ΤΗ Ζ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Oσίου Πατρός ημών Aμβροσίου, Επισκόπου Μεδιολάνων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος α

Τών ουρανίων ταγμάτων

Ηγεμονίας τόν θρόνον, κατακοσμών αρεταίς, εξ επιπνοίας θείας, τόν τής ιεραρχίας, προσφόρως εκομίσω, όθεν πιστός, οικονόμος τής χάριτος, εν αμφοτέροις, Αμβρόσιε γεγονώς, διπλούν στέφανον κεκλήρωσαι.

 

Εν εγκρατεία καί πόνοις, καί αγρυπνίαις πολλαίς, καί προσευχαίς συντόνοις, τήν ψυχήν καί τό σώμα, εκάθηρας θεόφρον, σκεύος λοιπόν, εκλογής τώ Θεώ ημών, τοίς Αποστόλοις ωσαύτως αναδειχθείς, υπεδέξω τά χαρίσματα.

 

Τόν ευσεβή Βασιλέα, ημαρτηκότα ποτέ, ως τόν Δαυϊδ ό Νάθαν, παρρησία ελέγξας, Aμβρόσιε παμμάκαρ, τούτον σαφώς, αφορισμώ καθυπέβαλες, καί μετανοία παιδεύσας θεοπρεπώς, συνηρίθμησας τή Ποίμνη σου.

 

Έτερα Στιχηρά Προσόμοια

Ήχος πλ. α Όσιε Πάτερ

Όσιε Πάτερ, Ιερώτατε Αμβρόσιε, η Λύρα φωνούσα, μέλος σωτήριον, δογμάτων ορθοδόξων πάσιν ημίν, η καταθέλγουσα πιστών τάς ψυχάς, εύηχος Κιθάρα τού θείου Παρακλήτου, τό μέγα Όργανον τού Θεού, η αξιέπαινος Σάλπιγξ τής Εκκλησίας, διειδεστάτη τε Πηγή τών χαρισμάτων, εναποπλύνουσα ρύπον τών παθημάτων, Xριστόν ικέτευε, Χριστόν δυσώπει Όσιε, δωρηθήναι τή Εκκλησία, ομόνοιαν, ειρήνην, καί μέγα έλεος.

 

Όσιε Πάτερ, παμμακάριστε Αμβρόσιε, Συνόδου θεοφόρων, μέσον Γιατέρων οφθείς, εν δύο ταίς ουσίαις ένα Υιόν, σάρκα γενόμενον κηρύττεις τρανώς, εξ απειρογάμου υμίν επιφανέντα, τόν ομοούσιον τώ Πατρί, καί συναϊδιον τούτου καί συμφυή, όθεν τήν βλάσφημον Αρείου γλωσσαλγίαν, εναπεμώρανας, τού Πνεύματος δυνάμει, Χριστόν ικέτευε, Xριστόν δυσώπει Όσιε, δωρηθήναι τή Εκκλησία, ομόνοιαν, ειρήνην, καί μέγα έλεος.

 

Όσιε Πάτερ, αξιάγαστε Αμβρόσιε, ευρούσα ώς επόθει, τήν καθαράν σου ψυχήν, τού Πνεύματος η χάρις τού Παναγίου, εν σοί εσκήνωσεν ώς άδυτον φώς, ού τή ενεργεία, τά πνεύματα τής πλάνης, αποδιώκεις διαπαντός, καί θεραπεύεις τάς νόσους καί μαλακίας, τών προσιόντων σοι απλότητι καρδίας, καί εκτελούντων σου, τήν μνήμην τήν φωσφόρον, Χριστόν ικέτευε, Χριστόν δυσώπει Όσιε, δωρηθήναι τή Εκκλησία, όμόνοιαν, ειρήνην, καί μέγα έλεος.

Δόξα Καί νύν Θεοτοκίον

Τίνι ψυχή μου, εξωμοίωσαι προκόπτουσα, εις χείρω καθ εκάστην, καί προστιθείσα αεί, σοίς μώλωψιν ευήθως τραύματα πλείω, ως ολοσώματος γενέσθαι πληγή, μή ενθυμουμένη, ως ο Κριτής εγγίζει, ώ παραστήση απολαβείν, κατά τάς πράξεις ευθύνας καί τιμωρίας; αλλ επιστρέψασα, πρόσπεσον τή Παρθένω, κράζουσα, Δέσποινα, πάναγνε μή παρίδης, τόν παροργίσαντα Θεόν τόν ευσυμπάθητον, τόν εκ σού διά σωτηρίαν, τών βροτών γεννηθέντα, δι ευσπλαγχνίαν πολλήν.

Η Σταυροθεοτοκίον

Ότε τόν βότρυν, αφυτεύτως όν ώς άμπελος, εβλάστησας, κατείδες ξύλω κρεμάμενον, νυττόμενόν τε λόγχη θείαν πλευράν, Τί τούτο, έλεγες, Υιέ καί Θεέ; πώς ο νόσους πάσας, καί πάθη θεραπεύων, πάθος υφίστασαι, απαθής κατά φύσιν υπάρχων τήν θεϊκήν; τί σοι αχάριστος λαός τώ ευεργέτη, ταύτα απέδωκεν αντ ευεργετημάτων; Παρθένε άχραντε, αλλά τοίς τούτου πάθεσι, τών παθών με ελευθερώσαι, εκδυσώπει απαύστως, όπως δοξάζω σε.

 

Απολυτίκιον Ήχος δ

Κανόνα πίστεως καί εικόνα πραότητος, εγκρατείας Διδάσκαλον, ανέδειξέ σε τή ποίμνη σου, η τών πραγμάτων αλήθεια, διά τούτο εκτήσω τή ταπεινώσει τά υψηλά, τή πτωχεία τά πλούσια, Πάτερ Ιεράρχα Αμβρόσιε, πρέσβευε Χριστώ τώ Θεώ, σωθήναι τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν συνήθη Στιχολογίαν, οι Κανόνες τής Οκτωήχου, καί τού Αγίου εις ς, ού η Ακροστιχίς.

 

Τόν παμμέγιστον Αμβρόσιον αινέσω. Ιωσήφ.

 

Ωδή α Ήχοςδ

Θαλάσσης τό ερυθραίον πέλαγος, αβρόχοις ίχνεσιν, ο παλαιός πεζεύσας Ισραήλ, σταυροτύποις Μωσέως χερσί, τού Αμαλήκ τήν δύναμιν, εν τή ερήμω ετροπώσατο.

 

Ταίς θείαις φωτοχυσίαις Όσιε, καταστραπτόμενος, τήν φωτοφόρον ταύτην καί φαιδράν, καί αγίαν σου κοίμησιν, τούς ευσεβώς γεραίροντας, σαίς ικεσίαις φωταγώγησον.

 

Ο Λόγος ο τού Θεού σοφίας σοι, λόγον δεδώρηται, κεκοσμημένον γλώσση αληθεί, ιεράρχα Αμβρόσιε, αιρετιζόντων άλλον, απορραπίζοντα κακόνοιαν.

 

Νοός σου τό οπτικόν Πανόλβιε, προκαθηράμενος, τής τών παθών αχλύος δεκτικόν, καθαρών επιλάμψεων, τού Παναγίου Πνεύματος, προαπειργάσω Παμμακάριστε.

 

Πανσόφοις καί ιεροίς σου δόγμασι, τήν αρειόφρονα, αποδιώξας λύμην ως ποιμήν, επί χλόην εποίμανας, Ορθοδοξίας Πάνσοφε, τά λογικά σου πίστει θρέμματα.

Θεοτοκίον

Ασπόρως τώ τού Πατρος βουλήματι, εκ θείου Πνεύματος, τόν τού Θεού συνείληφας Υιόν, καί σαρκί απεκύησας, τόν εκ Πατρός αμήτορα, καί δι ημάς εκ σού απάτορα.

 

Έτερος Κανών τού αυτού, οδή Ακροστιχίς.

 

Θείου Αμβροσίου μέγα κλέος άσμασι μέλπω. Θεοφάνους.

 

Ωδή α Ήχος πλ. δ

Η κεκομμένη, τήν άτομον έτεμε, καί είδεν ήλιος γήν, ήν ουκ εθεάσατο, αλάστορα εχθρόν τό ύδωρ κατεπόντισε, καί άβατον δι, ήλθεν Ισραήλ, ώ δή δέ ανεμέλπετο, Τώ Κυρίω άσωμεν, ενδόξως γάρ δεδόξασται.

 

Θείω φωτί σου, υπέρλαμπρε Ίλιε, τής αμαρτίας μου, τήν αχλύν απέλασον, οικτείρεις γάρ ψυχάς, τή εμφύτω ευσπλαγχνία σου, καί σκότους απαλάττεις τών παθών, τή μόνη ευμενία σου, Παντοκράτορ Κύριε, ο μόνος ευδιάλλακτος.

 

Επί τώ κάλλει, τών θείων δογμάτων σου, η Εκκλησία φαιδρώς, ωραϊζεται, καί πίστει ασφαλεί, πεποιλκιμένη δείκνυται, καί όλη ως πλησίον καί καλή, εκ δεξιών παρίσταται, ορθοδόξως λάμπουσα, τής δόξης τού νυμφίου Χριστού.

 

Ιερωσύνης, τοίς όπλοις στομούμενος, καί θεία δόξη τόν νούν, Πάτερ ελλαμπόμενος, ως μάχαιρα πιστών εστιλβωμένη δείκνυσαι, καί σάλπιγξ τής ευσήμου Εορτής, τά θράση τών αιρέσεων, τμητικώς συγκόπτουσα, καί πάντας διεγείρουσα.

Θεοτοκίον

Ο πρό αιώνων, Πατρί συναϊδιος, εκ σού Θεόνυμφε, σάρκα προσελάβετο καί φύσιν τών βροτών, Θεώσας συνεδόξασε, διό σε σωτηρίας αρχηγόν, καί κόσμου ιλαστήριον, Θεοτόκε Δέσποινα, πρός τόν εκ σού κεκτήμεθα.

 

Ωδή γ

Ουκ εν σοφία, καί δυνάμει καί πλούτω καυχώμεθα, αλλ εν σοί τή τού Πατρός, ενυποστάτω σοφία Χριστέ, ου γάρ εστιν άγιος, πλήν σου Φιλάνθρωπε.

 

Μεμυημένος, Ιεράρχης ως ένθεος Όσιε, πάσαν νόησιν Γραφής, τοίς αγνοούσιν Αμβρόσιε, Πάτερ τά δισέφικτα, τρανώς εσάφησας.

 

Μεγίστην χάριν, πρός Θεού δεδεγμένος καί δύναμιν, σής εσθήτος επαφή, ποικίλα πάθη Αμβρόσιε, Πάτερ εθεράπευσας, τών προσιόντων σοι.

 

Εν αφροσύνη, τήν πρός σέ τόν φρονήσει εμπρέποντα, πλησιάσαι τολμηρώς, μιαρωτάτην ορμήσασαν, θάττον εθανάτωσας, θείω προστάγματι.

Θεοτοκίον

Γένος ανθρώπων, εκαινούργησας μόνη κυήσασα, τόν τής φύσεως ημών, Δημιουργόν τε καί Κύριον, όθεν σε δοξάζομεν, Θεοχαρίτωτε.

 

Άλλος

 

Σύ εί τό στερέωμα

Ρείθρον εν καρδία σου, εκ τών τού Πνεύματος Όσιε, χαρισμάτων, βρύει καταρδεύον, τούς τής Πίστεως αύλακας.

 

Όλον απεκάθηρας, τό οπτικόν τού νού Όσιε, καί εις ύψος ήρθης, θεωρίας, τή ελλάμψει τού Πνεύματος.

 

Στέφεται τοίς λόγοις σου, ώσπερ τιμίοις λίθοις Σοφέ, η Εκκλησία, καί διαιωνίζει, τών πιστών βασιλεύουσα.

Θεοτοκίον

Ίλεων γενέσθαι μοι, τών εν πολλαίς παγέντι Αγνή, αμαρτίαις, τόν εκ σού τεχθέντα, ασιγήτως δυσώπησον.

Ο Ειρμός

Σύ εί τό στερέωμα, τών προστρεχόντων σοι Κύριε, σύ τό φώς, τών εσκοτισμένων, καί υμνεί σε τό πνεύμά μου.

 

Κάθισμα Ήχος δ

Ο υψωθείς εν τώ Σταυρώ

Λόγους ζωής Πάτερ σοφέ κεκτημένος, τάς διανοίας τών πιστών καταρδεύεις, καί καρποφόρους χάριτι δεικνύεις αεί, τών αιρετιζόντων δέ, κατακλύζεις τάς φρένας, χάριν αναβλύζων τε, ιαμάτων εκπλύνεις, παθών παντοίων ρύπον αληθώς, ιερομύστα θεόφρον Αμβρόσιε.

Δόξα Ήχος πλ. δ

Τήν Σοφίαν καί Λόγον

Τόν Προφήτην Ηλίαν ζηλοτυπών, Ιωάννην ωσαύτως τόν Βαπτιστήν, ανδρείως διήλεγξας, Βασιλείς ανομήσαντας, ιεραρχίας θρόνον, ενθέως εκόσμησας, καί θαυμάτων πλήθει, τόν κόσμον επλούτησας, όθεν καί ταίς θείαις, συγγραφαίς κεχρημένος, πιστούς επεστήριξας, καί απίστους επέστρεψας, ιεράρχα Αμβρόσιε, Πρέσβευε Χριστώ τώ Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς εορτάζουσι πόθω, τήν αγίαν μνήμην σου.

Καί νύν Θεοτοκίον

Τήν ουράνιον Πύλην καί Κιβωτόν, τό πανάγιον Όρος τήν φωταυγή, Νεφέλην υμνήσωμεν, τήν ουράνιον Κλίμακα, τόν λογικόν Παράδεισον, τής Εύας τήν λύτρωσιν, τής οικουμένης πάσης, τό μέγα Κειμήλιον, ότι σωτηρία, εν αυτή διεπράχθη, τού κόσμου καί άφεσις, τών πολλών εγκλημάτων, διά τούτο βοώμεν αυτή, Πρέσβευε τώ σώ Υιώ καί Θεώ, τών πταισμάτων άφεσιν δωρήσασθαι, τοίς προσκυνούσιν εν πίστει, τόν άχραντον τόκον σου.

Η Σταυροθεοτοκίον

Εν τώ πάθει εστώσα τού σού Υιού, τώ Σταυρώ πλησιάζουσα μητρικώς, δακρύων προσχύσεσι, λουομένη εκραύγαζες, Οίμοι θείε Λόγε! πώς φέρεις ραπίσματα, εμπτυσμούς καί μάστιγας, Σταυρόν καί τόν θάνατον, όμως υπέρ γένους, σωτηρίας βροτείου, εκών ταύτα υφίστασαι, Ούτω Σώτερ φιλάνθρωπε, η Θεοτόκος εβόα σοι, ήνπερ προβαλλόμενοι, σοί εις πρεσβείαν, Δέσποτα αιτούμεθα, ίνα πλουσίως παράσχης, ημίν τά ελέη σου.

 

Ωδή δ

Δι αγάπησιν Οικτίρμον τής σής εικόνος, επί Σταυρού σου έστης, καί ετάκησαν έθνη, σύ γάρ εί φιλάνθρωπε, ισχύς μου καί ύμνησις.

 

Ιεράρχης ανεδείχθης χρισθείς τώ μύρω, τώ τής ιερωσύνης, τελειών ιερέας, πάσι τήν σωτήριον, δωρούμενος κάθαρσιν.

 

Συνετήρησας τήν ποίμνην εκ πάσης βλάβης, τών εναντίων Μάκαρ, καί Αρείου τήν πλάνην, πάσαν απημαύρωσας, τώ φέγγει τών λόγων σου.

 

Τή τού Πνεύματος δυνάμει τετειχισμένος, τά πονηρά διώκεις, τής κακίας Παμμάκαρ, πνεύματα μή φέροντα, τήν σήν επιτίμησιν.

Θεοτοκίον

Ο θελήματι τά πάντα δημιουργήσας, δημιουργείται θέλων, εξ άγνών σου αιμάτων, σώζων τούς ειδότας σε, αγνήν Θεομήτορα.

 

Άλλος

 

Εισακήκοα Κύριε

Ο λειμών τών δογμάτων σου, καί θεολαμπής σου βίος Πανεύφημε, ως συνθέσεως θυμίαμα, κατευωδιάζει τάς αισθήσεις ημών.

 

Ιερείον γενόμενος, καί ιερουργός καί κάρπωμα Όσιε, πρακτικώς ωλοκαυτώθης Θεώ, καί προσήχθης θύμα τή τραπέζη Χριστού.

 

Ο ουράνιος Κύριος, εν τώ στερεώματι τώ τής Πίστεως, ως αστέρα σε κατέπηξε, δα δουχούντα κόσμον τοίς σοίς δόγμασι.

Θεοτοκίον

Μή τραπείς τή θεότητι, όλον εαυτόν ο Λόγος εκένωσε, καί ανθρώποις προσωμίλησεν, εκ σού σάρκα Κόρη προσλαβόμενος.

 

Ωδή ε

Σύ Κύριέ μου φώς, εις τόν κόσμον ελήλυθας, φώς άγιον επιστρέφον, εκ ζοφώδους αγνοίας, τούς πίστει ανυμνούντάς σε.

 

Νούν λάμποντα φωτί, τώ αϋλω κτησάμενος, απήστραψας ιαμάτων, καί θαυμάτων ακτίνας, , Αμβρόσιε μακάριε.

 

Ανήγειρας σαυτόν, ιερόν καταγώγιον, τού Πνεύματος καταλύσας, τούς ναούς τών ειδώλων, Αμβρόσιε θεόπνευστε.

 

Μεγίστων αρετών, φωταυγεία λαμπόμενον, ηδέσθησαν βασιλείς σε, καί τόν όρον τής γλώττης, τής σής ου παρεσάλευσαν.

Θεοτοκίον

Βουλήματι τό πάν, ο σοφώς εργαζόμενος, βουλόμενος αναπλάσαι, τούς ανθρώπους Παρθένε, τήν σήν γαστέρα ώκησεν.

 

Άλλος

 

Ίνα τί με απώσω

Εν τή θεία σου μνήμη, ιερέων θίασος Πάτερ αγάλλεται, καί πιστών χορείαι, σύν Αγγέλοις αϋλοις ευφραίνονται, καί τρυφά σκιρτώσα, πνευματικώς η Εκκλησία, εν τοίς λόγοις σου Πάτερ Αμβρόσιε.

 

Γεωργός ανεδείχθης, τέμνων τήν τής πίστεως ευθείαν άρουραν, καί διδασκαλίας, επισπείρων θεόσοφε δόγματα, καί αυξήσας στάχυν, καρποφορείς τή Εκκλησία, τόν ουράνιον άρτον τού Πνεύματος.

 

Αβραάμ τήν θυσίαν, καί τήν άμεμπτον πίστιν εχαρακτήρισας, Ισαάκ ως άλλον, τήν ψυχήν θυσιάσαι προθέμενος, τώ τού Κτίστου πόθω, καί μή τρωθείς τή απιστία, έχρημάτισας φίλος τού Κτίστου σου.

Θεοτοκίον

Κόσμου ούσα προστάτις Μήτερ άειπάρθενε, σύ με κυβέρνησον, καί οδήγησόν με, εις ευθείαν οδόν καί κατεύθυνον, πρός δικαιοσύνης τρίβους, ορθάς τόν λογισμόν μου, τής ψυχής τάς πορείας ιθύνουσα.

 

Ωδή ς

Θύσω σοι, μετά φωνής αινέσεως Κύριε, η Εκκλησία βοά σοι, εκ δαιμόνων λύθρου κεκαθαρμένη, τώ δι οίκτον, εκ τής πλευράς σου ρεύσαντι αίματι.

 

Ρώμη σου, ευφημεί τά σεπτά προτερήματα, φωτοειδής ως αστήρ γάρ, πανταχού θαυμάτων τάς λαμπηδόνας, Ιεράρχα, επαφήκας πιστώς θαυμαζόμενος.

 

Ορθρίσας, πρός Χριστόν ταίς εκείθεν λαμπρότησι, περιηυγάσθης πλουσίως, καί φωτός επλήσθης τού θειοτάτου, καί φωτίζεις, τούς πιστώς σε τιμώντας εκάστοτε.

 

Σώμά σου, καί ψυχήν τώ Θεώ καθιέρωσας, καί δεκτικήν απειργάσω, χαρισμάτων Πάτερ τήν σήν καρδίαν, ανενδότως, τώ γλυκίω προσέχουσαν έρωτι.

Θεοτοκίον

Ίασαι τής ψυχής μου Παρθένε τά τραύματα, επισκιάσει σου θεία, καί τόν νούν μου λάμπρυνον σκοτισθέντα, αμελεία, καί σκιά εχθρού πολεμήτορος.

 

Άλλος

 

Ιλάσθητί μοι Σωτήρ

Λαβών τού λόγου σοφέ, τό τάλαντον ως θεράπων πιστός, καί τή τραπέζη προθείς, επολλαπλασίασας, καί τούτο προσήγαγες, καθαρόν σύν τόκω τώ Δεσπότη σου Αμβρόσιε.

 

Ελάμπρυνας τήν στολήν, τήν ιεράν εν τοίς πόνοις σου, καί ανεδείχθης ποιμήν, ποίμνης λογικής Σοφέ, ήν τή βακτηρία σου, τής διδασκαλίας εις μονάς ελαύνεις πίστεως.

 

Ο ζήλός σου Ηλιού, ζήλον μιμείται Μακάριε, βασιλέα γάρ πιστόν, χρανθέντα τοίς αίμασιν, ελέγξας απήλασας, θείων περιβόλων, τό αιδέσιμον φυλάττων Θεού.

Θεοτοκίον

Σκέπην καί καταφυγήν, καί τείχος όντως ακράδαντον, η πόλις σου σέ πιστώς, κεκτημένη Δέσποινα, δυσχερών εκ θλίψεων, καί κινδύνων πάντων, εκλυτρούσαι ταίς πρεσβείαις σου.

Ο Ειρμός

Ιλάσθητί μοι Σωτήρ, πολλαί γάρ αι ανομίαι μου, καί εκ βυθού τών κακών, ανάγαγε δέομαι πρός σέ γάρ εβόησα, καί επακουσόν μου, ο Θεός τής σωτηρίας μου.

 

Κοντάκιον Ήχος γ

Θείας πίστεως

Θείοις δόγμασι περιαστράπτων, απημαύρωσας Αρείου πλάνην, Ιερομύστα καί ποιμήν Αμβρόσιε, θαυματουργών δέ δυνάμει τού Πνεύματος, πάθη ποικίλα σαφώς εθεράπευσας, Πάτερ Όσιε, Xριστόν τόν Θεόν ικέτευε, δωρήσασθαι ημίν τό μέγα έλεος.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Ζ τού αυτού μηνός, Μνήμη τού Οσίου Πατρός ημών Αμβροσίου, Επισκόπου Μεδιολάνων.

Στίχοι

        Τό φθαρτόν Αμβρόσιος εκδύς σαρκίον,

        Θείας μετέσχεν αμβροσίας αξίως.

        Εβδόμη Αμβρόσιος ποτί άμβροτον ήλυθεν ούδας.

 

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Aθηνοδώρου.

Στίχοι

        Xαίρων Αθηνόδωρος, ει τμηθή ξίφει,

        Αφηρέθη τό πνεύμα καί πρό τού ξίφους.

 

Τή αυτή ημέρα, ό Άγιος Nεόφυτος, εν τή θαλάσση βληθείς, τελειούται.

Στίχοι

        θανών ο Νεόφυτος υδάτων μέσον,

        Παρ υδάτων ζή μυστικών διεξόδους.

 

Τή αυτή ημέρα, ό Άγιος Δομέτιος, ξίφει τελειούται.

Στίχοι

        Δός Δομέτιε Χριστομάρτυς καί λάβε.

        Δός τήν κεφαλήν, καί λάβε στέφος μέγα.

 

Τή αυτή ημέρα, οι Άγιοι Ισίδωρος, Ακεψιμάς, καί Λέων πυρί τελειούνται.

Στίχοι

        Διττοίς συνάθλοις Ισίδωρε συμφλέγου,

        Ίσων γάρ αυτοίς δωρεών Θεού τύχης.

 

Τή αυτή ημέρα, ο Άγιος Αμμούν, Επίσκοπος Νητρίας, εν ειρήνη τελειούται.

Στίχοι

        Αμμούν πατρός κατείδες Νητρία τρία,

        Κόσμου φυγήν, άσκησιν, έξοδον βίου.

 

Τή αυτή ημέρα, οι Άγιοι Μάρτυρες, Γαϊανός καί Γάϊος, πυρί τελειούνται.

Στίχοι

        Άν καί καμίνου Γάϊε βληθής μέσον,

        Σού Γαϊανός ουκ αφέξομαι λέγει.

 

Τή αυτή ημέρα, οι Άγιοι τριακόσιοι Μάρτυρες, οι εν Αφρική, ξiφει τελειούνται.

Στίχοι

        Δόξης υπέρ σής, ώ Τριάς, τετμημένην,

        Διπλοτριπλήν δέχου με εξηκοντάδα.

 

Τή αυτή ημέρα, ο Όσιος, Ιγνάτιος, ο πλησίον τών Βλαχερνών κείμενος, εν ειρήνη τελειούται.

Στίχοι

        Πλήρης απήλθες πράξεων χρηστών Πάτερ,

        Εκ τού ματαίου καί κακών πλήρους βίου.

 

Τή αυτή ημέρα, Μνήμη τού Οσίου πατρός ημών Παύλου Μοναχού, τού υποτακτικού.

 

Τή αυτή ημέρα, Μνήμη τών αγίων Μαρτύρων Πρίσκου, Μαρτίνου καί Νικολάου, ών ο μέν λιμώ, ο δέ πέλεξι κατακοπείς, ο δέ τρίτος διά πυρός, ετελειώθησαν, Η δέ σύναξις αυτών τελείται πλησίον τού τείχους τών Bλαχερνών.

Στίχοι

        Λιμώ θανόντα Πρίσκον άρτου γηϊνου,

        Ο Χριστός άρτον ψωμιεί τών Αγγέλων.

        Πέλεξι συγκόπτουσι Μαρτίνου κρέα,

        Κρεών μακέλλαις δυσσεβείς ανθρωπίνων.

        Εξήλθε δόγμα δαίμοσι πλάνης θύειν,

        Οίς, Νικόλαε, μή θύων, εις πύρ θύη.

 

Τή αυτή ημέρα, τά Εγκαίνια τής Υπεραγίας Θεοτόκου, εν τοίς Κουράτορος.

 

Ής ταίς αγίαις πρεσβείαις, ο Θεός, ελέησον καί σώσον ημάς Αμήν.

 

Ωδή ζ

Εν τή καμίνω, Αβραμιαίοι Παίδες τή Περσική, πόθω ευσεβείας μάλλον ή τή φλογί, πυρπολούμενοι εκραύγαζον, Ευλογημένος εί, εν τω ναώ τής δόξης σου Κύριε.

 

Ο θείος φθόγγος, τών σών δογμάτων Πάτερ πάνσοφε, ώσπερ αστραπή διήλθε πάσαν τήν γήν, καί θαυμάτων η επίδειξις, ως φώς εξήστραψε, τάς εν ζόφω καρδίας λαμπρύνουσα.

 

Νομοθεσίαις, ταίς τού Σωτήρος σύ επόμενος, Πάτερ τό δοθέν σοι τάλαντον εμμελώς, ως οικέτης αγαθότητος, επολυπλασίασας, δεσποτικής χαράς αξιούμενος.

 

Αναστομώσας, τήν θεολόγον σου διάνοιαν, ρείθρα ιερών δογμάτων ποταμηδόν, επαφήκας καταρδεύοντα, πιστών τό πλήρωμα, ιερομύστα Πάτερ Αμβρόσιε.

Θεοτοκίον

Ιδού Παρθένε, Eν τή γαστρί σου σύ συνέλαβες, Λόγον, τού Πατρός συνάναρχον καί σαρκί, απεκύησας δωρούμενον, πάσιν ανάκλησιν, τοίς εξ Αδάμ πεσούσι Πανάμωμε.

 

Άλλος

 

Οι εκ τής, Ιουδαίας.

Ακηλίδωτον ώφθης, αρετών θεομάκαρ, αξίως έσοπτρον, καθαράς τάς εμφάσεις, τής πίστεως δεικνύον, καί φωτίζον τούς ψάλλοντας, Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Σού ο βίος θεόφρον, υποτύπωσις ώφθη, Αρχιερέων σαφώς, καί όρος ορθοδόξων, τών πίστει μελωδούντων, καί Θεώ εκβοώντων αεί, Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Μέτριος μέν τόν τρόπον, υψηλός δέ τόν λόγον, Πάτερ Αμβρόσιε, αιδέσιμος τόν βίον, καί πίστει ανεδείχθης, ακλινής εν τώ ψάλλειν σε, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

Θεοτοκίον

Θελητήν τού ελέους, όν εγέννησας Μήτερ, νύν εκδυσώπησον, ρυσθήναι τών πταισμάτων, ψυχής τε μολυσμάτων, τούς εν πίστει κραυγάζοντας, Ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Ωδή η

Χείρας εκπετάσας Δανιήλ, λεόντων χάσματα, εν λάκκω έφραξε, πυρός δέ δύναμιν έσβεσαν, αρετήν περιζωσάμενοι, οι ευσεβείας ερασταί, Παίδες κραυγάζοντες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Νεκρώσας τά μέλη καί νεκρόν, σαρκός τό φρόνημα, απεργασάμενος, ψυχήν εζώωσας Όσιε, καί πηγήν θαυμάτων έβλυσας, τοίς νεκρωθείσιν εκ παθών, ζωήν παρέχουσαν, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Έγνως τήν μετάθεσιν Σοφέ, τήν εκ τού σώματος, θείω εν Πνεύματι, προφητικώτατα, ταύτην γάρ, τοίς συνούσι διεσάφησας, καί εν χαρά πρός ουρανόν, βοών ανέδραμες, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

 

Σώμα καί καρδίαν καί τόν νούν, προκαθηράμενος, παθών συγχύσεως, πυρφόρον έλλαμψιν άνωθεν, εισεδέξω τήν τού Πνεύματος, ώσπερ οι θείοι μαθηταί, βοών Αμβρόσιε, Ευλογείτε, πάντα τά έργα Κυρίου τόν Κύριον.

Θεοτοκίον

Ώφθης υπερτέρα ουρανών, Θεόν ουράνιον αποκυήσασα, τόν τά επίγεια Πάναγνε, ουρανοίς επισυνάψαντα, καί τήν επίγνωσιν αυτού, πάσι παρέχοντα, τοίς βοώσι, Πάντα τά έργα υμνείτε τόν Κύριον.

 

Άλλος

 

Μουσικών οργάνων

Απαθείας όργανον εδείχθης, τών παθών κοιμίζων τάς ορέξεις, καί τάς καρδίας τών πιστών, κραυζάζειν διεγείρον, τόν Κύριον υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Σωτηρίας πρόξενον εκτήσω, τήν τού λόγου δύναμιν Παμμάκαρ, δι ής ετράνωσας ημίν, τόν ένα τής Τριάδος, αρρήτως εκ Παρθένου, σάρκα προσλαβόντα, βροτοίς ομοουσίως.

 

Ιαμάτων βρύουσι σταγόνας, τών σών διδαγμάτων αι νεφέλαι, εξ ών αρδεύονται πιστών, καρδίαι τών βοώντων, τόν Κύριον υμνείτε, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Θεοτοκίον

Μακαρίζει σε Σεμνή τάξις Αγγέλων, μεγαλύνει σε γηγενών φύσις, εν σοί γάρ εύρομεν χαράν, οι πίστει σε υμνούντες, καί υπερυψούντες, είς πάντας τούς αιώνας.

Ο Ειρμός

Μουσικών οργάνων συμφωνούντων, καί λαών απείρων προσκυνούντων, εικόνι τή εν Δεηρά, τρείς Παίδες μή πεισθέντες, τόν Κύριον ανύμνουν, καί εδοξολόγουν, εις πάντας τούς αιώνας.

 

Ωδή θ

Λίθος αχειρότμητος όρους, εξ άλαξεύτου σου Παρθένε, ακρογωνιαίος ετμήθη, Χριστός συνάψας, τάς διεστώσας φύσεις, διό επαγαλλόμενοι, σέ Θεοτόκε μεγαλύνομεν.

 

Ίδες γεγονώς έν εκστάσει τά δι αιώνος τοίς Άγίοις, Πάτερ αποκείμενα γέρα, πρός αμετέβης, αποληψόμενος, τών σών καμάτων ένδοξε, τάς αντιδόσεις ευφραινόμενος.

 

Ώριμος ως βότρυς θεόφρον, ληνοίς τοίς άνω επαξίως, απεθησαυρίσθης πηγάζων, αθανασίας οίνον Αμβρόσιε, καί ιαμάτων χάριτας, τοίς ευσεβώς σοι προσπελάζουσιν.

 

Σοφία καί χάριτι λάμπων, Ιερομύστα καί ποιμένων, μέσον εξαστράπτεις δογμάτων, ορθοδοξία Πάτερ Αμβρόσιε, διό πίστει και πόθω σε, ύμνοις αξίως μακαρίζομεν.

 

Ημεροφαή σε αστέρα, η Εκκλησία κεκτημένη, σκότος διαφεύγει παντοίας, Παμμάκαρ πλάνης καί ταίς λαμπρότησι, τών ιερών δογμάτων σου, αυγαζομένη μακαρίζει σε.

Θεοτοκίον

Φωνήν σοι βοώμεν Παρθένε, περιχαρώς τού Αρχαγγέλου, Χαίρε τής κατάρας η λύσις, δεινών παντοίων, χαίρε η λύτρωσις, η τούς βροτούς Θεώσασα, τή υπέρ νούν κυοφορία σου.

 

Άλλος

 

Εξέστη επί τούτω ο ουρανός

Εδείχθης ως ελαία Πάτερ σοφέ, εν τώ οίκω Κυρίου, κατάκαρπος, εξ ής σοφώς, έπλησας λαμπάδα τών αρετών, μεθ ής καί εισελήλυθας, εν τή ευωχία τών ουρανών, εν οίς συναπολαύεις, μετά τών ασωμάτων, τής ακηράτου καί αϋλου ζωής.

 

Λιπάνας τήν ψυχήν σου ταίς αρεταίς, εγκρατείας εδείχθης διδάσκαλος, καί τής σεπτής, αρχιερωσύνης μυσταγωγός, τού βίου υποτύπωσις, καί τής Εκκλησίας φωταγωγός, καί στήλη τών δογμάτων αιρέσεων τήν πλάνην, αδιαλείπτως στηλιτεύουσα.

 

Πεπλήρωκας τόν δρόμον Πάτερ σοφέ, καί τήν πίστιν τετήρηκας άμεμπτον, καί εις μονάς, έφθασας καί λήξεις τών ουρανών, εν οίς σοι καί απόκειται, στέφανος καί δόξα τών αμοιβών, αλλά ταίς σαίς πρεσβείαις, οικτείρησον καί σώσον, εξ επηρείας τάς ψυχάς υμών.

Θεοτοκίον

Ωράθης ώ Παρθένε μήτηρ Θεού, υπέρ φύσιν τεκούσα εν σώματι, τόν αγαθόν, Λόγον εκ καρδίας τής εαυτού, όν ο Πατήρ ηρεύξατο, πάντων πρό αιώνων ως αγαθός, όν νύν καί τών σωμάτων επέκεινα νοούμεν, εί καί τό σώμα περιβέβληται.

Ο Ειρμός

Εξέστη επί τούτω ο ουρανός, καί τής γής κατεπλάγη τά πέρατα, ότι Θεός, ώφθη τοίς ανθρώποις σωματικώς, καί η γαστήρ σου γέγονεν, ευρυχωροτέρα τών ουρανών, διό σε Θεοτόκε, Αγγέλων καί ανθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

 

Εξαποστειλάριον

Τοίς μαθηταίς συνέλθωμεν

Ορθοδοξίας πρόμαχος, βάσις τής Εκκλησίας, Αρχιερέων έρεισμα, καί σοφός Ποιμενάρχης, Αμβρόσιε ανεδείχθης, πρός νομάς ευσεβείας, καθοδηγών τό ποίμνιον, ατιθάσους ως θήρας αποσοβών, κακοδόξων φάλαγγας Θεοφάντορ, τρανών τό ομοούσιον, τής αγίας Τριάδος.

Θεοτοκίον, όμοιον

Θαύμα φρικτόν Πανάμωμε! ότι τόν πρό αιώνων, εκ τού Πατρός εκλάμψαντα, ομοούσιον Λόγον, γεγέννηκας απορρήτως, όθεν σε Θεοτόκον, ομολογούμεν Δέσποινα, αληθώς καί κυρίως, ως αληθή, τού Θεού μητέρα, όν εκδυσώπει, αυτόν Θεομακάριστε, υπέρ γένους ανθρώπων.

 

Εις τόν Στίχ. τών Αίνων, Στιχ. τής Οκτωήχου. Η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.