ΤΗ Β ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Προφήτου Αββακούμ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς καί ψάλλομεν Στιχηρά Προσόμοια.

 

Ήχος δ

Ως γενναίον έν Μάρτυσιν

Αββακούμ ο θαυμάσιος, τήν Ακτίνα τού Πνεύματος, δεδεγμένος γέγονεν, όλος ένθεος, καί τών κριτών την ασέβειαν, καί κρίσιν τήν άδικον, θεωρών αγανακτεί, τήν τής γνώμης ευθύτητα, ενδεικνύμενος, τού Θεού καί Δεσπότου φιλοθέως, καί θερμή τή διανοία, ως δυσχεραίνων καθάπτεται.

 

Επί θείας ιστάμενος, φυλακής ο σεβάσμιος, Αββακούμ ακήκοε τό μυστήριον, τής πρός ημάς παρουσίας σου, Χριστέ τό απόρρητον, καί τό κήρυγμα τό σόν, προφητεύει σαφέστατα, προορώμενος, τούς σοφούς Αποστόλους ώσπερ ίππους, τών Eθνών τών πολυσπόρων, διαταράσσοντας θάλασσαν.

 

Εν Κυρίω γηθόμενος, εν Θεώ τώ Σωτήρί σου, θεορρήμον ένδοξε αγαλλόμενος, καί τής εκείθεν λαμπρότητος, τήν αίγλην δεχόμενoς, καί φωτί θεουργικώ, νοερώς φωτιζόμενος, τούς τήν μνήμην σου, τήν πανίερον πίστει εκτελούντας, πειρασμών τε καί κινδύνων, ταίς σαίς πρεσβείαις εξάρπασον.

Δόξα Καί νύν Θεοτοκίον

Η Θεόν τόν αχώρητον εν γαστρί σου χωρήσασα, φιλανθρώπως άνθρωπον χρηματίσαντα, καί τό ημέτερον φύραμα, εκ σού προσλαβόμενον, καί Θεώσαντα σαφώς, μή παρίδης με Πάναγνε, νύν θλιβόμενον, αλλ οικτείρησον τάχος, καί παντοίας, δυσμενείας τε καί βλάβης, τού πονηρού ελευθέρωσον.

Η Σταυροθεοτοκίον

Ως εώρακε Κύριε, η Παρθένος καί Μήτηρ σου, εν Σταυρώ κρεμάμενον, εξεπλήττετο, καί μετά θρήνων σοι έλεγε, Βαβαί τής απείρου σου, Πλαστουργέ μου ανοχής! πώς εκων ως κατάκριτος, κρίσιν άδικον, κατακρίνη θανάτου παρά δήμου, κατακρίτου καί φρικώδη, καθυποφέρεις παθήματα;

 

Εις τόν Στίχον, Στιχηρά τής Οκτωήχου.

 

Απολυτίκιον Ήχος β

Τού Προφήτου σου Αββακούμ τήν μνήμην, Κύριε εορτάζοντες, δι αυτού σε δυσωπούμεν, Σώσον τάς ψυχάς ημών.

 

Καί τά λοιπά τού Εσπερινού, καί Απόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν συνήθη Στιχολογίαν, οι Κανόνες τής Οκτωήχου, καί τού Προφήτου, ού η Ακροστιχίς.

 

Σέ τόν Προφήτην Αββακούμ μέλπω Μάκαρ. Θεοφάνους.

 

Ωδή α Ήχος δ

Άσομαί σοι Κύριε ο Θεός μου, ότι εξήγαγες λαόν δουλείας Αιγύπτου, εκάλυψας δέ άρματα Φαραώ καί τήν δύναμιν.

 

Σόφισόν με Κύριε ό Θεός μου, τόν σόν Προφήτην Αββακούμ, υμνήσαι τόν θείον, καί χάριτί σου λάμπρυνον, αγαθέ τήν καρδίαν μου.

 

Έως τίνος Κύριε ο Προφήτης, λέγει βοήσομαι πρός σέ, καί ούκ εισακούση; ίνα τί δέ μοι έδειξας, τών κριτών τήν ασέβειαν.

 

Τό σεπτόν μνημόσυνόν σου Προφήτα, τούς εκτελούντας ευλαβώς, ταίς σαίς ικεσίαις, κινδύνων απολύτρωσαι, καί δεινών περιστάσεων.

Θεοτοκίον

Ο Θεός ο Άγιος επεφάνη, εν τώ εγγίζειν τόν καιρόν, εκ σού Θεοτόκε, γενόμενος άνθρωπος, ίνα σώση τόν άνθρωπον.

 

Ωδή γ

Τόξον δυνατών ησθένησε, καί οι ασθενούντες, περιεζώσαντο δύναμιν, διά τούτο εστερεώθη, εν Κυρίω η καρδία μου.

 

Νεύσει πρός Θεόν υψούμενος, καί φωτοδοσίαις, ταίς παρ αυτού φωτιζόμενος, τών μελλόντων προεΘεώρεις, θεοφάντορ τήν προτύπωσιν.

 

Πάσαν αρετήν εξήσκησας, πάσαν δέ κακίαν, εκ διανοίας εμίσησας, καί δικαίως τούς αδικούντας, εβδελύξω Παμμακάριστε.

 

Ρήσεις τού Αγίου Πνεύματος, σύ ως καθαρός, επιστεύθης τρανότατα, προθεσπίζων τών εσομένων, τάς εκβάσεις Αξιάγαστε.

Θεοτοκίον

Όρος αρεταίς κατάσκιον, εξ ού ο Δεσπότης, δουλοπρεπώς επεδήμησε, τής δουλείας ελευθερώσαι, τούς ανθρώπους ώφθης Πάναγνε.

Ο Ειρμός

Τόξον δυνατών ησθένησε, καί οι ασθενούντες, περιεζώσαντο δύναμιν, διά τούτο εστερεώθη, εν Κυρίω η καρδία μου.

 

Κάθισμα Ήχος δ

Ο υψωθείς εν τώ Σταυρώ

Επί τής θείας φυλακής έστης μάκαρ, καί κατενόησας Θεού παρουσίαν, προφητικοίς εν όμμασι θεόπνευστε, όθεν καί εβόησας, Αββακούμ μετά φόβου, Κύριε ακήκοα, τήν φρικτήν έλευσίν σου, καί ανυμνώ σε σάρκα χοϊκήν, εκ τής Παρθένου, φορέσαι θελήσαντα.

Θεοτοκίον

Καταφυγή τών εν δεινοίς υπαρχόντων, καταλλαγή πρός τόν Θεόν τών πταιόντων, υπερανία Δέσποινα περίσωζε ημάς, πάσης περιστάσεως, καί κακίας ανθρώπων, καί φρικτής κολάσεως, καί παθών ατιμίας, τούς αδιστάκτω πίστει σε αεί, προσκαλουμένους, Παρθένε πανύμνητε.

Η Σταυροθεοτοκίον

Εν τώ Σταυρώ σε καθορώσα Χριστέ μου, η απειράνδρως σέ τεκούσα εβόα, σπαρασσομένη όψιν τε καί σπλάγχνα μητρικώς, Οίμοι ώ παμφίλτατε! πώς ενέγκω τό πάθος; φλέγονται τά σπλάγχνα μου, καί δεινής μοι ρομφαίας, τραύμα πικρόν διέδραμε σαφώς, αλλ ανυμνώ σου, Τό εύσπλαγχνον Κύριε.

 

Ωδή δ

Τούς ουρανούς η αρετή σου κατεκάλυψε, καί η γή επληρώθη τής δόξης σου Χριστέ, διό απαύστως κραυγάζομεν, Δόξα τή δυνάμει σου Κύριε.

 

Φωτοειδής δι αρετής ώφθης θεόπνευστε, καί τό φώς τό ανέσπερον εμήνυσας, ώ νύν εν πίστει κράζομεν, Δόξα τή δυνάμει σου Κύριε.

 

Η τού παντός φωτιστική χάρις τού Πνεύματος, δαψιλώς ενοικήσασά σοι Πάνσοφε, Προφήτην απετέλεσε, πάσι τόν Σωτήρα μηνύοντα.

 

Τήν ακοήν ενηχηθείς τού Παντοκράτορος, ευλαβώς εφοβήθης θαυμάσιε, κατανόησας έργα δέ τούτου, εν εκστάσει γεγένησαι.

Θεοτοκίον

Η Κιβωτός τού μαρτυρίου σε Πανάμωμε, διαγράφει τόν άρτον τής όντως ζωής, τήν δεξαμένην, Άχραντε, Λόγον τώ Πατρί συναίδιον.

 

Ωδή ε

Ο ανατείλας τό φώς, καί φωτίσας τόν όρθρον, καί δείξας τήν ημέραν, δόξα σοι, Ιησού Υιέ τού Θεού.

 

Νύν επαρθέντα ορά, η σεπτή Εκκλησία, τόν Ήλιον εν ξύλω, ως προεθέσπισας, Αββακούμ Ιερώτατε.

 

Αναπτερώσας τόν νούν, επί τής φυλακής σου, Πανόλβιε παρέστης, καί απεσκόπευσας, τού Κυρίου τήν έλευσιν.

 

Μεγαλοφώνως σοφέ, επί Θεώ Σωτήρι, χαρήσομαι εβόας, καί ευφρανθήσομαι, Αββακούμ παμμακάριστε.

Θεοτοκίον

Βεβαρυμμένος σειραίς, τών πολλών μου πταισμάτων, επί σέ καταφεύγω, σώσόν με Δέσποινα, τών πιστών τό κραταίωμα.

 

Ωδή ς

Εβόησε, προτυπών τήν ταφήν τήν τριήμερον, ο Προφήτης Ιωνάς, εν τώ κήτει δεόμενος, Εκ φθοράς με ρύσαι, Ιησού Βασιλεύ τών Δυνάμεων.

 

Από θαιμάν, ό Θεός σαρκωθείς επεδήμησεν, ώς προέφης, παρ αυτού τηλαυγώς φωτιζόμενος, Αββακούμ τρισμάκαρ, καί τόν κόσμον φωτί κατελάμπρυνεν.

 

Καταύγασον, ο Θεός τάς ψυχάς τών υμνούντων σε, ταίς πρεσβείαις, , Αββακούμ τού σεπτού καί θεόφρονος, ο εμπνεύσει θεία, καταλάμψας αυτού τήν διάνοιαν.

 

Ο φθόγγος σου, καί ρημάτων τών θείων η δύναμις, θεηγόρε, διελήλυθε πάντα τά πέρατα, τήν τού Λόγου θείαν, παρουσίαν ημίν προθεσπίζοντα.

Θεοτοκίον

Υπάρχοντα, τώ Πατρί τόν Υιόν ομοούσιον, καί ανάρχως, τώ Τεκόντι σαφώς συννοούμενον, επ εσχάτων σάρκα, γεγονότα Παρθένε γεγέννηκας.

Ο Ειρμός

Εβόησε, προτυπών τήν ταφήν τήν τριήμερον, ο Προφήτης Ιωνάς, εν τώ κήτει δεόμενος, Εκ φθοράς με ρύσαι, Ιησού Βασιλεύ τών Δυνάμεων.

 

Κοντάκιον Ήχος δ

Ταχύ προκατάλαβε

Ως ίππους εώρακας τούς ιερούς Μαθητάς, θαλάσσας ταράσσοντας, τής αγνωσίας σαφώς, καί πλάνην βυθίζοντας, δόγμασιν εύσεβείας, Αββακούμ θεηγόρε, όθεν σε ως Προφήτην, αληθή ευφημούμεν, αιτούμενοι τού πρεσβεύειν ελεηθήναι ημάς.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή Β τού αυτού μηνός, Μνήμη τού Αγίου Προφήτου Αββακούμ.

Στίχοι

Τάττει Θεός σοι τούς πόδας τεθνηκότι,

Είς συντέλειαν Αββακούμ, καθώς έφης.

Δευτερίη Αββακούμ ανεβήσατο είς Θεού άστυ.

 

Τή αυτή ημέρα, Μνήμη τών Οσίων Πατέρων ημών καί ερημιτών, Ιωάννου, Ηρακλαίμονος, Ανδρέου καί Θεοφίλου.

Στίχοι

Ανδρών τετρακτύς εις άλυπον χωρίον,

Εκ θλίψεως γέμοντος ήλθε χωρίου.

 

Τή αυτή ημέρα, Μνήμη τής Αγίας Μάρτυρος Μυρόπης.

Στίχοι

Όντως μύρον πέφηνε Χριστώ Μυρόπη,

Σώμα προσδούσα διά τούτον βασάνοις.

 

Μνήμη τού οσίου πατρός ημών Κυρίλλου Φιλεώτου ασκήσαντος εν έτει 1060.

 

Η αγία Μυρόπη εν τή φυλακή τελειούται.

 

Ο άγιος Άβιβος ό νέος εν πυρί τελειούται.

 

Ταίς αυτών αγίαις πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ

Αβραμιαίοι ποτέ, εν Βαβυλώνι Παίδες, καμίνου φλόγα κατεπάτησαν, εν ύμνοις κραυγάζοντες, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Μεμυημένος σοφέ, τήν υπέρ λόγον γνώσιν, καί προφητείας τήν πολύφωτον, λαμπάδα κραυγάζεις νύν, ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

 

Μαρμαρυγής τριλαμπούς, καί ανεκφράστου δόξης, τήν μετουσίαν σοι δεδώρηται, Θεός όν εδόξασας, ο τών Πατέρων βοών, Θεός ευλογητός εί.

Θεοτοκίον

Εν γενεαίς γενεών, Μήτηρ Παρθένος ώφθης, ευλογημένη υπέρ έννοιαν, τόν Λόγον κυήσασα, σεσαρκωμένον Θεόν, υπερφυώς Παρθένε.

 

Ωδή η

Πάντα τά έργα τού Θεού, καί πάσα κτίσις, ευλογείτε τόν Κύριον, ότι τοίς ανθρώποις εκ τής γής ανέτειλε τό φώς, καί τήν οικουμένην πάσαν εφώτισε, καί ζωήν αιώνιον τώ κόσμω εδωρήσατο, υμνείτε λαοί, καί υπερυψούτε, αυτόν εις τούς αιώνας.

 

Λελαμπρυσμένος τώ φωτί, τώ τρισηλίω ηξιώθης Πανόλβιε, θείων καί υπερφυών θαυμάτων, κοαυγάζων, Υμνείτε τόν Κύριον, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Πίνων χειμάρρουν τής τρυφής, καί τής αϋλου θεωρίας πληρούμενος, δόξης τε προφητικής, καί προεδρίας μετέχων, χαίρων ανυμνείς, τόν Θεόν εις τούς αιώνας.

 

Ω τής ενθέου καί σεπτής, τής τού Προφήτου Αββακούμ ωραιότητος! ούτος γάρ, Αγγελικαίς, συγχορεύων δυνάμεσι, χαίρων ανυμνεί, τόν Θεόν εις τους αιώνας.

Θεοτοκίον

Μήτηρ εδείχθης αληθώς, τού πρό αιώνων εκ Πατρός ανατείλαντος, μόνη γάρ αξιωτέρα, γεγένησαι τών ασωμάτων Nοών, ευλογημένη αγνή Παρθένε.

Ο Ειρμός

Πάντα τά έργα τού Θεού, καί πάσα κτίσις ευλογείτε τόν Κύριον, ότι τοίς ανθρώποις εκ τής γής ανέτειλε τό φώς, καί τήν οικουμένην πάσαν εφώτισε, καί ζωήν αιώνιον τώ κόσμω εδωρήσατο, υμνείτε λαοί, καί υπερυψούτε, αυτόν εις τούς αιώνας.

 

Ωδή θ

Ο τόκος σου άφθορος εδείχθη, Θεός εκ λαγόνων σου προήλθε, σαρκοφόρος ως ώφθη επί γής, καί τοίς ανθρώποις συνανεστράφη, σέ Θεοτόκε, διό πάντες μεγαλύνομεν.

 

Αστράπτει η μνήμη σου Προφήτα, λαμπράν αποπέμπουσα τήν αϊγλην, τής σής θεηγορίας, καί τής σής μυσταγωγίας καί προφητείας, τοίς σέ τιμώσιν, Αββακούμ μακαριώτατε.

 

Κηρύξας τόν Κύριον τής δόξης, καί τούτου προειπών τήν παρουσίαν, εξ αγίας Παρθένου, προφανώς γεγενημένην καί δεδειγμένην, βλέπων ευφραίνου, Aββακούμ μακαριώτατε.

 

Αγάλλονται πάντες οι Προφήται, επί τή σή χαρμοσύνω ημέρα, γεγηθότες θεόφρον, τής χαράς σοι κοινωνούντες καί θείας δόξης, οις συμπρεσβεύων, τούς υμνούντάς σε περίσωζε.

Θεοτοκίον

Ρανίσιν Αγνή τών οικτιρμών σου, ψυχής μου απόπλυνον τόν ρύπον, καί κρουνούς μοι δακρύων αναβλύζειν, αενάως ποίησον Κόρη, τάς τών παθών μου, αναβλύσεις αναστέλλουσα.

Ο Ειρμός

Ο τόκος σου άφθορος εδείχθη, Θεός εκ λαγόνων σου προήλθε, σαρκοφόρος ως ώφθη επί γής, καί τοίς ανθρώποις συνανεστράφη, σέ Θεοτόκε, διό πάντες μεγαλύνομεν.

 

Η λοιπή Ακολουθία τού Όρθρου, ως σύνηθες, καί Απόλυσις.