Παίδες εβόων, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Ποιμένες μετά Μάγων, τόν αστέρα Θεώμενοι, μετ' Αγγέλων επί γής ανεκήρυττον, τόν εκ σού γεννηθέντα, Θεογεννήτορ Μαριάμ, διά τό σώσαι ημάς.

 

Προεόρτιος

 

Ωδή η' Ο Ειρμός

Ινδάλματος χρυσού, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τήν απαράλλακτον καί ζώσαν Θεού εικόνα τεθεαμένοι, μέσον τού πυρός ανέμελπον, Η ουσιωθείσα υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Φορέσας με Χριστέ, όν εγύμνωσεν απάτη η αμαρτία, φανερωθήναι σύ καί νήπιος, επί φάτνης έρχη τεχθήναι, άστρου σε φαιδρώς κηρύττοντος, τοίς αναβοώσιν, Υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Χορεύσωμεν πιστοί, καί σκιρτήσωμεν τώ πνεύματι, ο Δεσπότης, καταπλουτών ημάς, έν πάση δικαιοσύνη, ήδη πτωχεύει καθάπερ νήπιον, τεχθείς καί ανακλιθείς εν τή φάτνη, όν ανυμνούμεν, καί υπερυψούμεν, εις πάντας τούς αιώνας.

 

Ψαλτήριον τερπνόν, ανάλαβε Προφήτα Δαυϊδ καί λέγε, ιδού ηκούσαμεν, Παρθένον Σιων εν πόλει, μέλλουσαν τίκτειν, Θεόν Βασιλέα Κύριον, ώ καί μελωδούμεν, Υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Ωραίος έκ γαστρός, σού προέρχεται τεχθήναι, αρρήτω λόγω καθωραϊσαι, τό ανθρώπινον αφθαρσία, Παρθένε θέλων, ο αγαθοδότης Κύριος, ώ νύν μελωδούμεν. Υμνείτω τόν Κύριον πάσα κτίσις, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Έτερος

 

Εκ φλογός τοίς Οσίοις

Προφητών θεηγόρων, ρήσεις πεπλήρωνται, η Παρθένος εγγίζει, τεκείν τόν Κύριον, άπασα η γή, ευφραινέσθω χορεύουσα, καί αγαλλιάσθω, εις πάντας τούς αιώνας.

 

Τάς αυγάς υποφαίνων, τής θείας Χάριτος, τό τού Νόμου σκιώδες, καταπαυόμενος ο φωταγωγός, Ιησούς ανατέταλκεν, οι εσκοτισμένοι, θεάσασθε φώς μέγα.

 

Γεγονότα ληστών με, σπήλαιον Κύριε, ο τεχθείς εν Σπηλαίω, ναόν ανάδειξον, σού καί τού Πατρός, καί θείου σου Πνεύματος, ίνα σε δοξάζω, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Ουρανού εκ γαστρός σου, Άστρον ανέτειλεν, Αστρολόγους κινήσαν, τούτο θεάσασθαι, γνώσει τή αυτού, φωτισθέντας εν Πνεύματι, Άχραντε Παρθένε, αεί ευλογημένη.

 

Τών Αγίων

 

Τόν εν φλογί τοίς Παισί

Κατά ξιφών καί πυρός καί θανάτου, αντικατέστη η δεκάς τών Μαρτύρων, καί τήν νίκην ήρατο κατά τής ασεβείας, καί συμβασιλεύει, τή Χριστού βασιλεία.

 

Νεανικώς τήν Χριστού πανοπλίαν, αναλαβόντες κατά τών αοράτων, καί τού κοσμοκράτορος, οι γενναίοι οπλίται, τούς επινικίους, επεδείξαντο άθλους.

 

Οι αρραγείς πύργοι τής ευσεβείας, καί τών εν ζάλη φερομένων λιμένες, υπέρ πάσης κτίσεως εκτενώς δυσωπείτε, υπέρ τών Βασιλέων, καί ειρήνης τού κόσμου.

Τριαδικόν

Σύν τώ Πατρί τόν Yιόν προσκυνού μεν, καί Πνεύμα Άγιον εν Τριάδι Μονάδα, σύν Αγγέλοις κράζοντες, στόμασι τοίς πηλίνοις. Δόξα εν υψίστοις, Θεώ τώ εν Τριάδι.

Θεοτοκίον

Όλον εκ σού τής Τριάδος τόν ένα, Θεογεννήτορ θεϊκώς συλλαβούσα, εξ Αγίου Πνεύματος, σαρκωθέντα τέτοκας, μείνασα Παρθένος, ώσπερ ής πρό τού τόκου.

Ο Ειρμός

Τόν εν φλογί τοίς Παισί τών Εβραίων, συγκαταβάντα θεϊκή δυναστεία, καί οφθέντα Κύριον, Ιερείς ευλογείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Προεόρτιος

 

Ωδή θ' Ο Ειρμός

Απορεί πάσα γλώσσα, ευφημείν πρός αξίαν, ιλιγγιά δέ νούς, καί υπερκόσμιος, υμνείν σε Θεοτόκε. Όμως αγαθή υπάρχουσα, τήν πίστιν δέχου, καί γάρ τόν πόθον οίδας, τόν ένθεον ημών, σύ γάρ Χριστιανών εί προστάτις, σέ μεγαλύνομεν.

 

Ιδού τοίς δούλοις μόνε, Βασιλεύ απεγράφης, Καίσαρος γνώμη, θέλων με δουλείας, απαλλάξαι ψυχοφθόρου πόλει Βηθλεέμ προφθάσας δέ, σαρκί τεχθήναι, βροτούς εις ουρανούς, φέρεις τούς ανυμνούντας εν πίστει, τά σά Γενέθλια.

 

Ωραίος κάλλει, παρά τούς υιούς τών ανθρώπων, ο σός Παρθένε πέφυκεν, Υιός τε καί Δεσπότης τών απάντων, όν ώσπερ ωραία δάμαλις εν τώ Σπηλαίω, τής Βηθλεέμ προέρχη, τεκείν υπερφυώς, όπως ευεργετήση καί σώση, τούς προσκυνούντας αυτόν.

 

Σέ φωτοδότα, Ήλιε τής δικαιοσύνης, καθυποδύντα μήτραν, καί τεχθήναι υπέρ λόγον βουληθέντα, πόρρωθεν Αστήρ εμήνυσε, τοίς Αστρολόγοις νυκτί κεκρατημένοις, καί πλάνης σκοτασμώ ούσι, καί Προσκυνήσαντες πίστει, δώρα κομίζουσιν.

 

Η γή χορεύει, ώσπερ αισθομένη τήν θείαν επιδημίαν, τού δι' ευσπλαγχνίαν απορρήτως εκ Παρθένου, ήδη ανατέλλειν μέλλοντος, ο ουρανός δέ ανακηρύττει τούτον, ως φθόγγω μυστικώ, Άστρου ανατολή φαινομένου, τοίς Μάγοις πόρρωθεν.

 

Φέρεις Υιέ μου, όλην τού Πνεύματος τήν ιδέαν, καί πώς σε φέρω, όμοιον εμοί κατά πάντα γεγονότα; έλεγεν η Απειρόγαμος εκπληττομένη, ήν ώς Θεού Μητέρα, τιμήσωμεν πιστοί, πάντες καί εν αινέσει, συμφώνως δοξολογήσωμεν.

 

Έτερος

 

Θεόν ανθρώποις

Ιδού ή πάντων ήλθεν ανάκλησις, ο ιλασμός τό φώς, η παντελής απολύτρωσις, θησαυρός ο πολύτιμος κρύπτεται, ένδον εν τώ Σπηλαίω, ώ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ως Βασιλεί επικομίζουσιν.

 

Χριστού ποιμένες επαγρυπνήσατε, καί νοητώς εν πόλει, Βηθλεέμ επισπεύσατε, καί Θεώ εν υψίστοις βοήσατε, Δόξα μεγαλωσύνη, τώ ευδοκήσαντι, βρέφος οραθήναι καθ' ημάς, δι' αγαθότητα.

 

Σαρκί σπαργάνοις ενειλισσόμενος, ο σπαργανών ομίχλη, Ιησού μου τήν θάλασσαν, τόν δεσμόν τής κακίας διαρρήξας, καί εν δικαιοσύνη, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαίς, τού πολεμήτορος.

Θεοτοκίον

Παστάς καί θρόνε τού Βασιλεύοντος, Όρος Θεού, καί Πόλις εκλεκτή, καί Παράδεισε, τού Ηλίου Νεφέλη ολόφωτε, φώτισον τήν ψυχήν μου, νέφη διώκουσα, τών ανομιών μου τών πολλών, Θεοχαρίτωτε.

 

Τών Αγίων

 

Σέ τήν αθάνατον Κύριε πηγήν

Οι νοητοί τού Κυρίου θησαυροί, ανευφημείσθωσαν σήμερον, οι πολλούς ολβιούντες, καί βλύζοντες πιστοίς τά ιάματα, καί τά πλήθη τών θαυμάτων αυτών.

 

Οι ασφαλείς τών Πιστών προασπισταί, καί τής Τριάδος υπέρμαχοι, καί απόρθητοι πύργοι τής Πίτεως, Χριστόν ικετεύσατε, Αθλοφόροι τού σωθήναι ημάς.

 

Ο ιερός τών Μαρτύρων σου χορός, υπέρ ημών ικετεύει σε, τήν Αγίαν Τριάδα δωρήσασθαι, ημίν τήν ειρήνην σου, εις τούς αιώνας τών αιώνων. Αμήν.

Θεοτοκίον

Η Βηθλεέμ προανοίγει τήν Εδέμ, καί ο εκ σού προερχόμενος, τόν Αδάμ αναπλάττει σαρκούμενος, υπερφυώς, όν ικέτευε, Θεοτόκε τού σωθήναι ημάς.

Ο Ειρμός

Σέ τήν αθάνατον Κύριε πηγήν, τήν δι' Αγίων ιάματα, τών ανθρώπων τώ γένει παρέχουσαν, αεί μεγαλύνομεν, ότι σώζεις τάς ψυχάς ημών.

 

Εξαποστειλάριον τών Αγίων

Τοίς Μαθηταίς

Σύν Θεοδούλω στέψωμεν, Ζωτικόν Αγαθόπουν, καί Σατορνίνον Πόμπιον, άμα Ευνικιανώ, τόν ένδοξον Βασιλείδην, Ευπορόν τε τόν θείον, καί τόν κλεινόν Γελάσιον, καί Ευάρεστον ύμνοις, χαρμονικώς, ταίς πρεσβείαις τούτων, όπως ρυσθώμεν, πταισμάτων καί στεφθείημεν, πρός Χριστού τού Σωτήρος.

Προεόρτιον, όμοιον

Οι αρετήν ασκήσαντες, καί νεκρώσαι τά πάθη, εν εγκρατεία σπεύσαντες, ώσπερ τρίϋλον δώρον, μετά ποιμένων καί Μάγων, πράξιν επαινουμένην, καί θεωρίαν εύστοχον, νύν προσάξωμεν πίστει, τώ εν σαρκί, γεννηθήναι ήκοντι εκ Παρθένου, Θεώ τώ ευδοκήσαντι, τήν ημών σωτηρίαν.

 

Εις τούς Αίνους, Στιχηρά Προσόμοια.

 

Ήχος πλ. β' Αι Αγγελικαί

Τό προορισθέν, τώ Πατρί πρό τών αιώνων, καί προκηρυχθέν, τοίς Προφήταις επ' εσχάτων, Μυστήριον εφάνη, καί Θεός ενηνθρώπησε, σάρ κα προσλαβών εκ τής Παρθένου, κτίζεται ο Άκτιστος βουλήσει, ο Ών γίνεται, ο Βασιλεύς τού Ισραήλ, Χριστός παραγίνεται.

 

Υμνώ σε Βασιλεύ, τόν σπαργάνοις ειληθέντα, λύεις γάρ σειράς, τών εμών παραπτωμάτων, καί δόξη ακηράτω, καί αφθάρτω τιμήσας με, όλον τώ Πατρί προσωκειώσω, δημιουργών καί αναπλάττων, διό κράζομεν, Ο Βασιλεύς τού Ισραήλ, Χριστός παραγίνεται.

 

Φώς τό εκ φωτός, προϊόν καί εκ Παρθένου, λάμψαν τοίς εν γή, δι' Αστέρος κατιδόντες, οι Αστρολόγοι Μάγοι, Περσικόν απετίθεντο, σκότος καί αστρώαν πάσαν πλάνην, καί εν χαρά τώ γεννηθέντι, Θεώ έψαλλον, Ευλογημένος ο τεχθείς, Θεός ημών δόξα σοι.

 

Χλόην εμμανώς, τών Νηπίων εκθερίζει, υπό τών σοφών, εμπαιχθείς Ηρώδης Μάγων, καί χείρα μιαιφόνον, κατά σού αίρειν ώετο, αλλ' επιδημείς τοίς Αιγυπτίοις, σκότος τό βαθύτατον διώκων, μεθ' ών ψάλλομεν, Ευλογημένος ο τεχθείς, Θεός ημών δόξα σοι.

Δόξα... όμοιον

Ψάλλων ο καινός, Ισραήλ τό καινόν άσμα, άδων, τήν ωδήν, τήν ουράνιον εκείνην, ευφράνθητι καί τέρπου, καί αγάλλου καί χόρευε, άγε δή φαιδρώς τάς Εορτάς σου, ο εκ θαιμάν Θεός σαρκί εφάνη, αυτός μέλλει δέ, εν Ιορδάνου ταίς ροαίς, ως άνθρωπος λούσεσθαι.

Καί νύν... όμοιον

Ώφθης επί γής, καί βροτοίς συνανεστράφης, Καίσαρος θεσμοίς, σύν τοίς δούλοις επεγράφης, επλάσθης, ουκ ετράπης, αναλλοίωτος έμεινας, όλος ών Θεός, κάν εσαρκώθης. Δόξα τή σοί οικονομία, τιμή αίνεσις, μεγαλοπρέπεια καί νύν, καί εις τούς αιώνας. Αμήν.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια Προεόρτια.

 

Ήχος α' Πανεύφημοι Μάρτυρες υμάς

Ηγή πάσα βλέπουσα Θεού, κάθοδον ευφραίνεται, Μάγοι τά δώρά μοι φέρουσιν, Ουρανός φθέγγεται, διά τού Αστέρος, Άγγελοι δοξάζουσι, Ποιμένες αγραυλούντες θαυμάζουσι, Φάτνη εισδέχεται, ώσπερ θρόνος με πυρίμορφος. Επαγάλλου, ταύτα Μήτερ βλέπουσα.

 

Στίχ. Ο Θεός από θαιμάν ήξει.

 

Φώς εις αποκάλυψιν Εθνών, ήλθες περικείμενος, εμής μορφής τό ομοίωμα, Υιέ μου άναρχε, Πατρός προανάρχου, απόρρητον Γέννημα, πλουτίσαι γάρ προείλου πτωχεύσασαν, τήν ανθρωπότητα, τή πτωχεία ήν περίκεισαι. Ανυμνώ σου, Κύριε τό εύσπλαγχνον.

 

Στίχ. Κύριε εισακήκοα τήν ακοήν σου.

 

Ως βρέφος με βλέπουσα ταίς σαίς, επαναπαυόμενον, Μήτερ αγκάλαις ευφράνθητι, ήλθον τόν πόνον γάρ, όλον αφελέσθαι, τού, Αδάμ όν έπαθε, κακίστη συμβουλία τού όφεως, ξύλου γευσάμενος, καί τρυφής έξω γενόμενος, Παραδείσου, καί καταφθειρόμενος.

Δόξα... Τών Αγίων

Ήχος γ' Τού Στουδίτου

Γενναίοι Μάρτυρες αληθείας, υμάς ού βία τυραννική, ού θωπεία απατηλή, ού μελών εκκοπαί, ουδέ θανάτου απειλαί, τής πρός τό θείον αγάπης, χωρίσαι δεδύνηνται, διό παρρησίαν έχοντες, πρός Χριστόν τόν επί πάντων Θεόν, ταύτην αμοιβήν τών αλγεινών βασάνων αιτήσασθε, παρά Χριστού, λαβείν ευχαίς υμών, τό μέγα έλεος.

Καί νύν... Προεόρτιον

Ήχος πλ. δ' Ανατολίου

Εν Βηθλεέμ γεννάται, ο τού παντός Ποιητής, καί τήν Εδέμ ανοίγει, ο πρό αιώνων Βασιλεύς, η φλογίνη ρομφαία, τά νώτα δίδωσιν, τό μεσότοιχον τού φραγμού διαλέλυται, αι ουράνιαι δυνάμεις, σύν τοίς επί γής αναμίγνυνται, Άγγελοι σύν τοίς ανθρώποις, κραταιάν πανήγυριν συγκροτούσιν. Οι καθαροί τώ καθαρώ προσενεχθέντες, ίδωμεν τήν Παρθένον, ως θρόνον δόξης Χερουβικόν, χωρήσασαν τόν μηδαμού χωρούμενον Θεόν, καί βαστάζουσαν, όν τά Χερουβίμ μετά φόβου βαστάζουσιν, όπως παράσχη τώ κόσμω τό μέγα έλεος.

 

Η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.