ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

 

Μνήμη τού Αγίου Μάρτυρος Λούππου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

Εις δέ τό, Κύριε εκέκραξα, ιστώμεν Στίχους ς' καί ψάλλομεν Στιχηρά Προσόμοια τρία, δευτερούντες αυτά.

 

Ήχος α' Αυτόμελον

Ώ τού παραδόξου θαύματος! η πηγή τής ζωής, εν μνημείω τίθεται, καί κλίμαξ πρός ουρανόν, ο τάφος γίνεται, Ευφραίνου Γεθσημανή, τής Θεοτόκου τό άγιον τέμενος, Βοήσωμεν οι πιστοί, τόν Γαβριήλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαίρε, μετά σού ο Κύριος, ο παρέχων τώ κόσμω διά σού τό μέγα έλεος. (Δίς)

 

Βαβαί τών σών μυστηρίων αγνή! τού Υψίστου θρόνος, ανεδείχθης Δέσποινα, καί γήθεν πρός ουρανόν, μετέστης σήμερον, Η δόξα σου ευπρεπής, θεοφεγγέσιν εκλάμπουσα χάριτι, Παρθένοι σύν τή Μητρί τού Βασιλέως πρός ύψος επάρθητε, Κεχαριτωμένη χαίρε, μετά σού ο Κύριος, ο παρέχων τώ κόσμω, διά σού τό μέγα έλεος. (Δίς)

 

Τήν σήν δοξάζουσι Κοίμησιν, Εξουσίαι θρόνοι, Αρχαί Κυριότητες, Δυνάμεις καί Xερουβίμ, Καί τά φρικτά Σεραφίμ, Αγάλλονται γηγενείς επί τή θεία σου δόξη κοσμούμενοι, Προσπίπτουσι βασιλείς, σύν Αρχαγγέλοις Αγγέλοις καί μέλπουσι, Κεχαριτωμένη χαίρε, μετά σού ο Κύριος, ο παρέχων τώ κόσμω, διά σού τό μέγα έλεος. (Δίς)

Δόξα... Καί νύν... Ήχος α'

Θεαρχίω νεύματι, πάντοθεν οι θεοφόροι Απόστολοι, υπό νεφών μεταρσίως αιρόμενοι.

Ήχος πλ. α'

Καταλαβόντες τό πανάχραντον, καί ζωαρχικόν σου σκήνος, εξόχως ησπάζοντο.

Ήχος β'

Αι δέ υπέρτατοι τών ουρανών Δυνάμεις, σύν τώ οικείω Δεσπότή παραγενόμεναι.

Ήχος πλ. β'

Τό θεοδόχον καί ακραιφνέστατον σώμα προπέμπουσι, τώ δέει κρατούμεναι, υπερκοσμίως δέ προώχοντο, καί αοράτως εβόων, ταίς ανωτέραις ταξιαρχίαις, ιδού η παντάνασσα θεόπαις παραγέγονεν.

Ήχος γ'

Άρατε πύλας, καί ταύτην υπερκοσμίως υποδέξασθε, τήν τού αενάου φωτός Μητέρα.

Ήχος βαρύς

Διά ταύτης γάρ η παγγενής τών βροτών σωτηρία γέγονεν, ή ατενίζειν ουκ ισχύομεν, καί ταύτη άξιον γέρας απονέμειν αδύνατον.

Ήχος δ'

Ταύτης γάρ τό υπερβάλλον, υπερέχει πάσαν έννοιαν.

Ήχος πλ. δ'

Διό άχραντε Θεοτόκε, αεί σύν ζωηφόρω Βασιλεί, καί τόκω ζώσα, πρέοβευε διηνεκώς, περιφρουρήσαι καί σώσαι, από πάσης προσβολής εναντίας τήν νεολαίαν σου, τήν γάρ σήν προστασίαν κεκτήμεθα.

Ήχος α'

Εις τούς αιώνας, αγλαοφανώς μακαρίζοντες.

 

Εις τόν Στίχον Ιδιομελα.

 

Ήχος δ'

Δεύτε ανυμνήσωμεν λαοί, τήν Παναγίαν Παρθένον αγνήν, εξ ής αρρήτως προήλθε, σαρκωθείς ο Λόγος τού Πατρός, κράζοντες καί λέγοντες, Ευλογημένη σύ εν γυναιξί, Μακαρία η γαστήρ, η χωρήσασα Χριστόν, Αυτού ταίς αγίαις χερσί, τήν ψυχήν παραθεμένη, πρέσβευε άχραντε, σωθήναι τάς ψυχάς ημών.

 

Στίχ. Ανάστηθι Κύριε εις τήν ανάπαυσίν σου.

 

Τήν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε αγνή, τών Αγγέλων τά πλήθη εν ουρανώ, καί ανθρώπων τό γένος επί τής γής μακαρίζομεν, ότι Μήτηρ γέγονας τού ποιητού τών απάντων Χριστού τού Θεού, Aυτόν ικετεύουσα, υπέρ ημών μή παύση δεόμεθα, τών εις σέ μετά Θεόν, τάς ελπίδας θεμένων, Θεοτόκε πανύμνητε, καί απειρόγαμε.

 

Στίχ. Ώμοσε Κύριος τώ Δαυϊδ αλήθειαν, καί ου μή αθετήσει αυτήν.

 

Δαυϊτικήν ωδήν σήμερον λαοί, άσωμεν Χριστώ τώ Θεώ, Απενεχθήσονται φησί, τώ Βασιλεί παρθένοι οπίσω αυτής, απενεχθήσονται εν ευφροσύνη καί αγαλλιάσει, Η γάρ εκ σπέρματος Δαυϊδ, δι' ής ημείς εθεώθημεν, εν ταίς χερσί τού εαυτής Υιού καί Δεσπότου, ενδόξως καί υπέρ λόγον μετατίθεται, ήν ως Μητέρα Θεού ανυμνούντες βοώμεν καί λέγομεν, Σώσον ημάς, τούς ομολογούντας σε Θεοτόκε, από πάσης περιστάσεως, καί λύτρωσαι κινδύνων τάς ψυχάς ημών.

Δόξα... Καί νύν... Ήχος δ'

Ότε εξεδήμησας Θεοτόκε Παρθένε, πρός τόν εκ σού τεχθέντα αφράστως, παρήν Ιάκωβος ο Αδελφόθεος, καί πρώτος, Ιεράρχης, Πέτρος τε η τιμιωτάτη κορυφαία τών θεολόγων ακρότης, καί σύμπας ο θείος τών Αποστόλων χορός, εκφαντορικαίς θεολογίαις υμνολογούντες, τό θείον καί εξαίσιον, τής Χριστού τού Θεού οικονομίας μυστήριον, καί τό ζωαρχικόν, καί θεοδόχον σου σώμα κηδεύσαντες, έχαιρον πανύμνητε, Ύπερθεν δέ αί πανάγιαι καί πρεσβύταται τών Αγγέλων Δυνάμεις, τό θαύμα εκπληττόμεναι, κεκυφυίαι αλλήλαις έλεγον, Άρατε υμών τάς πύλας, καί υποδέξασθε τήν τεκούσαν, τόν ουρανού καί γής Ποιητήν, δοξολογίαις τε ανυμνήσωμεν, τό σεπτόν καί άγιον σώμα, τό χωρήσαν τόν ημίν αθεώρητον καί Κύριον, Διόπερ καί ημείς τήν μνήμην σου εορτάζοντες, εκβοώμέν σοι Πανύμνητε, Χριστιανών τό κέρας ύψωσον, καί σώσον τάς ψυχάς ημών.

 

Απολυτίκιον Ήχος α'

Εν τή Γεννήσει τήν παρθενίαν εφύλαξας, έν τή Κοιμήσει τόν κόσμον ού κατέλιπες Θεοτόκε, Μετέστης πρός τήν ζωήν, μήτηρ υπάρχουσα τής ζωής, καί ταίς πρεσβείαις ταίς σαίς λυτρουμένη, εκ θανάτου τάς ψυχάς ημών.

 

Καί Απόλυσις

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετά τήν α' Στιχολογίαν

 

Κάθισμα Ήχος δ'

Κατεπλάγη Ιωσήφ

Αναβόησον Δαυϊδ, τίς η παρούσα Εορτή; Ήν ανύμνησα φησίν, εν τώ βιβλίω τών Ψαλμών, ως θυγατέρα θεόπαιδα καί Παρθένον, μετέστησεν αυτήν, πρός τάς εκείθεν μονάς, Χριστός ο εξ αυτής, άνευ σποράς γεννηθείς, καί διά τούτο χαίρουσι, μητέρες καί θυγατέρες καί νύμφαι Χριστού, βοώσαι, Χαίρε, η μεταστάσα πρός τά άνω βασίλεια.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Μετά τήν β' Στιχολογίαν

 

Κάθισμα Ήχος α'

Tόν τάφον σου Σωτήρ

Ο πάντιμος χορός, τών σοφών Αποστόλων, ηθροίσθη θαυμαστώς, τού κηδεύσαι ενδόξως, τό σώμά σου τό άχραντον, Θεοτόκε Πανύμνητε, οίς συνύμνησαν, καί τών Αγγέλων τά πλήθη, τήν Μετάστασιν, τήν σήν σεπτώς ευφημούντες, ήν πίστει εορτάζομεν.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Μετά τόν Πολυέλεον

 

Κάθισμα Ήχος γ'

Τήν ωραιότητα

Εν τή Γεννήσει σου, σύλληψις άσπορος, έν τή Κοιμήσει σου, νέκρωσις άφθορος, θαύμα εν θαύματι διπλούν, συνέδραμε Θεοτόκε, πώς γάρ η απείρανδρος, βρεφοτρόφος αγνεύουσα; πώς δέ η μητρόθεος, νεκροφόρος μυρίζουσα; Διό σύν τώ Αγγέλω βοώμέν σοι, Χαίρε η Κεχαριτωμένη.

 

Δόξα... Καί νύν... Τό αυτό

 

Ψάλλονται οι δύο Κανόνες, ο α' μετά τών Ειρμών εις η' καί ο δ' εις ς', ύστερον δέ πάλιν οι Ειρμοί, κανών πρώτος, ού η Ακροστιχίς.

 

Πανηγυριζέτωσαν οι θεόφρονες.

Ποίημα τού Κυρίου Κοσμά.

 

Ωδή α' Ήχος α' Ο Ειρμός

Πεποικιλμένη τή θεία δόξη, η ιερά καί ευκλεής Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρός ευφροσύνην τούς πιστούς, εξαρχούσης Μαριάμ, μετά χορών καί τυμπάνων τώ σώ, άδοντας Μονογενεί, ενδόξως ότι δεδόξασται.

 

Αμφεπονείτο αϋλων τάξις, ουρανοβάμων εν Σιών τό θείον σώμά σου, άφνω δέ συρρεύσασα, τών Αποστόλων η πληθύς, εκ περάτων Θεοτόκε, σοί παρέστησαν άρδην, μεθ' ών άχραντε, σού τήν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

 

Νικητικά μέν βραβεία ήρω, κατά τής φύσεως Αγνή, Θεόν κυήσασα, όμως μιμουμένη δέ, τόν ποιητήν σου καί Υιόν, υπέρ φύσιν υποκύπτεις, τοίς τής φύσεως νόμοις, διό θνήσκουσα, σύν τώ Υιώ εγείρη διαιωνίζουσα.

 

Κανών δεύτερος

 

Ποίημα Ιωάννου τού Δαμασκηνού.

 

Ωδή α' Ήχος δ' Ο Ειρμός

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τήν Κοίμησιν.

 

Παρθένοι νεάνιδες, σύν Μαριάμ τή Προφήτιδι, ωδήν τήν εξόδιον νύν αλαλάξατε, η Παρθένος γάρ, καί μόνη Θεοτόκος, πρός λήξιν ουράνιον διαβιβάζεται.

 

Αξίως ως έμψυχον, σέ ουρανόν υπεδέξαντο, ουράνια Πάναγνε, θεία σκηνώματα, καί παρέστηκας, φαιδρώς ωραϊσμένη, ως νύμφη πανάμωμος, τώ Βασιλεί καί Θεώ.

 

Ωδή γ' Ο Ειρμός

Η δημιουργική, καί συνεκτική τών απάντων, Θεού σοφία καί δύναμις, ακλινή ακράδαντον, τήν Εκκλησίαν στήριξον Χριστέ, μόνος γάρ εί άγιος, ο εν αγίοις αναπαυόμενος.

 

Γυναίκά σε θνητήν, αλλ' υπερφυώς καί Μητέρα, Θεού ειδότες Πανάμωμε, οι κλεινοί Απόστολοι, πεφρικυίαις ήπτοντο χερσί, δόξη απαστράπτουσαν, ως θεοδόχον σκήνος θεώμενοι.

 

Υπέφθασε χερσί, ταίς υβριστικαίς τού αυθάδους, τομήν η δίκη επάξασα, τού Θεού φυλάξαντος, τό σέβας τή εμψύχω κιβωτώ, δόξη τής θεότητος, εν ή ο Λόγος σάρξ εχρημάτισε.

 

Κανών δεύτερος

 

Ο Ειρμός

Τούς σούς υμνολόγους Θεοτόκε, η ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

 

Θνητής εξ οσφύος προαχθείσα, τή φύσει κατάλληλον Αγνή, τήν εξοδον διήνυσας, Τεκούσα δέ τήν όντως ζωήν, πρός τήν ζωήν μεθέστηκας, τήν θείαν καί ενυπόστατον.

 

Δήμος θεολόγων εκ περάτων, εξ ύψους Αγγέλων δέ πληθύς, πρός τήν Σιών ηπείγοντο, παντοδυνάμω νεύματι, αξιοχρέως Δέσποινα, τή σή ταφή λειτουργήσοντες.

 

Η Υπακοή

Ήχος πλ. α'

Μακαρίζομέν σε πάσαι αι γενεαί, Θεοτόκε Παρθένε, εν σοί γάρ ο αχώρητος Χριστός ο Θεός ημών, χωρηθήναι ευδόκησε, Μακάριοι εσμέν καί ημείς προστασίαν σε έχοντες, ημέρας γάρ καί νυκτός πρεσβεύεις υπέρ ημών, καί τά σκήπτρα τής βασιλείας, ταίς σαίς ικεσίαις κρατύνονται, Διό ανυμνούντες βοώμέν σοι Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά σού.

 

Ωδή δ' Ο Ειρμός

Ρήσεις Προφητών καί αινίγματα, τήν σάρκωσιν υπέφηναν, τήν εκ Παρθένου σου Χριστέ, φέγγος αστραπής σου, εις φώς εθνών εξελεύσεσθαι, καί φωνεί σοι άβυσσος, εν αγαλλιάσει, τή δυνάμει σου δόξα Φιλάνθρωπε.

 

Ίδετε λαοί καί θαυμάσατε, τό όρος γάρ τό άγιον, καί εμφανέστατον Θεού, τών επουρανίων βουνών, εφύπερθεν αίρεται, ουρανός επίγειος, εν επουρανίω, καί αφθάρτω χθονί οικιζόμενος.

 

Ζωής αϊδίου καί κρείττονος, ο θάνατός σου γέγονε, διαβατήριον Αγνή, εκ τής επικήρου πρός θείαν όντως καί άρρευστον, μεθιστών σε άχραντε, εν αγαλλιάσει, τόν Υιόν καθοράν σου καί Κύριον.

 

Επήρθησαν πύλαι ουράνιαι, καί Άγγελοι ανύμνησαν, καί υπεδέξατο Χριστός, τό τής παρθενίας αυτού, μητρώον κειμήλιον, Χερουβίμ υπείξέ σοι, εν αγαλλιάσει, Σεραφίμ δέ δοξάζει σε χαίροντα.

 

Κανών δεύτερος

 

Ο Ειρμός

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης Αββακούμ, κατανοών εκραύγαζε, Δόξα τή δυνάμει σου Κύριε.

 

Θάμβος ήν θεάσασθαι τόν ουρανόν, τού Παμβασιλέως τόν έμψυχον, τούς κενεώνας, υπερχόμενον τής γής, Ως θαυμαστά τά έργα σου Δόξα τή δυνάμει σου Κύριε.

 

Eν τή Μεταστάσεισου Μητέρθεού, τό ευρυχωρότατον σώμά σου καί θεοδόχον, τών Αγγέλων στρατιαί, Ιερωτάταις πτέρυξι, φόβω καί χαρά συνεκάλυπτον.

 

Ει ο ακατάληπτος ταύτης καρπός, δι' όν ουρανός εχρημάτισε, ταφήν υπέστη, εκουσίως ως θνητός, πώς τήν ταφήν αρνήσεται, η απειρογάμως κυήσασα.

 

Ωδή ε' Ο Ειρμός

Τό θείον καί άρρητον κάλλος, τών αρετών σου Χριστέ διηγήσομαι, εξ αϊδίου γάρ δόξης συναϊδιον, καί ενυπόστατον λάμψας απαύγασμα, Παρθενικής από γαστρός, τοίς εν σκότει καί σκιά, σωματωθείς ανέτειλας ήλιος.

 

Ως επί νεφέλης Παρθένε, τών Αποστόλων ο δήμος οχούμενος, πρός την Σιών εκ περάτων λειτουργήσαί σοι, τή νεφέλη τή κούφη ηθροίζετο, αφ' ής ο Ύψιστος Θεός, τοίς εν σκότει καί σκιά, δικαιοσύνης έλαμψεν ήλιος.

 

Σαλπίγγων θεόληπτοι γλώσσαι, τών θεολόγων ανδρών ευηχέστερον, τή Θεοτόκω εβόων τόν εξόδιον, ενηχούμεναι ύμνον τώ Πνεύματι, Χαίροις ακήρατε πηγή, τής τού Θεού ζωαρχικής, καί σωτηρίου πάντων σαρκώσεως.

 

Κανών δεύτερος

 

Ο Ειρμός

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, γήθεν μετέστης πρός αιωνίους μονάς, καί πρός ατελεύτητον ζωήν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύουσα.

 

Κροτείτωσαν σάλπιγγες, τών θεολόγων σήμερον, γλώσσα δέ πολύφθογγος ανθρώπων, νύν ευφημείτω, περιηχείτω αήρ, απείρω λαμπόμενος φωτί, Άγγελοι υμνείτωσαν, τής Παρθένου τήν Κοίμησιν.

 

Τό σκεύος διέπρεπε, τής εκλογής τοίς ύμνοις σοι, όλος εξιστάμενος Παρθένε, έκδημος, όλως, Ιερωμένος Θεώ, τοίς πάσι θεόληπτος καί ών, όντως καί δεικνύμενος, Θεοτόκε πανύμνητε.

 

Ωδή ς' Ο Ειρμός

Άλιον ποντογενές, κητώον εντόσθιον πύρ, τής τριημέρου ταφής σου ήν προεικόνισμα, ού Ιωνάς υποφήτης αναδέδεικται, σεσωσμένος γάρ ως καί προυπέποτο, ασινής εβόα, θύσω σοι μετά φωνής αινέσεως Κύριε.

 

Νέμει σοι τά υπέρ φύσιν, Άναξ ο πάντων Θεός, εν γάρ τώ τίκτειν, Παρθένον ώσπερ εφυλαξεν, ούτως εν τάφω τό σώμα διετήρησεν, αδιάφθορον, καί συνεδόξασε, θεία μεταστάσει, γέρα σοι ώσπερ Υιός Μητρί χαριζόμενος.

 

Όντως σε ως φαεινήν λυχνίαν, αϋλου πυρός, θυμιατήριον θείου χρύσεον άνθρακος, εν τοίς Αγίων Αγίοις κατεσκήνωσε, στάμνον ράβδον τε πλάκα θεόγραφον, κιβωτόν αγίαν, τράπεζαν άρτου ζωής, Παρθένε ο τόκος σου.

 

Κανών δευτερος

 

Ο Ειρμός

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δοξάζοντες.

 

Εκ σού ζωή ανατέταλκε, τάς κλείς τής παρθενίας μή λύσασα, πώς ούν τό άχραντον, ζωαρχικόν τε σου σκήνωμα, τής τού θανάτου πείρας γέγoνε μέτοχον.

 

Ζωής υπάρξασα τέμενος, ζωής τής αϊδίου τετύχηκας, διά θανάτου γάρ, πρός τήν ζωήν μεταβέβηκας, η τήν ζωήν τεκούσα τήν ενυπόστατον.

 

Κοντάκιον Ήχος πλ. β'

Αυτόμελον

Τήν εν πρεσβείαις ακοίμητον Θεοτόκον, καί προστασίαις αμετάθετον ελπίδα, τάφος καί νέκρωσις ουκ εκράτησεν, ως γάρ ζωής Μητέρα, πρός τήν ζωήν μετέστησεν, ο μήτραν οικήσας αειπάρθενον.

Ο Οίκος

Τείχισόν μου τάς φρένας Σωτήρ μου, τό γάρ τείχος τού κόσμου ανυμνήσαι τολμώ, τήν άχραντον Μητέρα σου, εν πύργω ρημάτων ενίσχυσόν με, καί εν βάρεσιν εννοιών οχύρωσόν με, σύ γάρ βοάς τών αιτούντων πιστώς τάς αιτήσεις πληρούν, Σύ ούν μοι δώρησαι γλώτταν, προφοράν, καί λογισμόν ακαταίσχυντον, πάσα γάρ δόσις ελλάμψεως παρά σού καταπέμπεται φωταγωγέ, ο μήτραν οικήσας αειπάρθενον.

 

Σ υ ν α ξ ά ρ ι ο ν

Τή ΚΓ' τού αυτού μηνός, Μνήμη τού Αγίου Μάρτυρος Λούππου.

Στίχοι

          Υπήρχε Λούππος δούλος, εκ δέ τού ξίφους

          Ελεύθερος προσήλθε τώ Χριστώ φίλος.

          Εικάδι εν τριτάτη πέφνε Λούππον φασγάνου ακμή.

 

Τή αυτή ημέρα, μνήμη τού Αγίου ιερομάρτυρος Ειρηναίου, Επισκόπου Σιρμίου.

Στίχοι

          Τμηθείς μετέσχε νεκρικών ο Σιρμίου,

          Λουτρών σχεδίων αιμάτων ποταμίων.

 

Τή αυτή ημέρα, μνήμη τού Αγίου Ιερομάρτυρος Ειρηναίου, Επισκόπου Λουγδούνων.

Στίχοι

          Σπεύδει λιπείν γήν εκ ξίφους Ειρηναίος.

          Ερωτιά γάρ τώ πρός ουρανούς πόθω.

 

Τή αυτή ημέρα, μνήμη τού οσίου Πατρός ημών Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.

Στίχοι

          Καλλίνικος μένουσαν ηδονήν μένων,

          Πρός τήν τελευτήν ουκ αηδώς ήν έχων.

 

Τή αυτή ημέρα, οι Άγιοι τριάκοντα οκτω μάρτυρες, οι εν θράκη, ξίφει τελειούνται.

Στίχοι

          Ήνεγκε τριπλή μαρτύρων δεκάς ξίφος,

          Έχουσα καί σύναθλον απλήν οκτάδα.

 

Ταίς τών Αγίων σου πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

 

Ωδή ζ' Ο Ειρμός

Ιταμώ θυμώ τε καί πυρί, θείος έρως αντιταττόμενος, τό μέν πύρ εδρόσιζε, τώ θυμώ δέ εγέλα, θεοπνεύστω λογική, τή τών οσίων τριφθόγγω λύρα αντιφθεγγόμενος, μουσικοίς οργάνοις εν μέσω φλογός, ο δεδοξασμένος, τών Πατέρων καί ημών Θεός ευλογητός εί.

 

Θεοτεύκτους πλάκας Μωϋσής, γεγραμμένας τώ θείω Πνεύματι, εν θυμώ συνέτριψεν, αλλ' ο τούτου Δεσπότης, τήν τεκούσαν ασινή, τοίς ουρανίοις φυλάξας δόμοις, νύν εισωκίσατο, Σύν αυτή σκιρτώντες βοώμεν Χριστώ, ο δεδοξασμένος, τών Πατέρων καί ημών, Θεός ευλογητός εί.

 

Εν κυμβάλοις χείλεσιν αγνοίς, μουσική τε καρδίας φόρμιγγι, εν ευήχω σάλπιγγι, υψηλής διανοίας, τής Παρθένου καί αγνής, εν τή ευσήμω κλητή ημέρα τής Μεταστάσεως, πρακτικαίς κροτούντες βοώμεν χερσίν, ο δεδοξασμένος, τών Πατέρων καί ημών, Θεός ευλογητός εί.

 

Ο θεόφρων ήθροισται λαός, τής γάρ δόξης Θεού τό σκήνωμα, εν Σιών μεθίσταται πρός ουράνιον δόμον, ένθα ήχος καθαρός εορταζόντων, φωνή αφράστου αγαλλιάσεως, καί εν ευφροσύνη βοώντων Χριστώ, ο δεδοξασμένος, τών Πατέρων καί ημών, Θεός ευλογητός εί.

 

Κανών δεύτερος

 

Ο Ειρμός

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν κτίσαντα, αλλά πυρός απειλήν, ανδρείως πατήσαντες, χαίροντες έψαλλον, Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Νεανίσκοι καί παρθένοι τής Παρθένου τε, καί Θεομήτορος, τήν μνήμην σέβοντες, πρεσβύται καί άρχοντες, καί βασιλείς σύν κριταίς, μελωδήσατε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

 

Σαλπισάτωσαν τή σάλπιγγι τού Πνεύματος, όρη ουράνια, αγαλλιάσθωσαν νύν, βουνοί καί σκιρτάτωσαν θείοι, Απόστολοι, η Βασίλισσα, προς τόν Υιον μεθίσταται, σύν αυτώ αεί κρατούσα.

 

Η πανίερος Μετάστασις τής θείας σου, καί ακηράτου Μητρός, τά υπερκόσμια, τών άνω Δυνάμεων, ήθροισε τάγματα, συνευφραίνεσθαι, τοίς επί γής σοι μέλπουσιν, ο Θεός ευλογητός εί.

 

Ωδή η' Ο Ειρμός

Φλόγα δροσίζουσαν Οσίους, δυσσεβείς δέ καταφλέγουσαν, Άγγελος Θεού ο πανσθενής, έδειξε Παισί, ζωαρχικήν δέ πηγήν ειργάσατο τήν Θεοτόκον, φθοράν θανάτου, καί ζωήν βλυστάνουσαν τοίς μέλπουσι, τόν Δημιουργόν μόνον υμνούμεν, οι λελυτρωμένοι, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

 

Ρήμασιν είχοντο τής θείας, κιβωτού τού αγιάσματος, πάσα η πληθύς τών θεολόγων εν τή Σιών, Πού νύν απαίρεις σκηνή κραυγάζοντες, Θεού τού ζώντος; Μή διαλίπης εποπτεύουσα, τούς πίστει μέλποντας, τόν Δημιουργόν μόνον υμνούμεν, οι λελυτρωμένοι, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

 

Όπως υψώσασα τάς χείρας, εκδημούσα η πανάμωμος, χείρας τάς Θεόν ηγκαλισμένας, σωματικώς εν παρρησία, ως Μήτηρ έφησε πρός τον τεχθέντα, ούς μοι εκτήσω, εις αιώνας φύλαττε βοώντάς σοι, τόν Δημιουργόν μόνον υμνούμεν, οι λελυτρωμένοι, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

 

Κανών δεύτερος

 

Ο Ειρμός

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν, τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

 

Τήν μνήμην σου άχραντε Παρθένε, Αρχαί τε καί Εξουσίαι σύν Δυνάμεσιν, Άγγελοι, Αρχάγγελοι, θρόνοι Κυριότητες, τά Χερουβίμ δοξάζουσι, καί τά φρικτά Σεραφίμ, ανθρώπων δέ τό γένος υμνούμεν, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

 

Ο ξένως οικήσας Θεοτόκε, εν τή αχράντω νηδυϊ σου σαρκούμενος, ούτος τό πανίερον, πνεύμά σου δεξάμενος, εν εαυτώ κατέπαυσεν, ως οφειλέτης Υιός, διό σέ τήν Παρθένον υμνούμεν, καί υπερυψούμεν εις πάντας τούς αιώνας.

 

Ώ τών υπέρ έννοιαν θαυμάτων, τής αειπαρθένου καί Θεομήτορος! τάφον γάρ οικήσασα, έδειξε Παράδεισον, ώ παρεστώτες σήμερον, χαίροντες ψάλλομεν, τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε εις πάντας τούς αιώνας.

 

Ωδή θ'

 

Mεγαλυνάριον, όπερ στιχολογείται εν εκάστω τροπαρίω τής παρούσης Ωδής.

 

Αι γενεαί πάσαι, μακαρίζομέν σε, τήν μόνην Θεοτόκον.

Ο Ειρμός

Νενίκηνται τής φύσεως οι όροι, εν σοι Παρθένε άχραντε, παρθενεύει γάρ τόκος, καί ζωήν προμνηστεύεται θάνατος, Η μετά τό κον Παρθένος, καί μετά θάνατον ζώσα, σώζοις αεί, Θεοτόκε, τήν κληρονομίαν σου.

 

Εξίσταντο Αγγέλων αι δυνάμεις, εν τή Σιων σκοπούμεναι, τόν οικείον Δεσπότην, γυναικείαν ψυχήν χειριζόμενον, τή γάρ αχράντως τεκούση, υιοπρεπώς προσεφώνει, Δεύρο Σεμνή, τώ Υιώ καί Θεώ συνδοξάσθητι.

 

Συνέστειλε χορός τών Αποστόλων, τό θεοδόχον Σώμά σου, μετά δέους ορώντες, καί φωνή λιγυρά προσφθεγγόμενοι, Εις ουρανίους θαλάμους, πρός τόν Υιόν εκφοιτώσα, σώζοις αεί, Θεοτόκε την κληρονομίαν σου.

 

Κανών δεύτερος

 

Μεγαλυνάριον στιχολογούμενον καί αυτό ως τό ανωτέρω.

 

Άγγελοι τήν Κοίμησιν τής Παρθένου, ορώντες εξεπλήττοντο, πώς η Παρθένος απαίρει, από τής γής εις τά άνω.

Ο Ειρμός

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, αϋλων Νόων φύσις γεραίρουσα, τήν Ιεράν πανήγυριν τής Θεομήτορος, καί βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

 

Δεύτε εν Σιών, τώ θείω καί πίονι, όρει τού ζώντος Θεού, αγαλλιασώμεθα, τήν Θεοτόκον ενοπτριζόμενοι, πρός γάρ τήν λίαν κρείττονα, καί θειοτέραν σκηνήν, ως Μητέρα, ταύτην εις τά Άγια, τών Αγίων Χριστός μετατίθησι.

 

Δεύτε οι πιστοί, τώ τάφω προσέλθωμεν, τής Θεομήτορος, καί περιπτυξώμεθα, καρδίας χείλη όμματα μέτωπα, ειλικρινώς προσάπτοντες, καί αρυσώμεθα, ιαμάτων, άφθονα χαρίσματα, εκ πηγής αενάου βλυστάνοντα.

 

Δέχου παρ' ημών, ωδήν τήν εξόδιον, Μήτερ τού ζώντος Θεού, καί τή φωτοφόρω σου, καί θεία επισκίασον χάριτι, τώ Βασιλεί τά τρόπαια, τώ φιλοχρίστω λαώ, τήν ειρήνην, άφεσιν τοίς μέλπουσι, καί ψυχών σωτηρίαν βραβεύουσα.

 

Εξαποστειλάριον

Ήχος γ' εκ τρίτου

Απόστολοι εκ περάτων, συναθροισθέντες ενθάδε, Γεθσημανή τώ χωρίω, κηδεύσατέ μου τό σώμα, καί σύ Υιέ καί Θεέ μου, παράλαβέ μου τό πνεύμα.

 

Εις τούς Αίνους, ιστώμεν Στίχους δ' καί ψάλλομεν Στιχηρά Προσόμοια δευτερούντες τό α'.

 

Ήχος δ'

Ως γενναίον έν Μάρτυσι

Τή ενδόξω Κοιμήσει σου, ουρανοί επαγάλλονται, καί Αγγέλων γέγηθε τά στρατεύματα, πάσα η γή δέ ευφραίνεται, ωδήν σοι εξόδιον προσφωνούσα τή Μητρί, τού τών όλων δεσπόζοντος, απειρόγαμε, Παναγία Παρθένε, η τό γένος τών ανθρώπων ρυσαμένη, προγονικής αποφάσεως. (Δίς)

 

Εκ περάτων συνέδραμον, Αποστόλων οι πρόκριτοι, θεαρχίω, νεύματι τού κηδεύσαί σε, καί από γής αιρομένην σε, πρός ύψος θεώμενοι, τήν φωνήν τού Γαβριήλ, εν χαρά ανεβόων σοι, Χαίρε όχημα, τής θεότητος όλης, χαίρε μόνη, τά επίγεια τοίς άνω, τώ τοκετώ σου συνάψασα.

 

Τήν ζωήν η κυήσασα, πρός ζωήν μεταβέβηκας, τή σεπτή Κοιμήσει σου τήν αθάνατον, δορυφορούντων Αγγέλων σοι, Αρχών καί Δυνάμεων, Αποστόλων Προφητών, καί απάσης τής κτίσεως, δεχομένου τε, ακηράτοις παλάμαις τού Υίού σου, τήν αμώμητον ψυχήν σου, Παρθενομήτορ Θεόνυμφε.

Δόξα... Καί νύν... Ήχος πλ. β'

Τή αθανάτω σου Κοιμήσει, Θεοτόκε Μήτηρ τής ζωής, νεφέλαι τούς Αποστόλους, αιθερίους διήρπαζον, καί κοσμικώς διεσπαρμένους, ομοχώρους παρέστησαν τώ αχράντω σου σώματι, οί καί κηδεύσαντες σεπτώς, τήν φωνήν τού Γαβριήλ, μελωδούντες ανεβόων, Χαίρε κεχαριτωμένη, Παρθένε Μήτηρ ανυμφευτε, ο Κύριος μετά σού, Μεθ' ών ως Υιόν σου καί Θεόν ημών, ικέτευε σωθήναι τάς ψυχάς ημών.

 

Δοξολογία μεγάλη

 

Δίδοται καί άγιον έλαιοντοίς αδελφοίς.

 

Εις τήν Λειτουργίαν. Τά Τυπικά, οι Μακαρισμοί, καί εκ τών κανόνων τής Εορτής Ωδή γ' καί ς'.

 

Εί δέ βούλει, ειπέ τά παρόντα Αντίφωνα.

 

Αντίφωνον Α'

Στίχος α'. Αλαλάξατε τώ Θεώ πάσα η γή.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχος β'. Εξομολογείσθε αυτώ, αινείτε τό όνομα αυτού.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχος γ'. Εν πόλει Κυρίου τών δυνάμεων, εν πόλει Θεού ημών.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Στίχος δ'. Εγενήθη εν ειρήνη ο τόπος αυτού, καί τό κατοικητήριον αυτού εν Σιών.

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Δόξα... Καί νύν...

 

Ταίς πρεσβείαις τής Θεοτόκου...

 

Αντίφωνον Β'

Στίχος α'. Αγαπά Κύριος τάς πύλας Σιών, υπέρ πάντα τά σκηνώματα Ιακώβ.

 

Σώσον ημάς Υιέ Θεού, ο εν Αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούϊα.

 

Στίχος β'. Δεδοξασμένα ελαλήθη περί σού, η πόλις τού Θεού.

 

Σώσον ημάς Υιέ Θεού...

 

Στίχος γ'. Ο Θεός εθεμελίωσεν αυτήν εις τόν αιώνα.

 

Σώσον ημάς Υιέ Θεού...

 

Στίχος δ'. Ηγίασε τό σκήνωμα αυτού ο Ύψιστος.

 

Σώσον ημάς Υιέ Θεού...

 

Δόξα... Καί νύν...

 

Ο μονογενής Υιός καί Λόγος...

 

Αντίφωνον Γ'

Στίχος α'. Ετοίμη η καρδία μου, ο Θεός, ετοίμη η καρδία μου.

Ήχος α'

Εν τή Γεννήσει τήν παρθενίαν εφύλαξας, έν τή Κοιμήσει τόν κόσμον ού κατέλιπες Θεοτόκε, Μετέστης πρός τήν ζωήν, μήτηρ υπάρχουσα τής ζωής, καί ταίς πρεσβείαις ταίς σαίς λυτρουμένη, εκ θανάτου τάς ψυχάς ημών.

 

Στίχος β'. Τί ανταποδώσω τώ Κυρίω περί

πάντων ών ανταπέδωκέ μοι;

 

Εν τή Γεννήσει τήν παρθενίαν...

 

Στίχος γ'. Ποτήριον σωτηρίου λήψομαι, καί τό όνομα Κυρίου επικαλέσομαι.

 

Εν τή Γεννήσει τήν παρθενίαν...

 

Εισοδικόν

Δεύτε προσκυνήσωμεν, καί προσπέσωμεν Χριστώ. Σώσον ημάς Υιέ Θεού, ο εν αγίοις θαυμαστός, ψάλλοντάς σοι. Αλληλούϊα.

 

Απολυτίκιον Ήχος α'

Εν τή Γεννήσει τήν παρθενίαν εφύλαξας, έν τή Κοιμήσει τόν κόσμον ού κατέλιπες Θεοτόκε, Μετέστης πρός τήν ζωήν, μήτηρ υπάρχουσα τής ζωής, καί ταίς πρεσβείαις ταίς σαίς λυτρουμένη, εκ θανάτου τάς ψυχάς ημών.

 

Κοντάκιον Ήχος πλ. β'

Αυτόμελον

Τήν εν πρεσβείαις ακοίμητον Θεοτόκον, καί προστασίαις αμετάθετον ελπίδα, τάφος καί νέκρωσις ουκ εκράτησεν, ως γάρ ζωής Μητέρα, πρός τήν ζωήν μετέστησεν, ο μήτραν οικήσας αειπάρθενον.

 

Εις τό, Εξαιρέτως

Ήχος α'

Αι γενεαί πάσαι, μακαρίζομέν σε, τήν μόνην Θεοτόκον.

Ο Ειρμός

Νενίκηνται τής φύσεως οι όροι, εν σοι Παρθένε άχραντε, παρθενεύει γάρ τόκος, καί ζωήν προμνηστεύεται θάνατος, Η μετά τό κον Παρθένος, καί μετά θάνατον ζώσα, σώζοις αεί, Θεοτόκε, τήν κληρονομίαν σου.

 

Κοινωνικόν

Ποτήριον σωτηρίου λήψομαι, καί τό όνομα Κυρίου επικαλέσομαι. Αλληλούϊα.