ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού αγίου Ιερομάρτυρος Ελευθερίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ' Έδωκας σημείωσιν

Σκεύος Ιερώτατον, Πνεύματος θείου γεγένησαι, τήν ψυχήν καθηράμενος, παθών Ιερώτατε, ένθεν χρίσμα θείον, άγιον εδέξω, Αρχιερεύς σύ γεγονώς, καί ποδηγέτης λαού θεόφρονος, καί μάρτυς απαράτρωτος, τού δι' ημάς πάθη φέροντος, καί απάθειαν βλύσαντος, αθλητά Ελευθέριε.

 

Σώματος ηλόγησας, αικιζομένου ταίς μάστιξι, καί πυρί προσεγγίζοντος τόν νούν γάρ προσήλωσας, ανεικάστω πόθω, τώ ωραιοτάτω, κάλλει τού θείου εραστού, ού τώ γλυκίω ετρώθης έρωτι, Μαρτύρων εγκαλλώπισμα, Αρχιερέων αγλάϊσμα, αθλητά Ελευθέριε, πρεσβευτά τών ψυχών ημών.

 

Καλώς τόν αγώνά σε, τεθεαμένη τελέσαντα, η καλώς σε κυήσασα, τόν ίσον ποθήσασα, διανύσαι δρόμον, σοί περιπλακείσα, μέσον τού σκάμματος σοφέ, καθάπερ δάμαλις αποσφάττεται, μεθ' ής σε ικετεύομεν, υπέρ ημών Ελευθέριε, τόν Σωτήρα καί Κύριον, εκδυσώπει πανόλβιε.

Δόξα... Ήχος πλ. β'

Ιερεύς εννομώτατος, μέχρι τέλους εχρημάτισας, μάκαρ Ελευθέριε, ιερουργών γάρ τά θεία καί άρρητα μυστήρια, τό αίμά σου εξέχεας υπέρ Χριστού τού Θεού, καί θύμα ευπρόσδεκτον σεαυτόν προσήγαγες, διό παρρησίαν έχων πρός αυτόν, εκτενώς ικέτευε, υπέρ τών πίστει τελούντων σήν αεισέβαστον μνήμην, καί τούς αυτήν γεραίροντας ρυσθήναι πειρασμών, καί παντοίων κινδύνων καί περιστάσεων.

Καί νύν... Θεοτοκίον

Θεοτόκε, σύ εί η άμπελος η αληθινή, η βλαστήσασα τόν καρπόν τής ζωής. Σέ ικετεύομεν, πρέσβευε, Δέσποινα, μετά τών Αποστόλων, καί πάντων τών Αγίων, ελεηθήναι τάς ψυχάς ημών.

 

Ει δέ βούλει ποιήσαι είσοδον λέγε

Σπήλαιον ευτρεπίζου, η Αμνάς γάρ ήκει, έμβρυον φέρουσα Χριστόν, Φάτνη δέ υποδέχου, τόν τώ λόγω λύσαντα τής αλόγου πράξεως, ημάς τούς γηγενείς, Ποιμένες αγραυλούντες, μαρτυρείτε θαύμα τό φρικτόν, καί Μάγοι εκ Περσίδος, χρυσόν καί λίβανον καί σμύρναν, τώ Βασιλεί προσάξατε, ότι ώφθη Κύριος εκ Παρθένου Μητρός, όνπερ καί κύψασα, δουλικώς η Μήτηρ προσεκύνησε, καί προσεφθέγξατο τώ εν αγκάλαις αυτής, Πώς ενεσπάρης μοι, ή πώς μοι ενεφύης, ο λυτρωτής μου καί Θεός.

 

Εις τόν Στίχον, Στιχηρά Προσόμοια.

 

Ήχος α' Τών ουρανίων

Tής Εκκλησίας προστάτης Πάτερ γενόμενος, ως Ευανθίας γόνος, τής θεόφρονος όντως, καί μύστης Αποστόλων ως αληθώς, πρός τόν Θεόν επιστρέφεις λαούς, τούς πρίν αφρόνως τό σέβας οία θεοίς, απονέμοντας τοίς Δαίμοσιν.

 

Στίχ. Οι Ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην.

 

Τών επιτόκων γυναίων Πάτερ κηδόμενος, ελευθερίαν δίδως, τώ Ναώ σου φοιτώσαις, εύπλοιαν δέ πάλιν άλλοις θερμώς, εξαιτούσιν επέδωκας, καί τοίς νοσούσιν υγείαν σύ χορηγείς, διαλάμπων εν τοίς θαύμασι.

 

Στίχ. Δίκαιος ως φοίνιξ ανθήσει, καί ωσεί κέρδος η εν τώ Λιβάνω πληθυνθήσεται.

 

Τού Μαρτυρίου τούς άθλους στερρώς υπήνεγκας, Αδριανού μή πτήξας, τάς δριμείας κολάσεις, έρωτι τού Κτίστου όλους αλούς, Ελευθέριε πάνσοφε, καί τήν τεκούσάν σε σύναθλον προσλαβών, ανελήλυθας γηθόμενος.

Δόξα... Ήχος πλ. δ'

Τής ιεραρχίας σου Όσιε Πάτερ, τήν στολήν εφοίνιξας, ταίς ροαίς τών αιμάτων σου, Εν μέσω δέ τού σταδίου ανδρικώς τελειωθέντα ιδούσά σε, επιπεσούσα ησπάζετο τό γλυκύ τέκνον, η καλώς γεννησαμένη καί θρεψαμένη σε, διό καί τμηθείσα τώ ξίφει, εις ουρανίους θαλάμους μετά σού συνεισήλθεν, Ώ μακαρίας Μητρός! ώ μαστών ιερών! ούς εθήλασας μάκαρ Ελευθέριε, καί τής φύσεως τόν Πλάστην επέγνως, Σύν αυτή ούν πρέσβευε, ελεηθήναι τάς ψυχάς ημών.

Καί νύν... Θεοτοκίον

Δέσποιvα πρόσδεξαι, τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς, από πάσης ανάγκης καί θλίψεως.

 

Aπολυτίκιον Ήχος πλ. α'

Τόν συνάναρχον

Ιερέων ποδηρει κατακοσμούμενος, καί αιμάτων τοίς ρείθροις επισταζόμενoς, τώ Δεσπότη σου Χριστώ μάκαρ ανέδραμες, Ελευθέριε σοφέ, καθαιρέτα τού Σατάν, διό μή παύση πρεσβεύων, υπέρ τών πίστει τιμώντων, τήν μακαρίαν σου άθλησιν.

Καί νύν... Θεοτοκίον

Χαίρε Πύλη Κυρίου η αδιόδευτος, χαίρε τείχος καί σκέπη τών προστρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν, καί απειρόγαμε, η τεκούσα εν σαρκί, τόν Ποιητήν σου καί Θεόν, πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν τόκον σου.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν συνήθη Στιχολογίαν, ο Κανών τής Οκτωήχου εις, καί τού Αγίου δύο. Ο παρών φέρει Ακροστιχίδα.

 

Παθών ελεύθερόν με δείξον παμμάκαρ. Ιωσήφ.

 

Ωδή α' Ήχος α'

Ωδήν επινίκιον, άσωμεν πάντες, Θεώ τώ ποιήσαντι, θαυμαστά τέρατα, βραχίονι υψηλώ, καί σώσαντι τόν Ισραήλ, ότι δεδόξασται.

 

Παθών αμαυρότησι, δεδουλωμένον, φαιδραίς ικεσίαις σου, Μάρτυς Ελευθέριε, νύν ελευθέρωσον, όπως ως δούλόν σε Χριστού, θείαις υμνήσω ωδαίς.

 

Αθλήσεως έλαμψας, καθαρωτάταις, αυγαίς ιερώτατε, επιχρώσας αίματι, τήν ιεράν σου στολήν, καί γέγονας φωτοειδής, διά τού Πνεύματος.

 

Θεώ προσκολλώμενος, καθαρωτάτω νοϊ, εκ νεότητος, σαρκικού φρονήματος, ψυχήν εμάκρυνας, καί τών θαυμάτων δαψιλή, χάριν επλούτησας.

Θεοτοκίον

Ως θρόνος πυρίμορφος, τόν Κτίστην φέρεις, ως έμψυχος θάλαμος, καί τερπνόν Παλάτιον, τόν Βασιλέα χωρείς, γενόμενον όπερ ημείς, Θεοχαρίτωτε.

 

Έτερος Κανών, ου η Ακροστιχίς

 

Θείον Ελευθέριον ιερήα τιμάω, Πάτερ.

 

Ωδή α' Ήχος πλ. β'

Ως εν ηπείρω πεζεύσας ό Ισραήλ, εν αβύσσω ίχνεσι, τόν διώκτην Φαραώ, καθορών ποντούμενον, Θεώ επινίκιον ωδήν, εβόα άσωμεν.

 

Θρόνω τής δόξης Κυρίου παρεστηκώς, σύν Αγγέλων τάγμασιν, Ελευθέριε σοφέ, τούς υμνούντας πόθω σε αεί, ελευθέρωσον παθών ταίς ικεσίαις σου.

 

Εκλελεγμένος εκ βρέφους σύ τώ Θεώ, ανετέθης ένδοξε, ώσπερ πάλαι Σαμουήλ, καί θείω Πνεύματι χρισθείς, ως σοφός Αρχιερεύς λαόν εποίμανας.

 

Ιερουργός μυστηρίων τών τού Χριστού, γεγονώς ελάμπρυνας, τήν στολήν τήν ιεράν, μαρτυρίου αϊματι Σοφέ, εν σταδίω καρτερώς αγωνισάμενος.

Θεοτοκίον

Ο εκ μή όντων τά πάντα παραγαγών, Θεός Λόγος πάναγνε, έξ ασπόρου σου γαστρός, υπέρ νούν σεσάρκωται, διό, Θεοτόκον σε πιστοί αεί δοξάζομεν.

 

Ωδή γ'

Στερεωθήτω η καρδία μου, εις τό θέλημά σου Χριστέ ο Θεός, ο εφ' υδάτων ουρανόν, στερεώσας τόν δεύτερον, καί εδράσας εν τοίς ύδασι τήν γήν παντοδύναμε.

 

Υπέρ Χριστού παθείν ελόμενος, αλγηδόνας φέρεις τού σώματος, ενηδυνομενος Σοφέ, ταίς οδύναις καί θλίψεσι, διά τούτο τήν ανώδυνον, ζωήν νύν απείληφας.

 

Θερμώ τώ πόθω τού ποιήσαντος, Αθλητά θεόφρον κρατούμενος, τώ πυρωθέντι σεαυτόν, επιρρίπτεις τεχνάσματι, δροσιζόμενος τού Πνεύματος, πυρί Ελευθέριε.

 

Εν ιερεύσιν ιερώτατος, καί εν Μάρτυσι Μάρτυς στερρότατος, αναδειχθείς στέφος διπλούν, εκομίσω Μακάριε, τώ προσώπω τού Θεού, διά παντός οπτανόμενος.

Θεοτοκίον

Ράβδον δυνάμεως εβλάστησας, τόν Χριστόν εν ώ στηριζόμεθα, σέ γάρ ετύπου Ααρών, Ράβδος ποτέ βλαστήσασα, αγεώργητε Αγνή, περιστερά αειπάρθενε.

 

Άλλος

 

Ουκ έστιν άγιος ώς σύ

Νοός στερρότητι Σοφέ, οπλισάμενος χαίρων, τήν οδόν διανύεις, τού μαρτυρίου σαυτόν, εθελουσίως προδούς, τοίς ζητούσι, Μάρτυς Ιερώτατε.

 

Εκ θείου Πνεύματος λαβών, τής σοφίας τόν πλούτον, μιμητής ανεδείχθης, τών Αποστόλων Σοφέ, σαγήνη μαρτυρική σαγηνεύων, λαούς πρός ευσέβειαν.

 

Λαμπρύνας θείαις αρεταίς, τήν αρχιερωσύνην, λαμπροτέραν ειργάσω, τή πορφυρίδι τών σών, αιμάτων καρτερικώς, εναθλήσας, Μάρτυς Ελευθέριε.

Θεοτοκίον

Εκπλήττει νούν καί ακοήν, τό μυστήριον όντως, τής λοχείας σου Κόρη, Θεόν γάρ υπερφυώς, συνέλαβες εν γαστρί, καί τεκούσα, μένεις αειπάρθενος.

Ο Ειρμός

Ουκ έστιν Άγιος ως σύ, Κύριε ό Θεός μου, ό υψώσας τό κέρας, τών πιστών σου Αγαθέ, καί στερεώσας η μάς, έν τή πέτρα τής όμολογίας του.

 

Κάθισμα

Tόν τάφον σου Σωτήρ

Ελεύθερον τόν νούν, εκ παθών κεκτημένος, εγένου τού Θεού, γνησιώτατος δούλος, καί πλάνης ηλευθέρωσας, τούς καλώς σοι ποθήσαντας, εναθλήσας δέ, ως ιερεύς τε καί Μάρτυς, Ελευθέριε, διπλούν εδέξω τό στέφος, πρεσβεύων σωθήναι ημάς.

Δόξα... Καί νύν... Θεοτοκίον

Μαρία τό σεπτόν, τού Δεσπότου δοχείον, ανάστησον ημάς, πεπτωκότας εις βάθος, δεινής απογνώσεως, καί πταισμάτων καί θλίψεων, σύ γάρ πέφυκας, αμαρτωλών σωτηρία, καί βοήθεια, καί κραταιά προστασία, καί σώζεις τούς δούλους σου.

 

Ωδή δ'

Εν πνεύματι προβλέπων, Προφήτα Αββακούμ, τήν τού Λόγου σάρκωσιν, εκήρυττες βοών, Εν τώ εγγίζειν τά έτη επιγνωσθήση, εν τώ παρείναι τόν καιρόν αναδειχθήση, Δόξα τή δυνάμει σου Κύριε.

 

Ου χάσματα λεόντων, ου βράσματα πυρός, ου δεινών επίτασις, το εύτονον τής σής, ιερομύστα εχαύνωσε καρτερίας, αλλ' ως αδάμας ταίς βασάνοις ενετρύφας, ζήλω θεϊκώ πυρπολούμενος.

 

Ναμάτων ζωηρύτων, τό στόμα σου πλησθέν, ποταμούς ηρεύξατο, ενθέων διδαχών, Ιερομάρτυς βυθίζοντας ανομούντων, ερεσχελίας καί αρδεύοντας καρδίας, τών επεγνωκότων Xριστόν τον Θεόν.

 

Μεγάλως σε δοξάζων, ο σός Δημιουργός, υπέρ ου προήρησο, τό πάσχειν Αθλητά, περιστεράν καταπέμπει κομίζουσάν σοι, τροφήν Αγγέλων ισαγγέλω γεγονότι, άθλων φανοτάταις λαμπρότησιν.

Θεοτοκίον

Εξέστησαν ορώσαι, Αγγέλων στρατιαί! πώς ο αΘεώρητος, μορφή τή καθ' ημάς, εκ σού ωράθη Παρθένε Θεοκυήτορ, όν εκδυσώπει σωτηρίας αξιώσαι, πάντας τούς πιστώς σε δοξάζοντας.

 

Άλλος

 

Χριστός μου δύναμις

Υπήρξε πρότερον, κατακαυχώμενος, ο πανώλεθρος δράκων, αλλ' αναιδής, ήλεγκται ο άθλιος, τού ιεράρχου τοίς ποσίν, εν σταδίω συμπατούμενος.

 

Θωρακισάμενος, Σταυρού τήν δύναμιν, ιερώτατε Μάρτυς ως νικητής, άριστος εισέδραμες εν πυριφλέκτω κραβάτω, ως εν δρόσω αγαλλόμενος.

 

Επί τού σκάμματος, εστώς διήλεγξας, τού τυράννου τό θράσος ειδωλικόν, τούτον τροπωσάμενος, Ιερομάρτυς αθλητά, ανδρικώς αγωνιζόμενος.

Θεοτοκίον

Ρημάτων άκουσον, εμής δεήσεως, Παναγία Παρθένε, σύ γάρ ελπίς, πάντων καί βοήθεια, τών εν ποικίλοις πειρασμοίς, εκτενώς προσκαλουμένων σε.

 

Ωδή ε'

Τήν σήν ειρήνην δός ημίν Υιέ τού Θεού, άλλον γάρ εκτός σου Θεόν ου γινώσκομεν, τό όνομά σου ονομάζομεν, ότι Θεός ζώντων καί τών νεκρών υπάρχεις.

 

Δολίαις μηχανώμενος, συλάν σε λαλιαίς, Μάρτυς εχθρός ο παμπόνηρος, γέλως οράται τή σοφία σου, ο σοφιστής κακίας κατασεσοφισμένος.

 

Εν άρματι αιρόμενος, τών θείων αρετών, Ένδοξε τό ύψος επέφθασας, τού μαρτυρίου καί κατέρραξας, τών πονηρών δαιμόνων, τό επηρμένον θράσος.

 

Ιδείν τήν ωραιότητα, παθών τού Ιησού, Όσιε σαυτόν καθωραϊσας, τού μαρτυρίου ωραιότησι, καί πρός αυτόν μετέβης, στεφθείς λαμπρώ στεφάνω.

Θεοτοκίον

Ξενίζει πάσαν έννοιαν, τό θαύμά σου Αγνή, τίκτεις γάρ τόν Θεόν μετά σώματος, καί τόν τροφέα τρέφεις γάλακτι, πείραν ανδρός μή γνούσα, αυτός ως οίδε μόνος.

 

Άλλος

 

Τώ θείω φέγγει σου Αγαθέ

ιδών τό εύτονον ο Χριστός, καί ακαταγώνιστον όντως, τής καρτερίας σου Πάνσοφε, σοί ως τώ Προφήτη τροφήν ουράνιον, εκπέμπει δι' ορνέου, σέ ενισχύουσαν.

 

Ου δειλιάσασα η σεμνή καί ιερωτάτη σου μήτηρ, τήν τών Τυράννων ωμότητα, σού περιχυθείσα Μάρτυς τοίς μέλεσι, τώ ξίφει τελειούται, ως συναθλούσά σοι.

 

Νικήσας πάσαν τού δυσμενούς, τήν κεκινημένην κατά σού, Μάρτυς παράταξιν έφραξας, στόματα λεόντων εις ημερότητα, αυτών μεταποιήσας τήν αγριότητα.

Θεοτοκίον

Ιδού Μητέρα σε τού Θεού, πάντες οι πιστοί θεοπρεπώς, ομολογούντες Θεόνυμφε, λύσιν τών πταισμάτων καθικετεύομεν, παράσχου τώ λαώ σου, μόνη Πανύμνητε.

 

Ωδή ς'

Τόν Προφήτην Ιωνάν, εκμιμούμενος βοώ, τήν ζωήν μου αγαθέ, ελευθέρωσον φθοράς, καί σώσόν με, Σωτήρ τού κόσμου, κράζοντα, Δόξα σοι.

 

Ο επίσημος κριός, τών θρεμμάτων τού Χριστού, ο Ποιμήν ο λογικός, τών αγώνων η τρυφή, δοξάζεται, Θεόν δοξάσας, οικείοις μέλεσι.

 

Νευρωθείς ταίς πρός Θεόν ανανεύσεσι Σοφέ, εξενεύρισας εχθρόν, πολυμήχανον στερρώς, αοίδιμε, Μαρτύρων κλέος, ιερωσύνης κανών.

 

Πρός αικίσεις καρτερών, πρός τό πύρ αυτομολών, κατεκοίμισας θηρών τών αγρίων τάς ορμάς, ακοίμητον, τήν πρός τόν Κτίστην, έχων διάθεσιν.

Θεοτοκίον

Αγιάσματος Σκηνή, δεδειγμένη Μαριάμ, μιανθείσαν ηδοναίς, τήν αθλίαν μου ψυχήν, αγίασον, καί θείας δόξης, μέτοχον ποίησον.

 

Άλλος

 

Τού βίου τήν θάλασσαν

Εδείχθης πανάριστος, καί στερρός αγωνιστής, Ιερομάρτυς ένδοξε, μή φοβηθείς βασάνων, τάς προσβολάς, τό πύρ δέ υπείξέ σοι, καί σιδήρου οξύτης νώτα δέδωκε.

 

Ροαίς τών αιμάτων σου, Ελευθέριε Σοφέ, ειδωλικήν κατέκλυσας, δεισιδαίμονα πλάνηντών διωκτών, τήν νίκην αράμενος, κατά τού αρχεκάκου πολεμήτορος.

 

Η γή μέν τοίς αίμασιν, εφοινίσσετο τοίς σοίς, ο δέ αήρ ηγίασται, τώ καθαρώ σου πνεύματι αληθώς, πρός λήξιν ουράνιον, ανιόντι, παμμάκαρ Ελευθέριε.

Θεοτοκίον

Η πάναγνος Δέσποινα, η τεκούσα τοίς βροτοίς, τόν κυβερνήτην Κύριον τών παθών μου τόν άστατον καί δεινόν, κατεύνασον τάραχον, καί γαλήνην, παράσχου τή καρδία μου.

Ο Ειρμός

Τού βίου τήν θάλασσαν, υψουμένην καθορών, τών πειρασμών τώ κλύδωνι, τώ ευδίω λιμένι σου προσδραμών, βοώ σοιανάγαγε, εκ φθοράς τήν ζωήν μου Πολυέλεε.

 

Κοντάκιον Ήχος πλ. β'

Τούς ασφαλείς

Ως καλλονήν τών ιερέων Όσιε, καί προτροπήν τών Αθλοφόρων άπαντες, ευφημούμεν καί αιτούμέν σε, Ιερομάρτυς Ελευθέριε, Τούς πόθω σου τήν μνήμην εορτάζοντας, κινδύνων πολυτρόπων ελευθέρωσον, πρεσβεύων απαύστως, υπέρ πάντων ημών.

Ο Οίκος

Έπιδε εύσπλαγχνε Ζωοδότα, ως φιλάνθρωπος μόνος καί οικτίρμων Θεός, τήν τής ψυχής μου σκοτόμαιναν, καί πανσθενεί δεξιά σου Λόγε, τών παθών ελευθέρωσον τής αισχύνης, όπως τόν σόν Ιεράρχην υμνήσω Ελευθέριον, αυτός γάρ όντως εκ μήτρας εγνωρίσθη σοι, καί καθηγίασται, καί ανετέθη σοι, ως Σαμουήλ, από μητρός ιεράς σοί τώ Κτίσαντι, πρεσβεύων απαύστως υπέρ πάντων ημών.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΙΕ' τού αυτού μηνός, Άθλησις τού Αγίου Ιερομάρτυρος Ελευθερίου.

Στίχοι

        Ελευθέριος, ως αδουλόνους φύσει,

        Σπάθας θεωρών, ουκ εδουλούτο πλάνη.

        Δίον Ελευθέριον δεκάτη πέφνε φάσγανα πέμπτη.

 

Τή αυτή ημέρα, η Αγία Ανθία, η μήτηρ τού Αγίου Ελευθερίου, περιχυθείσα τώ τού υιού νεκρώ,

ξίφει τελειούται.

Στίχοι

        Δίδωσι μήτηρ νεκρικόν κόσμον τέκνω,

        Αυτή εαυτήν συγκεκομμένην σπάθαις.

 

Τή αυτή ημέρα, ό Άγιος Κορέμμων ο Επαρχος, πιστεύσας τώ

Χριστώ καί βαπτισθείς ξίφει τελειούται.

Στίχοι

        Αθλήσεως ουκ είχε Κορέμμων κόρον,

        Έως ετμήθη τόν αυχένα τώ ξίφει.

 

Τή αυτή ημέρα οι δύο Δήμιοι οι πιστεύσαντες τώ Χριστώ ξίφει τελειούνται.

Στίχοι

        Θεόν σε γνόντας Δημίους δύω Σώτερ,

        Άλλοι κατακτείνουσι δήμιοι ξίφει.

 

Τή αυτή ημέρα, Άθλησις τής Αγίας Οσιομάρτυρος Σωσσάνης.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Ελευθερίου τού Κουβικουλαρίου (θαλαμηπόλου).

Στίχοι

        Ελευθέριος ουχ υπέπτηξε ξίφος.

        Eλευθέριον γάρ είχε νούν παντός φόβου.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Βάκχου τού νέου.

Στίχοι

        Μή δεύτερόν τις, μηδέ Βάκχον τόν νέον,

        Εν τοίς αθληταίς ταττέτω διά ξίφους.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Παύλου τού νέου, ασκήσαντος εν τοίς χρόνοις τού Πορφυρογεννήτου, εν τώ όρει Λάτρου.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον καί σώσον ημάς. Αμήν.

 

Ωδή ζ'

Τών εν καμίνω Παίδων σου Σωτήρ, ουχ ήψατο, ουδέ παρηνώχλησε τό πύρ' τότε οι τρείς ως εξ ενός στόματος, ύμνουν καί ευλόγουν λέγοντες, Ευλογητός ο Θεός ό τών Πατέρων ημών.

 

Μεγαλυνέσθω έκραζες Σοφέ, στρεβλούμενος, νύν εν τή σαρκί μου ο Χριστός, ου δειλιώ τάς πυρακτώσεις τών λεβήτων, ου πτοούμαι θάνατον, ου τών θηρών τάς ορμάς, διά τήν πάντων ζωήν.

 

Μόνου Θεού τό κάλλος εκζητών, μόνης αυτού δόξης καί τυχείν επιποθώ, Στρεβλούσθω μου καί πυρακττούσθω μου πάν μέλος, ανεβόας Ένδοξε, ελευθερίαν ζητώ, καταδουλούσαν Χριστώ.

 

Αποσκοπών τήν μένουσαν ζωήν, Μακάριε, κόσμω ενεκρώθης αληθώς, καί ως χρυσός τών αικισμών δοκιμασία, πυρωθείς εξέλαμψας, αποτεθείς θησαυροίς επουρανίων μονών.

Θεοτοκίον

Καθαρωτάτην μόνην σε ευρών, πανάμωμε, Λόγος καθαρώτατος Θεού, σού εκ γαστρός αποτεχθείς, πιστούς καθαίρει, μολυσμού Θεόνυμφε, προσγενομένου ημίν, εξ ακρασίας παθών.

 

Άλλος

 

Οι Παίδες εν Bαβυλώνι

Τυράννων ήλεγξας θράσος, καί Βασιλέων ωμότητα, καί γάρ μέσον πυρός ηπλωμένος, Παμμάκαρ ανέμελπες, Ευλογητός εί Κύριε, ο Θεός τών Πατέρων ημών.

 

Εξέστησαν καθορώντες, τά τών, Α γγέλων στρατεύματα, Ιεράρχα τήν σήν καρτερίαν, δι' ής καταβέβληκας, στερρώς αγωνιζόμενος, τόν δεινόν κοσμοκράτορα.

 

Μαρτύρων χοροστασίαι, Αρχιερέων σύλλογος, καί Αγγέλων πληθύς, ευφροσύνης πλησθέντες αγάλλεσθε, επί τή θεία μνήμη νύν, τού Ιεράρχου καί Μάρτυρος.

 

Αγίας ρίζης ως άνθους, ελευθερίας φερώνυμε, από θείας Μητρός, εκβλαστήσας, ως καρπός ιερώτατος, μαρτυρικού δι' αίματος, τώ Χριστώ προσήνεξαι.

Θεοτοκίον

Aγίων Αγιωτέρα, επουρανίων δυνάμεων, ασυγκρίτως πασών ανεδείχθης, Μητροπάρθενε Δέσποινα, ως τόν Χριστόν κυήσασα, τόν Δεσπότην τής Κτίσεως.

 

Ωδή η'

Όν φρίττουσιν Άγγελοι, καί πάσαι στρατιαί, ως Κτίστην καί Κύριον, υμνείτε Ιερείς, δοξάσατε Παίδες, ευλογείτε λαοί, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Αθλήσει ηνθήσατε, φυτά ως ευθαλή, βασάνοις κοσμούμενοι, Μαρτύρων καλλονή, καί νύν Παραδείσου άνθη ώφθητε, θείαν ευοσμίαν, εκπέμποντες ενθέως.

 

Ρανίσιν αιμάτων σου, τεχθέντος εξ αυτής, τό αίμα τό ίδιον, η μήτηρ προσκιρνά, τώ σώ γάρ λειψάνω συμπλακείσα σεμνώς, ξίφει τελειούται, καί ζήεις τούς αιώνας.

 

Ιάσεων νάματα, θαυμάτων ποταμούς, προχέει τοίς χρήζουσιν, η θήκη σου σοφέ, εκπλύνοντας ρύπον, ψυχοφθόρων παθών, Μάρτυς ιεράρχα, διό σε ευφημούμεν.

Θεοτοκίον

Ως όμβρος εν μήτρα σου, κατήλθεν ο Χριστός, καί πάσαν κατήρδευσε, τήν κτίσιν αληθώς, ξηράνας Παρθένε, θολερούς ποταμούς, ειδωλομανίας, ο μόνος ευεργέτης.

 

Άλλος

 

Εκ φλογός τοίς Οσίοις

Ως δεκτόν ιερείον ολοκαυτούμενον, τώ πυρί τών βασάνων, Πάτερ αοίδιμε, θείαν ως οσμήν, πρός ύψος τό ουράνιον, τήν ευχαριστίαν, ανέμελπες ενθέως.

 

Πεποιθώς ώσπερ λέων ανόμους ήλεγξας, καί πολλή παρρησία στόματα έφραξας, τών εις τόν Θεόν, τών απάντων καί Κύριον, πάλαι δυσφημούντων, εχθρών αθεωτάτων.

 

Ανυψών Ιεράρχα Πιστών τό φρόνημα, εταπείνωσας θράσος καί καταβέβληκας, τών εις τόν Θεόν, ασεβούντων καί έμελπες, Σέ υπερυψούμεν, Χριστέ εις τούς αιώνας.

Θεοτοκίον

Ο καρπός τής κοιλίας τής σής πανύμνητε, τήν τού ξύλου κατάραν υλομανήσασαν, πρόρριζον εξήρανε, καί ανεβλαστησε, τήν τής ευφροσύνης, Παρθένε ευλογίαν.

Ο Ειρμός

Εκ φλογός τοίς Οσίοις δρόσον επήγασας, καί Δικαίου θυσίαν ύδατι έφλεξας, άπαντα γάρ δράς Χριστέ, μόνω τώ βούλεσθαι, Σέ υπερυψούμεν, εις πάντας τούς αιώνας.

 

Ωδή θ'

Τήν ζωοδόχον πηγήν τήν αέναον, τήν φωτοφόρον λυχνίαν τήν πάγχρυσον, τόν ναόν τόν έμψυχον, τήν σκηνήν τήν άχραντον, τού ουρανού καί τής γής τήν πλατυτέραν, τήν Θεοτόκον εν ύμνοις τιμήσωμεν.

 

Στόμα Θεού γεγονώς εκ τού στόματος, τού αλλοτρίου λαόν ματαιόφρονα, αφαρπάσας έδειξας κληρονόμον χάριτος, καί εναθλήσας στερρώς σύν ιερεύσι, καί αθληταίς κατοικείς Ελευθέριε.

 

Η καθαρά μυροθήκη τού Πνεύματος, τών αρετών τό τερπνόν καταγώγιον, ο αμνός ο άκακος, ο λαμπτήρ ο άδυτος, ιεραρχών η κρηπίς καί τών δογμάτων, ανευφημείσθω πιστώς Ελευθέριος.

 

Φώς κατοικείς αληθώς τό ανέσπερον, φώς χρηματίσας ηλίου φαιδρότερον, διό τούς τήν μνήμην σου, τήν φωσφόρον σήμερον, επιτελούντας παθών αχλύος ρύσαι, ταίς πρός Θεόν σου λιταίς Ελευθέριε.

Θεοτοκίον

Φείσαι ημών τών υμνούντων σου Κύριε, τήν εκ Παρθένου ανέκφραστον Γέννησιν, πειρασμών ρυόμενος, καί παθών καί θλίψεων, ταίς ικεσίαις αυτής τούς σούς οικέτας ως ευεργέτης καί μόνος φιλάνθρωπος.

 

Άλλος

 

Θεόν ανθρώποις

Τεμών μαχαίρα τών θείων λόγων σου, τήν κεφαλήν τού ψεύδους Ελευθέριε Όσιε, τού Χριστού παρέσχες τά νικητήρια, πίστει καί αληθεία, όθεν τιμώμέν σε, ως τροπαιοφόρον οι πιστοί, καί θείον κήρυκα.

 

Εκ γής απάρας σοφέ τό φρόνημα, τό τής ψυχής πρός μόνην τού Δεσπότου τήν έφεσιν, τούτο νοητώς Πάτερ ανύψωσας, όθεν σαρκός ηρνήσω, πάσαν ευπάθειαν, καί εγκαρτερών εν τοίς δεινοίς, στερρώς ενήθλησας.

 

Ροαίς αιμάτων τής σής αθλήσεως, τήν ιεράν κοσμήσας σου στολήν Ιερώτατε, εις επουράνιον σκηνήν τού Χριστού, μετά τέλος εισέδυς τού μαρτυρίου σου, ένθα μνημονεύοις καί ημών, τών ευφημούντων σε.

Θεοτοκίον

Υμνείν τόν τρόπον τόν υπερθαύμαστον, τής υπέρ νούν καί ξένης σου κυήσεως Πάναγνε, απορεί ανθρώπων τά συστήματα, πάντα γάρ υπερέχει νούν καί διάνοιαν, καί νοήσεις πάντων λογισμών, καί τήν τών λόγων ισχύν.

Ο Ειρμός

Θεόν ανθρώποις ιδείν αδύνατον, όν ου τολμά Αγγέλων ατενίσαι τά τάγματα, διά σού δέ Πάναγνε, ωράθη βροτοίς, Λόγος σεσαρκωμένος, όν μεγαλύνοντες, σύν ταίς ουρανίαις στρατιαίς σε μεγαλύνομεν.

 

Εξαποστειλάριον

Ο ουρανόν τοίς άστροις

Χριστώ προσήγαγες Πάτερ, πιστών αγέλας ως ποιμήν, σοί δέ προσφύσα τώ μόσχω, ως δάμαλις η τεκούσα, συνανηρέθη, μεθ' ής σε, νύν Ελευθέριε μέλπω.

Θεοτοκίον, όμοιον

Καί σέ μεσίτριαν Κόρη, προβάλλομαι Παναγία, πρός τόν εκ σού γεννηθέντα, όπως κολάσεως πάσης, απαλλαγώ καί βασάνων, τών αιωνίων ο τάλας.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν στιχηρά Προσόμοια.

 

Ήχος πλ. β'

Τριήμερος ανέστης Χριστέ

Τήν χάριν τών σοφών Μαθητών, λαβών παρά Χριστού τού Θεού, Ιεράρχα, καί τόν δρόμον τόν αυτών, διήνυσας προθύμως, διό σε καταξίαν, ανευφημούμεν Ελευθέριε.

 

Τό ψεύδος σοίς εν λόγοις σοφέ, ελέγξας Ελευθέριε, τή αθλήσει, τόν τού ψεύδους ευρετήν, απέκτεινας καί τούτον, τέθεικας υπό πόδας, τόν πρίν μεγάλως φρυαττόμενον.

 

Τοίς όμβροις τών αιμάτων σου, κατάρδευσον η μάς νοητώς, Ιεράρχα, τούς τιμώντάς σε πιστώς, καί μνήμην εκτελούντας, τήν θείαν σου εκ πόθου, καί τόν Σωτήρα μεγαλύνοντας.

Δόξα... Ήχος β'

Ως τής θείας ελευθερίας επώνυμος, τής ιεράς διπλοϊδος, Πάτερ κατηξίωσαι, καί ευθαρσώς τήν ευσέβειαν διδάσκων, τών πρακτέων τούς λόγους ημάς εξεπαίδευσας, Όθεν καί τήν μαρτυρικήν ένστασιν νεανικώς εκτελέσας, εν αμφοτέροις διέπρεψας, καί διπλούν είληφας τό στέφος παρά Χριστού τού Θεού, όν καθικέτευε, Ιερομάρτυς Ελευθέριε, σωθήναι τάς ψυχάς ήμών.

Καί νύν... Θεοτοκίον

Τήν πάσαν ελπίδα μου εις σέ ανατίθημι, Μήτηρ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.

 

Δοξολογία Μεγάλη

 

Εις Τήν Λειτουργίαν, Τυπικά καί εκ τών Κανόνων, Ωδή γ' καί ς' κλπ.