ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τής Αγίας Μάρτυρος Ιουλιανής, τής εν Νικομηδεία.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια Προεόρτια.

 

Ήχος δ' Έδωκας σημείωσιν

Ούτος ο Θεός ημών, ού λογισθήσεται έτερος, πρός αυτόν ανακέκραγε, Προφήτης εν πνεύματι, οδόν γάρ εξεύρε, πάσαν επιστήμης, μετά δέ ταύτα τοίς βροτοίς, σάρκα φορέσας ομοιωθήσεται, Παρθένου γάρ θεόπαιδος, αποτεχθήναι επείγεται, προσιτός μοι γενόμενος, ο τή φύσει απρόσιτος.

 

Θημωνία άλωνος, η σή κοιλία Πανάμωμε, Θεοτόκε γνωρίζεται, στάχυν εγεώργητον, υπέρ νούν καί λόγον, φέρουσα αφράστως, όν εν Σπηλαίω Βηθλεέμ, αποκυήσεις τήν κτίσιν άπασαν, ταίς θείαις επιγνώσεσι, μέλλοντα θρέψειν εν χάριτι, καί λιμού τό ανθρώπινον, ψυχοφθόρου λυτρώσεσθαι.

 

Δάμαλις η άμωμος, τόν σιτευτόν Mόσχον φέρουσα, εν κοιλία προέρχεται, εις άγιον Σπήλαιον, παραδόξω λόγω, τούτον αποτέξαι, καί σπαργανώσαι ως βροτόν, καί ανακλίναι φάτνη ως νήπιον. Η κτίσις προεόρταζε, χαρμονικώς μεγαλύνουσα, τόν τοιαύτα παράδοξα, επί γής εργαζόμενον.

 

Στιχηρά τής Αγίας

 

Ήχος δ'

Ως γενναίον εν Mάρτυσιν

Ταίς βαφαίς ταίς εξ αίματος, σωτηρίου ιμάτιον, σεαυτή πανεύφημε επιχρώσασα, καί λαμπρυνθείσα τώ πνεύματι, Κυρίω μεμνήστευσαι, αθανάτω Βασιλεί, συντηρούντί σε άμωμον, αδιάφθορον, εις αιώνα αιώνος εν θαλάμοις, ουρανίοις ως Παρθένον, περικαλή καί ακήρατον.

 

Αικισμοίς ομιλήσασα, καί πυρί προσπελάσασα, καί σαρκός σπαράγματα καρτερήσασα, καί τών λεβήτων τά βράσματα, γενναίως ενέγκασα, ουχ ηττήθης λογισμώ, ου ξοάνοις επέθυσας, αλλά κλίνασα, τώ Θεώ τόν αυχένα τή τού ξίφους, τιμωρία στεφηφόρος, πρός ουρανούς ανελήλυθας.

 

Ώσπερ προίκα πολύτιμον, τώ Νυμφίω προσήγαγες, Αθληφόρε ένδοξε δήμον άγιον, τοίς θαυμασίοις πιστεύσαντα, οίς πίστει ετέλεσας, ανωτέρα καί ποινών, καί τροχού καταφλέγοντος, καί στρεβλώσεων, εν Χριστώ δεικνυμένη τώ τήν νίκην, ουρανόθεν σοι Παρθένε, θεουργικώς χορηγήσαντι.

Δόξα... Καί νύν... Ήχος πλ. β'

Σιών πανηγύριζε, Ιερουσαλήμ ευφραίνου, Πόλις Χριστού τού Θεού, υπόδεξαι τόν Κτίστην, εν Σπηλαίω καί Φάτνη χωρούμενον, ανοίξατέ μοι πύλας, εισελθών εν αυταίς, όψομαι τόν ως βρέφος σπαργανούμενον, καί τή δρακί συνέχοντα τήν κτίσιν, όν υμνούσιν Άγγελοι, ακαταπαύστω φωνή, Ζωοδότην Κύριον, τόν σώζοντα τό γένος ημών.

 

Απόστιχα Στιχηρά Προσόμοια

 

Ήχος β' Οίκος τού Εφραθά

Πάντων τών Προφητών, αι προρρήσεις πληρούνται, ο Χριστός γάρ γεννάται, εν Βηθλεέμ τή πόλει, εκ τής αγνής θεόπαιδος.

 

Στίχ. Ο Θεός από θαιμάν ήξει.

 

Δόξα τών γηγενών, καί καύχημα καί κλέος, Βηθλεέμ η τιμία, μητρόπολις η θεία, υπόδεξαι τόν Κτίστην σου.

 

Στίχ. Κύριε εισακήκοα τήν ακοήν σου.

 

Λόγος ο τού Πατρός, δι' ού τό πάν υπέστη, απαθώς καί αρρεύστως, υπόστασις οράται, μία εκ δύο φύσεων.

Δόξα... Καί νύν... όμοιον

Η πόλις Βηθλεέμ, ευτρέπισον τώ Κτίστη, τό Σπήλαιον, τήν Φάτνην, τά σπάργανα, εν σοί γάρ, τεχθήναι παραγίνεται.

 

Απολυτίκιον, Προεόρτιον

Ήχος δ' Κατεπλάγη Ιωσήφ

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

Δόξα... Τής Αγίας

Ήχος δ' Κατεπλάγη Ιωσήφ

Η αμνάς σου Ιησού, κράζει μεγάλη τη φωνή, Σέ Νυμφίε μου ποθώ, καί σέ ζητούσα αθλώ, καί συσταυρούμαι, καί συνθάπτομαι τώ βαπτισμώ σου, καί πάσχω διά σέ, ως βασιλεύσω σύν σοί, καί θνήσκω υπέρ σού, ίνα καί ζήσω εν σοί, αλλ' ως θυσίαν άμωμον, προσδέχου τήν μετά πόθου τυθείσάν σοι, Αυτής πρεσβείαις, ως ελεήμων, σώσον τάς ψυχάς ημών.

Καί νύν...

Ετοιμάζου Βηθλεέμ, ήνοικται πάσιν η Εδέμ, Ευτρεπίζου Εφραθά, ότι τό ξύλον τής ζωής, εν τώ Σπηλαίω εξήνθησεν εκ τής Παρθένου, Παράδεισος καί γάρ, η εκείνης γαστήρ, εδείχθη νοητός, εν ώ τό θείον φυτόν, εξ ού φαγόντες ζήσομεν, ουχί δέ ως ο Αδάμ τεθνηξόμεθα, Χριστός γεννάται, τήν πρίν πεσούσαν, αναστήσων εικόνα.

 

Εις τά Απόδειπνα ψάλλομεν τό Διώδιον, ού η Ακροστιχίς.

 

Τρίτη τε

 

Ωδή η' Ήχος β' Ο Ειρμός

Τώ δόγματι τώ τυραννικώ, οι όσιοι τρείς Παίδες μή πεισθέντες, εν τή καμίνω βληθέντες, Θεόν ωμολόγουν ψάλλοντες, Ευλογείτε τά έργα, Κυρίου τόν Κύριον.

 

Ραθυμίας ύπνον αφ' ημών, βαλώμεθα, καί ψυχών εγρηγόρσει, τώ τικτομένω εκ Κόρης αγνής, Χριστώ αναμέλψωμεν, Ευλογείτε τά έργα, Κυρίου τόν Κύριον.

 

Ικανούσθω πράξις αγαθή, ημών τώ τής ψυχής ταμείω, όπως φαιδρώ τώ προσώπω, Χριστώ τικτομένω ψάλλωμεν, Ευλογείτε τά έργα, Κυρίου τόν Κύριον.

 

Τό τάλαντον έργοις αγαθοίς, αυξήσαντες, ώσπερ δώρα τώ δόντι, αντί χρυσού καί λιβάνου Χριστώ, καί σμύρνης προσάξωμεν, ερχομένω τεχθήναι, εκ Κόρης θεόπαιδος.

 

Ωδή θ' Ο Ειρμός

Η τόν αχώρητον Θεόν, εν γαστρί χωρήσασα, καί χαράν τώ κόσμω κυήσασα, σέ υμνούμεν, Παναγία Παρθένε.

 

Τοίς επιγνώμοσι Χριστός, γρηγορείν εντέταλται, τήν αυτού ελπίζουσιν έλευσιν, εκ Παρθένου, καί γάρ ήκει τεχθήναι.

 

Εν τή δευτέρα σου Χριστέ, ενδημία σύσκηνον, δεξιοίς με δείξον προβάτοις σου, σήν τιμώντα, εν σαρκί παρουσίαν.

 

Εν τή προτέρα σου Χριστέ, παρουσία έσωσας, τόν Αδάμ, αλλ' εν τή δευτέρα σου, τούς τιμώντας, τήν σήν Γέννησιν σώζε.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Η συνήθης Στιχολογία. Μετά δέ τήν α' Στιχολογίαν, Κάθισμα.

 

Ήχος β' Ο ευσχήμων Ιωσήφ

Ο απρόσιτος Θεός, δι' ευσπλαγχνίαν προσιτός, γενόμενός μοι θέλων, προέρχεται σαρκί, γεννηθήναι ως άνθρωπος, εν πόλει Βηθλεέμ, εκ Παρθένου νεάνιδος, όν υποδέξασθαι προθύμως σπουδάσωμεν, ανακράζοντες φόβω, Κύριε δόξα σοι.

 

Δόξα... Καί νύν... τό αυτό

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα

Ήχος γ' Τήν ωραιότητα

Θαύμα παράδοξον, οράται σήμερον! ο γάρ Σωτήρ ημών, εν τώ σπηλαίω σαρκί, εκ τής Παρθένου δι' ημάς, τεχθήναι νύν επείγεται, Μάγοι μετά δώρων δέ, ως βασιλεί προσκυνήσουσι, Ποιμένες τε καί Άγγελοι, αυτόν δοξολογήσουσι, μεθ' ών καί ημείς βοώμεν, Δόξα τώ δι' ημάς ενανθρωπήσαντι.

 

Δόξα... Καί νύν... τό αυτό

 

Ο Ν'

 

Ο Κανών ο προεόρτιος, ού η Ακροστιχίς, κατά αλφάβητον. Ιωσήφ.

 

Ωδή α' Ήχος δ' Ο Ειρμός

Τριστάτας κραταιούς, ο τεχθείς εκ Παρθένου, απαθείας εν βυθώ, ψυχής τό τριμερές, καταπόντισον δέομαι, όπως σοι ως εν τυμπάνω, τή νεκρώσει τού σώματος, επινίκιον, άσω μελώδημα.

 

Αγάλλου ουρανέ, καί η γή ευφραινέσθω, ο Θεός γάρ μεθ' ημών, γενόμενος σαρκί, εκ Παρθένου νεάνιδος, τίκτεται καί σπαργανούται, τάς σειράς διαλύει δέ, τών εμών εγκλημάτων ως εύσπλαγχνος.

 

Βασίλισσα αγνή, Βασιλέα τών όλων, αποτίκτει υπέρ νούν, τόν άνω τοίς πιστοίς, βασιλείαν ανοίγοντα, καί τήν εν ημίν αθλίως, βασιλεύουσαν πάντοτε, αμαρτίαν τελείως εξαίροντα.

 

Γραφαί προφητικαί, περαιούνται, Ιδού γάρ, όν προήγγειλαν Xριστόν, εν πόλει Βηθλεέμ, φανερούται σαρκούμενος, τούτου νύν προεορτάσαι, τα Γενέθλια σπεύσωμεν, διανοίας ευθύτητι σήμερον.

 

Κανών τής Αγίας, ού η Ακροστιχίς.

 

Μέλπειν σε Μάρτυς προσθέτω Θεός χάριν. Ιωσήφ.

 

Ωδή α' Ήχος δ'

Θαλάσσης, Τό ερυθραίον πέλαγος, αβρόχοις ίχνεσιν, ο παλαιός πεζεύσας, Ισραήλ, σταυροτύποις Μωσέως χερσί, τού Αμαλήκ τήν δύναμιν, εν τή ερήμω ετροπώσατο.

 

Μαρτύρων, περιφανώς λαμπρότησι, περιαστράπτουσα, περί Θεόν χορεύεις Ιερώς, θεουμένη Πανεύφημε, καί φωτισμόν πρεσβείαις σου, παρεχομένη τοίς υμνούσί σε.

 

Ετρώθης, τώ γλυκυτάτω έρωτι, Χριστού πανεύφημε, καί σαρκικάς λιπούσα ηδονάς, καί μνηστήρα επίκηρον, κατεγγυήθης άμωμος, Αγνή Παρθένος τώ Νυμφίω σου.

 

Λαμπρύνας, φωτοφανέσι κάλλεσι, τήν σήν διάνοιαν, ο Πλαστουργός τών όλων καί Θεός, ουρανίων θαλάμων σε, παρθενικώς χορεύουσαν, Μάρτυς θεόφρον κατηξίωσε.

Θεοτοκίον

Παρθένος, τόν Πλαστουργόν τής φύσεως, τεκείν επείγεται, εν τώ Σπηλαίω σάρκα εξ αυτής, καθ' υπόστασιν άρρητον, υπερφυώς φορέσαντα, όπως Θεώση τό ανθρώπινον.

 

Προεόρτιος

 

Ωδή γ' Ο Ειρμός

Ότι στείρα έτεκεν, η εξ Εθνών Eκκλησία, καί η πολλή εν τέκνοις, ησθένησε συναγωγή, τώ θαυμαστώ Θεώ ημών βοήσωμεν, Άγιος εί Κύριε.

 

Δανιήλ εξ όρους σε, παρθενικού λίθον Λόγε, αποτμηθέντα βλέπει, εκλεπτύνοντα βωμούς, είδωλικους τώ κράτει σου, διά τούτο φόβω σε δοξάζομεν.

 

Εξ Εώας Μάγοι σε, τώ Βασιλεί τών απάντων, όδηγηθέντες άστρω, δώρα προσάγουσι Χριστέ, σμύρναν χρυσόν καί λίβανον, εκπλαγέντες τήν σήν συγκατάβασιν.

 

Ζωηφόρον άσταχυν, χώρα ανήροτος φέρει, αποτεκείν εν πόλει, τής Βηθλεέμ η Μαριαμ, πάντων ψυχάς εκτρέφοντα, τών βοώντων, Άγιος εί Κύριε.

 

Τής Αγίας

 

Ευφραίνεται επί σοί

Ετέλεσας τήν ψυχήν, ναόν πανάγιον Θεού Ένδοξε, θείοις ναοίς πάντοτε, ύμνοις καί ευχαίς παρεδρεύουσα.

 

Μεγίστων επιτυχείν, εφιεμένη δωρεών Πάνσεμνε, πόνους σαρκός έφερες, ως εν αλλοτρίω τώ σώματι.

 

Αιμάτων σου σταλαγμοίς, τής αθεϊας τήν πυράν έσβεσας, καί τών πιστών ήρδευσας, Ιουλιανή τά φρονήματα.

Θεοτοκίον

Ρυόμενος τούς βροτούς, ο συμπαθής εκ τής αγνής τίκτεται, εν Βηθλεέμ σπάργανα, νήπιον καθάπερ δεχόμενος.

Ο Ειρμός

Ευφραίνεται επί σοί, η Εκκλησία σου Χριστέ κράζουσα, Σύ μου ισχύς Κύριε, καί καταφυγή καί στερέωμα.

 

Κάθισμα Προεόρτιον Ήχος γ'

Τήν ωραιότητα

Χαράς εμπλήσθητε, πάντα τά πέρατα, η Θεοτόκος γάρ, τεκείν επείγεται, τόν Βασιλέα τού παντός, ώ θαύματος ανεκφράστου! άρχεται ο Άναρχος, καί σαρκούται ο Άσαρκος Σπήλαιον εισδέχεται, τόν συνέχοντα άπαντα, Η Βηθλεέμ αγάλλου, καί χόρευε η κτίσις, ημέραν προεόρτιον.

Δόξα... Τής Αγίας

Ήχος δ'

Ο υψωθείς εν τώ Σταυρώ

Πεποικιλμένη αρεταίς θεοσδότοις, διηνθισμένη τώ σεπτώ μαρτυρίω, όλη καλή καί άμωμος ωράθης σεμνή, όθεν σου ο Κύριος, νύν ηράσθη τού κάλλους, καί προς φωτεινότατον, σέ νυμφώνα εισήξεν, εν ώ χορεύεις, Ιουλιανή, με τά Μαρτύρων Χριστόν μεγαλύνουσα.

Καί νύν... Προεόρτιον

Ταχύ προκατάλαβε

Παρθένοι προεξάρξατε, τή τής Παρθένου χαρά, Μητέρες αινέσατε, τήν προπομπήν τής Μητρός, Χριστού τού Θεού ημών, Μάγοι σύν τοίς Αγγέλοις, σύν ημίν οι Ποιμένες, έρχεται γάρ εν πόλει, Βηθλεέμ τού γεννήσαι, υιόν τόν πρό αιώνων Θεόν, σώζοντα κόσμον φθοράς.

 

Προεόρτιος

 

Ωδή δ' Ο Ειρμός

Ο καθήμενος εν δόξη, επί θρόνου θεότητος, εν νεφέλη κούφη, ήλθεν Ιησούς ο υπέρθεος, τή ακηράτω παλάμη καί διέσωσε, τούς κραυγάζοντας, Δόξα Χριστέ τή δυνάμει σου.

 

Η αγία μυροθήκη, τού σεπτού αγιάσματος, Βηθλεέμ εν πόλει, τούτο εκκενώσαι προέρχεται, αγιασμόν ημίν πάσι παρεχόμενον, τοίς κραυγάζουσι, Δόξα Χριστέ τή δυνάμει σου.

 

Θεηγόρε Ησαϊα, τά σεπτά σου κηρύγματα, γεγονότα βλέπων, πράγματα αγάλλου καί χόρευε, η γάρ Παρθένος ασπόρως απεκύησεν, εν Σπηλαίω σαρκί, Βηθλεέμ τόν αχώρητον.

 

Ιησούς σαρκί γεννάται, καί εν χρόνω ο Άχρονος, καθοράται βρέφος, λύων μου τά χρόνια πταίσματα, καί τή αφάτω πτωχεία πλουτίζει με, τόν πτωχεύσαντα, φθοροποιαίς παραβάσεσι.

 

Τής Αγίας

 

Επαρθέντα σε ιδούσα

Τεταμένην τήν διάνοιαν κεκτημένη, πρός τόν τών όλων Κύριον, σαρκός τεταμένης, καί μαστιζομένης δεινώς, ουδόλως εφρόντισας, Ιουλιανή καλλιπάρθενε.

 

Υπερίσχυσαν οι έρωτες τού Δεσπότου, τούς τής σαρκός πανεύφημε, Μάρτυς αμαυρώσαι, όθεν κατεφρόνησας, καί πλούτου καί μνήστορος, καί πολυτρόπων κολάσεων.

 

Σέ τήν άσπιλον αμνάδα καθάπερ λύκοι, οι δυσμενείς σπαράττοντες, Μάρτυς ταίς αικίαις, άμωμον ολόκληρον, Θεού απετέλεσαν, θείον ιερείον καί σφάγιον.

Θεοτοκίον

Παρθενίαν μετά τόκον εσφραγισμένην, η Θεοτόκος βλέπουσα, θάμβει συσχεθείσα, Τέκνον ανεκραύγαζε, πώς νύν σπαργανώσω σε, ψάμμω σπαργανούντα τήν θάλασσαν.

 

Προεόρτιος

 

Ωδή ε' Ο Ειρμός

Ασεβείς ουκ όψονται, τήν δόξαν σου Χριστέ, αλλ' ημείς σε μονογενές, Πατρικής απαύγασμα, δόξης θεότητος, εκ νυκτός ορθρίζοντες, ανυμνούμέν σε φιλάνθρωπε.

 

Κόρης αποτίκτεται, Θεός Εμμανουήλ, καί εν φάτνη ανακλιθείς, τήν ημών ανάκλησιν, θέλων εργάζεται τούτου τά Γενέθλια, ευσεβώς προεορτάσωμεν.

 

Λόγος ων προάναρχος, Πατρός καί συμφυής, επί φάτνης αωακλιθείς, τών αλόγων έλυσας, τής αλογίας ημάς, τούς προεορτάζοντας, ευσεβώς τά σά Γενέθλια.

 

Μακαρία πέφυκεν, η ρίζα Ιεσσαί, εκβλαστήσασα τήν αγνήν, άνθος θείον φέρουσαν, Χριστόν τόν Κύριον, ού προερτάσωμεν, τά Γενέθλια γηθόμενοι.

 

Τής Αγίας

 

Σύ Κύριέ μου φώς

Ρούν μάρτυς δυσσεβούς, αθεϊας εξήρανας, τοίς ρεύμασι τών αιμάτων, τών αδίκως χυθέντων, καί πύρ απάσης έσβεσας.

 

Ολόκληρον σαυτήν, τώ Θεώ προσενήνοχας, ερύθημα παρθενίας, ταίς βαφαίς τών αιμάτων, λαμπρότερον τελέσασα.

 

Σώ κάλλει τήν ψυχήν, τετρωμένη παρέδραμεν, ώ Δέσποτα η Παρθένος, τά ορώμενα κάλλη, αθλήσει διαλάμπουσα.

Θεοτοκίον

Θαύμα καινοπρεπές! η Παρθένος επείγεται, η Άχραντος εν Σπηλαίω, Βηθλεέμ τού κυήσαι, Θεόν ενανθρωπήσαντα.

 

Προεόρτιος

 

Ωδή ς' Ο Ειρμός

Ήλθον εις τά βάθη τής θαλάσσης, καί κατεπόντισέ με, καταιγίς πολλών αμαρτημάτων, αλλ' ως Θεός, εκ βυθού ανάγαγε, τήν ζωήν μου Πολυέλεε.

 

Νέον επί γής ημίν Παιδίον, τεχθείς ο πρό αιώνων, εκ Πατρός αρρήτως αναλάμψας, τής παλαιάς, πάντας ηλευθέρωσε, παραβάοεως ως εύσπλαγχνος.

 

Ξένα καί παράδοξα ηκούσθη, εν Βηθλεέμ τή πόλει, γεννηθέντος σου άναρχε Λόγε Ποιμένες γάρ, μετ' Αγγέλων ύμνον σοι, ως Δεσπότη προσεκόμιζον.

 

Ο αστήρ τόν τής δικαιοσύνης, καταμηνύει Μάγοις, απορρήτως Ήλιον τεχθέντα, ού τά σεπτά, νύν προεορτάσωμεν, αγαλλόμενοι Γενέθλια.

 

Τής Αγίας

 

Θύσω σοι, μετά φωνής

Έρωτι, τετρωμένη τώ θείω εκραύγαζες, Xριστόν επείγομαι φθάσαι, τόν ωραίον κάλλει, όθεν βασάνους, υπομένω, ακλινεί γηθομένη φρονήματι.

 

Τείνεσθαι, ανηλεώς καί ράβδοις συντρίβεσθαι, τήν τού Κυρίου αμνάδα, πονηρός διώκτης προσέταττε, τεταμένην, πρός Xριστόν τήν διάνοιαν έχουσαν.

 

Ώρθρισας, πρός Xριστόν τόν ανέσπερον Ήλιον, καί ταίς αυτού φρυκτωρίαις, καί ψυχήν θεόφρον, καί τήν καρδίαν, κατηυγάσθης, καί πρός φώς μετετέθης αϊδιον.

Θεοτοκίον

Θάλασσαν, σπαργανώσας ομίχλη βουλήματι, κυοφορείται ο Κτίστης, εκ Παρθένου Κόρης καί σπάργανα, ώσπερ βρέφος, καταδέχεται κόσμον λυτρούμενος.

Ο Ειρμός

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι' οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Κοντάκιον Προεόρτιον

Ήχος β' Τά άνω ζητών

Εν τή Βηθλεέμ, ορώντες σπαργανούμενον, τόν πάσαν τήν γήν, κρατούντα τή χειρί αυτού, προεόρτια άσματα, τή Τεκούση τούτον προσενέγκωμεν, μητρικώς γαρ ευφραίνεται, κρατούσα εν κόλποις τόν Υιόν τού Θεού.

Ο Οίκος

Τόν τού Θεού Υιόν η Παρθένος εν αγκάλαις κρατούσα, καί μητρικοίς ασπασμοίς καταφιλούσα εφθέγγετο, Σποράν ουκ έγνων εν τή συλλήψει, καί φθοράν ουχ υπέστην εν τή γεννήσει, αλλ' αγνή ώσπερ πρώην ειμί καί μετά γέννησιν, διό σου προσκυνώ Τέκνον τήν πολλήν ευσπλαγχνίαν, καί άφατον μεγαλουργίαν, ήν έδειξας εις εμέ, όθεν καί αγάλλομαι, κρατούσα εν κόλποις τόν Υιόν τού Θεού.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΑ' τού αυτού μηνός, μνήμη τής Αγίας μάρτυρος Ιουλιανής.

Στίχοι

        Iουλιανής αγλάϊσμα τό ξίφος,

        Ως προξενήσαν αγλαόν ταύτη στέφος.

        Έκτανον εικάδι πρώτη Ιουλιανήν ερατεινήν.

 

Τή αυτή ημέρα, οι άγιοι πεντακόσιοι Μάρτυρες, οι εν Νικομηδεία διά τής Αγίας Ιουλιανής πιστεύσαντες, ξίφει τελειούνται.

Στίχοι

        Πεντακοσίους είδεν εκτετμημένους,

        Η Νικομήδους Μάρτυρας νικηφόρους.

 

Τή αυτή ημέρα, Αι Άγιαι εκατόν τριάκοντα γυναίκες αι εν Νικομηδεία, ξίφει τελειούνται.

Στίχοι

        Σύν πενταπλή προύτεινεν εικάδι ξίφει,

        Τριπλή γυναικών μαρτύρων δεκάς κάρας.

 

Τή αυτή ημέρα, Μνήμη τού αγίου Μάρτυρος θεμιστοκλέους.

Στίχοι

        Τάς εκ σιδηρών οξέων ήλων ξέσεις,

        Ώς τις σιδηρούς καρτερείς θεμιστόκλεις.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

 

Προεόρτιος

 

Ωδή ζ' Ο Ειρμός

Νέοι τρείς έν Βαβυλώνι, πρόσταγμα τυραννικόν, εις φλήναφον θέμενοι, εν μέσω πυρός ανεβόων, Ευλογητός εί Κύριε, ο Θεός τών Πατέρων ημών.

 

Πώς σε Σπήλαιον χωρήσει, ερχόμενον δι' ημάς, τεχθήναι Αχώρητε; πώς σε γαλουχήσει Παρθένος, τροφέα πάντων εύσπλαγχνε, Ιησού χρηματίζοντα;

 

Ρήμασιν ακολουθούντες, τού Μάντεως Βαλαάμ, Μάγοι επισπεύδουσι, Χριστόν προσκυνήσαι σύν δώροις, επεγνωκότες τούτον, πάσης πνοής βασιλεύοντα.

 

Στειρεύουσα τών ανθρώπων, φύσις πάσης αρετής, αγάλλου καί χόρευε, ήκει γάρ Χριστός εκ Παρθένου, σαρκί τεχθήναι, όπως δείξη καλοίς ευτεκνούσάν σε.

 

Τής Αγίας

 

Εν τή καμίνω Αβραμιαίοι

Εν αφροσύνη, πυρακτωθέντι σε τώ λέβητι, Μάρτυς, δικαστής προσρίπτει ανηλεώς, δι' Αγγέλου δέ ο Κύριος, αδιαλώβητόν σε διέσωσε, τούτον γεραίρουσαν.

 

Ου δειλιώσα, ανδρειοφρόνως μάλλον δέ πάνσεμνε, Μάρτυς, τή πυρά προσέρχη αναψυχής, αισθομένη καί κραυγάζουσα, Ευλογημένος εί, εντώ ναώ τής δόξης σου Κύριε.

 

Σού τώ Νυμφίω, καθάπερ προίκα προσήγαγες, δήμον καί λαόν πιστεύσαντα εις αυτόν καί τής πλάνης αμαυρότητα, ταίς φωτοβόλοις σου, θαυματουργίαις αποκρουσάμενον.

Θεοτοκίον

Χαίρε χωρίον, τού Αχωρήτου Μητροπάρθενε, τούτον, σαρκοφόρον μέλλεις γάρ δι ημάς, εν Σπηλαίω τίκτειν Άχραντε, επανορθούμενον, τών οικείων χειρών τό πλαστούργημα.

 

Προεόρτιος

 

Ωδή η' Ο Ειρμός

Λυτρωτά τού παντός παντοδύναμε, τούς εν μέσω φλογός ευσεβήσαντας, συγκαταβάς εδρόσισας, καί εδίδαξας μέλπειν, Πάντα τά έργα, ευλογείτε υμνείτε τόν Κύριον.

 

Τόν πολλαίς με Χριστέ παραβάσεσι, τών ληστών χρηματίσαντα σπήλαιον, δι' ευσπλαγχνίαν άφατον, διασώζων τεχθήναι, εν τώ Σπηλαίω, εκ Παρθένου Αγνής κατηξίωσας.

 

Υπογράφων τελείαν μοι άφεσιν, απεγράφης τώ Καίσαρος δόγματι, ο Ποιητής τής κτίσεως, σύν τοίς δούλοις, υμνώ σου τής ευσπλαγχνίας, τό αμέτρητον έλεος Δέσποτα.

 

Φωτεινόν τού Δεσπότου Παλάτιον, πώς υπήλθες σμικρότατον Σπήλαιον, τόν Βασιλέα Κύριον, δι ημάς σαρκωθέντα, αποκυήσαι, Παναγία Παρθένε Θεόνυμφε;

 

Τής Αγίας

 

Χείρας εκπετάσας

Άνω σου τό όμμα καί τόν νούν, πρός τόν δυνάμενον, έχουσα σώζειν Θεόν, λεβήτων βράσματα χάριτι, θείου Πνεύματος κατέσβεσας, αναβοώσα τήν ωδήν, τών Παίδων Μάρτυς πιστώς, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Ρήμασι τυράννου δυσμενούς, υπηρετούμενοι, πυρός επάξιοι, οι ματαιόφρονες ζώσάν σε, τή πυρά Μάρτυς ενέβαλον, αλλ' ουκ εφλέχθης τώ πυρί, τή τού Νυμφίου στοργή θεοφόρε, δροσιζομένη καί τούτον γεραίρουσα.

 

Ίστασο πρό βήματος Χριστόν, ανακηρύττουσα, Θεόν αθάνατον, καθυπομείναντα σταύρωσιν, καί τήν πλάνην θανατώσαντα, καί τήν αθάνατον ζωήν, πιστοίς παρέχοντα, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

Θεοτοκίον

Νέφει τήν επίβασιν αυτού, τιθείς ο Κύριος διά νεφέλης ημίν, Παρθένoυ τίκτεσθαι έρχεται, όπως λύση τών ψυχών ημών, τής αμαρτίας ζοφερά, νέφη βοώντων αυτώ, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

Ο Ειρμός

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα, εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενoι, οι ευσεβείας ερασταί, Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Προεόρτιος

 

Ωδη θ' Ο Ειρμός

Εύα μέν τώ τής παρακοής νοσήματι, τήν κατάραν εισωκίσατο, σύ δέ παρθένε Θεοτόκε, τώ τής κυοφορίας βλαστήματι, τώ κόσμω τήν ευλογίαν εξήνθησας, όθεν σε πάντες μεγαλύνομεν.

 

Χορεύσωμεν άπαντες πιστοί, σκιρτήσωμεν, καί συμφώνως αλαλάξωμεν, ήκει η πάντων σωτηρία, εγγίζει τού τεχθήναι ο Κύριος, καί σώσαι τούς αυτού τά Γενέθλια, ευσεβοφρόνως εορτάζοντας.

 

Ψαλτήριον άγιε Δαυίδ ανάλαβε, καί κιθάραν καί μελώδησον, Τού Εφραθά οίκος ευφραίνου, Πατήρ γάρ εκ γαστρός όν εγέννησεν, εν σοί περιφανώς αποτίκτεται, εκ τής Παρθένου σωματούμενος.

Θεοτοκίον

Ως όμβρος, ως μέγας υετός εν τή μήτρα σου, ο Δεσπότης καταβέβηκε, και αυχμηρία αθεϊας, τήν γήν κεχερσωμένην κατήρδευσε, καί πλάνης τάς θαλάσσας εξήρανε, Θεογεννήτορ Μητροπάρθενε.

 

Τής Αγίας

 

Λίθος αχειρότμητος

Ιουλιανής αθληφόρου, τούς υπέρ πίστεως αγώνας, Άγγελοι εθαύμασαν όπως, εν γυναικεία φύσει κατήσχυνε, τόν τήν αυτής προμήτορα, εν Παραδείσω θανατώσαντα.

 

Ως περικαλής αθληφόρος, καί περιδέξιος Παρθένος, στέφος ανεπλέξω νομίμως, δικαιοσύνης καταπατήσασα, μετά σαρκός τόν άσαρκον, καί νικηφόρος χρηματίσασα.

 

Σέ τήν νοητήν Χελιδόνα, καί αδιάφθορον Tρυγόνα, καί Περιστεράν μαρτυρίω, κεχρυσωμένας έχουσαν πτέρυγας, καί πρός τόν Θεόν Πετάσασαν, καταπαυσασαν γεραίρομεν.

 

Ήνθησας κοιλάσιν ως κρίνον, ταίς τών Mαρτύρων αθλοφόρε, Ιουλιανή, καί ως ρόδον, τήν παρθενίαν εύοσμον φέρουσα, τώ νοητώ Νυμφίω σου, θείον οσφράδιον γεγένησαι.

Θεοτοκίον

Φέρουσα τόν φέροντα πάντα, πρός Βηθλεέμ έρχη Παρθένε, τούτον καί κυήσαι εν φάτνη, προσανακλίναι καθάπερ νήπιον, τήν τών βροτών ανάκλησιν, διαφερόντως εργαζόμενον.

Ο Ειρμός

Λίθος αχειρότμητος όρους, εξ αλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός συνάψας, τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Εξαποστειλάριον τής Αγίας

Τόν νυμφώνά σου βλέπω

Τόν νυμφώνά σου Λόγε, η Μάρτυς επιποθούσα, βασάνων άπασαν πείραν, στερρώς υπέστη ροπή σου, Ής πρεσβείαις ως Θεός, δέομαί σου, τήν ψυχήν μου οικτείρησον.

Προεόρτιον όμοιον

Βηθλεέμ γή Ιούδα, ευτρέπισον τάς εισόδους, εν σοί γάρ η Παρθένος, καί Θεοτόκος ήκει νύν, εν Σπηλαίω τού τεκείν, ως βροτόν, τόν Θεόν μου καί Κύριον.

 

Εις τους Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος πλ. β' Αι Αγγελικαί

Ηδημιουργός, νύν προέρχεται Σοφία, αι προφητικαί, διανίσχουσι νεφέλαι, η χάρις αιθριάζει, η αλήθεια έλαμψε, παύεται αινίγματα σκιώδη, η τής Εδέμ ηνοίγη πύλη, Αδάμ χόρευε, ο πλαστουργός Θεός ημών, εκών πεπλαστούργηται.

 

Θεσπίσματα πληρών, Προφητών καί τάς οράσεις, τίκτεται σαρκί, καί παχύνεται ο Λόγος, καί φάτνη τών αλόγων, γεννηθείς ανακλίνεται, Τούτο συγκατάβασις η άκρα! τούτο η φρικτή οικονομία! δι' ήν ψάλλομεν, Ο Βασιλεύς τού Ισραήλ, Χριστός παραγίνεται.

 

Ίνα τής φθοράς, τόν ιόν αποκαθάρης, καί τήν αρχικήν, αναπλάσης μοι εικόνα, σαρκούσαι καί θηλάζεις, καί σπαργάνοις ο νεύματι, πάντα περιάγων ενειλίσση, τερατουργέ υμνώ σε Λόγε, βουλής Άγγελε, τής πατρικής, δι' ής εγώ, απαθανατίζομαι.

 

Κόλπων Πατρικών, ουκ εκστάς βροτός ωράθης, καί Παρθενικαίς, εποχούμενος ωλέναις, τούς Μάγους εκ Περσίδος, δι' αστέρος εκάλεσας, άνακτα Θεόν σε προσκυνούντας, πνεύματι χειλέων ασεβούντας, εθνών άρχοντας, ός ανελείς, καί ποιμανείς, λαόν περιούσιον.

Δόξα... όμοιον

Λόγος ο Πατρί, ομοούσιος υπάρχων, εκ παρθενικών, φυραθείς αγνών αιμάτων, καί πλάττεται καί αύξει, χρονικώ διαστήματι, αυθίς τε γεννάται εν Σπηλαίω, έκπληξις! αλλ' Άγγελοι κροτούσι, βροτοί μέλπουσιν, Ο Βασιλεύς τού Ισραήλ, Χριστός παραγίνεται.

Καί νύν... όμοιον

Μάντεως χρησμοί, Βαλαάμ αποπληρούνται, οι γάρ Περσικαίς, τερατείαις κεχηνότες, αστέρος ασυνήθους, τή ελλάμψει τόν άδυτον, Ήλιον Χριστόν καταυγασθέντες, εν Βηθλεέμ σωματωθέντα, Θεόν άνακτα, καί εθελούσιον νεκρόν, τοίς δώροις τεκμαίρονται.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος β' Οίκος τού Εφραθά

Προλάμπει ο αστήρ, ήδη εν τώ Σπηλαίω, Ποιμένες μετ' Αγγέλων, οι Μάγοι μετά δώρων, προφθάσαι ευτρεπίσθητε.

 

Στίχ. Ο Θεός από θαιμάν ήξει.

 

Ίνα τών Προφητών, πληρώση τάς προρρήσεις, εν Βηθλεέμ γεννάται, καί τήν Εδέμ ανοίγει, τοίς εξ Αδάμ ο Κύριος.

 

Στίχ. Κύριε εισακήκοα τήν ακοήν σου.

 

Μύρισον Βηθλεέμ, τήν Φάτνην τήν αγίαν, εν σοί γάρ ο Δεσπότης, προσεφαπλοί ακτίνας, τής εαυτού θεότητος.

Δόξα... Καί νύν... όμοιον

Δεύτε οι γηγενείς, συμφώνως τήν Παρθένον, Θεοτόκον Μαρίαν, υμνήσωμεν απαύστως, εξ ής ο Χριστός τίκτεται.

 

Η λοιπή Ακολουθία τού Όρθρου ως σύνηθες, καί Απόλυσις.