ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Μετά τόν Προοιμιακόν, στιχολογούμεν τού, Μακάριος ανήρ, τό Κάθισμα όλον. Εις δέ τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ι καί ψάλλομεν Στιχηρά Αναστάσιμα γ, Ανατολικά γ καί τών Προπατόρων Στιχηρά Προσόμοια δ.

 

Ήχος πλ. δ

Ο εν Εδέμ Παράδεισος

Τών Προπατόρων σήμερον πιστοί, τελούντες μνημόσυνα, ανυμνήσωμεν Xριστόν τόν Λυτρωτήν, τόν μεγαλύναντα αυτούς, εν πάσι τοίς έθνεσι, καί θαυμάτων τά παράδοξα πιστώς, επιτελέσαντα Κύριον, ως κραταιόν καί δυνατόν, καί εξ αυτών αωαδείξαντα, ράβδον δυνάμεως ημίν, τήν μόνην απείρανδρον, καί θεόπαιδα Μαρίαν τήν αγνήν, έξ ής τό άνθος προήλθε Χριστός, βλαστήσας πάσι τήν ζωήν, καί αδάπανον τρυφήν, καί σωτηρίαν τήν αιώνιον.

 

Ο τούς Αγίους Παίδας εκ πυρός, ρυσάμενος Δέσποτα, καί εκ στόματος λεόντων Δανιήλ, ο ευλογήσας Αβραάμ, Ισαάκ τε τόν δούλόν σου, καί τόν τούτου υιόν τόν Ιακώβ, ο ευδοκήσας εκ σπέρματος, τούτων γενέσθαι καθ ημάς, ίνα τούς πρίν ολισθήσαντας, σώσης προπάτορας ημών, σταυρούσαι καί θάπτεσαι, καί συντρίβεις τού θανάτου τά δεσμά, συνεγείρεις τε πάντας, τούς απ αιώνος όντας εν νεκροίς, προσκυνούντάς σου Χριστέ, τήν Βασιλείαν τήν αιώνιον.

 

Ως εν ψεκάδι μέσον τής φλογός, τή δρόσω τού Πνεύματος, αγαλλόμενοι οι Παίδες τού Θεού, περιεπάτουν μυστικώς, εν αυτή προτυπώσαντες, τήν Τριάδα καί τήν σάρκωσιν Χριστού, καί ως σοφοί διά πίστεως, έσβεσαν δύναμιν πυρός, καί Δανιήλ δέ ο δίκαιος, λεόντων ώφθη φιμωτής, ών ταίς δεήσεσι, δυσωπούμενος φιλάνθρωπε Σωτήρ, καί ημάς τού ασβέστου, καί αιωνίου λύτρωσαι πυρός, καί αξίωσον τυχείν, τής ουρανίου Βασιλείας σου.

 

Ώσπερ εν δρόσω όντες οι πιστοί, καί Άγιοι Παίδες σου, εν καμίνω τής φλογός τής τού πυρός, προεζωγράφουν μυστικώς, τήν εκ Παρθένου σου έλευσιν, τήν αφλέκτως αναλάμψασαν ημίν, καί Δανιήλ δέ ο δίκαιος, καί εν Προφήταις θαυμαστός, τρανώς τήν θείαν δευτέραν σου, επιδημίαν προδηλών, Εώρων εκραύγαζεν, εως ού θρόνοι ετέθησαν φησί, καί κριτής εκαθέσθη, καί τού πυρός επέστη ποταμός, ού ρυσθείημεν Χριστέ, ταίς ικεσίαις αυτών Δέσποτα.

Δόξα... Ήχος πλ. β Ανατολίου

Τούς πρό τού νόμου Πατέρας, άπαντας ευφημήσωμεν σήμερον πιστοί, Αβραάμ τόν φιλόθεον, Ισαάκ τόν εξ επαγγελίας τεχθέντα, καί Ιακώβ, καί τούς δώδεκα Πατριάρχας, Δαυίδ τόν πραότατον καί Δανιήλ τόν επιθυμιών Προφήτην, καί τούς τρείς Παίδας σύν αυτοίς γεραίροντες, τούς τήν κάμινον είς δρόσον μεταβαλόντας, αιτούμενοι άφεσιν παρά Χριστού τού Θεού, τού ενδοξαζομένου εν τοίς Αγίοις αυτού.

 

Καί νύν... Θεοτοκίον

Το αυτού Ήχου

 

Εις τόν Στίχον, Στιχηρά Αναστάσιμα τού Ήχου.

 

Δόξα... Ήχος γ Γερμανού

Τών Προπατόρων τό σύστημα, οι φιλέορτοι δεύτε, ψαλμικώς ευφημήσωμεν, Αδάμ τόν Προπάτορα, Ενώχ, Νώε; Μελχισεδέκ, Αβραάμ, Ισαάκ και Ιακώβ, μετά νόμον, Μωϋσήν καί Ααρών, Ιησούν, Σαμουήλ καί Δαυίδ, μεθ ών τόν Ησαϊαν, Ιερεμίαν, Ιεζεκιήλ, καί Δανιήλ καί τούς δώδεκα, άμα Ηλιού, Ελισαίον καί τούς άπαντας, Ζαχαρίαν καί τόν Bαπτιστήν, καί τούς κηρύξαντας Χριστόν, τήν ζωήν καί ανάστασιν τού γένους ημών.

Καί νύν... Θεοτοκίον, ο αυτός

Ασπόρως εκ θείου Πνεύματος, βουλήσει δέ Πατρός, συνείληφας Υιόν τόν τού Θεού, εκ Πατρός αμήτορα, πρό τών αιώνων υπάρχοντα, δι ημάς δέ εκ σού απάτορα γεγονότα, σαρκί απεκύησας, καί βρέφος εγαλούχησας, διό μή παύση πρεσβεύειν, τού λυτρωθήναι κινδύνων τάς ψυχάς ημών.

 

Aπολυτίκιον, τό Αναστάσιμον

 

Δόξα Καί νύν

Τών Προπατόρων Ήχος β

Εν πίστει τούς Προπάτορας εδικαίωσας, τήν εξ Εθνών δι αυτών προμνηστευσάμενος Εκκλησίαν, Καυχώνται εν δόξn οι Άγιοι, όι εκ σπέρματος αυτών, υπάρχει καρπός ευκλεής, η ασπόρως τεκούσά σε, Ταίς αυτών ικεσίαις, Χριστέ ό Θεός, σώσον τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Εις τό, Θεός Κύριος, Τροπάριον τό Αναστάσιμον, Δόξα, τό αυτό, Καί νύν, τών Προπατόρων.

 

Η συνήθης Στιχολογία, οι Αναβαθμοί τού ήχου.

 

Τό, Πάσα πνοή, Ευαγγέλιον τό Εωθινόν. Ανάστασιν Χριστού θεασάμενοι. ο Ν

 

Καί οι Κανόνες, τής Οκτωήχου, ο Αναστάσιμος, τών Αγίων τριών Παίδων, καί τών Προπατόρων.

 

Kανών τών Αγίων τριών Παίδων, ού η Ακροστιχίς.

 

Τρείς παίδας υμνώ, Δανιήλ τε τόν μέγαν. Θεοφάνους.

 

Ωδή α Ήχος πλ. δ

Υγράν διοδεύσας ωσεί ξηράν, καί τήν Αιγυπτίαν, μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα, Τώ Λυτρωτή καί Θεώ ημών άσωμεν.

 

Τόν άναρχον Λόγον τόν εκ Πατρός, πρό πάντων αιώνων, γεννηθέντα θεοπρεπώς, τόν εν τή καμίνω νεανίαις, συμβολικώς οραθέν τα δοξάσωμεν.

 

Ρημάτων τυράννου τού δυσσεβούς, οι ευγενείς Παίδες, καταπτύσαντες καρτερώς, τροφαίς παρανόμοις μιανθήναι, Χαλδαϊκώς ου κατηξίωσαν.

 

Ετρέφεσθε λόγω μέν ψυχικώς, τροφαίς αυτομάτοις, κεχρημένοι δέ σαρκικώς, τών αβροδιαίτων ταίς ιδέαις, τώ Βασιλεί ωραιότεροι δείκνυσθε.

Θεοτοκίον

Ιόν τόν τού όφεως ακοαίς, Πικρώς εμπαρέντα, ταίς τής Εύας η εκ Δαυϊδ, βλαστήσασα Κόρη θεραπεύει, τόν Λυτρωτήν κυοφορήσασα.

 

Κανών τών Αγίων Προπατόρων, ού η Ακροστιχίς

 

Πατράσιν αίνον εικότως νύν εισφέρω. Ιωσήφ.

 

Ωδή α Ήχος α

Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών, απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

 

Πατράσιν αίνον προσάξωμεν, πρό Νόμου καί εν Νόμω εκλάμψασι, καί τόν εκ Παρθένου λάμψαντα, Κύριον καί Δεσπότην, γνώμη ορθή, τεθεραπευκόσι, καί αδύτου φωτισμού νύν απολαύουσιν.

 

Αδάμ τόν πρώτον τιμήσωμεν, χειρί τετιμημένον τού κτίσαντος, καί πάντων ημών Προπάτορα, ήδη γεγενημένον, καί εν σκηναίς, ταίς επουρανίαις, μετά πάντων εκλεκτών αναπαυόμενον.

 

Τόν Άβελ δώρα προσάγοντα, ψυχή ευγενεστάτη προσήκατο, ο πάντων Θεός καί Κύριος, τούτον δέ μιαιφόνω, πάλαι χειρί, τεθανατωμένον, ανεκόμισε πρός φώς ως θείον Μάρτυρα.

Θεοτοκίον

Ρητών ενθέων ακούσωμεν, βοώντων τού Χριστού τήν ανάδειξιν, ιδού γάρ Σπηλαίω τίκτεται, Κόρης εξ απειράνδρου, ού τόν φρικτόν, τόκον προμηνύει, Αστρολόγοις ο αστήρ επιφαινόμενος.

Καταβασία

Χριστός γεννάται, δοξάσατε, Χριστός εξ ουρανών, απαντήσατε, Χριστός επί γής, υψώθητε, Άσατε τώ Κυρίω πάσα η γή, καί εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται.

 

Τών αγίων Παίδων

 

Ωδή γ

Σύ εί τό στερέωμα, τών προστρεχόντων σοι Κύριε, σύ εί τό φώς τών εσκοτισμένων, καί υμνεί σε τό πνεύμά μου.

 

Σύνεσιν κτησάμενοι, τήν θεοδίδακτον Δέσποτα, Παίδες Δαυϊδ, Νόμους τούς πατρώους, θεοφρόνως ετήρησαν.

 

Πύρ ού κατεφλόγισε, τά καθαρώτατα σώματα, τών ευσεβών, διά γάρ νηστείας, ψυχοτρόφου ηρδεύοντο.

 

Αίνον τόν παγκόσμιον, καί πολυϋμνητον άδουσι, Παίδες οι τρείς, μέσον τής καμίνου, θαυμαστώς δροσιζομενοι.

Θεοτοκίον

Ίνα τόκον Δέσποτα, εκ παρθενεύοντος σώματος, δείξης ημίν, σώζεις εν καμίνω, παρθενεύοντα σώματα.

 

Τών Προπατόρων

 

Τώ πρό τών αιώνων

Άδεται εν κόσμω, τό τού Σήθ πρός τόν Κτίστην διάπυρον, εν γάρ αμέμπτω πολιτεία, καί ψυχής διαθέσει, αυτόν όντως εθεράπευσε, καί νύν εν χώρα τών ζώντων βοά, άγιος εί Κύριε.

 

Στόματι καί γλώσση, καί καρδία Ενώς ο θαυμάσιος, επικαλείσθαι θεοφρόνως, τόν τών όλων Δεσπότην, Θεόν ήλπισεν εν πνεύματι, καί ευαρέστως βιώσας εν γή, κλέος επηνέγκατο.

 

Ιερολογίαις, ιεραίς τόν Ενώχ μακαρίσωμεν, ευαρεστήσας γάρ Κυρίω, μετετέθη εν δόξη, οφθείς κρείττων καθως γέγραπται, θανάτου οία Θεού πεφηνώς, δούλος γνησιώτατος.

Θεοτοκίον

Νύν η προσδοκία, τών Εθνών εκ Παρθένου προέρχεται, καί Βηθλεέμ τήν κεκλεισμένην, υπανοίγει προσφόρως, Εδέμ Λόγον σωματούμενον, εισδεδεγμένη καί φάτνη σαρκί, επανακλινόμενον.

Καταβασία

Τώ πρό τών αιώνων, εκ Πατρός γεννηθέντι αρρεύστως Υιώ, καί επ' εσχάτων εκ Παρθένου, σαρκωθέντι ασπόρως, Χριστώ τώ Θεώ βοήσωμεν, Ο ανυψώσας τό κέρας ημών, Άγιος εί Κύριε.

 

Η Υπακοή Ήχος β

Εις δρόσον τοίς Παισί, τό πύρ μετεβάλλετο, ό θρήνος εις χαράν, ταίς Γυναιξίν ενηλλάττετο, Άγγελος γάρ, εν αμφοτέροις διηκόνει τοίς θαύμασι, τοίς μέν, εις ανάπαυσιν μεταποιήσας τήν κάμινον, ταίς δέ, τήν ανάστασιν καταμηνύσας τριήμερον, ο αρχηγός τής ζωής ημών, Κύριε δόξα σοι.

 

Εάν δέ δόξη τώ Προεστώτι, λέγομεν.

 

Κάθισμα Ήχος α

Τόν τάφον σου Σωτήρ

Υμνήσωμεν πιστοί, τούς Προπάτορας πάντας, Χριστού τού δι ημάς, επί γής οραθέντος, δοξάζοντες εν άσμασι, τόν αυτούς θαυμαστώσαντα, ως τήν έλευσιν, προεκτυπώσαντας τούτου, καί τήν γέννησιν, τήν εκ Παρθένου αφράστως, τώ κόσμω κηρύξαντας.

 

Τών Αγίων παίδων

 

Ωδή δ

Εισακήκοα Κύριε, τήν ακοήν τής σής οικονομίας, καί εδόξασά σε, μόνε φιλάνθρωπε.

 

Δανιήλ ο σοφώτατος, ενθεαστικώς τόν νούν φωτιζόμενος, τά ένύπνια διέλυσε, τών Αυτοκρατόρων θεία χάριτι.

 

Απαστράπτει τοίς θαύμασιν, η έν τή καμίνω τών Παίδων άθλησις, τόν γάρ τύραννον εζώγρησε, πρός επίγνωσίν σου Παντοδύναμε.

 

Συμφωνίας τά όργανα, καί τής μουσικής μέλη παναρμόνια, τούς γενναίους ού κατέθελξαν, καί χρυσή εικόνι ουχ υπέκυψαν.

Θεοτοκίον

Υμνωδίαις Πανύμνητε, οι εν Βαβυλώνι Παίδες γεραίρουσι, τόν Υιόν σου τόν υπέρθεον, όν εν τή καμίνω επεγίνωσκον.

 

Τών Προπατόρων

 

Ράβδος εκ τής ρίζης

Αίνον προσαγάγωμεν Θεώ, τιμώντες μελωδήμασι, Νώε τόν όντως όντα δίκαιον, εν πάσαις γάρ εντολαίς, θείαις καλλυνόμενος, ώφθη τώ Χριστώ ευαρεστή σας, ώ μελωδούμεν πιστώς. Δόξα τή δυνάμει σου Κύριε.

 

Ιδών σου Θεός τό ευγενές, τής γνώμης τό ακέραιον, καί κατά πάντα Νωε τέλειον, δευτέρου κόσμου σαφώς, αρχηγόν σε δείκνυσι, σώσαντα αυτώ παντός εκ γένους, κατακλυσμού αισθητού, σπέρμα, ως αυτός διετάξατο.

 

Νώε τόν φυλάξαντα Θεού, τόν νόμον απαράτρωτον, καί ευρεθέντα τότε δίκαιον, τή γενεά εαυτού, καί ξυλίνη σώσαντα, πάλαι Κιβωτώ αλόγων γένη, προστάξει παντουργική, ύμνοις ευσεβώς μακαρίσωμεν.

 

Οίνον κατανύξεως ημίν, πηγάζει τοίς τιμώσί σε, Νώε μακάριε η μνήμη σου, ευφραίνουσα καί ψυχάς, καί καρδίας πάντοτε, τών ειλικρινώς μακαριζόντων, τους τρόπους σου τούς σεμνούς, καί τήν πολιτείαν τήν ένθεον.

Θεοτοκίον

Νύν η άπολύτρωσις ημών, εν φάτνη ανακλίνεται, καί σπαργανούται ώσπερ νήπιον, καί Μάγοι ανατολών, Βασιλείς αφίκοντο, τούτον ως Θεόν καί Βασιλέα, τεχθέντα επί τής γής, βλέψαι καί λατρεύσαι σύν δώροις πιστώς.

Καταβασία

Ράβδος εκ τής ρίζης Ιεσσαί, καί άνθος εξ αυτής Χριστέ, εκ τής Παρθένου ανεβλάστησας, εξ όρους ο αινετός, κατασκίου δασέος, ήλθες σαρκωθείς εξ απειράνδρου, ο άυλος καί Θεός, Δόξα τή δυνάμει σου, Κύριε.

 

Τών Αγίων Παίδων

 

Ωδή ε

Ίνα τί με απώσω, από τού προσώπου σου, τό φώς τό άδυτον, καί εκάλυψέ με, τό αλλότριον σκότος τόν δείλαιον; αλλ επίστρεψόν με, καί πρός τό φώς τών εντολών σου, τάς όδούς μου κατεύθυνον δέομαι.

 

Μυηθέντες τόν Nόμον, Σώτερ ουκ ηρνήσαντο οι σοί θεράποντες, Δανιήλ ο μέγας, σύν τρισί Νεανίαις θεόφροσιν, αλλ ισχύν λαβόντες, τήν παρά σού τού ευεργέτου, τούς Τυράννους ανδρείως ετρέψαντο.

 

Νοερώς εμυείτο, Δανιήλ φιλάνθρωπε τά σά μυστήρια, επί γάρ νεφέλης, ως Υιόν σε ανθρώπου ερχόμενον, τών Εθνών απάντων, οία Κριτήν καί Βασιλέα, εΘεώρει νοός καθαρότητι.

 

Ωραιώθη ώ Παίδες, υπέρ λίθον σάπφειρον, υμών τά σώματα, ως αυγή χρυσίου, ευσεβείας τώ ζήλω πυρσεύετε, εμπεριπατούντες χαρμονικώς εν τή καμίνω, καί κροτούντες χορείαν παγκόσμιον.

Θεοτοκίον

Δανιήλ σε Παρθένε, Όρος προδιέγραφε σαφώς ο ένθεος, οι τριττοί δέ Παίδες, καθορώντες τήν φλόγα δροσίζουσαν, τόν σόν θείον τόκον, μελωδικώς ανευφημούσιν, ως Σωτήρα καί Κτίοτην καί Κύριον.

 

Τών Προπατόρων

 

Θεός ών ειρήνης

Επαίνοις τιμάσθω, ενθέοις ό Σήμ, πατρικήν ευλογίαν καρπούμενος, καί έναντι ευάρεστος, δεικνύμενος Θεού, καί τοίς τών Προπατόρων, χοροίς κατειλεγμένος, καί εν χώρα τών ζώντων, περιχαρώς αναπαυόμενος.

 

Ιδείν ηξιώθη, ως φίλος Θεού, Αβραάμ τήν ημέραν τού Κτίστου αυτού, καί έμπλεως εγένετο, χαράς Πνευματικής, τούτον ούν διανοίας, ευθύτητι τιμώντες, μακαρίσωμεν πάντες, ως τού Θεού πιστόν θεράποντα.

 

Κατείδες ως θέμις, ανθρώπω ιδείν, τήν Τριάδα, καί ταύτην εξένισας, ως φίλος γνησιώτατος, παμμάκαρ Αβραάμ, όθεν μισθόν κομίζη, τής ξένης ξεναγίας τό γενέσθαι απείρων, Εθνών Πατήρ διά τής πίστεως.

Θεοτοκίον

Ο Πλήρης κενούται, σαρκί δι ημάς, καί αρχήν ο προάναρχος δέχεται, πτωχεύει δέ ο πλούσιος, καί Λόγος ών Θεού, εν φάτνη τών αλόγων, προσκλίνεται ως βρέφος, τήν ανάπλασιν πάντων, τών απ αιώνος εργαζόμενος.

Καταβασία

Θεός ών ειρήνης, Πατήρ οικτιρμών, τής μεγάλης Βουλής σου τόν Άγγελον, ειρήνην παρεχόμενον, απέστειλας ημίν, όθεν θεογνωσίας, πρός φώς οδηγηθέντες, εκ νυκτός ορθρίζοντες, δοξολογούμέν σε, Φιλάνθρωπε.

 

Τών Αγίων Παίδων

 

Ωδή ς

Άβυσσος αμαρτιών, καί πταισμάτων καταιγίς με ταράττει, καί πρός βυθόν βιαίως συνωθεί απογνώσεως, αλλ αυτός τήν κραταιάν χείρά μοι έκτεινον, ως τώ Πέτρω, καί εκ βυθού φθοράς ανάγαγε.

 

Άρξαντες τών ψυχικών, παθημάτων τή δυνάμει τού Λόγου, χώρας Εθνών Χαλδαίων, ηγεμόνες γεγόνατε, οίδε γάρ η αρετή, γέρα χαρίζεσθαι, κεκτημένοις, ώ τού Δαυίδ σοφοί απόγονοι.

 

Νέκρωσιν ο Δανιήλ, ζωηφόρον ενδυσάμενος πάλαι, τόν ως Θεόν Χαλδαίοις, δυσσεβώς νομιζόμενον, αναιρεί διά τροφής, δράκοντα κάκιστον, ιερείς δέ, τούς δυσμενείς σοφώς απέκτεινεν.

Θεοτοκίον

Ιλεών μοι τόν Κριτήν, τόν Υιόν σου Θεοτόκε Παρθένε, ταίς σαίς λιταίς γενέσθαι εν ημέρα τής κρίσεως, λυτρωτήν τε τών δεινών, Μήτηρ δυσώπησον, σοί γάρ μόνη τά τής ελπίδος ανατίθημι.

 

Τών Προπατόρων

 

Σπλάγχνων Ιωνάν

Τύπωσις Χριστού, τού πάθους γεγένησαι, σαφώς Ισαάκ μακαριώτατε, αναγόμενος, πατρική ευπειθεία τού θύεσθαι, διά τούτο μεμακάρισαι, καί φίλος Θεού, ώφθης όντως γνησιώτατος, μετά πάντων Δικαίων σκηνούμενος.

 

Ώφθη Ιακώβ, θεράπων πιστότατος, τού πάντων Θεού, όθεν επάλαισε, μετ Αγγέλου νούς, καθορών τόν Θεόν μετωνόμασται, καί καθεύδων θείαν κλίμακα τεθέαται, ήπερ Θεός επεστήρικτο, ο σαρκί προσπλακείς άγαθότητι.

 

Στέργων Ιωσήφ, πατρός τήν ευπείθειαν, εν λάκκω βληθείς, προσαπεμπόληται, εις προτύπωσιν, τού τυθέντος εν λάκκω βληθέντος Χριστού, σιτοδότης τε Αιγύπτου εχρημάτισε, σώφρων γεγονως καί δίκαιος, Βασιλεύς τε παθών αληθέστατος.

Θεοτοκίον

Νέον επί γής, παιδίον γνωρίζεται, ο ών σύν Πατρί αεί καί Πνεύματι, σπαργανούται δέ, ο τήν γήν σπαργανώσας ομίχλη σαφώς, καί εν φάτνη τών αλόγων ανακέκλιται, τούτου νύν προεορτάσωμεν, γεγηθότες τήν άσπορον γέννησιν.

Καταβασία

Σπλάγχνων Ιωνάν, έμβρυον απήμεσεν, ενάλιος θήρ, οίον εδέξατο, τή Παρθένω δέ, ενοικήσας ο Λόγος καί σάρκα λαβών, διελήλυθε φυλάξας αδιάφθορον, ής γάρ, ουχ υπέστη ρεύσεως, τήν τεκούσαν, κατέσχεν απήμαντον.

 

Κοντάκιον Ήχος β Αυτόμελον

Χειρόγραφον εικόνα μή σεβασθέντες, αλλ αγράφω ουσία θωρακισθέντες τρισμακάριοι, εν τώ σκάμματι τού πυρός εδοξάσθητε, εν μέσω δέ φλογός ανυποστάτου ιστάμενοι, Θεόν επεκαλείσθε, Τάχυνον ο Οικτίρμων, καί σπεύσον ως ελεήμων, εις τήν βοήθειαν ημών, ότι δύνασαι βουλόμενος.

Ο Οίκος

Εκτεινόν σου τήν χείρα, ής πάλαι έλαβον πείραν Αιγύπτιοι πολεμούντες, καί Εβραίοι πολεμούμενοι, μή καταλίπης ημάς, καί καταπίη ημάς ο θάνατος, ο διψών ημάς, καί Σατάν ο μισών ημάς, αλλ έγγισον ημίν, καί φείσαι τών ψυχών ημών, ως εφείσω ποτέ τών Παίδων σου τών εν Βαβυλώνι, απαύστως ανυμνούντων σε καί βληθέντων υπέρ σού εις τήν κάμινον, καί εκ ταύτης κραυγαζόντων σοι, Τάχυνον ο οικτίρμων, καί σπεύσον ως ελεήμων εις τήν βοήθειαν ημών, ότι δύνασαι βουλόμενος.

 

Αναγινώσκομεν πρώτον τό συναξάριον τής ημέρας τού μηνός, είτα τών Αγίων Προπατόρων.

 

Τή αυτή ημέρα, Κυριακή τών Αγίων Προπατόρων.

Στιχοι

        Δέξασθαι χαράν οι πάλαι Προπάτορες,

        Βλέποντες εγγίζοντα Xριστόν Μεσσίαν.

        Γήθεο Αβραάμ, ότι Πρόπαππος Χριστού εδείχθης.

 

Ταίς τών σών αγίων πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Τών Αγίων Παίδων

 

Ωδή ζ

Παίδες θεοσεβείς έν Βαβυλώνι, εικόνι χρυσή ού προσεκύνησαν, αλλ εν μέσω καμίνου πυρός δροσιζόμενοι, τήν ωδήν ανέμελπον λέγοντες, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Ήχος θεοσεβής εμελωδείτο, εκ μέσου πυρός τώ Παντοκράτορι, Αζαρίας γάρ θείον χορόν συστησάμενος, τήν ωδήν ανέμελπον λέγοντες, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Λύρα Νεανιών εθεολόγει τόν πάντων Θεόν καί παντοκράτορα, τόν αυτοίς εν καμίνω, τρανώς Οπτανόμενον, καί ωδήν ανέμελπον λέγοντες, Ευλογητός ο Θεός, ό τών Πατέρων ημών.

 

Τρείς τούς εν τή καμίνω βεβλημένους, ειδώς ο κρατών ως εθεάσατο, τού τετάρτου τήν θέαν, Υιόν προσηγόρευσε, τού Θεού καί πάσιν εβόησεν, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Θεοτοκίον

Έχων λελαμπρυσμένον θεία αϊγλη, τόν νούν Δανιήλ Θεομακάριστε, τής Παρθένου τόν τόκον, σαφώς προτεθέασαι, μυστικαίς εικόσι τυπούμενον, Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

 

Τών Προπατόρων

 

Οι Παίδες ευσεβεία

Υμνείσθω Ανανίας, Αζαρίας, Μισαήλ σύν τώ Δανιήλ, κάμινον σβέσαντες πυρός, καί λεόντων χαλινώσαντες, τάς ορμάς καί τώ Χριστώ, συμφώνως ψάλλοντες, ο τών Πατέρων, Θεός ευλογητός εί.

 

Νομίμως εναθλήσας, πειρασμοίς καί ανενδότοις θλίψεσι, θεράπων κέκληται Ιώβ, τού Θεού παναληθέστατος, πράος άκακος ευθύς, τέλειος άμεμπτος, αναβοών, ο Θεός ευλογητός εί.

 

Εν πίστει Μωϋσέα, Ααρών τε καί τόν Ώρ τιμήσωμεν, ανευφημούντες, Ιησούν, καί Λευϊ τόν ιερώτατον, Γεδεών τε καί Σαμψών, καί ανακράζοντες, ο τών Πατέρων, Θεός ευλογητός εί.

Θεοτοκίον

Ιδού καθώς προείπεν ο Προφήτης, εν γαστρί συνέλαβεν, η απειρόγαμος, Θεόν καί τεκείν σαφώς επείγεται, εν Σπηλαίω Βηθλεέμ, ώ πάντες ψάλλομεν, ο τών Πατέρων, Θεός ευλογητός εί.

Καταβασία

Οι Παίδες ευσεβεία συντραφέντες, δυσσεβούς προστάγματος καταφρονήσαντες, πυρός απειλήν ουκ επτοήθήσαν, αλλ' εν μέσω τής φλογός, εστώτες έψαλλον, Ο τών Πατέρων Θεός ευλογητός εί.

 

Τών Αγίων Παίδων

 

Ωδή η

Επταπλασίως κάμινον, τών Χαλδαίων ο τυραννος, τοίς θεοσεβέσιν, εμμανώς εξέκαυσε, δυνάμει δέ κρείττονι, περισωθέντας τούτους ιδών, τόν Δημιουργόν καί Λυτρωτήν ανέβόα, οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τήν Αβραάμ ευγένειαν, διασώζειν σπουδάζοντες, τήν οικειοτάτην, πρός αυτόν εκτήσασθε, κρηπίδα τής Πίστεως, καί τής Ελπίδος Όσιοι, καί υπομονήν, καί πειρασμών καρτερίαν, βοώντες ανενδότως, ιερείς ευλογείτε, λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Οι ως φωστήρες λάμποντες, καί τήν γήν ουρανώσαντες, καί τής ευσεβείας, φωτισμώ πυρσεύοντες, παγκόσμιον στήσαντες, χοροστασίαν άδουσι, τώ εκ πειρασμών εκσεσωκότι Δεσπότη, οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαός υπερυψούτε, Χριστόν εις τούς αιώνας.

 

Νεανικώς οι σβέσαντες, επηρμένην τήν κάμινον, καί τάς τών λεόντων, ακωκάς πεδήσαντες, Δαυίδ οι απόγονοι, νύν γεγηθότες ψάλλουσι, Τόν εκ πειρασμών, εκσεσωκότα Δεσπότην, οι Παίδες ευλογείτε, ιερείς ανυμνείτε, λαος υπερυψούτε, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Μυσταγωγείται πάναγνε, Δανιήλ ό σοφώτατος, καί προζωγραφούσι, Παίδες τρείς τήν γέννησιν, τήν σήν οι θεόφρονες, διά συμβόλων βλέποντες, τόν εκ τής γαστρός σου, προελθόντα αφράστως, όν Παίδες ευλογούσιν, ιερείς ανυμνούσι, λαοί υπερυψούσιν, εις πάντας τούς αιώνας.

 

Τών Προπατόρων

 

Θαύματος υπερφυούς

Σήμερον τών απ αιώνος θείαν μνήμην, εκτελέσωμεν θείων Πατέρων, τού Αδάμ τού Άβελ τε, Σήθ καί Νώε καί τού Ενώς, καί Ενώχ καί Αβραάμ Μελχισεδέκ καί Ιώβ, καί τού Ισαάκ σύν τώ πιστώ Ιακώβ, Ευλογείτω η κτίσις βοώντες τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Φάλαγγα Θεοτερπή θείων Πατέρων, ευφημήσωμεν Βαράκ καί Νάθαν, καί τόν Ελεάζαρον, Ιωσίαν καί τόν Δαυϊδ, Ιεφθάε Σαμουήλ τε τόν τά έμπροσθεν ορώντα, σεπτώς καί ανακράζοντα, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας

 

Έπαινον μελωδικώς Θεού Προφήταις, προσαγάγωμεν ανευφημούντες, Ωσηέ, Μιχαίαν τε, Σοφονίαν καί Αββακούμ, Ζαχαρίαν, Ιωνάν, Αγγαίόν τε καί Αμμώς, καί τόν Αβδιού καί Μαλαχίαν Ναούμ, Ησαϊαν καί Ιερεμίαν καί Ιεζεκιήλ, άμα Δανιήλ, Ηλιού καί Ελισαίον.

Τριαδικόν

Ρήμασι τριαδικοίς τήν παναγίαν, ανυμνήσωμεν Πιστοί Τριάδα, τόν Πατέρα άναρχον, τόν Υιόν τε καί τό ευθές, Πνεύμα Άγιον, Τριάδα ομοούσιον, ήν πάσα πνοή δοξάζει κράζουσα, Ευλογείτω η κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Ώφθης εκ Παρθενικών Χριστέ αιμάτων, σωματούμενος αρρήτω λόγω, καί ως βρέφος τέλειον, εν Σπηλαίω υπερβολή, ευσπλαγχνίας Ιησού αποτικτόμενος, αστήρ δέ σε πορρωθεν εμήνυσεν, αστρολόγοις, Υμνείτε πίστει κραυγάζουσι, καί υπερυψούτε, Χριστόν εις τούς αιώνας.

Καταβασία

Θαύματος υπερφυούς η δροσοβόλος, εξεικόνισε κάμινος τύπον, ου γάρ ούς εδέξατο φλέγει Νέους, ώς ουδέ πύρ τής θεότητος, Παρθένου ήν υπέδυ νηδύν, διό ανυμνούντες αναμέλψωμεν, Ευλογείτω η Κτίσις πάσα τόν Κύριον, καί υπερυψούτω, εις πάντας τούς αιώνας.

 

Τών Αγίων Παίδων

 

Ωδή θ

Κυρίως Θεοτόκον, σέ ομολογούμεν, οι διά σού σεσωσμένοι Παρθένε αγνή, σύν Ασωμάτοις χορείαις, σέ μεγαλύνοντες.

 

Εφθάσατε τό τέλος, τό πεποθημένον, καί ορεκτών ακροτάτω παρέστητε, εν ουρανίοις θαλάμοις Παίδες πανόλβιοι.

 

Γηθόμενοι τό δράγμα, τής μετά δακρύων, καλής υμών γεωργίας κομίζεσθε, τής αφθαρσίας τόν στάχυν καρποφορήσαντες.

 

Ανέτειλε λαμπρότης, νύν υμίν αξίως, καί ευφροσύνη καρδίας εξ ήνθησεν, ένθα απέδρα γάρ λύπη κατεσκηνώσατε.

Θεοτοκίον

Νομήν τήν τού θανάτου, έστησας Παρθένε, τόν ζωοδότην τεκούσα καί Κύριον, ζωοποιούντα τούς πίστει σέ μεγαλύνοντας.

 

Τών Προπατόρων

 

Mυστήριον ξένον

Ισχύϊ σου πάλαι, δυνάμεις εποίησαν, θυγατέρες Κύριε, Άννα καί Ιουδίθ καί Δεβόρρα, Ολδά, Ιαήλ τε, Εσθήρ Σάρρα Μαριάμ Μωσέως καί Ραχήλ, καί Ρεβέκκα καί η Ρούθ αι μεγαλόφρονες.

 

Ως σβέσαντες Παίδες, Αγίους τήν κάμινον, ιερώς τιμήσωμεν, άμα τώ Δανιήλ τώ Προφήτη, πάσι δικαίοις σαφώς, τοίς πρό Νόμου διαλάμψασι καλώς, καί εν Νόμω τόν Δεσπότην θεραπεύσασιν.

 

Σοφώτατοι θείοι, Προφήται γεγένηνται, Αβραάμ απόγονοι, τόν εκ τού Αβραάμ, καί Ιούδα τικτόμενον Λόγον, θερμώς προαναγγείλαντες εν Πνεύματι, αυτών ικεσίαις, Ιησού πάντας οικτείρησον.

 

Ηγίασται πάσα η κτίσις, τή μνήμη υμών, καί πανηγυρίζουσα, κράζει ικετικώς εκβοώσα, Δέησιν Κυρίω, αεί προσαγάγετε Μακάριοι, τυχείν αιωνίων αγαθών τούς ευφημούντας υμάς.

Θεοτοκίον

Φορέσας με εκ τής Παρθένου προέρχεται, καί Σπηλαίω τίκτεται, Λόγος ο τού Πατρός ασυγχύτως, χόρευε η κτίσις, φωναίς ευχαρίστοις μεγαλύνουσα, αυτού τήν δι οίκτον, παναγίαν συγκατάβασιν.

Καταβασία

Μυστήριον ξένον, ορώ καί παράδοξον! ουρανόν τό Σπήλαιον, θρόνον Χερουβικόν, τήν Παρθένον, τήν φάτνην χωρίον, εν ώ ανεκλήθη ο αχώρnτος, Χριστός ο Θεός, όν ανυμνούντες μεγαλύνομεν.

 

Εξαποστειλάριον

Γυναίκες ακουτίσθητε

Πατέρων μνήιμην σήμερον, σκιρτώντες φιλοπάτορες, τού Αβραάμ συνελθόντες, καί Ισαάκ κατά χρέος, καί Ιακώβ υμνήσωμεν, εξ ών Χριστός ο Κύριος, τό κατά σάρκα ωράθη, διά πολλήν ευσπλαγχνίαν.

 

Αδάμ ανευφημήσωμεν, Άβελ Σήθ καί τόν Ενώς, Ενώχ καί Νώε Αβραάμ, Ισαάκ καί τόν Ιακώβ, Μωσήν Ιώβ καί τόν Ααρών, Ελεάζαρ, Ιησούν, Βαράκ, Σαμψών, Ιεφθάε, Δαυϊδ καί τόν Σολομώντα.

Θεοτοκίον, όμοιον

Αγνή Παρθένε άχραντε, Μαρία Θεονύμφευτε, εν ώρα τή φοβερά μοι, πρόστηθι καί μεσίτις, πρός τόν Υιόν σου φάνηθι, τώ ταπεινώ καί ρύσαί με, τής καταδίκης εκείνης, καί τών κολάσεων πάντων.

 

Εις τούς Αίνους, ιστώμεν Στίχ. η' καί ψάλλομεν Στιχηρά Αναστάσιμα δ καί τών Αγίων Προπατόρων δ.

 

Ήχος β Οίκος τού Ευφραθά

Πάντες τήν τών σεπτών, νύν Προπατόρων μνήμην, τελέσωμεν ωμνούντες, τήν τούτων πολιτείαν, δι ής εμεγαλύνθησαν. (Δίς)

 

Στίχ. Ευλογητός εί Κύριε ό Θεός τών Πατέρων ημών.

 

Έσβεσαν τού πυρός, τήν δύναμιν οι Παίδες, χορεύοντες εν μέσω καμίνου καί υμνούντες, Θεόν τόν παντοδύναμον.

 

Στίχ. Καί επί τήν πόλιν τήν αγίαν τήν τών Πατέρων ημών Ιερουσαλήμ.

 

Λάκκω κατακλεισθείς, θηρσί συνωκισμένος, Δανιήλ ο Προφήτης, αμέτοχος τής τούτων, εδείκνυτο κακώσεως.

Δόξα... Ήχος βαρύς Γερμανού

Δεύτε άπαντες, πιστώς πανηγυρίσωμεν, τών πρό νόμου Πατέρων, Αβραάμ καί τών σύν αυτώ, τήν ετήσιον μνήμην, τού Ιούδα τήν φυλήν, αξίως τιμήσωμεν, τούς εν Βαβυλώνι Παίδας, τούς σβέσαντας τήν εν καμίνω φλόγα, ως τής Τριάδος τύπον, σύν τώ Δανιήλ ευφημήσωμεν, τών Προφητών τάς προρρήσεις ασφαλώς κατέχοντες, μετά τού Ησαϊου μεγαλοφώνως βοήσωμεν, ιδού η Παρθένος, εν γαστρί λήψεται, καί τέξεται Υιόν τόν Εμμανουήλ, ό εστι μεθ ημών ο Θεός.

 

Καί νύν... Υπερευλογημένη

 

Δοξολογία μεγάλη, καί Απόλυσις.

 

Εις τήν Λειτουργίαν, Τυπικά. Οι Μακαρισμοί τού Ήχου, καί από τού Κανόνος τών Προπατόρων η ς Ωδή.

 

Κοινωνικόν

Αινείτε τόν Κύριον